Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα καὶ ἀπορίαι

Μάξιμος ὁ Ὁμολογητής

Πνευματική ανάλυση ευαγγελικών παραβολών και πατερικών ρήσεων

Εξήγηση παραβολών όπως του μεγάλου δείπνου και των εργατών του αμπελώνος, και ερμηνεία προφητικών και πατερικών ρήσεων περί της Αγίας Τριάδος και της πνευματικής πράξεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 7 από 11

Τί δηλοῖ ὁ Ἀπόστολος λέγων «ἐμοὶ δὲ γένοιτο πέντε λόγους λαλῆσαι ἐν ἐκκλησίᾳ ἢ μυρίους λόγους ἐν γλώσσῃ»; Πέντε λόγους λαλεῖ, κἂν εἶς ἐστιν ὁ λαλούμενος, ὁ λόγον παιδαγωγικὸν τῶν πέντε αἰσθήσεων λαλῶν· μυρίους δὲ λόγους ἐν γλώσσῃ λαλεῖ ὁ διὰ τοῦ ἰδίου λόγου πρόσκλησιν ποιούμενος παθῶν. Καὶ πάλιν· πέντε λόγους λαλεῖ ὁ διὰ τῆς ἐν πνεύματι τῶν ὄντων θεωρίας τὸν κτίστην δεικνύων· πενταδικὴ γὰρ ἡ φύσις ἐξ εἴδους καὶ τῶν τεσσάρων στοιχείων οὖσα· μυρίους δὲ λόγους 〈λαλεῖ ὁ λόγους〉 κεκομψευμένους καὶ συμπλοκὰς πειθανὰς περὶ τῆς ἐνεργείας τῶν ὁρατῶν ποιούμενος πρὸς οἰκείαν δόξαν καὶ ἀπόλαυσιν καὶ θεοποιῶν τὴν κτίσιν παρὰ τὸν κτίσαντα· ἡ κτίσις γὰρ οὐχ ἵνα θεωθῇ ἐδόθη ἀλλ᾽ ἵνα θεὸν διδάξῃ.

Τί δηλοῦσιν οἱ ἐν τῷ εὐαγγελίῳ παραιτούμενοι τὴν κλῆσιν διὰ τὸν ἀγρὸν καὶ τὸν γάμον καὶ τὰ ζεύγη τῶν βοῶν; Διὰ τῆς γυναικὸς ἡ φιληδονία δηλοῦται, διὰ δὲ τοῦ ζεύγους τῶν βοῶν ἡ φιλοκτημοσύνη, διὰ δὲ τοῦ ἀγροῦ ἡ γαστριμαργία· περὶ ἃ πᾶς ἄνθρωπος ἀπασχολούμενος τῶν θείων ἐπαγγελιῶν ἐκπίπτει.

Τί ἐτυμολογεῖται γαστριμαργία; Οὐδεὶς οὔτε γραμματικῶν οὔτε ῥητόρων ἐμνημόνευσεν. Ἀριστοτέλης δὲ ἐν τῷ Περὶ ζῴων μέμνηται ζῴου μαργοῦ λεγομένου καὶ ὅτι γεννᾶται ἀπὸ σήψεως μεταξὺ τῆς γῆς καὶ τοῦ ὕδατος· καὶ ἀφ᾽ οὗ γεννηθῇ, οὐ παύεται γῆν φαγὸν ἕως ἐκτρυπῆσαν τὴν γῆν εἰς τὴν ἐπιφάνειαν ἔλθῃ· καὶ ἐλθὸν θνῄσκει τρεῖς ἡμέρας, καὶ μετὰ τρεῖς ἡμέρας ἔρχεται νέφος βροχῆς καὶ βρέχει ἐπάνω αὐτοῦ καὶ ἀναζῇ, μηκέτι ἀειφάγον ὄν. Καὶ ἐκ τούτου οἶμαι τοὺς ἀρχαίους φιλοσόφους ὁρμηθέντας τοὺς πολυφάγους γαστριμάργους ἀποκαλέσαι.

