Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Σχόλια εἰς τὸν Ἐκκλησιαστήν

Μάξιμος ὁ Ὁμολογητής

Ερμηνεία του τετάρτου κεφαλαίου: Οι κοινωνικές αδικίες, η αλληλεγγύη και η ορθή λατρεία

Ανάλυση της ματαιότητας της πλεονεξίας και του φθόνου, της αξίας της συνεργασίας των ανθρώπων και της αναγκαίας καθαρότητας κατά την προσέλευση στον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 10

Εἴτουν, καὶ αὐτὸς εἰς ἑτέραν ἐτράπην ἐξέτασιν, κατανοήσας ἅπαντα τὰ ἐν ἀνθρώποις τῶν συκοφαντιῶν εἴδη, ἐξ ὧν τινες μὲν ἀδικούμενοι δακρύουσι καὶ θρηνοῦσι, μὴ ἔχοντες τὸν ὅλως αὐτοὺς παραμυθησόμενον, αὐτῶν δὲ τῶν συκοφαντῶν ἡ χεὶρ ἐν τῷ δεξιοῦσθαι τοὺς ἄρχοντας δώροις, μεγάλα πρὸς ἄμυναν τῶν συκοφαντουμένων δύναται.

Ταῦτα ἐθεασάμην 2-3. Καὶ ἐπῄνεσα ἐγὼ σύμπαντας τοὺς τεθνηκότας τοὺς ἤδη ἀποθανόντας ὑπὲρ τοὺς ζῶντας, ὅσοι αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν· καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὅστις οὔπω ἐγένετο, ὃς οὐκ οἶδε τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον.

Δηλαδή, καὶ ἐμακάρισα αὐτὸς ἅπαντας τοὺς τεθνεῶτας· τοὺς μὲν τὸν φυσικὸν ἀποθανόντας θάνατον συκοφαντουμένους δικαίους, ὅτι τῶν πολλῶν ἔληξαν ὀδυνῶν, καὶ τοὺς συκοφαντοῦντας ἁμαρτωλούς, ὅτι τοῦ ἁμαρτάνειν ἐπαύσαντο· τοὺς δ᾽ ἀπάρτι θανόντας τὸν προαιρετικὸν θάνατον καὶ μετ᾽ εὐφροσύνης καὶ εὐχαριστίας φέροντας τὰ ἐκ συκοφαντίας κακά, ὅτι κομιοῦνται πλουσίας τὰς ἀμοιβὰς καὶ λαμπροὺς τοὺς στεφάνους παρὰ τοῦ δικαίου κριτοῦ. Τούτους δ᾽ ἅπαντας ἐμακάρισα μᾶλλον τῶν μέχρις ἄρτι ζώντων ἑαυτοῖς καὶ οὐχὶ τῷ θεῷ. Κρείττων δὲ τῶν μερῶν ἑκατέρων, τῶν τ᾽ ἀποθανόντων τὸν φυσικὸν θάνατον συκοφαντῶν κἀντεῦθεν τοῦ ἁμαρτάνειν παυσαμένων, καὶ τῶν ἔτι σαρκὶ καὶ κόσμῳ ζώντων καὶ οὐ θεῷ, ὁ μὴ ὑπάρξας τὸ σύνολον, ὅτι μὴ ἐν πείρᾳ οὗτος γέγονε τῶν περὶ γῆν ἔργων τῆς πονηρίας. Τοῦτο δὲ καὶ Χριστὸς περὶ τοῦ Ἰούδα φησίν, ὅτι καλὸν ἦν τῷ ἀνθρώπῳ ἐκείνῳ εἰ μὴ ἐγενήθη ὅλως. 4. Καὶ εἶδον ἐγὼ σύμπαντα τὸν μόχθον καὶ σύμπασαν ἀνδρείαν τοῦ ποιήματος, ὅτι αὐτὸ ζῆλος ἀνδρὶ ἀπὸ τοῦ ἑτέρου αὐτοῦ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.

