Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Τόμος δογματικὸς πρὸς Μαρίνον διάκονον

Μάξιμος ὁ Ὁμολογητής

Πατερική τεκμηρίωση των δύο φυσικών ενεργειών

Παράθεση χωρίων μεγάλων Πατέρων για τις δύο ενέργειες, ανάλυση της θεανδρικής ενέργειας κατά τον Διονύσιο Αρεοπαγίτη και της συγγενούς ενέργειας κατά τον Κύριλλο Αλεξανδρείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 5

Ταύτην οὖν τῶν ἡμετέρων ψυχῶν ἀποσκευαζόμενοι τὴν ἀτοπίαν, τὴν εὐσεβῆ τῶν Πατέρων ὁμολογίαν κατέχωμεν· καὶ ὅταν λέγει· Πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο, καθώς φησιν ὁ μέγας Ἀθανάσιος ἐν τῷ περὶ Σαρκώσεως αὐτοῦ καὶ Τριάδος λόγῳ· πλὴν μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· νοοῦμεν ὡς δύο θελήματα ἐνταῦθα δείκνυσι· τὸ μὲν ἀνθρώπινον· ὅπερ ἐστὶ τῆς σαρκός· τὸ δὲ θεϊκόν. Τὸ γὰρ ἀνθρώπινον διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς παραιτεῖται τὸ πάθος· τὸ δὲ θεϊκὸν αὐτοῦ πρόθυμον. Ταύτῃ καὶ ὁ μέγας θεολόγος Γρηγόριος ἐν τῷ περὶ Υἱοῦ δευτέρῳ λόγῳ σαφῶς ἐκδιδάσκει, λέγων· Τὸ γὰρ ἐκείνου θέλειν, οὐδὲν ὑπεναντίον, θεωθὲν ὅλον. Ὥστε θέλειν εἶχεν ἀνθρώπινον, κατὰ τὸν θεῖον τοῦτον διδάσκαλον· οὐ μὴν Θεῷ καθοτιοῦν ὑπεναντίον· ὅτι μὴ γνωμικὸν τοῦτο καθάπαξ, ἀλλὰ φυσικὸν κυρίως ἐτύγχανεν, ὑπὸ τῆς αὐτοῦ κατ’ οὐσίαν θεότητος τυπούμενον ἀεὶ καὶ κινούμενον πρὸς τὴν τῆς οἰκονομίας ἐκπλήρωσιν· καὶ ὅλον δι’ ὅλου τῇ πρὸς τὸ πατρικὸν συννεύσει τε καὶ συμφυΐᾳ τεθεωμένον, καὶ θεῖον τῇ ἑνώσει κυρίως, ἀλλ’ οὐ τῇ φύσει, καὶ γενόμενον ἀληθῶς καὶ λεγόμενον· μηδαμῶς τῷ θεωθῆναι, τοῦ κατὰ φύσιν ἐκστᾷν.

Τῷ γοῦν θεωθὲν ὅλον εἰπεῖν, τὴν τοῦ κατ’ αὐτὸν ἀνθρωπίνου θελήματος πρὸς τὸ θεῖον αὐτοῦ καὶ πατρικὸν ἕνωσιν ὁ διδάσκαλος παραστήσας, πᾶσαν ἐναντίωσιν, καὶ τοὺς τἀναντία θέλοντας ἐκ τοῦ κατὰ Χριστὸν μυστηρίου τελείως ἀπήλασε· τῷ δὲ φάσκειν, Τὸ γὰρ ἐκείνου θέλειν, τήν τε τοῦ κατ’ αὐτὸν ἀνθρωπίνου θελήματος ἔμφυτον κίνησιν, καὶ τὴν πρὸς τὸ θεῖον αὐτοῦ καὶ πατρικὸν οὐσιώδη καὶ φυσικὴν διαφορὰν ἐπιδεικνύμενος, τὴν σύγχυσιν μετὰ τῆς φαντασίας ὁλικῶς ἀπεσκεύασε. Ταύτην γὰρ καὶ τὴν ὁμότιμον αὐτῇ ἐπ’ ἀσεβείᾳ διαίρεσιν πολεμούσας εἰδότες τὸν τῆς οἰκονομίας λόγον, ὅ τε θεῖος οὗτος Πατήρ, καὶ οἱ κατ’ αὐτὸν ἅγιοι τῆς καθολικῆς Ἐκκλησίας διδάσκαλοι, μεγαλοφώνως τήν τε διαφορὰν καὶ τὴν ἕνωσιν καθ’ ἑκατέρας αὐτῶν ἐδογμάτισαν· τὴν μέν, ἐν τῷ φυσικῷ λόγῳ πραγματικῶς καὶ τελείως συντηρουμένην, τὴν δὲ πάλιν, ἐν τῷ οἰκονομικῷ τρόπῳ παγίως καὶ ὑποστατικῶς σωζομένην, εἰς πίστωσιν τῶν ἐν τῷ ἑνὶ καὶ μόνῳ Χριστῷ τῷ Θεῷ καθ’ ἕνωσιν τὴν ἀδιάσπαστον οὐσιωδῶς ὄντων πραγμάτων καὶ πάντων τῶν προσόντων αὐτοῖς φυσικῶν.

