Ἔργον
Μάξιμος ὁ Ὁμολογητής – Ὕμνοι
Ικετήριος ύμνος προς τον Χριστό εν είδει εξομολογήσεως
Εξομολόγηση σφαλμάτων μέσω της αλληγορίας της σαθρής οικίας και απόφαση για ανοικοδόμηση των αρετών με θεμέλιο τον Χριστό.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ικετήριος ύμνος προς τον Χριστό εν είδει εξομολογήσεως
Εξομολόγηση σφαλμάτων μέσω της αλληγορίας της σαθρής οικίας και απόφαση για ανοικοδόμηση των αρετών με θεμέλιο τον Χριστό.
II. Ὕμνος ἱκετήριος εἰς Χριστόν, ἐν εἴδει ἐξομολογήσεως. Ὤμοι ἐγὼ κακῶν μου, ἄνα ἄναρχε Σῶτερ, ἀβουλίας φρενῶν τε καὶ δουλικῆς ἀνάγκης, κακοσχόλου τε μόχθου, μάταιος ὅν γ᾽ ὑπέστην, ἐκ παιδόθεν καθείρξας δειναῖς πέδαις ἐμαυτὸν κακοτρόπου βιωτῆς, πλάνων τε ἠδ᾽ ἐρώτων.
Ὤιμην ἄριστος εἶναι οἴκων καλῶν δομήτωρ, ὑψερεφῶν τε πύργων. Θεμέθλου, ὃ δ᾽ ἔβαλλον, οὐ πέτρα ἦν στατερά, στηριγμὸν ἐντιθεῖσα, ἀλλ᾽ ἄμμος, ἣν ῥάϊστα δονοῦσι μέν γ᾽ ἀῆται, πηγαῖα δ᾽ αὖ ῥέεθρα ῥοιζηδὸν ἑλκύουσι, βροχὴ ἰδ᾽ ἐμπεσοῦσα ἔξυγρον ἐμφανίζει.
Πίπτουσι δ᾽ ἔνθεν οἶκοι, ἐρείπια στέγη τε οἰκτρῶς δόμων ὁρᾶται. Τίνες δ᾽ ἄρ᾽ ἦσαν οὗτοι, ἔκτιζον οὓς κακόφρων ψυχῆς ἐμῆς ὀλέθρῳ; Λιθῶδες ἦν κραδίης βούλημ᾽ ἁμαρτάδεσσιν ἀεὶ ἐφησυχάζον. Λευκάζον ἥγ᾽ ὀθνεῖον ἔξω φέρουσα χρῶμα, ὕπουλον ἀγνοοῦσι μορφάζετο φρόνημα ἐντόσθιον καλύπτον ἀσχήμονα πρόσοψιν, ὑπόκρισίν κεν εἴποις παντὶ ἀποτρόπαιον.
Οἰκοτρίβας δὲ εἶχον, δόξης ὅσοις μέμηλε ψευδονύμου φύσσης τε, καὶ ἣ πάλαι τύφουσα πόλοιο ῥίψεν αἶψα ἑωσφόρον σκοτώδη κρίσει Θεοῦ δικαίᾳ. Παῖδες δὲ τοῖς ἔησαν νήριθμοι ἠδὲ κοῦραι, πειθήνιον διδοῦσαι οὖας κακῶν ἐφετμαῖς.
Τῆμος βροχὴ δ᾽ ἰοῦσα πνεύσαντες ἠδ᾽ ἀῆται ῥέεθρά τ᾽ ἐμπεσόντα ἔσεισαν ἐκ θεμέθλων ἀπαίσιον τύρευμα, καὶ πτῶμα ἦν ξένον μοι, ψυχῇ δ᾽ ἐμῇ ὄλισθος, ἄγειρεν ἣ τοσαύτην βλάβην ἔνοικον αὐτῇ, θυμόν τ᾽ ἄνωθεν αἰνόν, βροτησίαν τε ἔχθραν.