Δύναται δέ τις εὐσεβῶς τοῖς οὖσιν ἐπιβάλλειν εἰδώς, καὶ κατὰ πνευματικὴν θεωρίαν ἐκλαβεῖν τὰ εἰρημένα. Πᾶν γὰρ πάθος ἀπὸ σήψεως γεννᾶσθαι πέφυκεν καὶ ἐπειδὰν γεννηθῇ οὐ παύεται ἐσθίον τὴν ὑποστήσασαν αὐτὸ καρδίαν ἕως ἂν διὰ τῆς ἀγωνιστικῆς ἕξεως εἰς φανέρωσιν ἔλθῃ· καὶ ἐλθὸν θνῄσκει ταῖς τρισὶ δυνάμεσι τῆς ψυχῆς, καὶ οὕτως ἡ χάρις τοῦ ἁγίου πνεύματος, ὡς διὰ νέφους τῆς διδασκαλίας ἐπιφανεῖσα, σταλαγμοὺς δίδωσιν γνώσεως καὶ ζωοποιεῖ, οὐ κατὰ τὴν προτέραν ἐμπαθῆ ζωήν, ἀλλὰ κατὰ τὴν ἐνάρετον καὶ τῷ θεῷ οἰκείαν.

Τίς ἡ παραβολὴ τῶν ἐν τῷ εὐαγγελίῳ μισθωθέντων ἐργατῶν εἰς τὸν ἀμπελῶνα καὶ τίς ἡ δοκοῦσα ἀνισότης; Ἡ τοῦ θεοῦ κρίσις οὐ κατὰ χρόνον καὶ σῶμα γίνεται, διότι καὶ ἡ ψυχή, ἄχρονος καὶ ἀσώματος οὖσα, διὰ τὸ μὴ κατὰ χρόνον τὴν αὔξησιν καὶ τὸ πέρας δέχεσθαι, ἀχρόνως καὶ τὰς κινήσεις τῆς διαθέσεως ποιεῖται. Καλὸν δὲ ἐν ὑποδείγματι διασαφῆσαι τὰ λεγόμενα· πολλάκις ἐστίν τις ἑβδομήκοντα χρόνους ἔχων ἐν τῷ μονήρει βίῳ, ἄλλος δὲ μίαν ἡμέραν· ἐπειδὴ δὲ ὁ τοῦ ἐπαγγέλματος σκοπός ἐστιν ἵνα τῆς πρὸς τὰ ὑλικὰ προσπαθείας καὶ σχέσεως ἀνασπάσας, τὴν ψυχὴν ὅλην μετενέγκῃ πρὸς θεόν, ὁ οὖν ἑβδομήκοντα ἔτη ἔχων οὐδόλως περὶ τῆς τοιαύτης ἀπαθείας μεριμνήσας ἐτελεύτησεν, ὁ δὲ μίαν ἡμέραν ἔχων, πᾶσαν αὐτοῦ τὴν πρὸς τὰ ὑλικὰ ἐμπαθῆ διάνοιαν ἀνασπάσας, ὅλην τῷ θεῷ ἐνκολπώσας ἐτελειώθη· ἐν τῇ οὖν γινομένῃ κατὰ τὴν κρίσιν διανομῇ, ὁ μὲν ἀξίως τὸν μισθὸν λαμβάνει ὡς εἰς πέρας τὸν σκοπὸν τοῦ ἐπαγγέλματος ἀγαγών, ὁ δὲ κατὰ χάριν καὶ μόνον ὑπὲρ οὗ τὸν τῆς ἀσκήσεως ὑπέμεινεν κόπον.

Εἰ ἄρα τῷ Ἰὼβ ἀπαράδεκτος γέγονεν ἡ λύπη ἐν τοῖς συμβεβηκόσιν αὐτῷ; Ἀπαράδεκτον λύπης γεγενῆσθαι λέγομεν τὸν Ἰώβ· ὁ γὰρ ἅπαξ εὐσεβῶς τὴν διάσκεψιν τῶν ὄντων ποιησάμενος καὶ βεβαιώσας ἐν ἑαυτῷ τὸ πρὸς τὰ παροδεύοντα μῖσος καὶ τὴν πρὸς τὰ ἀπαρόδευτα ἀγάπην, πῶς παθοῦσιν τοῖς παροδικοῖς διὰ τῆς ἐναλλαγῆς τοῦ τρόπου, ὅπερ φυσικῶς πάσχειν εἰώθασιν, λυπεῖσθαι ἠδύνατο;

