Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα καὶ ἀπορίαι

Μάξιμος ὁ Ὁμολογητής

Θεολογική και εσχατολογική προσέγγιση της Αγίας Γραφής

Ερμηνεία ιστορικών και προφητικών βιβλίων, ανάλυση του μυστηρίου της Μεταμορφώσεως και εσχατολογικών χωρίων περί της βασιλείας του Θεού και της ενεργείας του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 9 από 11

Τί σημαίνει τὸ εἰρημένον τῷ Ἀποστόλῳ «τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου»; Ὁ θεὸς κατὰ μὲν τὴν οὐσίαν ἀποφατικῶς πάντων ὑφεξῄρηται τῶν ὄντων· οὔτε γὰρ λέγεται, οὔτε νοεῖται, οὐδὲ μετέχεται οὐδαμῶς ἀπό τινος· κατὰ δὲ τὴν προνοητικὴν πρόοδον ὑπὸ πολλῶν μετεχόμενος, ὑπ᾽ αὐτῶν καὶ πληροῦται. Ἕκαστον γὰρ τῶν γεγονότων κατὰ τὸν ἑαυτοῦ λόγον, τὸν ἐν τῷ θεῷ ὄντα, μέλος θεοῦ λέγεται εἶναι καὶ τόπον ἐν τῷ θεῷ ἔχειν· ἀμέλει τοι καὶ εἰ κατ᾽ αὐτὸν κινηθείη σοφῶς τε καὶ λελογισμένως, ἐν τῷ θεῷ γενήσεται, τὸν ἑαυτοῦ τόπον πληρῶν καὶ τὴν εὐπρέπειαν ἐν τῷ σώματι τοῦ Χριστοῦ ὡς μέλος εὔχρηστον ἐργαζόμενος.

Ὅστις δὲ ἀφεὶς τὸν ἴδιον λόγον παραλόγως πρὸς τὰ ἀνύπαρκτα φέρεται, δίκην δικαίως αἰωνίαν ὑφέξει τῆς γενομένης ὅσον ἐπ᾽ αὐτῷ μομφῆς ἐν τῷ σώματι τοῦ Χριστοῦ. Τί σημαίνει ὁ Ἀδωνιβέζεκ ὑπὸ τοῦ Ναυὴ Ἰησοῦ κρεμνώμενος ἐπὶ διδύμου ξύλου;

Τὸ δίδυμον ξύλον τύπον φέρει τῆς κατὰ ψυχὴν καὶ σῶμα πρὸς τὰ αἰσθητὰ ἐνεργείας καὶ σχέσεως. Ὅστις οὖν κατὰ τὸν Ἰησοῦν διὰ τῶν ἐντολῶν τέμνων τὴν ὁδὸν τῆς ἀρετῆς, ἀνενέργητον τὴν κακίαν ἐπί τε ψυχῆς καὶ σώματος πρός τε τὴν αἴσθησιν καὶ πρὸς τὰ παρὰ φύσιν ποιήσει, οὗτος τὸν ἄρχοντα τοῦ κόσμου τούτου ἐπὶ διδύμου ξύλου ἐκρέμασεν.

Τί σημαίνει ἡ κατὰ τὸν Ἀχαὰβ ἱστορία ἡνίκα ὁ προφήτης εἶδεν τὰς ἀγγελικὰς δυνάμεις ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων; Ὁ προφήτης ἐνταῦθα τὸν καθόλου τῆς προνοίας ὑφαίνει λόγον, εἰδὼς πᾶσιν ἐνμεμίχθαι τὸν ἀρχικὸν λόγον· καὶ διὰ μὲν τῶν δεξιῶν τοὺς ὑποθετικοὺς τῶν καθηκόντων πράξεων εἰσηγεῖται λόγους, διὰ δὲ τῶν ἀριστερῶν τοὺς τῆς κρίσεως ἤτοι τῶν οὐκ ἐφ᾽ ἡμῖν. Ὅστις δὲ μήτε τῇ διδασκαλίᾳ τοῦ θείου νόμου, μήτε τῇ ἐπιφορᾷ τῶν συμβαινόντων θλίψεων πρὸς τὸ εὐθὲς ἄγεται, οὗτος παραδίδοται, καταλιμπανόμενος τῇ φιλαυτίᾳ ἤτοι τῇ ἐν αὐτῷ ἁμαρτίᾳ, ἥτις εἰς πλεῖον[α] κακῶν ὠθοῦσα βάθος οὐχ ἵσταται ἕως οὗ ἀποκτείνασα ἀμετανόητον τῷ ἐκεῖσε παραπέμψῃ δικαστηρίῳ.

Τί σημαίνει ἡ ἐν τῷ εὐαγγελίῳ συγκύπτουσα γυνὴ ἐπὶ ἔτη 〈ιη〉; Ψυχὴ τοῖς αἰσθητοῖς ἐνησχημένη διὰ τῶν ταύτης τριῶν δυνάμεων σημαίνεται διὰ τῆς συγκυπτούσης γυναικός. Ὁ γὰρ ἓξ ἀριθμός, ἐν ᾧ ὁ αἰσθητὸς εἰς γένεσιν παρήχθη κόσμος, τρισσούμενος ἀποτελεῖ τὸν ὀκτωκαιδέκατον. Ἐὰν οὖν διὰ τῆς μετανοίας προσέλθῃ τῷ λόγῳ καὶ θεῷ, ὑγιὴς γίνεται, μηκέτι εἰς τὰ γήϊνα κατακύπτουσα ἀλλὰ τὰ οὐράνια περιαθροῦσα κάλλη.

Τί σημαίνει ἡ ᾠδὴ Ἀμβακοὺμ λέγουσα «ἐξέλειπον ἀπὸ βρώσεως πρόβατα καὶ οὐχ ὑπάρχουσιν βόες ἐπὶ φάτνης»; Πρόβατά εἰσιν τὰ τοῦ νοῦ νοήματα καὶ κινήματα, βόες δὲ ἡ πνευματικὴ διδασκαλία, φάτνη ἡ κατὰ πρᾶξιν ἀπάθεια, ἧς μὴ ὑπαρχούσης ἐκλιμπάνει ἡ πνευματικὴ διδασκαλία· ταύτης δὲ ἐκλειπούσης συνεκλείπειν αὐτῇ πέφυκεν καὶ τὰ δι᾽ αὐτῆς ἐν τῷ νοῒ ἡμῶν συνιστάμενα νοήματά τε καὶ κινήματα, τῆς ψυχῆς πρὸς τὰ τοῦ βίου πράγματα διὰ τὸν τοῦ λόγου λιμὸν κατερχομένης.

