Ἔργον
Μάξιμος ὁ Ὁμολογητής – Ὕμνοι
Ύμνος ευχαριστήριος και ικετήριος προς τον Θεό
Εξιστόρηση της δημιουργίας, της πτώσης και της ενανθρώπησης του Λόγου, με ικεσία προς τον Σωτήρα για λύτρωση από τον πονηρό και τα πάθη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνος ευχαριστήριος και ικετήριος προς τον Θεό
Εξιστόρηση της δημιουργίας, της πτώσης και της ενανθρώπησης του Λόγου, με ικεσία προς τον Σωτήρα για λύτρωση από τον πονηρό και τα πάθη.
I. Ὕμνος εὐχαριστήριος καὶ ἱκετήριος πρὸς Θεόν. Λειμών με τλήμον᾽ ἔσχε πάλαι φυτῶν ἀρίστων, ἦμος Θεοῦ μεγίστου ὑπ᾽ ἀφράστῳ προνοίῃ ἔρωτί τ᾽ ἰσομοίρῳ φῶς τοῦτ᾽ ἐγὼ κατεῖδον, πλασθεὶς χοὸς γεηροῦ καὶ πνεῦμα προσλαβών τε, γαίης μέσον πόλου τε ζῶον κατεστὼς οἴμοι, λάμπον Θεοῦ μεγάλου τῆς εἰκόνος μεθέξει.
Ὄφις δ᾽ ὁ παγκάκιστος φθόνῳ σφοδρῷ ὑφέρπων, ὀλεθρίῃσι βουλαῖς ἀπαισίοις τε φήμαις δεινῶς ψιθυρίσας μοι, ἐξηπάτησεν οἴμοι καὶ τῆς ἐκεῖθεν ἔξω ὦσεν καλῆς τρυφῆς με, ἐξ ὀρχάτων τε Πατρός, ὧν θῆκε, φεῦ, γεωργόν, πάμπαν με ὀστρακίζων.
Οἰκτρὸν δ᾽ ἔην θέατρον νόων σεπτῇ χορείῃ. Ἐπεὶ δὲ τραῦμα τοὐμὸν ἰατρὸν οὐχ ὑπέστη, πλάστης ὁ παντεχνήμων σπλάγχνοις ἰδών με θερμοῖς ξένως κατῆλθε πρός με, ἀνθρωπόμορφον ἁγνῶς λαβὼν ἀπειρολέκτρου γέννησιν ἐκ Μαρίης.
Οὕτω δέ γ᾽ ἐκσαώζει ἀφαρπάσας πονηρᾶς δρακοντίης χερός με, ἀφαρπάσας μόρου τε, εἵμαρτο ὅς ῥ᾽ ἔμοιγε προστάγματος Θεοῖο ἄβουλ᾽ ἀπεκπεσόντι, δι᾽ οὗ ἑὸν παρέσχε πικρῷ δέμας μόρῳ γε. Συνέθλασε δὲ τούτου κάρηνον ὑδάτεσσιν ῥείθρων Ἰορδανείων.
Ἁμαρτάδων ἐμῶν τε ἀσχημοσύνην ἔνθα ἐμβαπτίσας σκοτώδη· ἀναιδὲς ὃς δ᾽ ἐσαῦθις οὐραῖον ἐνσαλεύων, ἐμὸν νόον ταράττει, κινήμασι κραδαίνων ἐς βόθρον ἐκφέρουσι πειρῶν θ᾽ ὑποσκελίζειν τρίβους ἐμῆς πορείης. Οἰστρηλατεῖ δ᾽ ἀνάγνως ἵππων βίην ἀτάκτων παλιμβόλως φέρουσαν.
Ὀργᾷν κινῶν ἐς αἴσχη ἀτάσθαλα φρένας μου πάθη τε θυμόλεθρα. Πίπτειν ἐρείπιόν τε ἱππηλάτην βιάζων, ὃς ἡνίας διοικεῖ. Πυρσὸν μέγαν δ᾽ ἀνάπτει ἐκ πυρφόρων βελέμνων, ἅ μοι φλέγει κακόφρων, ἐντόσθιον σαλεύων πῦρ μοι, ὃ ἐμπέφυρται.
Σὺ δ᾽ ἀλλ᾽ ἐμοὶ πορίζοις σὴν χεῖρα, λαοσῶστα, πρόρριζον ἐκτέμνουσαν δόλους πικροῦ Βελίαλ· στήσας πάλαι σὺ ῥεῖθρον ἀναστραφὲν τάχιστα παλισσύτῳ πορείῃ, ἔργον ξένον τελέσσας. Ἐξήρανας θαλάσσης πολύρροον σὺ χεῦμα, πεζὸν διεκβιβάζων λαὸν σὸν Ἰσραῆλον, εἶπας δέ, καὶ τὰ πάντα Λόγῳ τεῷ παρήχθη· ἅρμα φλογὸς δ᾽ ἐπέσχες ταχυδρόμου γίγαντος, φαεσφόρου μεγίστου.
Ἤμειψας ἑπταμέτρου παίδων τριῶν καμίνου φλόγ᾽ ἐς δρόσον βαθεῖαν. Ἄσωτον ἠλέησας· πόρνης ἔλυσας ἅμμα κακενδέτων ἐρώτων, θερμὸν δακρυρροούσης. Στῆσας καὶ αἱμορρούσης σοῦ κρασπέδου προσάψει ἀείρροον φορυκτόν, ἤγειρας ἐκ νεκρῶν τε καὶ παῖδα Ἰαείρου πάλιν πνέοντα θῆκας.
Λεπροὺς δὲ ἐκκάθηρας, τυφλοῖς τ᾽ ἔδωκας ὄψιν, καὶ πνεῦμα ἐξέωσας κούρης Σιδωνιαίας· κλίνην ἐπῇρεν ἄλλος, λύσιν μελῶν ἀθροίσας, καὶ συγκύφουσαν ὀρθοῖς, καὶ δαίμονας διώκεις. Καὶ πενθερᾶς δὲ Πέτρου ἁφῇ χερὸς σὺ παύσας θερμανσίην φλογώδη.
Πλείω δ᾽ ἔρυξας ἄλλα, ἀριθμὸν ὅσσα φεύγει. Τί θαῦμα, εἴ κ᾽ ἐμοῖο ψύξεις φλογὸς πυρεῖα, ἀεννάου κρατῆρος δρόσον τεὴν σταλάξας ἐμοῖς ἐπ᾽ ἀνθράκεσσιν; Ἥν μοι φέροις, Σαωτήρ, πᾶσαν σύ γ᾽ ἐς βιοτήν, ὅπως τεὴν ὑμνήσω ἄκραντον χρηστότητα Πατρός τε καὶ Πνοῆς σῆς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.