Τί οὖν οὐδεὶς τῶν ἁγίων ἐδέξατο λύπην καὶ πῶς περὶ πολλῶν ἁγίων λέγεται λύπην ἐσχηκέναι, καθὰ καὶ Παῦλος λέγει ὅτι «λύπη μοί ἐστιν ἀδιάλειπτος» καὶ τὰ λοιπά; Ὁ μὲν περὶ τὰ πρακτὰ καταγινόμενος, ἕως ἂν ἡ συνείδησις αὐτὸν διὰ τὰς κατὰ μνήμην φαντασίας κεντᾷ πλήττουσα, λυπεῖται πάντως τὴν ἐπαινετὴν λύπην· ὁ δὲ εἰς τὸ τῆς τελειότητος μέτρον ἐφθακώς, καὶ ὑπὲρ ταύτην γίνεται· ὁ γὰρ διὰ γνώσεως πεφωτισμένος, τὸ νοερὸν τῆς ψυχῆς θεῷ ἀδιαιρέτως ἐξαπλώσας κατὰ τὴν ἴσην τῆς κινήσεως ταυτότητα, καὶ τὴν ἀνεκλάλητον χαρὰν ἐν τῇ διηνεκεῖ τοῦ θείου κάλλους τρυφῇ κτησάμενος, πῶς τὴν ταύτης ἀντικειμένην λύπην δέξηται;

Ποτὲ λυπεῖσθαι δὲ λέγονται οἱ ἅγιοι κατὰ μίμησιν τοῦ αὐτῶν δεσπότου· λέγεται γὰρ ἐπὶ θεοῦ καὶ λύπη καὶ χαρὰ κατὰ τὴν πρόνοιαν, λύπη μὲν ἐπὶ τῶν ἀπολλυμένων, χαρὰ δὲ ἐπὶ τῶν σῳζομένων. Εἷς οὖν ὁ λόγος τῆς λύπης, πολλοὺς ἐπιδέχεται τρόπους διαθέσεων. Ἡ οὖν λεγομένη ἐπὶ τῶν ἁγίων λύπη ἔλεός ἐστιν καὶ συμπάθεια καὶ χαρᾶς περιουσία, θεοειδοῦς τελειότητος ἔνδον ἀποκειμένης καὶ πρὸς τὰ ἐκτὸς προνοητικῶς διαδιδομένης.

Εἰ προηγεῖται ἡ θεωρία τῆς πράξεως; Διττὸς ὁ τῆς θεωρίας τρόπος· 〈α〉 μὲν ὁ ὁρίζων τοῖς πρακτοῖς τὰ δέοντα, ὅστις καὶ προηγεῖται τῶν πρακτῶν· ὁ δὲ ἕτερος ὁ τὰ πραττόμενα διανοούμενος, ὅστις καὶ μετεπινοεῖται τῆς πράξεως.

Ἐκ τοῦ Ἡσαΐου· ἀμπελῶνα ἐφύτευσα καὶ φραγμὸν αὐτῷ περιέθηκα καὶ τὰ λοιπά. Ἡ τοῦ ἀμπελῶνος φύτευσις τὴν δημιουργίαν σημαίνει, ὁ δὲ φραγμὸς τὸν φυσικὸν νόμον, ἡ δὲ χαράκωσις τὸν γραπτόν· οἷς τὴν φύσιν ὁ δημιουργὸς κατησφαλίσατο.

Ὅστις οὖν τὴν κατὰ φύσιν σπορὰν τοῦ ἀγαθοῦ γεωργήσει κατὰ προαίρεσιν γνησίως, ἐκεῖνος καρπὸν τῷ φυτευτῇ ἐποίησεν· ὅστις δὲ πρὸς τὸ μὴ ὂν παραλόγως φέρεται, ἐκεῖνος ἀκάνθας ποιεῖ, τουτέστιν τὰ πάθη, καὶ καταπατεῖται ὑπὸ τῶν ταῦτα ἐνεργούντων δαιμόνων.

Ἐκ τῶν Ἀισμάτων· δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ Λιβάνου, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων. Ὁ θεὸς λόγος πρὸς τὴν νυμφευομένην αὐτῷ δι᾽ ἀγαθῶν ἔργων λέγει ψυχὴν ἢ καὶ πρὸς τὴν φύσιν ἅπασαν τῆς ἀνθρωπότητος ἐξελθεῖν ἀπὸ τῆς εἰδωλολατρείας—τοῦτο γὰρ σημαίνει ὁ Λίβανος—καὶ τῆς κακοεξίας—ὁ περ αἱ μάνδραι τῶν λεόντων σημαίνουσιν· ὁ γὰρ λέων ἀεὶ κατὰ τῶν ὤμων ἐπέρχεται, τουτέστιν τῆς πρακτικῆς—καὶ ἀπὸ ὀρέων παρδάλεων, τουτέστιν ἀπὸ τῆς ἀγνοίας· τὸ γὰρ ζῷον τοῦτο φυσικῶς κατὰ τῶν ὀφθαλμῶν τὴν ὁρμὴν ποιεῖται, οἱ δὲ ὀφθαλμοὶ προδήλως εἰς τὴν γνῶσιν λαμβάνονται.