Πάντες γὰρ ὥσπερ ἄλλην καὶ ἄλλην, θείαν φημὶ καὶ ἀνθρωπίνην, καὶ διπλῆν φύσιν ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ἐδογμάτισαν· οὕτως διαπρυσίως τοῖς πᾶσιν ἐκήρυξαν καὶ ἄλλο καὶ ἄλλο θέλημα, θεῖόν φημι καὶ ἀνθρώπινον, καὶ δύο θελήματα· καὶ ἄλλην καὶ ἄλλην ἐνέργειαν, θείαν τε καὶ ἀνθρωπίνην· καὶ διπλῆν αὖθις ἐνέργειαν, τουτέστι δύο. Οὕτω γὰρ καὶ τῶν οὐσιῶν τὴν ἐν ἀριθμῷ σημασίαν προδήλως ἐξεφώνησαν.

Φαίνεται γὰρ ὁ αὐτὸς ὡς ἄνθρωπος, καὶ τὸ κατὰ φύσιν ὑπάρχων Θεός, θέλων οἰκονομικῶς παρελθεῖν τὸ ποτήριον· καὶ μέχρι τούτου τυπῶν τὸ ἡμέτερον, ὡς Κύριλλος ἡμᾶς ὁ σοφὸς ἐξεπαίδευσεν· ἵνα τῆς ἡμῶν φύσεως πᾶσαν θανάτου συστολὴν ἀπελάσῃ, καὶ πρὸς ὁρμὴν ἀνδρικῶς τὴν κατ’ αὐτοῦ, φημὶ τοῦ θανάτου, στομώσῃ τε καὶ διεγείρῃ. Φαίνεται δὲ πάλιν ὡς Θεός, καίπερ ἄνθρωπος ὢν κατ’ οὐσίαν, θέλων τὴν οἰκονομίαν πατρικῶς ἐκπληρῶσαι, καὶ τὴν πάντων ἡμῶν σωτηρίαν ἐργάσασθαι· δείκνυται δὲ καὶ ὡς ἄνθρωπος, φύσει τυγχάνων Θεός, ἀνθρωπίνως ἐνεργῶν, καὶ τὴν πεῖραν τῶν παθημάτων δι’ ἡμᾶς ἑκουσίως δεχόμενος· δείκνυται δὲ πάλιν ὡς Θεός, καὶ τὸ κατὰ φύσιν ἄνθρωπος ὤν, θεϊκῶς ἐνεργῶν, καὶ τὰς θεοσημείας φυσικῶς προβαλλόμενος· ἐξ ὧν ὅτι καὶ Θεὸς ὁμοῦ καὶ ἄνθρωπος ἦν ὁ αὐτὸς ἐγνωρίζετο, ταῖς ἐξ ὧν καὶ ἐν αἷς ὑπῆρχεν οὐσίαις ἰσάριθμα τὰ θελήματα, καὶ τὰς ἐνεργείας φυσικῶς κεκτημένος, εἰς βεβαίωσιν τῆς τῶν ἅπερ κυρίως ἦν τελείας ὑπάρξεως.

