Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Σχόλια εἰς τὸν Ἐκκλησιαστήν

Μάξιμος ὁ Ὁμολογητής

Ερμηνεία του ενδέκατου και αρχών του δωδέκατου κεφαλαίου: Εσχατολογική προοπτική και η μνήμη του Δημιουργού

Θεωρία περί της τελικής κρίσης της ψυχής, της αδιάλειπτης άσκησης των αρετών, της κάθαρσης της νεότητας και της αλληγορικής ανάλυσης της γήρανσης και του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 9 από 10

Δηλαδή, ὅταν πλήρη γένωνται τὰ νέφη ὑετοῦ, τὴν διψῶσαν ἀρδεύουσι γῆν· καὶ δένδρον ἐὰν ἐπὶ νοτίου ἢ βορείου τόπου πέσῃ, ἐν ᾧ τόπῳ πέπτωκεν, ἐν τούτῳ καὶ εὑρεθήσεται. Διδάσκει γοῦν σε θεὸς διὰ τῆς τούτων φύσεως, ἵν᾽ ὅταν ἀνενδεῶς ἔχῃς τῶν χρειωδῶν, μεταδίδῳς τοῖς χρῄζουσι, καὶ ὅτι ἐν ᾧ σε καταλάβῃ τὸ τέλος, εἴτ᾽ ἐν τῷ ὑπὸ τοῦ παναγίου πνεύματος θαλπομένῳ καὶ ἐκ τῶν κατ᾽ ἔλλειψιν καὶ ὑπερβολὴν κακιῶν πεφυλαγμένῳ ὄρει τῆς ἀρετῆς, εἴτ᾽ ἐν τῷ ὑπὸ τοῦ τῆς πονηρίας πνεύματος τοῖς τῆς κακίας πάθεσι χειμαζομένῳ κρημνώδει τε καὶ βαραθρώδει καὶ μὴ ἐπισκοπουμένῳ ὑπὸ τοῦ κυρίου τόπῳ τῆς ἀπωλείας, ἐν τούτῳ δὴ καὶ κρινόμενος εὑρεθήσῃ, κἀντεῦθεν ἢ εἰς τὴν ἐκκλησίαν τῶν ἐν οὐρανοῖς ἀπογεγραμμένων, ἐν ᾗ θεὸς κατοικεῖ, συναρμολογηθήσῃ τῇ ἀρχιτεκτονίᾳ τοῦ πνεύματος, ἢ εἰς πῦρ γεέννης παραπεμφθήσῃ, ὡς μηδενὸς ἑτέρου, ἀλλ᾽ ἢ τοῦ τοιοῦδε πυρὸς ἄξιος εὑρεθείς. Πρὸς δέ, σκόπει ὅτι 4-5. Τηρῶν ἄνεμον οὐ σπερεῖ, καὶ βλέπων ἐν ταῖς νεφέλαις οὐ θερίσει, ἐν οἷς οὐκ ἔστι γινώσκων τίς ἡ ὁδὸς τοῦ πνεύματος. Ὡς ὀστᾶ ἐν γαστρὶ τῆς κυοφορούσης, οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ θεοῦ, ὅσα ποιήσει τὰ σύμπαντα.

Εἴτουν, ὁ βλέπων πρὸς τὰς δι᾽ ἀνέμων τε καὶ ὄμβρων ἐπιτυχίας τῶν καρπῶν καὶ ἀποτυχίας, οὔτε καταβαλεῖται σπόρον, οὔτε συγκομίσεται στάχυας, διὰ τὸ τοῖς πρὸς ταῦτα ὁρῶσι μὴ γνωστὸν εἶναι ὅθεν ἥξει ἡ τοῦ ἀνέμου πνοή, εἴτ᾽ ἐκ βορρᾶ τὸν τῆς ἡμέρας ἀποκρουομένη φλογμὸν καὶ τῇ συνδρομῇ τοῦ ἐκ νεφελῶν ὑετοῦ πίονά τε καὶ εὔκαρπον ἀποτελοῦσα τὸν ἄσταχυν, εἴτ᾽ ἐκ νότου τὴν θέρμην τῶν ἡλιακῶν ἀκτίνων ἐπαύξουσα καὶ διὰ τῆς τοῦ ὑετοῦ ἀνοχῆς τὸν καρπὸν τῆς ἀρούρης συγκαίουσα καὶ μαραίνουσα. Δίκην γὰρ ὀστῶν κυοφορουμένου ἐμβρύου, ἄγνωστά εἰσιν ὡς ἀφανῆ ἅπερ ἀρρήτοις οἰκονομίαις διὰ πάντων τῶν κτισμάτων θεὸς περανεῖ. Μάνθανε τοίνυν ἐντεῦθεν μήτε καταφρονεῖν τῆς ἐργασίας τῶν ἀρετῶν τῷ θάρρει τῆς ἄνωθεν χάριτος, μήτ᾽ ἀπογινώσκειν τῆς κατ᾽ ἀρετὴν εὐκαρπίας τῷ φόβῳ τῆς ἐκ δαιμόνων ἐπηρείας, ἀλλὰ καταβάλλειν μὲν τὴν κατὰ δύναμιν ἐπιμέλειαν, ἐλπίζειν δὲ εἰς θεόν, ὡς τῇ παρ᾽ αὐτοῦ ἀποκρουσθήσονται βοηθείᾳ οἱ ἀφανῶς ἐπηρεάζοντες δαίμονες· καὶ μὴ ἔσο ἀπρακτῶν διὰ τὴν ἀδηλίαν τῆς τοῦ κατὰ σκοπὸν εἰς πέρας ἐκβάσεως.

