Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Σχόλια εἰς τὸν Ἐκκλησιαστήν

Μάξιμος ὁ Ὁμολογητής

Ερμηνεία του δεύτερου κεφαλαίου: Η δοκιμή της ηδονής και η ματαιότητα του ανθρωπίνου μόχθου

Εξέταση της προσπάθειας ανεύρεσης του αγαθού μέσω των σωματικών απολαύσεων, των κοσμικών έργων και του πλούτου, και η ανάδειξη της υπεροχής της σοφίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 10

Ἤτοι, ἐν τῷ λογίζεσθαί με ὅτι ἰδοὺ ἐγὼ ἐμεγαλύνθην τῷ κατὰ τὴν βασίλειον ἀρχὴν τῆς δυναστείας ὄγκῳ, καὶ ηὔξησα τοῦτον τῇ προσθήκῃ τῆς σοφίας παρὰ πάντας τοὺς πρὸ ἐμοῦ ἐν Ἱερουσαλὴμ βασιλεύσαντας, καὶ ἡ ψυχή μου ἐθεάσατο νοερῶς πλοῦτον σοφίας καὶ γνώσεως, καὶ ἔδωκα τὴν ψυχήν μου ἐμπόνῳ μελέτῃ ὑπὲρ τοῦ γνῶναι σοφίαν καὶ γνῶσιν, καὶ διὰ τῆς συμβολικῆς παραθέσεως τῶν γινωσκομένων ἔγνων ἐξ ἀναλογίας τῶν ὑπὲρ ἡμᾶς πραγμάτων τὴν ἐπιστήμην, εἶπον αὐτὸς ἐν τῇ ψυχῇ μου ὅτι καὶ ὁ πλοῦτος τῆς σοφίας καὶ τῆς γνώσεως προαίρεσίς ἐστι ψυχῆς ἀγαθὴ πάντως, ὥσπερ κακὴ τἀναντία, ὅτι ἐν πολλῇ σοφίας δυνάμει πολλὴ ἐνεργεῖται τοῦ λυσιτελοῦντος γνῶσις. Νοὸς γὰρ ἡ μὲν σοφία δύναμις, ἡ δὲ γνῶσις ἐνέργεια· τοῦ δὲ καλοῦ ἕξις μὲν ἡ γνῶσις, ἡ δ᾽ ἀρετὴ αὖθις ἐνέργεια. Διόπερ ὁ αὐξάνων ἐν ἑαυτῷ τὴν γνῶσιν, συνεπιτείνει ταύτῃ καὶ τὸν πόνον τῆς ἀρετῆς. Δι᾽ ὃν πόνον 1. Εἶπον ἐγὼ ἐν καρδίᾳ μου· «δεῦρο δὴ πειράσω σε ἐν εὐφροσύνῃ, καὶ ἴδε ἐν ἀγαθῷ.» Καὶ ἰδοὺ καί γε τοῦτο ματαιότης.

Δηλαδή, καθειλκύσθην πρὸς τὰ νομιζόμενα τῇ αἰσθήσει τερπνά· διελογισάμην γὰρ ἐκδοῦναι μὲν ἐμαυτὸν τρυφῇ, πεῖραν δὲ λαβεῖν ἡδονῶν ποικίλων. Νῦν δὲ συνῆκα ὡς τὰ τοιαῦτα πάντα ἀνόνητα. Οὕτω δὲ συνεὶς 2. Τῷ γέλωτι εἶπα περιφοράν, καὶ τῇ εὐφροσύνῃ· «τί τοῦτο ποιεῖς;» Ἤγουν, ὡσανεὶ εἶπον τῷ γέλωτι· «τί μαίνῃ καὶ περιφέρῃ καὶ οὐκ ἐντὸς τοῦ καθεστῶτος μένεις, ἀλλ᾽ ἀπρεπὴς διάχυσίς μου ὑπάρχεις τοῦ σώματος, καὶ πνεύματος κλόνος, καὶ διαστολὴ παρειῶν, καὶ γύμνωσις ὀδόντων τε καὶ οὔλων, καὶ ὑπερῴας αὐχένος τε λυγισμός, καὶ φωνῆς παράλογος θρύψις συνεπικοπτομένης τῇ κολάσει τοῦ πνεύματος, καὶ βρασμὸς ὅλου τοῦ σώματος;» Καὶ οὕτω μὲν ἀτιμάσας ἐπέσχον τὸν γέλωτα, τὴν δ᾽ ἡδονὴν πρὸς τὸ σωφρονεῖν ἐκόλασα. Ὑποπτεύων γὰρ αὐτῆς τὸν προσεγγισμόν, οἱονεὶ κλέπτου τινὸς λαθραίως εἴσω παραδυομένου τῶν τῆς ψυχῆς ταμιείων, εὐθὺς ἀπεμαχόμην τε πρὸς αὐτὴν καὶ ἀντέβαινον, «τί ταῦτα ποιεῖς;» λέγων, «τί ἐκθηλύνεις τὸ ἀνδρῶδες τῆς φύσεως; τί καταμαλάσσεις τῆς διανοίας τὸ σύντονον; τί ἐκνευρίζεις τῆς ψυχῆς τὸν τόνον; τί μοι τὸ καθαρὸν τῆς τῶν νοημάτων αἰθρίας τῇ παρ᾽ ἑαυτῆς ὁμίχλῃ ζόφον ποιεῖς;» Ταῦτ᾽ εἶπον 3.