Ἢ καὶ ἄλλως· ἐξέλιπον τὰ λογικὰ πρόβατα ἐκ τοῦ μὴ σιτεῖσθαι τὴν πνευματικὴν τῆς διδασκαλίας βρῶσιν, διὰ τὸ μὴ ὑπάρχειν ἐπὶ τῆς φάτνης τῆς ἐκκλησίας τοὺς πνευματικοὺς βόας, τοὺς διδασκάλους. Τί σημαίνει κατ᾽ ἀναγωγὴν τὸ τοῦ κυρίου παράγγελμα «ἐάν τις ἀγγαρεύσῃ σε μίλιον ἕν, ὕπαγε μετ᾽ αὐτοῦ δύο»;

Ὁ ἀγγαρεύων ἡμᾶς ἐστιν ὁ κύριος διὰ τῆς αὐτοῦ διδασκαλίας τὸ ἓν τῆς ἐντολῆς αὐτοῦ μίλιον. Καλὸν οὖν ἡμᾶς ἀκούειν αὐτοῦ κελεύοντος καὶ ὑπάγειν δύο μίλια, τουτέστιν ὑπακούειν τῆς ἐντολῆς καὶ προστίθειν διὰ τῶν ἔργων τὸ ἄλλο ἓν μίλιον.

Ἢ καὶ ἄλλως· ἀγγαρευόμεθα τὸ τῆς πίστεως μίλιον, ἀπαιτούμεθα δὲ καὶ τὰ ἔργα τῆς πίστεως. Τί ἐστιν τὸ ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην; Ἐάν σε, φησίν, οἱ δαίμονες διὰ τῶν λογισμῶν ῥαπίσωσιν εἰς τὴν δεξιὰν σιαγόνα, ἐπαίροντες διὰ τῶν δεξιῶν ἔργων, στρέψον τὴν ἄλλην, τουτέστιν τὰ τῆς ἀριστερᾶς πράξεως ἔργα ὅσα ἡμῖν πέπρακται, ὑπ᾽ ὄψιν ἄγων.

Τί σημαίνει τὸ εἰρημένον ἀπὸ τοῦ κυρίου πρὸς τοὺς μαθητάς, ὅτι «οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ἂν αὐτὸ πίω καινὸν μεθ᾽ ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου»; Ἐπειδὴ βρῶσις καὶ πόσις ἐστὶν τοῦ θεοῦ ἡ ἡμετέρα σωτηρία κατὰ τὸ γεγραμμένον, ταύτην δὲ διὰ τῆς κατὰ σάρκα οἰκονομίας ἐκπληρώσας ὁ κύριος καὶ τὸν περὶ ἡμᾶς αὐτοὺς σωτήριον σκοπὸν εἰς πέρας ἀγαγὼν διὰ τῆς αὐτοῦ διδασκαλίας καὶ πολιτείας, τοὺς αὐτοῦ μαθητὰς ὑπὲρ τὴν αἴσθησιν ποιήσας γενέσθαι, οὐκέτι, φησίν, πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου, τουτέστιν τῆς οἰκονομηθείσης διὰ τῆς αὐτοῦ ἐνδημίας τοῖς ἀνθρώποις σωτηρίας. Ἀλλ᾽ ἐν τῷ μέλλοντι αἰῶνι πίνει τοῦτο καινόν, τουτέστιν ἀνανεούμενον διὰ τοῦ ἁγίου πνεύματος καὶ θεοὺς χάριτι τοὺς ἀξίους ἀπεργαζόμενος διὰ τῆς ἐκστατικῆς καὶ μεμεθυσμένης τῶν ἀγαθῶν μετουσίας.

Τί ἐστιν τὸ οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας· ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσι ἔτη; Κηδόμενος ὁ θεὸς τῆς τῶν ἀνθρώπων τότε σωτηρίας προεῖπεν ἔσεσθαι τὴν αὐτῶν ζωὴν ἑκατὸν εἴκοσι ἔτη· ἕως οὗ γὰρ ἐχρηματίσθη ὁ Νῶε κατασκευάσαι τὴν κιβωτὸν ἐγένοντο εἴκοσι ἔτη· ἐν ἑκατὸν δὲ ἔτεσιν ἔμεινεν τεκταίνων τὴν κιβωτόν, ὥστε διὰ τῆς παραστάσεως ἐλθεῖν αὐτοὺς εἰς διόρθωσιν· μετὰ ταῦτα δὲ ἐπήγαγεν τὸν κατακλυσμὸν καὶ ἦρεν ἅπαντας. Καὶ ἀληθεύει ἡ γραφὴ ἑκατὸν εἴκοσι ἔτη ἔσεσθαι τῇ γενεᾷ ἐκείνῃ ἐξότε ἠπείλησεν αὐτοῖς.

Τί δηλοῖ ἐν ταῖς Πράξεσιν ὁ Εὔτυχος πεσὼν ἀπὸ τοῦ τριστέγου, διαλεγομένου τοῦ Παύλου; Πᾶς νοῦς τὴν πρακτικὴν καθάπερ πρώτην στέγην ἀναβὰς καὶ τῇ φυσικῇ θεωρίᾳ ὡς δευτέρᾳ στέγῃ ἐπιστήσας ἑαυτὸν καὶ διὰ τῆς ἀνενδυάστου πίστεως τῷ τῆς θεολογίας ὕψει ὥσπερ τρίτῃ στέγῃ ἑαυτὸν ἐπιβιβάσας, εἶτα τοῦ θείου λόγου καταμελήσας καὶ νυστάξας, πίπτει ἀπὸ τοῦ εἰρημένου τριστέγου· εἰ δὲ ἐπιπίπτων αὐτῷ ὁ λόγος τῆς διδασκαλίας εὕρῃ ἐν αὐτῷ ζωτικόν τι καὶ μὴ πάντη διὰ τῆς ἀπογνώσεως ἐνεκρώθη, διὰ τῆς μετανοίας πάλιν ζωοποιεῖται.