Ἔνθεν τοι 6-84. Ἐν πρωΐᾳ σπεῖρον τὸ σπέρμα σου καὶ ἐν ἑσπέρᾳ μὴ ἀφιέτω ἡ χείρ σου, ὅτι οὐ γινώσκεις ποῖον στοιχήσει, ἣ τοῦτο ἢ τοῦτο, καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαθόν. Καὶ γλυκὺ τὸ φῶς καὶ ἀγαθὸν τοῖς ὀφθαλμοῖς τοῦ βλέπειν σὺν τὸν ἥλιον· ὅτι καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ὁ ἄνθρωπος, ἐν πᾶσιν αὐτοῖς εὐφρανθήσεται καὶ μνησθήσεται τὰς ἡμέρας τοῦ σκότους, ὅτι πολλαὶ ἔσονται.

Τουτέστι, ταχὺ τῆς τοῦ σπόρου καταβολῆς ἄπαρξαι καὶ μέχρις ἑσπέρας τοῦ σπείρειν μὴ παύσῃ, ἐκ νεότητος εἰς τὴν τοῦ ἀγαθοῦ ἐργασίαν τὴν προαίρεσίν σου διδοὺς καὶ ἕως τέλους τούτου ἐπιμελούμενος, μήπως ἢ τὸ ἐπὶ τέλει καλὸν μόνον, ἢ τὸ ἐν ἀρχῇ, διὰ τὴν πρὸ τούτου ἢ τὴν μετὰ ταῦτα ἀμέλειαν καὶ τὴν τῶν παθῶν μὴ ἀρκοῦσαν ἐκρίζωσιν, ἀτελεσφόρητον εὑρεθῇ· καλὸν γὰρ ἐὰν ἡ ἀρχὴ τῷ τέλει καὶ τὸ τέλος τῇ ἀρχῇ εἰς τὴν τοῦ ἀγαθοῦ ἐργασίαν συνδράμωσι.

Καὶ τὸ φῶς τῆς γνώσεως τῶν ἐντολῶν τοῦ κυρίου τοῖς ἐν πείρᾳ τούτων γενομένοις ἡδύτατον· ὥσπερ δὲ καλὸν τοῖς αἰσθητοῖς ὀφθαλμοῖς ἐὰν ὅλον ὁρῶσι τὸν ἥλιον, μὴ ὑπό τινος νέφους ἐκ μέρους κρυπτόμενον, οὕτω δὴ καὶ τοῖς νοεροῖς ἐὰν πᾶσαν τὴν ἐνέργειαν τοῦ τῆς δικαιοσύνης ἡλίου κατανοῶσι, φημὶ δὴ τὴν χρηστότητα καὶ τὴν δικαιοσύνην, καὶ διὰ μὲν τὴν χρηστότητα πόθον καὶ ἐλπίδα τῶν ἐπηγγελμένων ἀγαθῶν τῷ κατ᾽ αὐτοὺς ὁρῶντι χαρίζωνται, διὰ δὲ τὴν δικαιοσύνην φόβον καὶ ἀποστροφὴν τῶν ἠπειλημένων κολάσεων. Οἷς ὁ συνδιαιτώμενος, πόθῳ τέ φημι καὶ φόβῳ, παρὰ πᾶσαν αὐτοῦ τὴν ζωήν, κἂν πολὺν ζήσηται χρόνον, χαρήσεται, ἀδιαλείπτως ζητῶν τὸ θέλημα τοῦ θεοῦ καὶ ἐπὶ πᾶσιν εὐχαριστῶν τοῖς συμπίπτουσιν, ὡς διὰ πάντων εὐεργετούμενος. Μιμνήσκεται γὰρ ἀεὶ τῆς κολάσεως, διότι ἐστὶν αἰωνίζουσα, καὶ παρηγορεῖται ἐπὶ ταῖς προσκαίροις ἐνταυθοῖ θλίψεσιν, ὡς διὰ τούτων ἐκείνης λυτρούμενος. Ἐπεὶ δὲ 85-10. Πᾶν τὸ ἐρχόμενον ματαιότης. Εὐφραίνου νεανίσκε ἐν νεότητί σου, καὶ ἀγαθυνέτω σε ἡ καρδία σου ἐν ἡμέραις νεότητός σου, καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος καὶ ἐν ὁράσει ὀφθαλμῶν σου, καὶ γνῶθι ὅτι ἐπὶ πᾶσι τούτοις ἄξει σε ὁ θεὸς ἐν κρίσει. Καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου, ὅτι ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης.