Καὶ κατεσκεψάμην εἰ ἡ καρδία μου ἑλκύσει ὡς οἶνον τὴν σάρκα μου· καὶ ἡ καρδία μου ὡδήγησέ με ἐν σοφίᾳ καὶ τοῦ κρατῆσαι ἐν εὐφροσύνῃ, ἕως οὗ ἴδω ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον ἐν ἀριθμῷ ἡμερῶν ζωῆς αὐτῶν.

Τουτέστι, καὶ ἐσκόπησα ἐν ἑαυτῷ εἰ δυνηθῇ ἡ ψυχή μου ἐπικρατεστέρα τῆς σαρκὸς γενέσθαι καὶ καθυποτάξαι ταύτην τῷ πνεύματι, τοῦ χείρονος καταποθέντος δίκην οἴνου ὑπὸ τοῦ κρείττονος. Κἀντεῦθεν ἡ ψυχή μου ὡδήγησέ με τῷ μὲν νόμῳ τοῦ νοός μου ἐν σοφίᾳ, τῷ δὲ κατ᾽ αἴσθησιν νόμῳ, ὥστε καὶ τοῖς τῶν προσκαίρων ἡδέσιν ἐμμεῖναι, μέχρις ἂν γνῶ ποῖον ἐν ἀνθρώποις τὸ ὄντως καλόν, ὃ καταπράξονται παρὰ τουτονὶ τὸν βίον, πάσῃ ἡλικίᾳ καὶ παντὶ τῷ τῆς ζωῆς χρόνῳ ἀγαθὸν ἐπίσης ὑπάρχον, οὗ κόρος οὐκ ἐλπίζεται, ἀλλὰ συνακμάζει τῇ ἀπολαύσει ὁ πόθος, ὅπερ οὔτε τῷ ἀστάτῳ τῶν ἡλικιῶν καὶ τῶν χρόνων, οὔτε μὴν εὐημερίᾳ καὶ λύπῃ, ἢ ἐργασίᾳ καὶ ἀνέσει, ἀρχῇ τε καὶ δουλείᾳ πέφυκεν ὅλως συναλλοιοῦσθαι.

Ὑπάρχων δ᾽ ἀμφιρεπὴς ὡς εἴρηται, τῶν ἐν αἰσθήσει τερπνῶν ἐν πείρᾳ γενέσθαι ἠθέλησα. Καὶ 4-93. Ἐμεγάλυνα ποίημά μου, ᾠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι κήπους καὶ παραδείσους, καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πᾶν καρποῦ· ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ᾽ αὐτῶν δρυμὸν βλαστῶντα ξύλα· ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι· καί γε κτῆσις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν· ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας καὶ ἐντρυφήματα υἱῶν τῶν ἀνθρώπων οἰνοχόους καὶ οἰνοχόας· καὶ ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας τοὺς γενομένους ἀπὸ ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ.