Εἰ δέ τις πρὸς τὴν τούτων ἀθέτησιν ἀντιφατικῶς, τήν τε τοῦ θεοφάντορος Διονυσίου Θεανδρικὴν ἐνέργειαν, καὶ τὴν τοῦ σοφωτάτου Κυρίλλου συγγενῆ καὶ δι’ ἀμφοῖν ἐπιδεδειγμένην εἰς μέσον τῷ λόγῳ προΐσχεται, γινωσκέτω μηδεμίαν ἐντεῦθεν ἐρανισόμενος ἑαυτῷ κατὰ τῆς εὐσεβοῦς ὁμολογίας ἰσχύν. Ἡ μὲν γὰρ Θεανδρικὴ προσφόρῳ φωνῇ πρὸς τοῦ διδασκάλου φρασθεῖσα, διπλῆν τοῦ διπλοῦ τὴν φύσιν ἐνέργειαν περιφραστικῶς δηλονότι σημαίνει. Θείαν γὰρ καὶ ἀνδρικήν, ἤγουν ἀνθρωπίνην, διὰ τῆς κατὰ τὴν ἐκφορὰν συναφείας προδήλως ἐκήρυξεν· ἀλλ’ οὐχ ἁπλῶς· ὅθεν οὐδὲ δι’ ἀριθμοῦ ταύτην ὠνόμασεν, εἰ καὶ μοναδικῶς τὴν τῶν φυσικῶν ἐνεργειῶν ἕνωσιν ἐπισημαίνων, ταύτην ἐδίδαξεν· ἥτις οὐ λυμαίνεται τῇ φυσικῇ τούτων διαφορᾷ· καθάπερ οὐδ’ αὐτῇ τῇ τῶν οὐσιῶν, ἡ τούτων ἀδιάσπαστος ἕνωσις· ἐπειδὴ κατὰ τοὺς λέγοντας, Εἰ μίαν εἶχεν ἐνέργειαν, καὶ ταύτην Θεανδρικήν· εἰ μὲν φυσικὴν μίαν ὁ σαρκωθεὶς Λόγος ἐκέκτητο ταύτην, πρὸς δύο ἡ μία κατὰ φύσιν ἐνέργεια, πῶς μερισθήσεται; καὶ ποίῳ λόγῳ τὰς διαφόρους οὐσίας ἡ μία κατὰ τὸ αὐτὸ συστήσει καὶ ἀφορίσει ἐνέργεια; πρός τε τὰ ὁμογενῆ τὴν κατ’ οὐσίαν ἀπαραλλαξίαν ἔχειν ἑκατέραν ποιοῦσα, καὶ πρὸς τὰ ἑτερογενῆ πάλιν τὴν κατ’ οὐσίαν διαφοράν.

Καὶ παρῶ λέγειν, ὡς τῆς πρὸς τὸν Πατέρα καὶ ἡμᾶς φυσικῆς συγγενείας ἐκπέπτωκεν, ὡς μήτε παντελῶς ἐκείνου, μήτε ἡμῶν Θεανδρικὴ τὴν ἔμφυτον καὶ οὐσιώδη κεκτημένων ἐνέργειαν. Εἰ δέ γε πάλιν ὑποστατικήν, πρὸς τῇ καινῇ δόξῃ· τίς γὰρ ὁ λέγων ὑποστατικὴν ὑπάρχειν ἐνέργειαν; Καὶ οὕτως ἀλλότριον τοῦ Πατρὸς κατ’ ἐνέργειαν αὐτὸν ὁ τοιοῦτος ἀποφαίνει λόγος, εἴπερ ὑποστατικήν, καὶ οὐ φυσικὴν ἔχει παρὰ τὸν Πατέρα ἐνέργειαν. Τοῖς γὰρ ὑποστατικοῖς ἰδιώμασι, τὴν πρὸς αὐτὸ κέκτηται διαφορὰν προδήλως ὁ Λόγος.

Καὶ ἡ συγγενὴς δὲ καὶ δι’ ἀμφοῖν ἐπιδεδειγμένη μία πάλιν ἐνέργεια, κατὰ τὸν ἀοίδιμον Κύριλλον, οὐκ ἐπ’ ἀναιρέσει τῆς τῶν κατὰ φύσιν ἐνεργειῶν οὐσιώδους διαφορᾶς· τῶν ἐξ ὧν καὶ ἐν αἷς ὑπάρχει ὁ εἷς καὶ μόνος Χριστὸς ὁ Θεός· ἀλλ’ ἐπὶ συστάσει τῆς ἄκρας τούτων ἑνώσεως εἴρηται τῷ διδασκάλῳ.