Πέτραν δὲ νῦν διέγνων θέμεθλον ἐμβαλέσθαι σώζοιτο ὡς ἂν οἶκος, λίθους ἔχων ἐκείνους οἳ τίμιοι ἔασι, χρυσῷ ἠδ᾽ ἀργυρῷ τε κεκοσμένοι ἀχράντως, πλουτισμὸς εὐσεβοῦσιν, ὄλβος τε ὁ κράτιστος. Τί γὰρ σαοφροσύνης κρεῖττον σεμνῆς κατέστη;
Ἧς ἐκτὸς οὐ θεᾶσθαι Θεόν γ᾽ ἔνι βροτοῖσι. Ταπεινότητος αὖθις ὑψιπετοῦ τί ἔπλε, τοῖς εἰδόσιν γ᾽ ἄμεινον, ἀληθὲς ὕψος ἥτις κεκτημένοις πορίζει; Συνειδότος δὲ ἁγνοῦ ὑπ᾽ ὄψεσιν Θεοῖο ἐς καρδίην ὁρῶντος, τί βέλτιόν ποτ᾽ ἔσται, καὶ ἀγγέλοις ὅμοιον βροτὸν παριστάνοντος;
Πτερώσεως δὲ θείης πάσχει νόος βρότειος ἄνωθεν ἦν ἁγνεύων, τηλαυγέσι πνοῇσιν, ὥστε κράτος θεωρεῖν μέγιστον, ἠδὲ ῥίζαν αὐτόσσυτον, κ᾽ ἄημα, ζωηφόρον γε πνεῦσιν, μυστηρίων τε κλεινῶν βάθεσσιν ἐμβατεύειν, ὅσσον θ᾽ ὑπὸ προνοίης κόσμῳ καλὸν κάτεισιν, ὅσσον τε ἐν χρόνοισιν ἔσται ἀεὶ ἐοῦσι.
Μακάρτερον τίς εἴποι; Τοιαῦτ᾽ ἐγώ, Σαωτήρ, δομήματα κράτιστα, ἰσχὺν σέθεν διδόντος, πέτρας ἐπὶ σταθηρᾶς τοῦ ἀκρογωνιαίου λίθου, ὃς αὐτὸς ἔπλες, ἐπείγομαι ἐγεῖραι. Αὐτὸς δέ μοι χορηγοῖς τὴν σὴν χάριν συνεργόν, τούτοις τέλος παρασχεῖν ὅπερ κράτιστον εἴη, σωτήριόν τ᾽ ἔμοιγε.
Οὔτε βροχὴ βιαία πηγαῖα οὔτε ῥέεθρα ῥαγδαῖοι οὔτ᾽ ἀῆται σεῖσαι ἐμὸν τότ᾽ οἶκον ἕξουσι οὐδὲ τυτθόν, δομημένον θεμέθλῳ σοί, Σῶτερ, ἀκραδάντῳ. Σύ μοι διδοῖς δὲ χεῖρα, συνεργάτης δὲ γίγνου ἔμοιγε καὶ περαίνοις τὸ ξύμπαν, ὄφρ᾽ ὑμνῶ σε δοτῆρα τῶν ἀρίστων τούτων τε συντελεστήν, βροτοὺς ἅπερ σαώζει.
Σοῦ γὰρ δίχα, κραταιέ, οὔτ᾽ ἔργον οὔτε βουλή, νόημα οὔτ᾽ ἔρευγμα, οὐδέν τε τῶν ἁπάντων, κρείττονός γ᾽ ὅσσα μοίρης, τέλους τεύξηται πάμπαν. Σὺ σάρκα μοι παρέσχες φύσησας ἠδὲ πνεῦμα. Σὺ καὶ πεσόντ᾽ ἔγειρας, ἀνήγαγες πόλονδε, σὺν σαρκὶ σῇ ἀείρας· σὺ τεθνεῶτ᾽ ἀνιστᾷς χαρίσμασι τεοῖσιν εὐσπλαγχνίῃ τ᾽ ἀπείρῳ, ᾗ προφθάνεις με, Σῶτερ, καὶ σαρκὸς ἀξιοῖς σῆς κοινωνίας ἀφράστου.
Σὺ καὶ τέλος σαώσεις, ἂν μὴ ἄκαρπον εὕρῃς ὅλως ἐμὴν πορείην, ἂν μὴ φέρω μολύβδου ὄγκον βαρὺ βρίθοντα ὠθοῦντά τ᾽ εἰς γεένναν ἄσβεστον ἠδὲ πῦρ με, ἂν μὴ ἄναγνον ὕλην, χόρτον πυρός τ᾽ ἄναμμα. Καὶ προῖκα ταῖς ἐκεῖσε ἐνθήσεαι μοναῖσιν αἰωνίως βιοῦντα, δόξης τεῆς ὑμνῳδόν, ἀκηράτοις νόοισι πᾶσίν θ᾽ ὁμοῦ δικαίοις.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.