Εἴτουν, διεξελήλυθα σύμπαντα ὅσα ἀξιάγαστα νομίζεται, οἴκων τε ὑπερυψήλων ἀνορθώσεις καὶ φυτείας ἀμπέλων, ἔτι δὲ παραδείσων κατασκευὰς καὶ παντοίων δένδρων καρποφόρων κτήσεις καὶ ἐπιμελείας, ὅπου δὲ καὶ δεξαμεναὶ μεγάλαι πρὸς ὑποδοχὰς ὑδάτων κατεσκευάσθησαν, εἰς δαψιλῆ ἀρδείαν τῶν φυτῶν ἀπονενεμημέναι. Περιεβαλόμην δὲ καὶ οἰκετῶν πλῆθος, θεράποντας καὶ θεραπαίνας, ἄλλους μὲν ἔξωθεν κτησάμενος, ἄλλους δὲ καὶ παρ᾽ ἐμαυτῷ γενομένους καρπωσάμενος. Ζῴων δὲ τετραπόδων ἀγέλαι, πολλαὶ μὲν βουκολίων, πολλαὶ δὲ ποιμνίων ὑπὸ τὴν ἐμὴν ἦλθον ἐξουσίαν παρ᾽ ὁντινοῦν τῶν πάλαι. Θησαυροὶ δὲ χρυσοῦ τε καὶ ἀργύρου προσέρρεον, περιουσίαι διαφόρων βασιλέων καὶ χωρῶν, χοροί τε συνεκροτοῦντο παμπληθεῖς, ἀρρένων τε ὁμοῦ καὶ θηλειῶν εἰς τὴν ἐμὴν τέρψιν παναρμόνιον ἐκφωνούντων ᾠδήν· συμπόσιά γε μὴν καὶ οἰνοχόους —εἰς τοῦτο ἀπέταξα τῆς τρυφῆς μέρος—ἐξ ἑκατέρου γένους ἀνθρώπων ἐξειλεγμένους οὐδ᾽ ἂν καταλέγειν ἔχοιμι ὅσον ὑπερέβαλον τούτοις τοὺς πρὸ ἐμοῦ βασιλεύσαντας Ἱερουσαλήμ. Τί δ᾽ ἑξῆς μοι συνέβαινε; 94-10. Καί γε σοφία μου ἐστάθη μοι. Καὶ πᾶν ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου, οὐκ ἀφεῖλον ἀπ᾽ αὐτῶν, οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης μου, ὅτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου, καὶ τοῦτο ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου μου.

Δηλονότι, συνέβαινεν ἐντεῦθεν τὰ μὲν τῆς σοφίας μὴ πρόσω χωρεῖν μοι, πληθύνειν δὲ τὰ τῆς οὐκ ἀγαθῆς ἐπιθυμίας. Παντὶ γὰρ ὀφθαλμῶν τε δελεάσματι καὶ καρδίας ἀκράτοις ὁρμαῖς ἐφιεὶς πανταχόθεν προσπιπτούσαις, ἡδονῶν ἐλπίσιν ἐμαυτὸν ἐκδέδωκα καὶ πάσαις τρυφαῖς δειλαίαις τὴν ἐμαυτοῦ ἐγκατέδησα προαίρεσιν, διὰ τὸ εὐφραίνεσθαι τὴν ψυχήν μου ἀλογίστως ἐν πᾶσι τοῖς εἰκαίοις μου σπουδάσμασι. Καὶ τοῦτο μόνον προσεγίνετό μοι τὸ κέρδος ἐν τοῖς ἀνονήτοις πόνοις μου. Ἐν δὲ τῷ οὕτως ἐν σκότει διαπορεύεσθαί ποτε 11. Καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσι ποιήμασί μου οἷς ἐποίησαν αἱ χεῖρές μου, καὶ ἐν μόχθῳ ᾧ ἐμόχθησα τοῦ ποιεῖν, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος, καὶ οὐκ ἔστι περισσεία ὑπὸ τὸν ἥλιον.