Καὶ ἔοικέ πως δι’ ἄλλων φωνῶν, τὸν θεοφάντορα Διονύσιον ἐκμιμεῖσθαι. Ἵνα γὰρ δόξῃ μὴ γυμνὸν ὄντα τοῦτον Θεόν, μήτε ψιλὸν αὖθις ἄνθρωπον· μήτε ἰδίᾳ Θεὸν ἀσωμάτως ἐνεργοῦντα, μήτε ἰδίᾳ ἄνθρωπον τὰ κατὰ γνώμην πράττοντα· ἀλλὰ Θεὸν σεσαρκωμένον καὶ τελείως δι’ ἡμᾶς ἐνανθρωπήσαντα, θεϊκῶς ἅμα καὶ ἀνθρωπικῶς τὸν αὐτὸν ἐνεργοῦντα, ἔφησεν, ὡς οὐ λόγῳ μόνον, καὶ τοῖς θεοπρεπέσιν ἐπιτάγμασιν, ἐνεργὸς εὑρίσκεται ὁ Σωτὴρ ἐν τῷ τοὺς νεκροὺς διανιστᾷν καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν· ἀλλὰ συνεργάτιν ὥσπερ τινὰ πρὸς τοῦτο δὴ μάλιστα τὴν ἁγίαν αὐτοῦ παραλαμβάνειν ἠπείγετο σάρκα· τοῦτο ποιῶν μὲν ὡς Θεὸς τῷ παντουργῷ αὐτοῦ προστάγματι· ζωοποιῶν δὲ αὖ πάλιν καὶ τῇ ἁφῇ τῆς ἡνωμένης αὐτῷ καθ’ ὑπόστασιν ἁγίας σαρκός, ἵνα δείξῃ καὶ ταύτην ζωοποιεῖν δυναμένην διὰ τῆς οὐσιώδους αὐτοῦ ἐνεργείας, ἧς ἐστι κυρίως ἡ ἁφή, ἡ φωνή, καὶ ὅσα τοιαῦτα.

Εἶτα, ὡς ἔδειξε τὰς φυσικὰς ἐνεργείας αὐτοῦ, τοῦ ἐξ ἀμφοῖν συγκειμένου Χριστοῦ τοῦ Θεοῦ, σωζομένας τελείως· τὴν τῆς θεότητος αὐτοῦ, διὰ τοῦ παντουργοῦ προστάγματος, τὴν δὲ τῆς ἀνθρωπότητος αὐτοῦ, διὰ τῆς ἁφῆς· παρέστησε ταύτας ἡνωμένας διόλου τῇ πρὸς ἀλλήλας συμφυΐᾳ καὶ περιχωρήσει· ὡς μίαν διὰ τὴν ἕνωσιν αὐτοῦ τε τοῦ Λόγου καὶ τῆς παναγίας αὐτοῦ σαρκὸς δείκνυσθαι τὴν ἐνέργειαν· οὐ φυσικήν, οὐχ ὑποστατικήν· οὐ γάρ τι τοιοῦτον εἴρηκεν ὁ διδάσκαλος· ἀλλὰ συγγενῆ τοῖς μέρεσι· δι’ ὧν, ὡς εἴρηται, κατά τε πρόσταγμα παντουργόν, κατά τε ἁφὴν χειρὸς ἐπεδείκνυτο.

Δέδεικται τοίνυν πρὸς αὐτῆς τῆς ἱερᾶς τοῦ σοφοῦ διδασκαλίας, ὡς καὶ τὴν διαφορὰν τῶν φυσικῶν ἐνεργειῶν, ὥσπερ οὖν καὐτῶν τῶν φύσεων ὧν καὶ εἰσί, διαγορεύει φυλαττομένην καὶ μετὰ τὴν ἕνωσιν· καὐτὴν τὴν ἕνωσιν αὖθις ὁρίζεται· τὴν μέν, ἐν τῷ λέγειν, πρόσταγμα παντουργὸν καὶ ἁφήν· τὴν δέ, τῷ λέγειν, μίαν τε καὶ συγγενῆ· δι’ ὧν πᾶσαν συναίρεσίν τε καὶ διαίρεσιν τοῦ κατὰ Χριστὸν μυστηρίου μεγαλοφυῶς ἀποπέμπεται· οἱ δὲ μὴ οὕτω λαμβάνοντες, ἀλλ’ ὡς μίαν Λόγου τε καὶ σαρκὸς τὴν συγγενῆ νοοῦντες ἐνέργειαν, τὴν Εὐτυχοῦς καὶ Ἀπολιναρίου συνουσίωσιν δογματίζουσι. Δεῖ τοιγαροῦν ἐν πᾶσι καὶ τὸν λόγον ἀλώβητον διασώζειν, καὶ τὸν τῆς οἰκονομίας τρόπον διατηρεῖν ἀπαράφθαρτον· ἵνα μηδεμίαν ἡ πονηρὰ ξυνωρίς, ἡ διαίρεσις, φημί, καὶ ἡ σύγχυσις, κατὰ τῆς ἀληθείας σχοίη παρείσδυσιν.