Ἤτοι, πᾶν τὸ ἐς αὔριον ἀναβαλλόμενον ἀνωφελές, ὡς ἀνύπαρκτον. Λοιπὸν ἀπόλαυε τῆς πνευματικῆς εὐφροσύνης, ὁ τὴν ἡλικίαν νεάζων ἐκ νεότητός σου, μὴ ἀναμένων τὴν τοῦ γήρως ἀσθένειαν· καὶ ῥυθμιζέτω σε ἐν παντὶ ἀγαθῷ ἡ ψυχή σου, ἕως περιφέρεις τὴν ἰσχὺν τῆς νεότητος· καὶ ὅδευε ἐν τοῖς διανοητικοῖς κινήμασι τῆς ψυχῆς σου καθαρὸς παντὸς ῥύπου παθῶν· καὶ ἀπαθῶς ὅρα πάντα πρὸς δόξαν θεοῦ· καὶ μὴ ἀγνοήσῃς ὅτι ἐφ᾽ ἅπασιν οἷς τε διαλογίζῃ καὶ πράττεις, λόγους ὑφέξεις τῷ ἀδεκάστῳ βήματι τοῦ θεοῦ παραστάς. Κἀντεῦθεν ἀπὸ μὲν τῆς ψυχῆς σου θυμὸν ἀποβαλοῦ ἄλογον, ἀπὸ δὲ τῆς σαρκός σου ἡδονὴν πᾶσαν φθοροποιὸν ὡς ὀδύνης αἰτίαν ἐκδίωξον, διότι τὸ ἐπὶ ταύτην τῆς νεότητος δι᾽ ἀφροσύνην εὐόλισθον παντάπασιν ἀλυσιτελές. 1-2. Καὶ μνήσθητι τοῦ κτίσαντός σε ἐν ἡμέραις νεότητός σου, ἕως οὗ μὴ ἔλθωσιν αἱ ἡμέραι τῆς κακίας καὶ φθάσωσιν ἔτη ἐν οἷς ἐρεῖς· «οὐκ ἔστι μοι ἐν αὐτοῖς θέλημα», ἕως οὗ μὴ σκοτισθῇ ὁ ἥλιος καὶ τὸ φῶς καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες, καὶ ἐπιστρέψωσι τὰ νέφη ὀπίσω τοῦ ὑετοῦ.

Δηλονότι, καὶ ἀποβαλόμενος τὰ πάθη δι᾽ ὧν ἠγνόησας τὸν ποιητὴν καὶ δεσπότην σου, τούτου μνημόνευσον ἐκ νεότητός σου πρὸ τοῦ τὸ τῆς ζωῆς σου τέλος καὶ τὰς ἀνιαρὰς ἐπὶ συντελείᾳ ἡμέρας καταλαβεῖν, καὶ ἐλεύσεσθαι καιροὺς καθ᾽ οὓς ὅπερ ἂν ἐθέλῃς ποιεῖν οὐ δεδύνησαι· καὶ πρὸ τοῦ ἀποβαλέσθαι τόν τε ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας τὸ ἴδιον φῶς, καὶ στραφῆναι τὰς νεφέλας εἰς ἀνομβρίαν. Συσταλήσεται γὰρ εἰς τὸ παντελὲς ἡ πρὸς ἐνέγειαν κίνησις ὅλης τῆς κτιστῆς φύσεως. 3-54. Ἐν ἡμέρᾳ ᾗ ἂν σαλευθῶσι φύλακες τῆς οἰκίας, καὶ διαστραφῶσιν ἄνδρες τῆς δυνάμεως, καὶ ἤργησαν αἱ ἀλήθουσαι, ὅτι ὠλιγώθησαν, καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς, καὶ κλείσουσι θύρας ἐν ἀγορᾷ, ἐν ἀσθενείᾳ φωνῆς τῆς ἀληθούσης, καὶ ἀναστήσεται εἰς φωνὴν τοῦ στρουθίου, καὶ ταπεινωθήσονται πᾶσαι αἱ θυγατέρες τοῦ ᾄσματος· καί γε ἀπὸ ὕψους ὄψονται, καὶ θαμβοὶ ἐν τῇ ὁδῷ· καὶ ἀνθήσει τὸ ἀμύγδαλον, καὶ παχυνθῇ ἡ ἀκρίς, καὶ διασκεδασθῇ ἡ κάππαρις.