Ἤτοι, ἀνανήψας ἐγὼ καὶ ἀναβλέψας κατεῖδον πάντα τὰ τῶν χειρῶν μου ἔργα καὶ τὴν ἐπὶ τούτοις σπουδήν, καὶ πάντα ὁμοῦ εὗρον ἀνωφελῆ, καὶ ἐν μηδενὶ ἑτέρῳ τὴν ὕπαρξιν ἔχοντα ἢ ἐν ἀλογίστῳ προαιρέσει ψυχῆς. Οὐδὲ γάρ ἐστι περισσόν τι τοῖς περὶ τὰ βλεπόμενα ἐνταλαιπωροῦσιν, ὅτι τε τὰ κατ᾽ αἴσθησιν πάντα ἐν μόνῳ τῷ ἐνεργεῖσθαι τὴν ἀπόλαυσιν ἔχουσι, παυσαμένης δὲ τῆς ἐνεργείας, συνεξαλείφεται ταύτῃ καὶ ἡ ἀπόλαυσις, καὶ οὐκ ἐναπομένει τοῖς ἡδομένοις ἴχνος εὐφροσύνης ἢ λείψανον, καὶ ὅτι πλοῦτος αἰσθητὸς ὁμοῦ καὶ πενία τὸν θάνατον λῆξιν εὑρίσκουσι. Διὸ ἠβουλήθην ἀρετῆς τε καὶ κακίας ἐξετάσαι τὸ διάφορον 12. Καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοφίαν καὶ περιφορὰν καὶ ἀφροσύνην· ὅτι τίς ἄνθρωπος ὃς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς, σύμπαντα ὅσα ἐποίησεν αὐτή;

Δηλαδή, καὶ ἀπεσκόπησα ὥστε ἐν πείρᾳ γενέσθαι τῶν τε ἔργων τῆς σοφίας καὶ τῶν τῆς παρανοίας τε καὶ τῶν τῆς ἀνοίας. Οὐ μόνον δὲ τὰ ἔργα τῆς σοφίας εἱλόμην, ἀλλὰ καὶ τὰ τῆς πονηρίας καὶ τὰ τῆς ἀφροσύνης, διότι μόνος εἷς ἀναμάρτητος, ὃς τὴν τοῦ θεοῦ καὶ πατρὸς βουλὴν πᾶσαν πληρώσει, τὰ ἔργα ταύτης ἀπαραλείπτως πάντα διεξελθὼν ἐν τῷ ἄνθρωπος γενέσθαι διὰ τὴν σωτηρίαν ἡμῶν. Οὕτω δ᾽ ἀπεσκόπησα 13-142. Καὶ εἶδον ἐγὼ ὅτι ἔστι περισσεία τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην, ὡς περισσεία τοῦ φωτὸς ὑπὲρ τὸ σκότος· τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ, καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται.

Ἤγουν, καὶ ἐξ αὐτῆς ἐθεασάμην τῆς πείρας ὅτι τοσοῦτόν ἐστι σοφίας καὶ ἀνοίας τὸ μέσον, ὅσον ἡμέρας τε καὶ νυκτός. Ὁ γὰρ σοφὸς τὸ διορατικὸν ἐν τῷ ἡγεμόνι τῆς ἑαυτοῦ ψυχῆς νοῒ κέκτηται, τὰ ἄνω βλέπων· ὁ δ᾽ ἄφρων ἐν σκοτομήνῃ ἀγνοίας πορεύεται, ὑπὸ τῆς περὶ τὰ πράγματα σχέσεως τὸ βλέπειν ἀφῃρημένος. Κέκτηται γὰρ ὁ ἐν σοφίᾳ τῶν προσκαίρων ὑπεριδών, πλέον τοῦ ἄφρονος, τὸν φωτισμὸν τῆς ἐπὶ τῇ κατὰ χάριν μεθέξει τῶν ὑπὲρ φύσιν ἐλπίδος. Πρὸς δὲ τοῖς εἰρημένοις 143-154. Καὶ ἔγνων ἐγὼ ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. Καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου· «ὡς συνάντημα τοῦ ἄφρονος καί γε ἐμοὶ συναντήσεται, καὶ ἵνα τί ἐσοφισάμην ἐγώ;» Τουτέστιν, ἀπ᾽ αὐτῶν ἔγνων τῶν πραγμάτων ὅτι τὰ αὐτὰ καὶ τῷ σοφῷ καὶ τῷ ἄφρονι ἀπαντῶσι κατὰ τὸν βίον συμπτώματα, οἷον λῃστῶν καὶ θηρίων ἐπιδρομαί, ἐμπρησμοὶ καὶ ναυάγια, πενία, νόσος καὶ θάνατος. Καὶ ἐλογισάμην κατ᾽ ἐμαυτὸν ὅτι «τὰ ἀκούσια συμπτώματα τοῦ ἄφρονος καὶ ἐμοὶ συναντήσεται, καὶ τίνος ἕνεκεν σοφίαν αὐτὸς ἤσκησα;» 155-16. Τότε περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου, διότι ὁ ἄφρων ἐκ περισσεύματος λαλεῖ, ὅτι καί γε τοῦτο ματαιότης.