Πῶς τῆς προθέσεως οὐ ταὐτῆς οὔσης ἓν τὸ δηνάριον λέγεται ἐν τῷ εὐαγγελίῳ δίδοσθαι παρὰ τοῦ οἰκοδεσπότου τοῖς ἐν τῷ ἀμπελῶνι καμοῦσιν, καὶ ὅτι αἱ κλήσεις διάφοροι; Φασί τινες τῶν ἁγίων πατέρων τὰς διαφόρους κλήσεις τὰς διαφόρους ἡλικίας σημαίνειν, ἕτεροι δὲ τὰς διαφόρους προθέσεις. Τὸ δὲ δηνάριον ὑπόθου εἶναι τὴν σωφροσύνην, ἀλλὰ πολλαὶ ταύτης αἱ διαφοραί· ὁ μὲν γὰρ ἔχων τὴν ἑαυτοῦ γυναῖκα, ταύτης τυχὼν φυλάττει κατὰ τοῦτο τὴν σωφροσύνην· ἔστιν δὲ ἄλλος ὑψηλότερος τούτου, ὅτι οὐ συνεχῶς κέχρηται τῇ ἀδείᾳ τοῦ νόμου· ἄλλος δὲ διὰ μόνην τὴν ἐκ διαδοχῆς παιδοποιΐαν τοῦ γένους ταύτῃ κέχρηται· ἕτερος δὲ μετὰ τὸ τυχεῖν ἑνὸς ἢ δευτέρου παιδὸς τέλεον ἀφίσταται τῆς γαμικῆς ὁμιλίας· ἔστιν δὲ ὁ πάντων τούτων ὑψηλότερος ὁ μηδόλως ἑαυτὸν ἐπιδώσας τῷ γάμῳ ἀλλὰ διὰ τὴν εἰς τὸν κύριον ἀγάπην τὴν παρθενίαν ἀσκῶν.

Ἔδειξεν οὖν ὁ λόγος πέντε προθέσεις, μίαν τῆς μιᾶς ὑψηλοτέραν, ἐν αἷς δηλοῦνται αἱ πέντε κλήσεις καὶ τὸ ἓν τῆς σωφροσύνης δηνάριον· τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν ἔκλαβε. Τί δηλοῖ τὰ κατὰ τὸν προφήτην Ἰωνᾶν καὶ τίς ἡ Ἰόππη ἐξ ἧς φεύγει;

Λαμβάνεται ὁ Ἰωνᾶς φεύγων ἀπὸ προσώπου κυρίου εἰς τὴν ἡμετέραν φύσιν· αὕτη γὰρ οὖσα εἰς Ἰόππην—ἑρμηνεύεται δὲ 〈κατασκοπὴ χαρᾶς,〉 δηλοῦται δὲ ὁ παράδεισος —ἔφυγεν διὰ τῆς παρακοῆς καὶ δίδωσιν ἑαυτὴν ἐν τῇ θαλάσσῃ τοῦ βίου καὶ χειμάζεται καὶ καταπίνεται ὑπὸ τοῦ νοητοῦ κήτους καὶ ἐμεῖται διὰ τῆς τοῦ κυρίου ἐν τῷ ᾅδῃ τριημέρου ταφῆς. Λαμβάνεται δὲ πάλιν καὶ εἰς τὸ προφητικὸν χάρισμα καὶ κηρύσσει ἐν τῇ Νινευή, τουτέστιν εἰς τὰ ἔθνη, καὶ ἀδημονεῖ ἐπὶ τῇ κολοκύνθῃ· ἔστιν δὲ ἡ κολόκυνθα ἡ σωματικὴ τοῦ νόμου λατρεία, ἣν ὁ σκώληξ ἐξήρανεν, ὁ κύριος Ἰησοῦς ὁ Χριστός, ὁ εἰπὼν «ἐγώ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος»· κατήργησεν γὰρ διὰ τῆς αὐτοῦ παρουσίας τὴν πρόσκαιρον τοῦ νόμου λατρείαν.

Τὸ δὲ εἶναι ἐν τῇ πόλει δώδεκα χιλιάδας οἵτινες οὐκ ἔγνωσαν δεξιὰν ἢ ἀριστεράν, σημαίνει τοὺς μήτε ὑπερβολῇ μήτε ἐλλείψει ἀλλὰ μεσότητι καὶ ὁδῷ βασιλικῇ τὴν ἀρετὴν μετιόντας. Τί δήποτε κόραξ διατρέφει τὸν Ἡλίαν πρωῒ μὲν ἄρτον, δείλης δὲ κρέα;

Ὁ κόραξ λαμβάνεται ἐπὶ τῆς φύσεως τῆς διὰ τῆς παρακοῆς μελανθείσης, Ἡλίας δὲ καθήμενος ἐν τῷ χειμάρρῳ λαμβάνεται ἐπὶ τοῦ νοὸς τοῦ γνωστικοῦ ἐν τῷ χειμάρρῳ τῶν πειρασμῶν καὶ τῶν πόνων τῆς ἀσκήσεως ἱδρυμένου. Οὗτος τρέφεται ἐκ τῆς μελανθείσης φύσεως πρωῒ μὲν ἄρτον, τουτέστιν γνῶσιν ἐκ τῆς τῶν ὄντων φυσικῆς θεωρίας συλλέγων, δείλης δὲ κρέα· μυεῖται γὰρ τὸ ἐπ᾽ ἐσχάτων τοῦ κυρίου γενησόμενον τῆς ἐνανθρωπήσεως μυστήριον, ὅτι πάντως ἐκ τοῦ μὴ ὄντος ὑποστήσας τὴν φύσιν, καὶ διαφθαρεῖσαν ἐπανορθώσηται.

Ἢ καὶ ἄλλως· Ἡλίας εἰς τύπον τοῦ κυρίου λαμβάνεται· αὐτὸς γὰρ λιμοῦ νοητοῦ πάσας τὰς καρδίας κατέχοντος, ἦλθεν ἐν τῷ χειμάρρῳ, τουτέστιν ἐν τῷ βίῳ, τῶν πειρασμῶν καὶ τῶν παθῶν ἑκὼν ἀνασχόμενος, καὶ οἱ ἴδιοι εἰς τὰ ἴδια ἐλθόντα οὐ παρέλαβον οὐδὲ ἔθρεψαν, τὰ δὲ ἔθνη τὰ τῇ εἰδωλολατρείᾳ μεμελανωμένα ὑπεδέξαντο καὶ ἔθρεψαν διὰ γνώσεως καὶ πράξεως, διὰ τοῦ ἄρτου τῆς γνώσεως δηλουμένης, διὰ δὲ τοῦ κρέατος τῆς πράξεως.

Τί ἐστιν τὸ ἐν τῷ ψαλμῷ «ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν»; Γίγας ἑρμηνεύεται 〈ἐπιπίπτων,〉 λαμβάνεται δὲ εἰς τὸν κύριον· αὐτὸς γὰρ ἠγαλλιάσατο κατὰ τὴν ὁδὸν τῆς οἰκονομίας τὴν ἡμετέραν σωτηρίαν πραγματευσάμενος, καὶ ἐπέπεσεν ταῖς δαιμονικαῖς φάλαγξιν, καταργήσας αὐτῶν τὴν καθ᾽ ἡμῶν δυναστείαν.