Ἤτοι, καὶ κατεσκεψάμην αὐτὸς ἅπασαν τὴν σπουδὴν καὶ τὴν περὶ τὰ ἀνθρώπινα ἔργα θαρραλεότητα, τό τε κατατολμᾶν κινδύνων θαλάσσης καὶ πολέμων, καὶ ὑπερορᾶν ψύχους καὶ καύσωνος· καὶ ταῦτα πάντα εὗρον φθόνου μεστά· ἕκαστος γὰρ τὸν πλησίον ἢ κτήμασιν ἢ χρήμασιν ὑπερβαλέσθαι βουλόμενος, τὰ ἑαυτοῦ αὐξῆσαι φιλονεικεῖ· τὸ δὲ πονεῖν περὶ τὰ τοιαῦτα καὶ περισπᾶσθαι, ἀνωφελὲς καὶ ψυχῆς ἀλόγιστος ὁρμή. Ὅθεν 5-6. Ὁ ἄφρων περιέλαβε τὰς χεῖρας αὐτοῦ καὶ ἔφαγε τὰς σάρκας αὐτοῦ. Ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ πληρώματα δύο δρακῶν μόχθου καὶ προαιρέσεως πνεύματος.

Πάντως, ὁ μὴ δυνάμενος ἐπινοίαις ἰδίαις τὸν ἑαυτοῦ πλοῦτον αὐξῆσαι, ἐν τῷ ἀπρακτεῖν ἐντεῦθεν τὰς εἰς τὸ ἐνεργεῖν ἐπιτηδείους χεῖρας αὐτοῦ καὶ μὴ πρὸς ἐργασίαν ἐκτείνεσθαι, ἀλλήλαις ἐδέσμευσε καὶ φθόνῳ τοῦ πλησίον ἐν εὐπορίᾳ ὑπάρχοντος τὰς ἑαυτοῦ σάρκας ἐξέτηξε. Καλὸν τοίνυν ἐστὶ θατέραν ἐμπλῆσαι τῶν χειρῶν μετὰ ἀνέσεως, εἰς τὸ ἐπαρκεῖν μόνον τὰ πρὸς χρείαν τῷ σώματι, καὶ ἀπὸ τῆς τῶν ἀναγκαίων ἐνδείας ἀναπαύειν αὐτό, ἤπερ ἀμφοτέρας πλεονεκτικῶς σὺν καμάτῳ σώματος ἀνενδότῳ καὶ ὁρμῇ ψυχῆς ἀλογίστῳ. 7-8. Καὶ ἐπέστρεψα ἐγὼ καὶ εἶδον ματαιότητα ὑπὸ τὸν ἥλιον. Ἔστιν εἷς καὶ οὐκ ἔστι δεύτερος, καί γε υἱὸς καὶ ἀδελφὸς οὐκ ἔστιν αὐτῷ, καὶ οὐκ ἔστι πειρασμὸς τῷ παντὶ μόχθῳ αὐτοῦ, καί γε ὀφθαλμὸς αὐτοῦ οὐκ ἐμπίπλαται πλούτου. «Καὶ τίνι ἐγὼ μοχθῶ καὶ στερίσκω τὴν ψυχήν μου ἀπὸ ἀγαθωσύνης;» Καί γε τοῦτο ματαιότης καὶ περισπασμὸς πονηρός ἐστιν.

Ἤγουν, καὶ ἕτερόν τι αὐτὸς κατενόησα ἀνόνητον περὶ γῆν. Ὑπάρχει τις μεμονωμένος πάντοθεν, μήτε υἱὸν ἔχων μήτ᾽ ἀδελφόν, καὶ περιστατική τις ἀνωμαλία οὐκ ἐπισυμβαίνει πάσῃ τῇ σπουδῇ αὐτοῦ, χρήματα δ᾽ ὅσα καὶ οἷα ὁρᾷ, ἀκορέστως τούτων ἐπιθυμεῖ· καὶ ἵνα τὰ αὐτοῦ οἰκειωσάμενος εἴπω τὸ λεχθῆναι προσῆκον αὐτῷ· «τίνος χάριν αὐτὸς ποικίλαις ἐπιθυμίαις τοῦ χρηματίσασθαί ποθεν διασπῶμαι, καὶ τὸ ἀγαθόν τι δρᾶσαι προτροπάδην φεύγων τὰ μέγιστα τὴν ἐμαυτοῦ ψυχὴν ζημιῶ;» Καὶ γὰρ τὸ οὕτω πονεῖν ἀνωφελὲς καὶ ὀδυνηρὰ μέριμνα. Τοίνυν 9-12. Ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα, οἷς ἐστιν αὐτοῖς μισθὸς ἀγαθὸς ἐν μόχθῳ αὐτῶν· ὅτι ἐὰν πέσωσιν, ὁ εἷς ἐγερεῖ τὸν μέτοχον αὐτοῦ· καὶ οὐαὶ τῷ ἑνί, ὅταν πέσῃ καὶ μὴ ᾖ δεύτερος τοῦ ἐγεῖραι αὐτόν. Καί γε ἐὰν κοιμηθῶσιν οἱ δύο, καὶ θέρμη αὐτοῖς· καὶ ὁ εἷς πῶς θερμανθῇ; Καὶ ἐὰν ἐπικραταιωθῇ ὁ εἷς, οἱ δύο στήσονται κατέναντι αὐτοῦ. Καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀπορραγήσεται.