Ἐκ τοῦ Ἡσαΐου· ἐπὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς κριθήσομαι μεθ᾽ ὑμῶν. Ἐπειδὴ τὴν ζωὴν τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ τὸν περίγειον τοῦτον τόπον προνοητικῶς εἰσιν πεπιστευμένοι ἄγγελοι, διακονοῦντες ἡμῖν τοὺς θείους λόγους, ὁμοίως δὲ καὶ οἱ προφῆται διεκόμισαν ἡμῖν διὰ τῶν ἰδίων λόγων τοὺς τρόπους τῆς σωτηρίας, ἐπὶ τούτων οὖν λέγει κριθήσεσθαι μεθ᾽ ἡμῶν, ὄρη λέγων τοὺς ἀγγέλους, βουνοὺς δὲ τοὺς πατριάρχας καὶ προφήτας.

Τί σημαίνει τὸ τοῦ ψαλμοῦ «ὀρφανὸν καὶ χήραν ἀναλήψεται καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ»; Χήρα ἐστὶν ψυχὴ τὸν φυσικὸν νόμον θνήξασα, ὀρφανὸς δέ ἐστιν ὁ ὑπόκλοπος τρόπος, ὁ χάριν φιλενδειξίας καὶ λημμάτων ἁδροτέρων ἐπιτηδευόμενος, πατέρα μὴ ἔχων τὸν θεόν. Διὰ οὖν τῆς ὑποθετικῆς συμβουλῆς ὁ κύριος τὸν μὲν φυσικὸν νόμον ζωοποιῶν, τὸν δὲ ὑπόκλοπον τρόπον διορθούμενος, ὥστε δι᾽ αὐτὸ τὸ ἀγαθὸν καὶ μὴ διὰ φθειρομένην δόξαν γενέσθαι, ἀναλαμβάνει, ἐξαφανίζων τὰς ὁδοὺς τῶν ἁμαρτωλῶν, τουτέστιν τὴν προτέραν ἀγωγὴν ἐν ᾗ περιεπάτει.

Ἐκ τοῦ Ἰώβ· παρὰ τὸ μὴ ἔχειν σκέπην, πέτραν περιεβάλοντο. Τὰ μὴ ἔχοντα σκέπην πρότερον, τουτέστιν πίστιν, ἦσαν τὰ ἔθνη· περιεβάλοντο δὲ πέτραν, τὴν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστιν. Εἰ δυνατὸν φυσικὴν ἀπόδειξιν εὑρεθῆναι περὶ τῆς ἁγίας τριάδος;

Πάντα τὰ ὄντα ἐν τρισὶν τρόποις εἶναι πεπίστευται, ἐν οὐσίᾳ, ἐν διαφορᾷ, ἐν ζωῇ· καὶ ἐκ μὲν τοῦ τῆς οὐσίας τῶν ὄντων λόγου τὸ εἶναί τινα οὐσίαν πιστούμεθα, ὅπερ ἐστὶν ὁ πατήρ· ἐκ δὲ τῆς διαφορᾶς τῶν ὄντων τὴν σοφίαν, τουτέστιν τὸν υἱόν—σοφίας γὰρ τὸ ἀπονεῖμαι ἑκάστῃ φύσει τὴν πρόσφορον ἰδιότητα, καὶ εὐκρινῆ καὶ ἄφυρτα καὶ πρὸς ἑαυτὴν καὶ πρὸς τὰ λοιπὰ διατηρεῖν ἕκαστον τῶν γεγονότων—ἐκ δὲ τῆς ζωῆς τὸ πνεῦμα τὸ ἅγιον. Ἀλλ᾽ ἐπὶ μὲν τοῦ θεοῦ ταῦτα ἐνυπόστατα εἰσὶν καὶ λέγονται, ἐπὶ δὲ τῶν κτισμάτων συμβεβηκότα.