Ἐκ τοῦ 〈οα〉 ψαλμοῦ· ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. Δῆλον πᾶσίν ἐστιν ὡς περὶ τῆς ἐνσάρκου πολιτείας τοῦ κυρίου ὁ προφήτης τῷ πνεύματι ταῦτα προεῖπεν. Ἡμέραι δὲ τοῦ κυρίου εἰσὶν οὐχ ἃς ἐπὶ γῆς σωματικῶς διέτριψεν ἀλλ᾽ αἱ ἀρεταί, αἵτινες ἡμέρας δίκην φωτίζουσαι ἀνατέλλει〈ν〉 ἐν ἡμῖν τὴν δικαιοσύνην ποιοῦσιν. Ποίαν δικαιοσύνην ἢ τὴν ἀπονεμητικὴν ἕξιν τὴν μὴ ἐῶσαν ἐπανίστασθαι τὸ ἧττον τῷ κρείττονι, τουτέστιν τὸ φρόνημα τῆς σαρκὸς τῷ νόμῳ τοῦ πνεύματος; Πλῆθος δὲ εἰρήνης ἐν ἡμῖν γίνεται ὅτ᾽ ἂν κατευνασθέντα τὰ πάθη ἀστασίαστα πρὸς τὴν ψυχὴν διαμένουσιν· τὸ δὲ ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη τοῦτο δηλοῖ, ὅτι τοσαύτη γίνεται τῇ ψυχῇ ἐκ τῆς τοῦ θεοῦ γνώσεως τῆς ἀνατελλούσης ἡμῖν τὴν δικαιοσύνην ὥστε καὶ αὐτὰς ψιλὰς τὰς φαντασίας τῆς ἀλλοιωτῆς ἡμῶν φύσεως—αὕτη γὰρ ἡ σελήνη—τέλεον ἀνταναιρεθῆναι.

Καὶ κατακυριεύσῃ, φησίν, ἀπὸ θαλάσσης ἕως θαλάσσης· θάλασσαν ἐνταῦθα τὴν πρᾶξιν δηλοῖ, ἐξ ἧς ἀρχόμενος κυριεύει τῶν ὑποτασσομένων τῷ αὐτοῦ νόμῳ ἕως θαλάσσης, τῆς ἀπλέτου δηλονότι γνώσεως, ἐν ᾗ ἐννήχονται διὰ τῆς τῶν ὄντων θεωρίας οἱ ταύτης μέτοχοι. Ἢ καὶ θάλασσαν τὸ βάπτισμα νόησον, ἐν ᾧ κατὰ τὸν προφήτην ἀφανίζεται τὸ πρόσωπον τοῦ ἀντικειμένου εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὰ ὄπισθεν αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, πρώτην θάλασσαν, ὡς εἴρηται, λέγων τὸ βάπτισμα, ἐσχάτην δὲ τὴν ἀνάστασιν, ἐν ᾗ τὰ ὀπίσθια τοῦ ἐχθροῦ καταργοῦνται· τότε γὰρ ἡ φύσις ἡμῶν ἀποτίθεται τελείως τὸν διὰ τῆς παραβάσεως ἐντεθέντα νόμον τῆς ἁμαρτίας.

Ἢ καὶ ἄλλως· ἀφανίζεται τὸ πρόσωπον τοῦ διαβόλου, τουτέστιν αἱ πονηραὶ πράξεις, διὰ τῆς πρακτικῆς· αὐτὴ γάρ, ὡς εἴρηται, ἡ πρώτη θάλασσα· ἀφανίζεται δὲ καὶ τὰ ὀπίσθια, τουτέστιν αἱ προλήψεις τῶν κακῶν καὶ αἱ φαντασίαι, διὰ τῆς δευτέρας θαλάσσης, τουτέστιν τῆς γνώσεως.

Ἡ πρὸς Νικόδημον ἀπὸ τοῦ κυρίου γενομένη διάλεξις, ἐν ᾗ λέγει ὅτι τὸ πνεῦμα ὅπου θέλει πνεῖ καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, περὶ ποίου λέγει πνεύματος; Τινὲς μὲν περὶ τοῦ ἀερίου πνεύματος λέγειν τὸν κύριον νομίζουσιν, ἐμοὶ δὲ μᾶλλον φαίνεται ὅτι περὶ τοῦ ἁγίου πνεύματος λέγει. Τοῦτο γὰρ ἐξουσιαστικῶς ὅπου θέλει πνεῖ, θέλει δὲ ἐν τοῖς δεκτικοῖς καὶ καθαροῖς τὴν διάνοιαν· οὗτοι γὰρ ἐμπνεόμενοι τὰ θεῖα χαρίσματα, πόθεν μὲν ἐδόθη αὐτοῖς τὸ οἱονοῦν χάρισμα ἢ διὰ ποίαν αἰτίαν, οὐ γινώσκουσιν, οὐδὲ εἰς ποῖον τέλος καταντᾷ ἡ τοῦ χαρίσματος δωρεά, μόνον δὲ τὴν φωνὴν ἀκούουσιν, τουτέστιν αὐτὴν τὴν διὰ τῆς τοῦ βίου καθαρότητος τοῦ χαρίσματος ἐνέργειαν διαδεικνυμένην καὶ τρόπον τινὰ φωνὴν ἀφιεῖσαν, εἴτε διδασκαλίας ἐστὶν χάρισμα εἴτε ἰαμάτων εἴτ᾽ ἔτι *** *** *** Τί ἐστιν ἡ τοῦ πνεύματος βλασφημία καὶ πῶς πᾶν ἁμάρτημα ἀφεθήσεται τοῖς ἀνθρώποις, τοῖς δὲ εἰς αὐτὸ βλασφημοῦσιν οὐκ ἀφεθήσεται, οὔτε ἐν τῷ αἰῶνι τούτῳ οὔτε ἐν τῷ μέλλοντι;

Ἡ περὶ τῆς τοῦ πνεύματος βλασφημίας ἀπορία αὐτόθεν ἔχει τὴν λύσιν· τοῦ γὰρ κυρίου ἰάσεις ποιοῦντος ποικίλας, οἱ Ἰουδαῖοι τὰς τοῦ πνεύματος ἐνεργείας τῷ ἄρχοντι τῶν δαιμονίων ταύτας ἀνετίθεσαν. Τὸ δὲ οὔτε ἐνταῦθα οὔτε ἐν τῷ μέλλοντι ἄφεσιν γίνεσθαι τοῖς βλασφημοῦσιν, ἑξῆς ζητητέον. Φασί τινες τῶν τὰ τοιαῦτα διὰ τοῦ πνεύματος ἠκριβωκότων τέσσαρας εἶναι τρόπους δι᾽ ὧν συγχώρησις γίνεται ἁμαρτημάτων, δύο ἐνταῦθα καὶ δύο ἐν τῷ μέλλοντι.