Δηλονότι, κρείττονές εἰσιν οἱ δύο, οἷς ὑπάρχει παρὰ θεοῦ ἀμοιβὴ ἐν τῇ περὶ τὸ καλὸν σπουδῇ αὐτῶν, ὑπὲρ τὸν σπουδάζοντα ἕνα, κἂν καὶ οὗτος περὶ αὐτὸ σπουδάζῃ τὸ ἀγαθόν, εἴτ᾽ ἀνθρώπους λάβοι τις ἕνα καὶ δύο, εἴθ᾽ ἕνα εἴποι τὸν θεωροῦντα μὲν νοῦν τὸ ἀληθῶς ἀγαθόν, τούτου δὲ πράκτορα τὸν λόγον μὴ κεκτημένον, ὡς τῇ ῥᾳστώνῃ τῆς σαρκὸς ἐνδιδόντα. Διότι εἰ ἀκούσιόν τι θατέρῳ προσπέσῃ, οὐ μικρὰν ἐπικουρίαν ἔχει τὸν αὐτῷ συνόντα ἐπὶ τοῖς ἀβουλήτοις παραμυθούμενον θάτερος· ἀλλὰ καὶ ἐάν τις τῶν δύο, εἴτ᾽ ἐν τῷ κατὰ θεωρίαν δρόμῳ προσκόψῃ μέγα τι οἰηθεὶς περὶ ἑαυτοῦ, εἴτ᾽ ἐν τῷ κατὰ πρᾶξιν παρὰ τὸ δέον τι ἐργασάμενος, ὁ ἕτερος πάλιν βοηθῶν τῷ ἑτέρῳ, ἀναστήσει τοῦτον πρὸς τὸ καλόν, ὁ μὲν θεωρητικὸς τὸν πρακτικόν, ἀπαγγέλλων αὐτῷ τὸ δυνατὸν τοῦ θεοῦ καὶ λόγοις συνετίζων αὐτόν, ἵνα μὴ ἀπογνῷ ἐν τοῖς πτώμασιν, ὁ δὲ πρακτικὸς πάλιν τὸν θεωρητικόν, ἔργοις ἐλέγχων τὸ ἀσθενὲς αὐτοῦ καὶ πείθων μετριοφρονεῖν καὶ μὴ ἐπὶ ψιλῇ γνώσει ἐπαίρεσθαι. Καὶ λοιπόν, φεῦ τῷ ἑνὶ μὴ κεκτημένῳ ἕτερον, ὥστ᾽ ἀβουλήτοις μὲν αὐτὸν περιπίπτοντα παραμυθεῖσθαι, περὶ δὲ τὸν κατὰ θεὸν δρόμον ἑκουσίως ὀλισθαίνοντα ἀνιστᾶν.

Ἀλλὰ καὶ ἐὰν τὸν τοῦ θανάτου ὕπνον οἱ περὶ τὸ καλὸν ὁμονοοῦντες ὑπνώσωσι, τῇ ἐλπίδι τῶν ἐν τῇ ἀναστάσει ἀγαθῶν διαθερμαίνονται· ὁ δὲ εἷς, εἴθ᾽ ὁ μὴ μετὰ ἑτέρου ὁμόνοιαν ἔχων, εἴτε ὁ μόνον ἢ θεωρητικὸς ἢ πρακτικός, ποίαν ἕξει θέρμην ἐλπίδος, ὅπου γε ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά, καὶ τὰ ἔργα δίχα τῆς πίστεως;