Ὅτι οὐκ ἔστιν ἡ μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς τὸν αἰῶνα, καθότι ἤδη ταῖς ἡμέραις ταῖς ἐρχομέναις τὰ πάντα ἐπελήσθη. Καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος; Εἴτουν, ὁπότε διενοήθην ὅτι τὸ τοῦ ἄφρονος συνάντημα καὶ ἐμοὶ τῷ μετασχόντι σοφίας συναντήσεται, ἔξω τοῦ εἰκότος διελογισάμην ἐν ἐμαυτῷ, ὅτιπερ ὁ ἀφροσύνῃ συνὼν ἄχρηστα διαλογίζεται καὶ τῆς ἀληθείας ἐκτός, τὸ δ᾽ οὕτω διαλογίζεσθαι πάντῃ ὑπάρχει ἀσυντελές. Οὐ γὰρ ὁμοία ἐστὶν ἡ μνήμη τοῦ σοφοῦ καὶ τοῦ ἄφρονος εἰς ἅπαντα τὸν αἰῶνα, ὁποῖον ἂν εἴπῃς, εἴτε τὸν παρόντα εἴτε τὸν μέλλοντα, διότι τὰ μὲν ὁμοίως ἀμφοτέροις συναντῶντα κατὰ τόνδε τὸν βίον συμπτώματα, εἴτε φαιδρὰ εἶεν εἴτε σκυθρωπά, τῷ χρόνῳ παρέρχονται καὶ λήθης βυθοῖς παραδίδονται. Αὐτοὶ δ᾽ οἷς ταῦτα συμβέβηκεν οὐκ ἀπὸ τούτων μνημονεύονται, ἀλλ᾽ ἕκαστος ἀπὸ τῶν οἰκείων ἔργων, εἴτ᾽ ἀγαθῶν εἴτε μὴν ἐναντίων. Ὅθεν ὁ μὲν σοφὸς παρὰ μὲν ἀνθρώπων ἐν εὐφημίαις τὴν μνήμην ἔχει, παρὰ δὲ θεοῦ ἀμαράντους τοὺς στεφάνους κομίζεται καὶ τὰ ἔπαθλα ἐφ᾽ οἷς καλῶς διεπράξατο· ὁ δ᾽ ἄφρων ἀνθρώποις μὲν δύσφημον τὴν ἑαυτοῦ ἐγκαταλιμπάνει μνήμην, τιμωρὸν δὲ τὸ θεῖον εὑρίσκει ἐφ᾽ οἷς κακῶς ἐπλημμέλησε. Λοιπόν, πῶς τὸ αὐτὸ τέλος δέξεται τὸν σοφὸν καὶ τὸν ἄφρονα; Θάνατος γὰρ ἁμαρτωλῶν πονηρός, μνήμη δὲ δικαίων μετ᾽ ἐγκωμίων.

Οὕτω γοῦν κατὰ λόγον ἐξετάσας καὶ κρίνας τὰ πράγματα, κατέγνων πάντων τῶν προσκαίρων 17. Καὶ ἐμίσησα ἐγὼ σύμπασαν τὴν ζωήν, ὅτι πονηρὸν ἐπ᾽ ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον, ὅτι πάντα ματαιότης καὶ προαίρεσις πνεύματος.

Δηλονότι, ἐβδελυξάμην πᾶσαν τὴν παροῦσαν ζωὴν τῶν τε εὐπραγούντων καὶ τῶν δυσπραγούντων, διότι οὐδενὸς ἑτέρου ἢ πόνου κατ᾽ ἐμὴν κρίσιν πεπλήρωνται πάντα τὰ περὶ γῆν ἔργα μου. Οἶδα γὰρ αὐτῶν τὸ σαθρόν τε καὶ τὸ παροδικόν, καὶ ὅτι ταῦτα πάντα ἀνόνητα καὶ ψυχῆς ἀλόγιστος κίνησις. 18-19. Καὶ ἐμίσησα ἐγὼ σύμπαντα μόχθον μου ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφίημι αὐτὸν τῷ ἀνθρώπῳ τῷ γενησομένῳ μετ᾽ ἐμέ, καὶ τίς οἶδεν εἰ σοφὸς ἔσται ἢ ἄφρων, καὶ εἰ ἐξουσιάσεται ἐν παντὶ μόχθῳ μου ᾧ ἐγὼ ἐμόχθησα καὶ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; Καί γε τοῦτο ματαιότης.