Ἐπειδὴ γὰρ οὐκ ἐξικνεῖται ἡ μνήμη ὅλου τοῦ χρόνου μνημονεύειν τὰ σφάλματα, ἵνα ὑπὲρ αὐτῶν ἐνταῦθα μετανοήσῃ ὁ ἄνθρωπος, ᾠκονόμησεν φιλάνθρωπος ὢν ὁ δεσπότης τῆς φύσεως, καὶ ἡμῶν μὴ μετανοούντων, τρόπους μετανοίας· ἐν μὲν τῷ μέλλοντι, ὡς εἴρηται, δύο· ὅτ᾽ ἄν τις ἀδιαφόρως ἐνταῦθα ἁμαρτήσας καὶ πάλιν ἀδιαφόρως ἀγαθοεργήσας, εἴτε εἰς οἶκτον καὶ συμπάθειαν πρὸς τὸν πλησίον κινηθεὶς ἢ ὅσα ἄλλα φιλανθρωπίας ἐχόμενα, ταῦτα ἐν τῷ μέλλοντι αἰῶνι ἐν τῷ καιρῷ τῆς κρίσεως ζυγοστατούμενα, ἐφ᾽ ἃ τὴν ῥοπὴν ἕξει, συγχώρησις γίνεται· οὗτος μὲν ὁ εἷς τρόπος· δεύτερος δὲ οὗτος· ὅτ᾽ ἄν τις ἐν ἁμαρτίαις ἐνεχόμενος, ἀκούων δὲ τοῦ κυρίου λέγοντος «μὴ κρίνετε ἵνα μὴ κριθῆτε», φοβούμενος οὐδένα κρίνει, ἐν τῇ ἐξετάσει τῶν βεβιωμένων ὡς φύλαξ τῆς ἐντολῆς οὐ κρίνεται· τῆς γὰρ ἑαυτοῦ ἐντολῆς οὐκ ἐπιλήσμων ὁ ἀψευδέστατος.

Οἱ δὲ ἕτεροι δύο τρόποι ἐνταῦθα τὴν συγχώρησιν ἔχουσιν· ὅτ᾽ ἂν ἐν ἁμαρτίαις τις ὢν οἰκονομῆται ἐκ τῆς προνοίας ἐν συμφοραῖς, ἐν ἀνάγκαις, ἐν νόσοις—ὡς οὐκ οἷδεν γὰρ διὰ τῶν τοιούτων καθαίρει αὐτὸν ὁ θεός—καὶ εἰ μὲν εὐχαριστεῖ πειραζόμενος, τὸν ἐπὶ τῇ εὐχαριστίᾳ μισθὸν λαμβάνει, εἰ δὲ ἀχαριστεῖ, δι᾽ ἃς μὲν ἁμαρτίας παιδεύεται ἐκ τούτων καθαίρεται, τὴν δὲ ὑπὲρ τῆς ἀχαριστίας εἰσπράττεται ποινήν.

Ἐπεὶ οὖν ἅτινα εἰς ἀνθρώπους τις ἁμαρτάνει, ὡς ἔδειξεν ὁ λόγος, πολλὰς ἔχει προφάσεις συγχωρήσεων—ἁμαρτάνων γάρ τις εἰς ἄνθρωπον, ἄλλον δὲ ἄνθρωπον εὖ ποιῶν, εἰς ἣν φύσιν ἥμαρτεν, αὐτῇ καὶ ἀπελογήσατο—ἡ δὲ εἰς τὸ πνεῦμα βλασφημία—ἔστιν δὲ ἡ ἀπιστία μὴ ἔχουσα ἑτέραν πρόφασιν συγχωρήσεως εἰ μὴ τὸ γενέσθαι πιστόν—, εἰκότως τῷ ἐν τῇ ἀπιστίᾳ τὸν βίον κατακλείσαντι οὔτε ἐνταῦθα οὔτε ἐν τῷ μέλλοντι ἀφεθήσεται τῆς ἀπιστίας καὶ ἀθεΐας ἡ ἁμαρτία.

Ἐκ τοῦ εὐαγγελίου· ἀμὴν λέγω ὑμῖν· εἰσί τινες τῶν ὧδε ἑστώτων οἵτινες οὐ μὴ γεύσονται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει. Ταῦτα μὲν ὁ Μάρκος, ὁ δὲ Ματθαῖος· ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ.

Ἐπειδὴ ὁ τοῦ θεοῦ λόγος τοῖς καθ᾽ ἱστορίαν γινομένοις οὐ περιγράφεται, ἀλλὰ πάντοτε ἐνεργὴς ὢν ἡλίου δίκην τὸ οἰκεῖον φῶς ἐπιλάμπει, οὐ μόνον κατὰ τὴν ἱστορίαν τοῖς μαθηταῖς ἔλεγεν τὸ εἰσίν τινες τῶν ὧδε ἑστώτων, ἀλλὰ καὶ περὶ πάντων τῶν κατ᾽ αὐτοὺς τῇ ἀρετῇ διαλαμψάντων λέγει ἀντὶ τοῦ «τῶν τῇ βάσει τῶν ἀρετῶν πλησίον μου ἐχόντων τὴν στάσιν». Τὸ δὲ οὐ μὴ γεύσονται θανάτου εἴρηται μὲν καὶ περὶ τῶν ἀποστόλων, ὅτι οὐ μὴ γεύσονται τοῦ φυσικοῦ θανάτου ἕως ἂν ἴδωσιν διὰ τῆς μεταμορφώσεως τὴν εἰκόνα τῆς μελλούσης ἔσεσθαι τοῖς ἁγίοις λαμπρότητος.