Ἐντεῦθεν δὲ καὶ ἐὰν τῷ πτώματι θατέρου τῶν εἰρημένων ὑπερισχύσῃ ὁ μόνος τῶν ἡμετέρων ψυχῶν ἐχθρὸς καὶ πολέμιος, συμμαχίαν τοῦ πεπτωκότος ὡς λέλεκται παρὰ τοῦ ἑτέρου λαβόντος, γενναίως ἀμφότεροι κατὰ τοῦ ἐχθροῦ ἀντιστήσονται. Καὶ ὥσπερ ἡ τρίπλοκος σπάρτος ῥᾳδίως οὐ τέμνεται, οὕτω καὶ ἡ τοῦ ἀγαθοῦ ἐξηρτημένη, καὶ τῆς ὑλικῆς δυάδος ὑπεξανισταμένη κατὰ διάθεσιν, καὶ προκειμένη κανὼν ἀρετῆς τοῖς ὁρῶσιν ἀδελφικὴ δυὰς οὐκ εὐκόλως τὴν ἐν τῷ καλῷ ἀπολέσει συνέχειαν. Οὐ μόνον δ᾽ ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα ὡς εἴρηται, ἀλλὰ καὶ 13-14. Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι, ὅτι ἐξ οἴκου τῶν δεσμῶν ἐξελεύσεται τοῦ βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης.

Εἴτουν, κρεῖττόν ἐστι μετὰ σοφίας νεότητι καὶ πενίᾳ συζῆν, κἂν ἀμφοτέρας οἱ πολλοὶ ἀτιμάζωσιν, ἢ μετὰ ἀφροσύνης γήρει καὶ βασιλείᾳ, ἅπερ τοῖς πλείστοις εἰσὶν αἰδέσιμα. Ὁ γὰρ ἄφρων ἢ οὐκ ἐνθυμεῖται ὡς δυνατόν ἐστί τινα μὲν τῶν ἐκ τοῦ δεσμωτηρίου εἰς τὸ βασιλεῦσαι καταστῆναι —καθὰ δὴ καὶ Ἰωσήφ, νέος ὤν, ἀπὸ τῆς εἱρκτῆς διὰ σοφίαν εἰς βασιλείαν ἀνήχθη—αὐτὸν δὲ πάλιν ἐκπεσεῖν ταύτης καὶ ἐνδεῆ γενέσθαι, ὡς ἱκανοὶ τοῦτο πεπόνθασιν· ἢ ἀγνοεῖ ὅτι καὶ αὐτός ποτε τῆς τοῦ σώματος φυλακῆς καὶ τῶν δεσμῶν ἀπολυθήσεται, ὥστε τὴν μὴ ὑπείκουσαν, εἴτε φθορᾷ φύσεως εἴτε τροπῇ προαιρέσεως, βασιλείαν τοῦ θεοῦ κτήσασθαι, κἂν ταύτην αὐτὸς παρῃτήσατο· ἠγνόησε δὲ τὸ λεχθὲν διὰ τὸ ἐν αὐτῇ τῇ προσκαίρῳ βασιλείᾳ ὑπὸ τῆς κενῆς δόξης ἐνδεὴς γενέσθαι φρενῶν. Καὶ γὰρ 15-16. Εἶδον σύμπαντας τοὺς ζῶντας τοὺς περιπατοῦντας ὑπὸ τὸν ἥλιον μετὰ τοῦ νεανίσκου τοῦ δευτέρου, ὃς ἀναστήσεται ἀντ᾽ αὐτοῦ· οὐκ ἔστι πειρασμὸς τῷ παντὶ λαῷ, τοῖς πᾶσιν ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτῶν· καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐτῷ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.

Τουτέστι, κατέλαβον ὅτι συμβαίνει ἅπαντας τοὺς τὴν πρόσκαιρον ζωὴν παροδεύοντας καὶ ὑπὸ τὸν νέον μέν, ἔμφρονα δὲ τασσομένους, ἀλύπους εἶναι, τοὺς ὅσοι προγενέστεροι καὶ ἐν πείρᾳ γεγονότες τῆς ἀμφοτέρων βασιλείας.

Οἱ γὰρ μεταγενέστεροι, ὡς μὴ ἐν πείρᾳ τοῦ ἄφρονος γενόμενοι, οὐδὲ τὸν σοφὸν ἐπαινοῦσι, διότι οὐδὲν χρήσιμον ἐννοοῦσιν, ἀλογίστῳ γνώμῃ ψυχῆς ἀγόμενοι. Αὐτὸς δὲ 17. Φύλαξον τὸν πόδα σου, ἐν ᾧ ἂν πορεύῃ εἰς οἶκον τοῦ θεοῦ, καὶ ἐγγὺς τοῦ ἀκούειν γίνου· ὑπὲρ δόμα τῶν ἀφρόνων θυσία σου, ὅτι οὐκ εἰσὶν εἰδότες τοῦ ποιῆσαι καλόν.