Ἐκ τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου εἰς τὸ πάντες μὲν εἰσέφερον τὸ κηρυχθὲν αὐτοῖς, οἱ δὲ αὐτεπάγγελτοι ἦσαν καὶ τί σημαίνουσιν τὰ προσαγόμενα; Αὐτεπάγγελτοί εἰσιν οἱ ἐκ τῶν ἐνόντων αὐτοῖς φυσικῶν σπερμάτων πρὸς τὸ ἀγαθὸν ἐρχόμενοι, κηρυττόμενοι δὲ οἱ ἐκ διδασκαλίας εἰς τὸ ἀγαθὸν ἐρχόμενοι. Καὶ χρυσὸν μὲν προσφέρει ὁ εὐσεβῶς τὸν περὶ θεολογίας λόγον ποιούμενος, ἄργυρον δὲ ὁ βίον καθαρὸν καὶ διδασκαλίαν λαμπρὰν καὶ διαφανῆ, λίθους δὲ τιμίους ὁ τὴν πρακτικὴν δυναστείαν θείοις λόγοις κοσμῶν, βύσσον δὲ κεκλωσμένην ὁ τὴν ἕξιν τῆς ἀρετῆς ἐν τοῖς ἀκουσίοις πειρασμοῖς ἀτίνακτον διαφυλάττων καὶ δι᾽ αὐτῶν ὕδατος τρόπον τοὺς ἐγγινομένους τῇ ψυχῇ ἐκ τῆς ἁμαρτίας λογισμοὺς ἀποπλύνων καὶ ἐξασπρύνων, κόκκινον δὲ νενησμένην ὁ τῇ περιουσίᾳ τοῦ λόγου τὰ ἐφ᾽ ἡμῖν ἡδονῇ καὶ *** πάθη ἐξαφανίζων διὰ τῆς νεκρώσεως τῶν μελῶν τοῦ σώματος, πορφύραν δὲ ὁ τὴν τῶν ὄντων γνῶσιν ἀκριβῶς καὶ ἀπταίστως ἐγκολπισάμενος· ἡ γὰρ πορφύρα κατὰ μίαν ἐπιβολὴν εἰς τὴν γνῶσιν λαμβάνεται· ἐκ πολλῶν γὰρ καὶ διαφόρων σύγκειται εἰδῶν, καθάπερ καὶ ἡ γνῶσις ἐκ πολλῶν καὶ διαφόρων θεωρημάτων.

Δέρματα δὲ ἠρυθροδανωμένα προσφέρει ὁ τῇ αἰσθήσει παντελῶς νεκρωθείς, τρίχας δὲ ὁ τὴν παντελῆ πρὸς τὰ παρόντα ἀναισθησίαν κτησάμενος. Τί ἐστιν τὸ τοῦ ψαλμοῦ «δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ» καὶ πῶς ἐστιν ἐν ταὐτῷ δυνατὸν καὶ τρέμειν καὶ ἀγαλλιᾶσθαι καὶ πῶς πάλιν ἐν τῷ 〈ιη〉 λέγει «ὁ φόβος κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος», ὁ δὲ Ἰωάννης φησὶν «ἡ ἀγάπη ἔξω βάλλει τὸν φόβον» καὶ εἰ ἔξω βάλλεται πῶς διαμένει;

Διττὸς ὁ φόβος· ὁ μὲν ἐπὶ ἐγκλήμασιν, ὁ δὲ κατ᾽ ἀξίαν τοῦ ἀγαπωμένου· ἡ οὖν ἀγάπη τὸν ἐπὶ ἐγκλήμασιν φόβον ἀποτίθεται, τὸν δὲ ἐπὶ τῆς ἀξίας τοῦ ἀγαπωμένου συντηρεῖ. Ἀγαλλίασις δέ ἐστιν ἡ ἐπὶ κτήσει τινῶν ἐπίχαρτος διάθεσις, εὐφροσύνη δὲ ἡ ἐπὶ τῶν κτηθέντων ἀπόλαυσις.