Ἀλλ᾽ ἐπειδὴ οἶδεν ὁ λόγος διαφόρους θανάτους—καὶ γὰρ ἡ τῶν παθῶν νέκρωσις θάνατος λέγεται· ἀλλὰ καὶ ὁ πρακτικός, ἡνίκα τὴ〈ν〉 πρὸς τὰ πάθη μάχη〈ν〉 ἀφέμενος ἐπὶ τὴ〈ν〉 φυσικὴ〈ν〉 θεωρίαν ἔλθῃ, ἀπέθανεν τῇ προτέρᾳ καταστάσει, ἐνασχολούμενος τῇ τῶν ὄντων θεωρίᾳ, ἀργήσας ἐκ τῆς κατὰ τὴν πρᾶξιν ἀγωνιστικῆς μάχης· ἀλλὰ καὶ ὁ περάσας τὴν φυσικὴν θεωρίαν καὶ πάντα τὰ αἰτιατὰ καταλιπὼν καὶ εἰς τὸν αἴτιον ἐλθὼν διὰ τῆς θεολογικῆς ἀποφάσεως, καὶ οὗτος ἔθανεν τῇ προτέρᾳ καταστάσει, μηκέτι ἐν τοῖς πεποιημένοις κινούμενος ἀλλ᾽ ἐν τῷ ποιητῇ τῶν ὅλων μεταβιβάσας τὴν κίνησιν—περὶ οὖν τοῦ κατὰ ἀφαίρεσιν πάντων γινομένου θανάτου λέγει ὅτι οὐ μὴ γεύσονται αὐτοῦ, τουτέστιν οὐ μὴ πάθωσιν αὐτὸν οἱ τῶν ἀποστόλων κατ᾽ ἀρετὴν ἰσοστάσιοι, ἕως οὗ μεταμορφωθεὶς ὁ κύριος παραδείξει ἑαυτὸν μηκέτι καταφασκόμενον ἐκ τῆς τῶν ὄντων θέσεως, ἀλλὰ τῇ κατὰ ἀπόφασιν θεολογίᾳ παραδεικνὺς τὸ ἀπρόσιτον τῆς θεότητος κρύφιον.

Τὸ δὲ λέγειν τὸν μὲν ἕνα τῶν εὐαγγελιστῶν «ἐρχόμενον τὸν υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ», τὸν δὲ ἕτερον «ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει», τοῦτο σημαίνει· ἐπειδὴ κατὰ μὲν τὴν θεότητα ἔστιν υἱὸς τοῦ θεοῦ, κατὰ δὲ τὸ ἀνθρώπινον γέγονεν δι᾽ ἡμᾶς υἱὸς ἀνθρώπου, καθ᾽ ὃ μὲν οὖν ἐστιν υἱὸς τοῦ θεοῦ ἀεὶ τὴν δόξαν κέκτηται, κατὰ δὲ τὸ γενέσθαι υἱὸς ἀνθρώπου λέγεται ἔρχεσθαι ἐν τῇ δόξῃ αὐτοῦ. Οὕτως γὰρ ἐδόξασεν τὴν προσληφθεῖσαν ἀνθρωπότητα ὅτι ὥσπερ ἐν τῷ παθητῷ σώματι ὢν ὤφθη ἐν τῷ ὄρει μεταμορφωθείς, οὕτως ἡμεῖς ἐν τῇ ἀναστάσει ἄφθαρτον ἀπολαμβάνοντες σῶμα ἐσόμεθα· τὸ γὰρ εἰπεῖν ἐληλυθυῖαν ἐν δυνάμει ἐσήμανεν ὡς οὔπω ἐνεργείᾳ πάρεστιν ἡ ἐλπιζομένη τῶν ἁγίων ἄφθαρτος καὶ αἰώνιος βασιλεία.

Καὶ ἐγένετο μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.

Τὸ μεθ᾽ ἡμέρας ἓξ σημαίνει ὅτι ἐπειδὴ ἐν ἓξ ἡμέραις ὁ θεὸς τὴν φαινομένην κτίσιν εἰς τὸ εἶναι παρήγαγεν, οἵτινες τῇ περιουσίᾳ τῶν ἀρετῶν καὶ τῆς γνώσεως τὰ φαινόμενα πάντα διέβησαν, οὗτοι τῷ λόγῳ συναναβαίνουσιν ἐν τῷ τῆς θεολογίας ὄρει. Ἀλλ᾽ ἐπειδὴ ὁ Λουκᾶς ὀκτὼ ἡμερῶν ἐμνημόνευσεν καὶ δοκεῖ ἐναντιότητα τῶν εὐαγγελιστῶν δεικνύειν, τὸ ἄπορον ἐν τούτοις οἶμαι τὴν ἐπίλυσιν δέχεσθαι καὶ συντρέχειν τὴν ἱστορίαν ἁρμοδίως τῇ θεωρίᾳ· ὥσπερ γὰρ κατὰ τὴν ἱστορίαν ὁ τὰς ἓξ ἡμέρας εἰπὼν τὰς ἐν τῷ μέσῳ εἶπεν, ὁ δὲ τὰς ὀκτὼ εἰπὼν καὶ τὴν ἀρχὴν ἐν ᾗ εἶπεν ὁ κύριος καὶ τὸ τέλος ἐν ᾗ ἡ μεταμόρφωσις γέγονεν ἐσήμανεν, οὕτως καὶ κατὰ τὴν θεωρίαν· ἐπειδὴ γὰρ ὁ ἄνθρωπος διὰ τῆς παραβάσεως εἰς τὸ παρὰ φύσιν ἐξωλίσθησεν, δεῖ τὸν θέλοντα συναναβῆναι τῷ λόγῳ εἰς τὸ τῆς θεολογίας ὄρος πρῶτον μὲν καθάπερ μίαν ἡμέραν περᾶσαι τὰ παρὰ φύσιν καὶ καθάπερ ἓξ ἡμέρας περᾶσαι τὴν φύσιν καὶ γενέσθαι ἐν τῇ ὑπὲρ φύσιν, ἥτις ἐστὶν ὀγδόη· ὑπερθετικὴ γὰρ τοῦ χρόνου αὕτη καὶ τὴν μέλλουσαν χαρακτηρίζει κατάστασιν.

