Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Τόμος δογματικὸς πρὸς Μαρίνον διάκονον

Μάξιμος ὁ Ὁμολογητής

Η ορθόδοξη χριστολογία και η ακεραιότητα των φυσικών ιδιωμάτων

Έλεγχος των παρεκκλίσεων από τη θεία οικονομία και ανάπτυξη της ορθόδοξης διδασκαλίας για την υποστατική ένωση και τη διατήρηση των ιδιωμάτων κάθε φύσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 5

Καὶ τί γε ἄλλο διαλύει ταύτην σφοδρῶς, καὶ οἷον ἀποτειχίζει· φημὶ δὲ τὴν πρὸς τὸν Λόγον πορείαν, πλὴν τῆς αὐτοῦ φοβερᾶς προδοσίας τῶν νῦν ἐπιφυέντων τοῖς τὴν βασιλικὴν ὁδὸν τῶν θείων καὶ πατρικῶν δογμάτων ὁδεύουσι· καὶ μηδεμίαν τῶν παρὰ ἑκάτερα δυστυχῶς φερομένων ἐν βαράθροις συγχύσεως καὶ φάραγξι διαιρέσεως παρεκτροπὴν γινωσκόντων; ἢ γνῶναι καθοτιοῦν βουλομένων, χάριτι τοῦ σοφῶς ὁδηγοῦντός τε καὶ χειραγωγοῦντος παναγίου Πνεύματος, εἰς τὴν πρόσωπον πρὸς πρόσωπον τελείαν ἐπίγνωσίν τε καὶ μύησιν αὐτοῦ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος τῶν ὅλων Χριστοῦ, τοὺς κατ’ εὐχὰς δι’ εἰλικρινοῦς καὶ ὀρθοδόξου πίστεως ἐπειγομένους.

Πρόδοσις γάρ ἐστι, ἡ τῆς εὐσεβοῦς αὐτοῦ τε καὶ περὶ αὐτοῦ δόξης παραλλαγή, τῇ προσλήψει τῆς τῶν ἑτεροδόξων ὁμολογίας καὶ διδαχῆς ἀπεμπολοῦσα αὐτόν, εἰς ἀναίρεσιν τῆς ἐξ ἡμῶν παναγίας αὐτοῦ σαρκός· μᾶλλον δὲ τῆς ὅλης οἰκονομίας ἀνατροπήν· καὶ προδοσία τῆς ἐν πρώτοις, ὅτε σαρκὶ μεθ’ ἡμῶν ὑπῆρχεν ὁ Λόγος, γεγενημένης, βαρυτέρα τοσοῦτον, ὅσῳ τελειωτέρα τοῖς πᾶσιν ἥ τε τῆς θεότητος αὐτοῦ γνῶσις, καὶ τῆς κατ’ αὐτὸν ἀνθρωπότητος ἡ ἀλήθεια προδήλως γεγένηται· τὰ πέρατα τῆς οἰκουμένης διαλαβοῦσα τῇ μεγαλοφωνίᾳ τῶν αὐτὴν κηρυττόντων ἁγίων Πατέρων.

Πᾶσι γὰρ πανταχοῦ βεβαίως ὁμολογουμένου, καὶ ὀρθοδόξως πιστευομένου, κατὰ τὴν αὐτῶν, φημὶ δὴ τῶν θεοκρίτων ὑφήγησιν διδασκάλων, ὡς ὁ εἶς τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, ὁ μονογενὴς Υἱός, τέλειος κατὰ φύσιν ὑπάρχων Θεός, τέλειος κατὰ θέλησιν ἄνθρωπος γέγονε, σάρκα τὴν ἡμῶν ὁμοούσιον ἐκ τῆς ἁγίας Θεομήτορος Ἀειπαρθένου κατ’ ἀλήθειαν προσλαβών, λογικῶς τε καὶ νοερῶς ἐψυχωμένην, καὶ καθ’ ὑπόστασιν ἑαυτῷ κυρίως ἀδιασπάστως ἑνώσας, εἷς τε μετ’ αὐτῆς ὑπάρχει καθὰ καὶ πρότερον· πλὴν οὐκ ἀσύνθετος τὴν ὑπόστασιν· εἰ καὶ τὴν φύσιν ἁπλοῦς· ἅτε διαμείνας Θεὸς καὶ τῷ Πατρὶ ὁμοούσιος· καὶ αὖθις διπλοῦς ὡς γενόμενος σάρξ· ἵνα τῷ μὲν διττῷ τῆς φύσεως, συγγενὴς ᾖ κατ’ οὐσίαν τοῖς ἄκροις, καὶ τὴν πρὸς ἄλληλα φυσικὴν τῶν οἰκείων μερῶν σώζῃ διαφοράν· τῷ δὲ μοναδικῷ τοῦ προσώπου, τὴν ἐν τοῖς μέρεσι τελείαν ἔχων ταυτότητα, καὶ τὴν πρὸς τὰ ἄκρα προσωπικήν, ὡς εἷς καὶ μόνος, κέκτηται διαφοράν· καὶ τῷ ἀνελλιπεῖ τῆς πρὸς αὐτὰ φημὶ δὲ τὰ ἄκρα φυσικῆς καὶ οὐσιώδους ἀπαραλλαξίας, τέλειος ᾖ τὰ ἑκάτερα· Θεὸς ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός· ἀτελῆ τοῦτον εἰσάγουσι, καὶ τῶν κατὰ φύσιν παθόντα τὴν ἔκπτωσιν, οἱ τὴν τῶν προσόντων αὐτῷ φυσικῶς ἀπομείωσιν ἀσεβῶς δογματίζοντες.

Εἰ γὰρ ἑκατέρας φύσεως ἀνελλιπῶς οὐ φυλάττει τὴν ἰδιότητα, χωρὶς μόνης ἁμαρτίας, κατὰ τοὺς θείους Πατέρας, τῶν ἐξ ὧν καὶ ἐν αἷς κυρίως ἐστὶν ὁ σαρκωθεὶς Λόγος καὶ μετὰ τὴν ἕνωσιν, ἐλλιπὴς ὑπάρχει Θεός· εἴπερ ὅλως Θεὸς ἀτελής· καὶ ἐλλιπὴς αὖθις ἄνθρωπος, εἴπερ ὄλως ἄνθρωπος μείωσιν τῶν φυσικῶν κεκτημένος.