Ἤγουν, ἐν τῇ ἡμέρᾳ τῆς συντελείας ἐν ᾗ αἱ τῶν οὐρανῶν δυνάμεις, οἱ ἅγιοι ἄγγελοι, φρίξουσι τὴν τοσαύτην ὁρῶντες μεταβολήν, καὶ θαυμάσουσι, καὶ οἱ πρὸς φυσικὴν ἐνέργειαν εὔτονοι ἄνθρωποι τῆς πρὸς ταύτην ἰσχύος μετενεχθήσονται εἰς τὸ πάσχειν τὰ κατ᾽ ἀξίαν ὧν ἐν ζωῇ διεπράξαντο, καὶ ἡ ψυχὴ καὶ ἡ σάρξ, αἱ περὶ τὸν κύκλον τοῦ παρόντος βίου ἅμα ἀναστρεφόμεναι, ἀπρακτήσουσι, διότι ἠλαττώθησαν πρὸς τὰ τῇδε, τὴν φυσικὴν ἀποβαλοῦσαι ἐνέργειαν ἵν᾽ ἐν μετοχῇ τῶν ὑπὲρ φύσιν κατὰ πάθος γένωνται, καὶ αἱ παρακύπτουσαι διὰ τῶν αἰσθητηρίων, ὡς διά τινων ὀπῶν, αἰσθήσεις τῆς τῶν αἰσθητῶν πείρας παύσωνται, καὶ τὰ αἰσθητήρια δι᾽ ὧν ὡς διά τινων θυρῶν παραπέμπουσι τῷ νῷ τὴν φαντασίαν τῶν ὁρατῶν, κλείσωσι πρὸς τὴν τοῦ βίου πανήγυριν, ἀτονησάσης καὶ αὐτῆς τῆς φωνητικῆς ἐνεργείας, τῆς περιφερομένης ἐν τῷ κύκλῳ τῶν παρόντων ἀνθρωπίνης φύσεως, ἣ καὶ κελεύσει θεοῦ ἐν φωνῇ ἀρχαγγέλου ἀναστήσεται, ἀποδυσαμένη τὴν φθορὰν καὶ ἐνδυσαμένη τὴν ἀφθαρσίαν, καὶ ἅπασαι αἱ κεχηνυῖαι περὶ τὰ ἐνταῦθα ἡδέα καὶ ποικίλοις μελῳδήμασι καταυλούμεναι ψυχαὶ συσταλήσονται, περιαιρεθεῖσαι πᾶσαν σαρκὸς ἡδυπάθειαν. Καὶ δὴ ἀπὸ τοῦ κατ᾽ οὐρανὸν ὕψους ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως καὶ δόξης πολλῆς, καὶ ἐπὶ τῇ ἐνδόξῳ ἐλεύσει τούτου καταπλαγήσονται.