Διατί δὲ παραλαμβάνει Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μόνους κατ᾽ ἰδίαν; Ὡς ἀεὶ τοῦ λόγου τὴν ὀχλώδη καὶ ταραχῆς ἀνάμεστον ἐκνεύοντος κατάστασιν, καὶ ἐπειδὴ ὁ Πέτρος κατὰ τὸ πρῶτον τοῦ Σίμωνος ὄνομα 〈ὑπακοὴ〉 ἑρμηνεύεται, κατὰ δὲ τὸ Πέτρος δηλοῖ τὴν ἀτρεψίαν, σημαίνεται δὲ διὰ τούτων ἡ κατὰ τῶν τῆς ὑπακοῆς τῶν ἐντολῶν ἄτρεπτος καὶ ἀμετακίνητος εἰς θεὸν πίστις, ὁ δὲ Ἰάκωβος ἑρμηνεύεται 〈πτερνιστής,〉 δηλοῦται δὲ διὰ τούτου ἡ ἐλπίς—εἰ μὴ γάρ τις ἐλπίσῃ τῶν παρερχομένων τούτων καὶ φθαρτῶν ἀντιλαμβάνειν τὰ ἀπαρόδευτα καὶ ἄφθαρτα, οὐκ ἂν τὸν τὴν ἀπάτην ἀεὶ ἐν τοῖς αἰσθητοῖς ἔχοντα διάβολον πτερνίσαι δύναται—, ὁ δὲ Ἰωάννης ἑρμηνεύεται 〈περιστερά,〉 δηλοῦται δὲ διὰ τούτου ἡ ἀγάπη, ἐπειδὴ ἡ πραότης οὐδὲν ἕτερόν ἐστιν ἢ θυμοῦ καὶ ἐπιθυμίας εἰς τὰ παρὰ φύσιν ἀκινησία, ὁ δὲ μήτε 〈δι᾽〉 ἐπιθυμιῶν μήτε δι᾽ ἀποτυχίαν ὧν ἐπιθυμεῖ εἰς θυμὸν ἐρχόμενος προδήλως πάντας ἀγαπᾷ, τοῖς οὖν κτησαμένοις πίστιν, ἐλπίδα τε καὶ ἀγάπην συναναβαίνει ὁ λόγος εἰς τὸ τῆς θεολογίας ὄρος καὶ μεταμορφοῦται ἔμπροσθεν αὐτῶν, οὐκέτι τῷ θεὸς λέγεσθαι καὶ ἅγιος καὶ βασιλεὺς καὶ τὰ τοιαῦτα καταφασκόμενος, ἀλλὰ κατὰ τὸ ὑπέρθεος καὶ ὑπεράγιος καὶ πάντα τὰ καθ᾽ ὑπεροχὴν λεγόμενα ἀποφασκόμενος.

Πρόσωπον δὲ τοῦ λόγου ἐστίν, ὅπερ ἔλαμψεν ὥσπερ ἥλιος, ἡ χαρακτηριστικὴ τῆς οὐσίας αὐτοῦ κρυφιότης, ᾗπερ ἐνατενίσαι τῇ τῶν λογισμῶν ἑρμηνείᾳ 〈ἀ〉δύνατον, ὥσπερ οὐδὲ τῇ λαμπρότητι τοῦ ἡλίου, κἂν εἰ πάνυ τις τὴν ὀπτικὴν δύναμίν ἐστιν κεκαθαρμένος. Ἀλλ᾽ ἐπειδὴ ἱμάτιον ἐμνήσθη ἡ γραφή, χρὴ κατὰ τὸν εἱρμὸν τῆς ἀκολουθίας καὶ τοῦ σώματος μνείαν ποιήσασθαι. Σῶμα οὖν τοῦ λόγου ἐστὶν ἡ τῶν ἀρετῶν οὐσία, οἷον, ἡ ἀγαθότης, ἡ πραότης καὶ τὰ τοιαῦτα· ἱμάτια δὲ τοῦ λόγου εἰσὶν τὰ τῆς γραφῆς ῥήματα καὶ ἡ προβεβλημένη καὶ ἐκ θεοῦ τὸ εἶναι λαβοῦσα κοσμουργία, ἅπερ λευκὰ βλέπουσιν οἱ τὸ μὲν γράμμα τῆς θείας γραφῆς ἀποξέοντες τῆς ἐπικειμένης παχύτητος καὶ τῇ τοῦ πνεύματος θεωρίᾳ τὸ λαμπρὸν τῶν νοημάτων ἐποπτεύοντες κάλλος καὶ οἱ τὴν αἰσθητὴν κτίσιν τῇ περιαιρέσει τῆς κατ᾽ αἴσθησιν ἀπάτης λαμπρῶς ἐποπτεύοντες καὶ ἐκ μεγέθους καλλονῆς τὸν ταύτης δημιουργὸν ἀναλόγως συλλογιζόμενοι.

Καὶ ἰδοὺ ὤφθησαν Μωυσῆς καὶ Ἡλίας συλλαλοῦντες αὐτῷ· ἀποκριθεὶς δὲ Πέτρος εἶπε τῷ Ἰησοῦ· «Κύριε, καλόν ἐστιν ἡμᾶς εἶναι ὧδε· εἰ θέλεις, ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσῇ μίαν καὶ Ἡλίᾳ μίαν.» Οἱ γὰρ διαβαίνοντες ἀπὸ τοῦ γράμματος εἰς τὸ πνεῦμα ὁρῶσιν τόν τε νόμον καὶ τοὺς προφήτας συνόντας τῷ λόγῳ καὶ διαπρυσίῳ καταγγέλλοντας φωνῇ τὴν αὐτοῦ παρουσίαν. Τίνος δὲ χάριν σκηνῶν ὁ Πέτρος ἐμνημόνευσεν;

Ἐπειδὴ πᾶσα γνῶσις καὶ πᾶσα ἀρετή, συγκρινομένη τῇ μελλούσῃ καταστάσει, σκηνῆς εὐκαταλύτου οὐδὲν διενήνοχεν, κατὰ τὸν Ἀπόστολον φάσκοντα «εἴτε προφητεῖαι παύσονται εἴτε γνῶσις καταργηθήσεται». Τρεῖς δὲ σκηναί εἰσιν· πραγματική, φυσικὴ καὶ θεολογική· καὶ τὴν μὲν θεολογικὴν ὡς θεῷ τῷ κυρίῳ ἀπένειμεν, τὴν δὲ φυσικὴν θεωρίαν τῷ Μωυσῇ ὡς γεγραφότι τὴν τῶν ὅλων γέννησιν, τὴν δὲ πρακτικὴν τῷ Ἡλίᾳ ὡς παρθένῳ καὶ ζηλωτῇ καὶ ἀσκητῇ.

Τίς ὁ λόγος τοῦ Μωσέα καὶ Ἡλίαν τεσσαράκοντα ἡμέρας νηστεῦσαι καὶ τί δήποτε ὁ κύριος ὥσπερ τὰ τῶν δούλων ἐπισφραγίσας κατεδέξατο καὶ αὐτὸς τὰς αὐτὰς 〈μ〉 ἡμέρας ἄσιτος διαμεῖναι καὶ τί σημαίνει ὁ τεσσαράκοντα ἀριθμός;