Ἤτοι, καὶ ἀπεστράφην αὐτὸς πάντα μου κάματον ὃν ἐπόνησα τοῖς γηΐνοις προστετηκώς, διότι οὐκ ἐμοὶ παραμένει, ἀλλ᾽ ἐγκαταλιμπάνω αὐτὸν ἑτέρῳ τῷ τὰ ἐμὰ διαδεξομένῳ, ἄδηλον δὲ εἴτε σοφὸς οὗτος ἔσται εἴτε ἀνόητος, καὶ εἰ πασῶν αὐτὸς δεσπόσει τῶν ψυχρῶν ἐπικαρπιῶν τῶν ἐμῶν καμάτων, ὧν ἐπόνησά τε καὶ ἐπενοησάμην περὶ τὰ χρονικά τε καὶ ῥέοντα. Ἀλλὰ καὶ αὐτὸ τὸ φροντίζειν τοῦ «τίς τὰ ἐμὰ διαδέξεται;» ἀνόνητον. 20-21. Καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου ἐν παντὶ μόχθῳ μου ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον, ὅτι ἔστιν ἄνθρωπος, ὅτι ὁ μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρείᾳ· καὶ ἄνθρωπος ὃς οὐκ ἐμόχθησεν ἐν αὐτῷ, δώσει αὐτῷ μερίδα αὐτοῦ. Καί γε τοῦτο ματαιότης καὶ πονηρία μεγάλη.

Δηλαδή, καὶ μετηνέχθην ἀπὸ τῆς προτέρας πλάνης, ὥστε ἀποβαλέσθαι καὶ ἐκ ψυχῆς ἀπορρίψαι πᾶσαν μου σπουδὴν ἣν ἐσπούδασα περὶ τὰ γήϊνα, διότι τῷ ὄντι ὑπάρχει ἄνθρωπος, οὗ ἡ σπουδὴ προηγουμένως μὲν τῆς ἐν σοφίᾳ τελειότητος ἀξιωθῆναι, εἰ δ᾽ εἰς τοῦτο φθάσαι μὴ δυνηθῇ, ἐπιτυχεῖν τοῦ διὰ γνώσεως φωτισμοῦ, εἰ δὲ καὶ εἰς τοῦτο ἀτονήσει, κἂν μὴ ἀποτυχεῖν τῆς ἐν ἀνδρείᾳ ὑπομονῆς τῶν τε ἑκουσίων καὶ ἀκουσίων πόνων καὶ τῆς διὰ τούτων καθάρσεως· ᾧτινι ὁ μὴ ἐν τούτοις ἀλλ᾽ ἐν τοῖς ματαίοις ἐσπουδακώς, παρέξει τὸ ἐποφειλόμενον αὐτῷ ἐκ γῆς εἰς χρείαν ἀναγκαίαν τοῦ σώματος, αἰδούμενος τὴν αὐτοῦ ἀρετήν. Κἀντεῦθεν τῆς περὶ τὰ σωματικὰ σπουδῆς ἐλέγχεται τὸ ἀνωφελές, καὶ ὅτι οὐδὲν ἕτερον τῷ περὶ ταῦτα σπουδάζοντι ἢ μεγάλη προσγίνεται κάκωσις, εἰς ἣν Σύμμαχος τὴν πονηρίαν ἐξείληφεν. Εἰ γὰρ ὁ ἐν μόνοις τοῖς ὄντως ἀγαθοῖς πονῶν καὶ πάντων ὑπερορῶν τῶν σωματικῶν οὐκ ἐνδεὴς τῶν σώματι ἀναγκαίων ἐστίν, οὐκ εἰκῇ μεγάλα πονῶν δείκνυται ὁ μὴ ἐν τοῖς ἀγαθοῖς ἀλλ᾽ ἐν τοῖς γηΐνοις διόλου μοχθῶν; 22-23. Ὅτι γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν προαιρέσει καρδίας αὐτοῦ ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ, καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ. Καί γε τοῦτο ματαιότης ἐστίν.