Καὶ ἐν τῷ οὕτως ἀνατεῖλαι τὸν ἥλιον τῆς δικαιοσύνης θερμότερον, ἔαρ ψυχῶν διαλάμψει χαρμόσυνον, τοῦ μὲν χειμῶνος τῶν ἀκουσίων πειρασμῶν ἀπαλλάττον, τὸν δὲ καύσωνα τῶν ἑκουσίων παθῶν ἐπιστῆναι μὴ συγχωροῦν· καὶ ὁ κατὰ τὸν χειμῶνα τῶν πειρασμῶν ἀποτεθεὶς ταῖς τῶν δικαίων ψυχαῖς καρπὸς τοῦ πνεύματος, οἷάπερ ἐαρινοῦ καρποῦ ἄνθος, ἀναδειχθήσεται· καὶ ἡ πρὸς θεὸν ἀγαπητικὴ σχέσις αὐτῶν ἐνδυναμωθήσεται, μηκέτι ὑποκειμένων τροπῇ· καὶ ἡ δίκην καππάρεως πλήρης πικρίας κακία διαλυθήσεται, ἀνακαλυφθεῖσα τῷ ἀναπολογήτῳ ἐλέγχῳ τῆς δικαιοτάτης κρίσεως τοῦ θεοῦ. 55-7. Ὅτι ἐπορεύθη ὁ ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ, καὶ ἐκύκλωσαν ἐν ἀγορᾷ οἱ κοπτόμενοι, ἕως οὗ μὴ ἀνατραπῇ τὸ σχοινίον τοῦ ἀργυρίου, καὶ συντριβῇ τὸ ἀνθέμιον τοῦ χρυσίου, καὶ συντριβῇ ἡ ὑδρία ἐπὶ τὴν πηγήν, καὶ συντροχάσῃ ὁ τροχὸς ἐπὶ τὸν λάκκον, καὶ ἐπιστρέψῃ ὁ χοῦς εἰς τὴν γῆν ὡς ἦν, καὶ τὸ πνεῦμα ἐπιστρέψῃ πρὸς τὸν θεόν, ὃς ἔδωκεν αὐτό.

Τουτέστι, διότι μετὰ τὸ τέλος τῆς ἐν τῷ παρόντι κόσμῳ παροικίας ἀπῆλθεν ὁ ἄνθρωπος εἰς τὸ αἰώνιον αὐτοῦ οἰκητήριον, τὴν οὐράνιον μονήν, καὶ ἐπεὶ θεὸς ἀθάνατον τὸ ἀνθρώπινον πεποίηκε γένος, διὰ δὲ τὸ παραβῆναι τὴν ἐντολὴν τὸν πρωτόπλαστον, φθορὰν καὶ θάνατον κατεκρίθημεν, θανάτου πάλιν ἐλευθερωθέντες καὶ κατὰ τὴν ἀνάστασιν εἰς ἀθανασίαν ἐπιστρέψαντες, ἐκύκλωσαν ἀπ᾽ αὐτῆς ἀρξάμενοι καὶ εἰς αὐτὴν καταντήσαντες οἱ κατὰ τὴν τοῦ παρόντος βίου πανήγυριν ταλαιπωροῦντες ἄνθρωποι, πρὸ τοῦ διακοπῆναι τὸν δεσμὸν τῆς περὶ τὸ ἀργύριον σχέσεως καὶ διαφθαρῆναι τὸν θησαυρὸν τοῦ χρυσίου καὶ συμφθαρῆναι μὲν τῷ τοῦ βίου τροχῷ τὸ συμπεριφερόμενον τούτῳ ἡμέτερον σῶμα, ὅπερ ἐκ τῆς φθορᾶς τῶν καθόλου στοιχείων λαμβάνον τὴν γένεσιν, εἰς ταῦτα πάλιν διὰ φθορᾶς ἀναλύεται, οἷάπερ τι ἀγγεῖον ὕδωρ ἐκ πηγῆς ἀνάγον, καὶ μετὰ τὴν συντριβὴν αὐτὸ μὲν τῇ γῇ ἀποδιδόμενον ἐξ ἧς τὴν ὕπαρξιν εἴληφε, τὸ δὲ ὑδρευθὲν ὕδωρ αὖθις ἀποδιδοῦν τῇ πηγῇ ἐξ ἧς ἀφῃρέθη, συνθραυσθῆναι δὲ τῷ εἰρημένῳ σώματι καὶ αὐτὸν συμπεσόντα τὸν τοῦ βίου τροχὸν καὶ τὴν ἰδίαν παύσαντα κίνησιν ἐν τῷ τῆς φθορᾶς κατωτάτῳ χωρίῳ, ὥσπερ ὁ συμπίπτων οἷς ἐπιφέρεται ὑδροφόροις ἀγγείοις τροχός, καὶ συντριβόμενος ἐν αὐτῷ τῷ λάκκῳ τοῦ φρέατος ἵσταται τῆς κινήσεως, κἀντεῦθεν αὐτὸ μὲν τὸ σῶμα, τὸ ἐκ γῆς τὴν γένεσιν ἐσχηκός, αὖθις ἀποδοθῆναι τῇ γῇ, ὡς ὑπῆρχε πρὸ τοῦ ἐκεῖθεν ληφθῆναι, τὸ δὲ θεῖον ἐμφύσημα, τὴν λογικὴν ἡμῶν ψυχήν, πρὸς τὸν ταύτην δωρησάμενον ἀναχθῆναι δεσπότην. «