Ὁ μὲν τεσσαρακοστὸς ἀριθμὸς ὡς κακωτικὸς πολλαχοῦ ἐν τῇ θεοπνεύστῳ παρείληπται γραφῇ, ὡς οἱ κακοπαθήσαντες ἐν τῇ ἐρήμῳ Ἰσραηλῖται τεσσαράκοντα ἔτη καὶ οἱ αὐτοὶ δουλεύσαντες ἐν Αἰγύπτῳ τετρακόσια ἔτη. Ἀλλὰ γὰρ καὶ ὁ κόσμος οὗτος ἐν ᾧ τὴν κάκωσιν ὑπομένομεν ἐκ τεσσάρων συνίσταται στοιχείων. Ὁ οὖν Μωυσῆς ὡς πρῶτος νομοθετήσας καὶ νηπίοις οὖσι τοῖς Ἰουδαίοις τὸν νόμον παραδούς, τεσσαράκοντα νηστεύει ἡμέρας, σημαίνων ὅτι ἡ κατ᾽ αὐτὸν νομοθεσία τῶν κατὰ πρᾶξιν ἁμαρτημάτων τὴν ἀποχὴν νομοθετεῖ· πᾶσα γὰρ ἁμαρτία ἐκ τῶν αἰσθητῶν καὶ τῶν αἰσθήσεων συνίστασθαι πέφυκεν. Ὁ δὲ Ἡλίας τοῦ προφητικοῦ χαρίσματος τύπον φέρων ὡς ὑπεραναβεβηκὼς τὰ νομικὰ παραγγέλματα νηστεύει τεσσαράκοντα ἡμέρας, σημαίνων ὅτι τὸ προφητικὸν χάρισμα τὴν ἀποχὴν τῶν συγκαταθέσεων νομοθετεῖ. Ὁ δὲ κύριος ὡς πληρωτὴς τοῦ νόμου καὶ μόνος ἄρας τὴν ἁμαρτίαν τοῦ κόσμου, νηστεύσας τὰς τεσσαράκοντα ἡμέρας, δέδωκεν ἡμῖν δύναμιν οὐ μόνον τῶν κατὰ πρᾶξιν καὶ συγκατάθεσιν ἁμαρτιῶν ἀπέχεσθαι ἀλλὰ καὶ αὐτῶν τῶν ψιλῶν φαντασιῶν ἀνωτέρους γενέσθαι.

Τί σημαίνει ἐν τῷ εὐαγγελίῳ ὅτε [μετὰ τὸ] πάντα πειρασμὸν τοῦ διαβόλου τοῦ κυρίου ἀποκρουσαμένου ἐπισημαίνεται ὁ εὐαγγελιστὴς ὅτι ἀπέστη ἀπ᾽ αὐτοῦ ὁ διάβολος ἄχρι καιροῦ; Ποίου ἄρα καιροῦ; Διπλῶν τῶν πειρασμῶν ὄντων, ἑκουσίων τε καὶ ἀκουσίων, τουτέστιν ἡδονικῶν τε καὶ ἐπιπόνων, πρῶτον μὲν διὰ τῶν ἡδονικῶν πειράσας τὸν κύριον ὁ διάβολος, διά τε γαστριμαργίας καὶ φιλαργυρίας καὶ κενοδοξίας—πάντα γὰρ ταῦτα ἡδονῆς εἰσιν ποιητικά—καὶ ἀποκρουσθείς, ἀπέστη ἄχρι καιροῦ. Ποίου καιροῦ; Τοῦ κατὰ τὸν σταυρὸν πάθους, ἵνα καὶ διὰ τῶν ἀκουσίων καὶ ἐπιπόνων πειρασμῶν, ὡς ᾤετο, προσβαλὼν τῷ κυρίῳ, δυνηθείη εὑρεῖν ἐν αὐτῷ τι τῶν ἀνθρωπίνων παθῶν· ἀπεκρούσθη δὲ καὶ διὰ τούτων, καὶ θριαμβευθεὶς ἐν τῷ σταυρῷ κατηργήθη.

Ἐπειδὴ μεμαρτύρηται ὁ Ἰωάννης ὑπ᾽ αὐτοῦ τοῦ κυρίου μείζων πάντων τῶν ἐν γεννητοῖς γενέσθαι—καὶ γὰρ καὶ ὁ βίος αὐτοῦ καθαρὸς καὶ ἁμαρτίας πάσης κεχωρισμένος ἦν—, τίνος *** *** ***

Τοῦ ἁγίου Μαξίμου ἐρωτήσεις διάφοροι καὶ ἐκλογαὶ διαφόρων κεφαλαίων ἀπορουμένων Τίνες ἀρεταὶ ψυχῆς καὶ τίνες σώματος; Ἀρεταὶ ψυχῆς εἰσιν αὗται· ἀγάπη, ταπείνωσις, πραότης, μακροθυμία, ἀνεξικακία, ἀμνησικακία, ἀοργησία, τὸ ἄθυμον, τὸ ἄφθονον, τὸ ἄκριτον, τὸ ἀκενόδοξον, ἐλεημοσύνη, σωφροσύνη, 〈τὸ〉 ἀφιλάργυρον, συμπάθεια, τὸ ἄτυφον, τὸ ἀνυπερήφανον, 〈τὸ〉 κατανυκτικόν. Ἀρεταὶ δὲ σώματός εἰσιν αὗται· νηστεία, χαμευνία, ἀγρυπνία, ἐγκράτεια, ἀκτημοσύνη, τὸ ἀπερίσπαστον.

Τί ἐστιν τὸ ἐν τῷ Ἀποστόλῳ εἰρημένον «ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ»; Ψάλλει τις τῷ πνεύματι ὅτ᾽ ἂν μόνον τὴν προφορὰν τῶν ψαλλομένων διὰ γλώσσης φέρει· ψάλλει δὲ τῷ νοῒ ὅτ᾽ ἂν τὴν δύναμιν τῶν ψαλλομένων γινώσκων τῇ θεωρίᾳ εὐφραίνεται.

Τί ἐστιν· ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου; Ἐπειδὴ ὁ προηγούμενος σκοπὸς τοῦ θεοῦ ἦν τοῦ μὴ διὰ γάμου γεννᾶσθαι ἡμᾶς καὶ φθορᾶς, ἡ δὲ παράβασις τῆς ἐντολῆς τὸν γάμον εἰσήγαγεν διὰ τὸ ἀνομῆσαι τὸν Ἀδάμ, τουτέστιν ἀθετῆσαι τὸν ἐκ θεοῦ δοθέντα αὐτῷ νόμον, πάντες οὖν οἱ ἐξ Ἀδὰμ γεννώμενοι ἐν ἀνομίαις συλλαμβάνονται, ὑποπίπτοντες τῇ τοῦ προπάτορος καταδίκῃ. Τὸ δὲ καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου σημαίνει ὅτι ἡ Εὔα ἡ πάντων ἡμῶν μήτηρ πρώτη ἐκίσσησεν τὴν ἁμαρτίαν ὥσπερ ὀργῶσα τὴν ἡδονήν. Διὰ τοῦτο καὶ ἡμεῖς τῇ τῆς μητρὸς ὑποπίπτοντες καταδίκῃ κισσᾶσθαι λέγομεν ἐν ἁμαρτίαις.