Τί σημαίνουσιν αἱ τῷ Φαραὼ καθ᾽ ὕπνον δειχθεῖσαι βόες καὶ οἱ στάχυες; Ἐνταῦθα ὁ Φαραὼ ἐπὶ τῆς φύσεως λαμβάνεται· οἱ δὲ βόες οἱ καλοὶ τὴν πρᾶξιν δηλοῦσιν, οἱ δὲ στάχυες τὴν γνῶσιν· ἐν γὰρ τῷ ἑβδοματικῷ τούτῳ χρόνῳ γνῶσις καὶ πρᾶξις ἐνεργοῦνται. Αἱ δὲ ἕτεραι βόες καὶ στάχυες αἱ αἰσχραὶ καὶ ἀνεμόφθοροι δηλοῦσιν τὴν ἄγνοιαν καὶ τὴν κακίαν, αἵτινες ἴσχυσαν καταπιεῖν τήν τε πρακτικὴν τῶν βοῶν ἀκμαιότητα τήν τε γνῶσιν τὴν διὰ τῶν καλῶν σταχύων δηλουμένην. Ἀλλ᾽ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁ ἀληθινὸς Ἰωσὴφ ὁ μόνος καὶ προγνώστης καὶ διορθωτὴς τῆς τοιαύτης λιμοῦ, λαμβάνων πίστιν ὥσπερ χρυσὸν καὶ λαμπρὸν βίον ὥσπερ ἀργύριον καὶ ἠθικὴν φιλοσοφίαν ὥσπερ πρόβατα καὶ τὸ εὔδρομον καὶ πρόθυμον τοῦ κατὰ θεὸν βίου ὥσπερ ἵππους, παρέχει τὸν σῖτον, τουτέστιν τὴν ἀληθῆ γνῶσιν.

Τί ἐστιν ὁ ἐν τῷ εὐαγγελίῳ κριτὴς τῆς ἀδικίας καὶ τίς ἡ χήρα γυνή; Κριτὴν ἀδικίας λέγει τὸν φυσικὸν νόμον, ἐκ τῆς παραβάσεως πωρωθέντα καὶ μήτε θεὸν μήτε ἄνθρωπον ἐντρεπόμενον, χήραν δὲ τὴν χηρεύουσαν ἀγαθῶν ἔργων ψυχήν. Αὕτη γὰρ εἰ εἰς μετάμελον ἔλθοι, ἐκβιάζεται τὸν φυσικὸν νόμον διοχλοῦσα διὰ τῆς ἀσκήσεως καὶ ἐγκρατείας ἀποσχέσθαι τῶν παρὰ φύσιν. Καὶ ἐάν, φησίν, ὁ νοῦς διὰ τῆς ἐσπουδασμένης καὶ φιλοπόνου προσεδρείας ἰσχύσῃ ἀνύσαι καὶ τὰ ὑπὲρ φύσιν, πόσῳ μᾶλλον, φησίν, ὁ θεὸς εἰσακούσεται τῶν διὰ προσευχῆς ἐκτενοῦς καὶ ἀναιδοῦς προσεδρείας βοώντων πρὸς αὐτόν;

Τίς ἡ κεφαλὶς ἡ ἐπιδοθεῖσα Ἰεζεκιὴλ τῷ προφήτῃ ἐν ᾗ ἐγέγραπτο θρῆνος καὶ μέλος καὶ οὐαί, καὶ πῶς ἐγλυκάνθη ἐν τῷ στόματι αὐτοῦ; Ἡ κεφαλίς ἐστιν ὁ θεῖος λόγος· ἐγγέγραπται δὲ ἐν αὐτῷ θρῆνος, τουτέστιν αἱ ἀπειλαὶ τῶν κολάσεων, μέλος αἱ τῶν ἀγαθῶν ἐπαγγελίαι, οὐαὶ δὲ καθότι οἱ μήτε τῷ φόβῳ τῶν κολάσεων μήτε τῇ προτροπῇ τῶν ἐπαγγελιῶν σωφρονιζόμενοι καὶ βελτίους γινόμενοι τὸ οὐαὶ τῆς αἰωνίου κολάσεως πάντως ἐκδέξονται. Τὸ δὲ γλυκανθῆναι ἐν τῷ στόματι τοῦ προφήτου τὴν κεφαλίδα τοῦτο δηλοῖ, ὅτι ὁ ἀεὶ μελετῶν τὰ προειρημένα καὶ προσέχων τοῖς ἀπειλουμένοις τε καὶ ἐπηγγελμένοις τῇ ἐλπίδι γλυκαίνεται.