Ἤγουν, διότι προσγίνεται τῷ τοιούτῳ ἐν πάσῃ τῇ περὶ τὰ γήϊνα σπουδῇ αὐτοῦ καὶ τῇ ἀλογίστῳ κινήσει τῆς αὐτοῦ ψυχῆς τὸ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ ὀδυνῶν πληροῦσθαι καὶ θυμοῦ τῶν εἰκαίων πραγμάτων ὑπεραγωνιζομένου ἐξηρτῆσθαι τὴν περὶ ταῦτα φροντίδα αὐτοῦ· καὶ γὰρ οὐδ᾽ ἐν νυκτὶ ἠρεμεῖ ἡ ψυχὴ αὐτοῦ, σχολὴν τῶν τοιούτων φροντίδων εὑρίσκουσα, ἀλλ᾽ ἐπ᾽ ἀνονήτοις γρηγοροῦσα ταλαιπωρεῖ. 241-3. Καὶ οὐκ ἔστιν ἀγαθὸν τῷ ἀνθρώπῳ, εἰ μὴ ὃ φάγεται καὶ πίεται, καὶ ὃ δείξει τῇ ψυχῇ αὐτοῦ, ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ.

Τουτέστι, καὶ τῷ εἰρημένῳ ἀνθρώπῳ, ὡς μὴ τὰ θεῖα ἀλλὰ τὰ σαρκικὰ φρονοῦντι, οὐ δοκεῖ τι ἕτερον καλόν, εἰ μὴ ἡ ἐν βρώσει καὶ πόσει ἀπόλαυσις, καὶ ὃ κατὰ ἄλογον δόξαν ὑποδείξει τῇ ψυχῇ αὐτοῦ, καλὸν ἐν σπουδῇ αὐτοῦ. 244-25. Καί γε τοῦτο εἶδον ἐγώ, ὅτι ἀπὸ χειρὸς τοῦ θεοῦ ἐστιν· ὅτι τίς φάγεται καὶ τίς πίεται πάρεξ αὐτοῦ;

Εἴτουν, καίπερ ἔγνων ἐγὼ ὅτι καὶ ἡ τροφὴ καὶ ἡ πόσις οὐ τοῦ ἀνθρωπίνου μόχθου ἐστίν, ἀλλὰ τῆς τὸ πᾶν συνεχούσης θείας προνοίας· οὐδεὶς γὰρ τροφῆς καὶ πόσεως εὐπορήσει ἄνευ προνοίας θεοῦ. 26. Ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκε σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην, καὶ τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.

Πάντως, διότι τῷ μὲν καθ᾽ ὁμοίωσιν θεοῦ ἀγαθῷ ἀνθρώπῳ αὐτὸς ἔδωκε σοφίαν μὲν ἵνα καὶ ἑτέρους ταῖς αὐτοῦ διδασκαλίαις φωτίζῃ, γνῶσιν δὲ ἵν᾽ αὐτὸς φωτίζηται, καὶ εὐφροσύνην ἵνα μὴ καταπίπτῃ ταῖς τῶν ἀκουσίων πόνων ἐπιφοραῖς, ἀλλὰ πάντοτε χαίρῃ διὰ τὴν ἐλπίδα τῆς μελλούσης μισθαποδοσίας· τῷ δ᾽ ἁμαρτωλῷ συνεχώρησε περισπᾶσθαι τοῖς βιωτικοῖς καὶ πλέον τῆς χρείας κτᾶσθαι, ὥστε κἂν ἐκ τῶν περισσευμάτων παρέχειν τῷ κατὰ μίμησιν θεοῦ ἀγαθῷ τὰ τῷ σώματι ἀναγκαῖα· καίπερ εἰ καὶ οἰκονομίᾳ θείᾳ εἰς σωματικὴν χρείαν γίνεται τοῦ ἐναρέτου ἡ εἰς πλεονεξίαν σπουδὴ τοῦ ματαιόφρονος, ἀλλ᾽ ὁ τοιοῦτος ἀνονήτως πονεῖ, πρὸς μηδὲν ἕτερον ἀφορῶν ἢ τὸ πλεονεκτεῖν ἐς ἀεί. Διακενῆς δ᾽ ὡς εἴρηται πονεῖ, ὅτι 1. Τοῖς πᾶσιν ὁ χρόνος, καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν ἥλιον.