Κατὰ ταύτην οὖν, καὶ τὰς ἄλλας, εἴπερ εὑρεθεῖεν, μοναδικὰς τῶν ἁγίων Πατέρων φωνάς, τὴν εὐσεβῆ διάνοιαν ἐκληπτέον· καὶ μηδαμῶς εἰς ἀντίφασιν ταύτας, πρὸς τὰς τῶν ἁγίων δυϊκὰς ἐκδεξώμεθα· γινώσκοντες, ὡς καὶ αὗται πρὸς τὴν διαφορὰν κατὰ τῆς συγχύσεως ἰσχυραί, κἀκεῖναι πρὸς τὴν ἕνωσιν κατὰ διαιρέσεως ἀσφαλεῖς· ἀλλ’ ἄμφω, καὶ ταύτας κἀκείνας, ψυχῇ τε καὶ στόματι περιχαρῶς ἀσπασώμεθα, καὶ ὀρθοδόξως ὁμολογήσωμεν· καὶ διὰ τῶν κατὰ προφορὰν δοκούντων πως ἐναντίων φωνῶν, τοὺς κατὰ διάνοιαν ἐναντίους ἐπίσης ἑαυτοῖς καὶ ἀλλήλοις, καὶ τῇ ἀληθείᾳ, σοφῶς τροπωσώμεθα· καὶ τῆς ἡμετέρας αὐλῆς, ἤγουν τῆς καθολικῆς τοῦ Θεοῦ καὶ ἀποστολικῆς Ἐκκλησίας, ἀνδρικῶς ἐξελάσωμεν· καὶ μήθ’ ὅλως τὴν οἱανοῦν πάροδον κατὰ τῆς ὀρθοδόξου πίστεως, τοῖς λῃστρικῶς ὅρια πατρικὰ μηχανωμένοις μεταίρειν, παράσχωμεν, τῷ διαῤῥίπτειν τι τῶν εὐσεβῶν ὅπλων τε καὶ δογμάτων, δι’ ὧν γίνεσθαι πέφυκεν ἡ ἐκείνων καταστροφὴ καὶ ἀναίρεσις.

Πλὴν κἀκεῖνο γινώσκειν χρεών, ὡς ἐπί τε φύσεων καὶ φυσικῶν ἐνεργειῶν, καὶ μοναδικὰς πρὸς ταῖς δυϊκαῖς φωναῖς τῶν ἁγίων Πατέρων εὑρίσκομεν· ὡς, τὴν μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην, καί, τὴν Θεανδρικὴν ἐνέργειαν, καί, τὴν συγγενῆ καὶ δι’ ἀμφοῖν ἐπιδεδειγμένην· ἐπὶ δὲ φυσικῶν θελημάτων, οὐδεμίαν μοναδικήν, ὡς ἐμὲ γινώσκειν, τὸ παράπαν ἐκφώνησιν εὑρεῖν δυνατόν, ἀλλὰ τὰς ἐν ἀντωνυμίαις καὶ ἀριθμῷ δυϊκὰς σημασίας. Πῶς οὖν καὶ τίνι λόγῳ, κἂν προσεξετάσαι δεχώμεθα παντελῶς, ἓν ἢ δύο θελήματα χρὴ λέγειν ἐπὶ Χριστοῦ τοῦ Θεοῦ, τῆς τῶν Πατέρων νομοθεσίας καὶ διδασκαλίας δύο φυσικὰ θελήματα παρακελευομένης ὁμολογεῖν ἐπ’ αὐτοῦ καὶ πρεσβεύειν, καθὰ καὶ φύσεις αὐτάς, καὶ τὰς τούτων φυσικὰς ἐνεργείας, μέχρι τοῦ γινώσκειν τὴν διαφοράν;