Τίνος χάριν μετὰ δέκα ἡμέρας τῆς ἀναλήψεως τοῦ κυρίου τὸ πνεῦμα κατῆλθεν; Φασί τινες τῶν τὰ θεῖα πεπαιδευμένων, ὅτι ἐπειδὴ ἐννέα τάξεις κατὰ τὸν Διονύσιον τὸν Ἀρεοπαγίτην αἱ ἀγγελικαὶ δυνάμεις εἰσίν, ἀνιὼν κατὰ τὸ ἀνθρώπινον ὁ κύριος—κατὰ γὰρ τὸ θεῖον πάντα πληροῖ—ἑκάστῳ τάγματι μίαν ἡμέραν ἀπένειμεν ἀπὸ τῆς ἐσχάτης ἕως τῆς τελευταίας· ἐδέοντο γὰρ καὶ αὗται τῆς τοῦ κυρίου πρὸς αὐτὰς ἐπιδημίας· ἐν αὐτῷ γάρ, κατὰ τὸν Ἀπόστολον, ἀνεκεφαλαιώθη οὐ μόνον τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ ἐν οὐρανῷ. Καὶ μετὰ τοῦτο ἐνεφανίσθη τῷ θεῷ καὶ πατρὶ καὶ οὕτως τὸ πνεῦμα κάτεισιν.

Ἔστιν δὲ θεωρῆσαι τὸ προκείμενον καὶ κατ᾽ ἄλλον θεωρίας τρόπον· ἐπειδὴ γὰρ ὁ τοῦ θεοῦ λόγος ἐν ταῖς αὐτοῦ δέκα ἐντολαῖς ἐγκέκρυπται, σωματοῦται δὲ ἐν ἡμῖν συγκαταβαίνων ἡμῖν διὰ τῆς πράξεως, αὖθίς τε ἀνάγει ἡμᾶς διὰ τῆς γνώσεως ὑψῶν ἡμᾶς, μέχρις οὗ ἔλθωμεν εἰς τὴν πάντων ὑψηλοτέραν τῶν ἐντολῶν, τὴν λέγουσαν «κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν»· ὅτε γὰρ ἐκ πάντων ἀφεθείς, μᾶλλον δὲ πάντα ἀφεὶς ὁ ἡμέτερος νοῦς εἰς αὐτὸν τὸν θεὸν καταλήξει, τότε τὰς πυρίνας γλώσσας δέχεται, θεὸς κατὰ χάριν γινόμενος.

Τί δήποτε λέγοντος τοῦ Λουκᾶ ἐν ταῖς Πράξεσιν περὶ τοῦ Παύλου ὅτι ἔσπευδεν, εἰ δυνατὸν ἦν αὐτῷ, ποιῆσαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς εἰς Ἱεροσόλυμα, φαίνεται γονυκλισίαν ποιήσας, ὃ τοῖς κανόσιν ἀπηγόρευται;

Οὐ περὶ αὐτῆς τῆς Πεντηκοστῆς ἐν ᾗ τὸ πνεῦμα κατῆλθεν λέγει, ἀλλ᾽ ἐπειδὴ αἱ πεντήκοντα ἡμέραι ἡμέρα λέγεται τῆς Πεντηκοστῆς, ἔσπευδεν ὁ Παῦλος τὴν ἀπὸ τῆς πασχαλίας πρώτην ἡμέραν ποιῆσαι εἰς Ἱεροσόλυμα, ὡς δῆλόν ἐστιν ὅτι ἐν ταῖς νηστείαις ἔκλινεν γόνυ.

Τί δήποτε ὁ ἀπόστολος Παῦλος Ῥωμαῖον ἑαυτὸν ἀποκαλεῖ καὶ πρὸς τὸν χιλίαρχον διαλεγόμενος ἔφη ὅτι «ἐγὼ δὲ καὶ γεγέννημαι»; Οἱ κατὰ πᾶσαν χώραν, ὡς δή τι μέγα τὸ Ῥωμαῖοι καλεῖσθαι νομίζοντες, παρέχοντες δόσεις ἀπεγράφοντο Ῥωμαῖοι καὶ ἔτρεχεν εἰς τὸ γένος τὸ ὄνομα· ἐπειδὴ οὖν καὶ οἱ γονεῖς τοῦ ἀποστόλου ὄντες ἐν Ταρσῷ ἀπεγράφησαν εἰς τὸ καλεῖσθαι Ῥωμαῖοι, εἰκότως ὁ ἀπόστολος ὡς ἐξ αὐτῶν γεννηθεὶς λέγει ὅτι «ἐγὼ δὲ καὶ γεγέννημαι».