Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα καὶ ἀπορίαι

Μάξιμος ὁ Ὁμολογητής

Ζητήματα δογματικής, αμαρτίας και θείας δικαιοσύνης

Ταξινόμηση των σταδίων της αμαρτίας, διάκριση των ειδών δικαιοσύνης, ζητήματα τριαδολογίας και ερμηνεία χωρίων περί κρίσεως και απαθείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 10 από 11

Τί ἐστιν τὸ παρὰ τοῦ Ἀποστόλου λεγόμενον «ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν συγγενῶν μου»; Ηὐχόμην, φησίν, παραδοθῆναι ἀπὸ τοῦ Χριστοῦ τῷ διαβόλῳ ὥστε μαστιγωθῆναι καὶ τὰς ὑπὲρ τοῦ Ἰσραὴλ κολάσεις ὑπομεῖναι, ἅσπερ κατὰ τὸ δίκαιον ἐχρεώστουν ὑπὲρ τῆς εἰς θεὸν αὐτῶν ἀπιστίας, μόνον ἵνα σωθῶσιν· καθ᾽ ὃν τρόπον καὶ ὁ κύριος παρέδωκεν ἑαυτὸν καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα.

Κατὰ πόσους τρόπους ἐξαμαρτάνει ὁ ἄνθρωπος; Οἶμαι κατὰ τέσσαρας τρόπους ἁμαρτάνειν τὸν ἄνθρωπον, κατὰ συναρπαγήν, κατὰ ἀπάτην, κατὰ ἄγνοιαν, κατὰ διάθεσιν. Καὶ αἱ μὲν πρῶται τρεῖς εὐχερῶς εἰς ἐπίγνωσιν καὶ μετάνοιαν ἔρχονται, ὁ δὲ ἐκ διαθέσεως ἁμαρτάνων καὶ μήτε τῇ πείρᾳ μήτε τῷ χρόνῳ εἰς μετάνοιαν ἐρχόμενος ἀνήκεστον ἔχει τὴν κόλασιν.

Τί δηλοῖ ἐν τῷ εὐαγγελίῳ ὁ κύριος λέγων ὅτι δύο στρουθία ἀσσαρίου πωλεῖται; Φασὶ τὸ ἀσσάριον δεκάνουμον εἶναι· δηλοῦται δὲ διὰ τοῦ δέκα τὸ ἰῶτα γράμμα· ἀρχὴ δέ ἐστιν τοῦτο τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐξαγοράζεται οὖν διὰ τοῦ ὀνόματος τοῦ κυρίου ὁ παλαιὸς καὶ ὁ νέος λαός, καὶ ὁ ἔσω καὶ ὁ ἔξω ἄνθρωπος.

Τί ἐστιν τὸ ἀπὸ Ἐλισσαίου, ἀναλαμβανομένου τοῦ Ἡλίου, ῥηθὲν «ποῦ ὁ θεὸς ἀφφώ;» Κατὰ τρεῖς ἐπιβολὰς ἑρμηνεύεται· ἢ «ποῦ ὁ θεὸς τοῦ πατρός μου;» ἢ «ποῦ ὁ θεὸς τοῦ μεγάλου μου;» ἢ «ποῦ ὁ θεὸς τοῦ κρυβέντος;» Κατὰ πόσους τρόπους αἱ ἀλληγορίαι καὶ τί ἐστιν τροπολογία;

Ἀλληγορία ἐστὶν ἡ ἐπὶ τῶν ἀψύχων, οἷον, ὀρέων, βουνῶν, δένδρων καὶ τῶν λοιπῶν. Τροπολογία δέ ἐστιν ἡ ἐπὶ τῶν ἡμετέρων μελῶν, οἷον, κεφαλῆς, ὀφθαλμῶν καὶ τῶν λοιπῶν· τροπολογία γὰρ ἀντὶ τοῦ τρέπεσθαι λέγεται.

Τί ἐστιν τὸ ἐν τῷ ψαλμῷ εἰρημένον «καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον»; Ὁ τὴν τοῦ ὁμοπίστου πρᾶξιν κακηγορῶν καὶ ὥσπερ ἐγκαθήμενος τῇ τούτου λοιδορίᾳ, οὗτος εἰκότως λέγεται κατὰ τοῦ ἀδελφοῦ καταλαλεῖν. Ὁ δὲ τὸν υἱὸν τῆς σοφίας κοσμούμενον φθόνῳ φερόμενος ἐνδιαβάλλων καὶ πάντας σκανδαλίζων, οὗτός ἐστιν ὁ τιθεὶς τῷ υἱῷ τῆς μητρὸς σκάνδαλον.

Ἐπειδὴ ἐν τῷ ἁγίῳ Διαδόχῳ ἐν τῷ ἑκατοστῷ κεφαλαίῳ γέγραπται κριθήσεσθαί τινας διὰ πυρὸς καὶ καθαίρεσθαι ἐν τῷ μέλλοντι αἰῶνι, παρακαλῶ ἐκκαλυφθῆναί μοι διὰ τῆς σαφηνείας τὸν σκοπὸν τοῦ πατρός. Οἱ τὸ τέλειον τῆς πρὸς θεὸν ἀγάπης κεκτημένοι καὶ τὸ πτερὸν τῆς ψυχῆς διὰ τῶν ἀρετῶν μετεωρίσαντες, κατὰ τὸν Ἀπόστολον ἐν νεφέλαις ἁρπάζονται καὶ εἰς κρίσιν οὐκ ἔρχονται.

Οἱ δέ γε μὴ πάντη τὸ τέλειον κτησάμενοι ἀλλὰ καὶ ἁμαρτήματα καὶ κατορθώματα κεκτημένοι, οὗτοι ἐν τῷ δικαστηρίῳ τῆς κρίσεως ἔρχονται κἀκεῖ διὰ τῆς τῶν ἀγαθῶν καὶ φαύλων πράξεων ἀντεξετάσεως οἱονεὶ πυρούμενοι, εἴπερ ἡ τῶν ἀγαθῶν πλάστιγξ ἐπιβαρήσει, καθαίρονται τῆς κολάσεως.

Περὶ διαφόρων δικαιοσυνῶν. Τρεῖς δικαιοσύνας οἱ τὰ θεῖα σοφοὶ λέγουσιν εἶναι, ἀνθρωπίνην, ἀγγελικὴν καὶ θείαν· καὶ τὴν μὲν ἀνθρωπίνην φασὶν τὴν ἐν τοῖς αἰσθητοῖς τοῦ κόσμου τούτου ἰσονεμίαν τε καὶ εὐγνωμοσύνην, τὴν ἀγγελικὴν δὲ τῆς θείας γνώσεως ἄφθονον μετάδοσιν· τὴν δὲ θείαν δικαιοσύνην ὁρίζονται τὸ πάσχειν ὑπὲρ τῶν ἁμαρτανόντων.

Τίνος χάριν ἐπιτιμήσας ὁ κύριος τῷ Πέτρῳ εἴρηκεν αὐτὸν σατανᾶν; Οὐχ ὥς τινες νομίζουσιν τὸν Πέτρον ἀποκαλεῖ σατανᾶν ὑβριστικῶς ὁ κύριος, ἀλλ᾽ ἐπειδὴ αἱ τοῦ κυρίου στερήσεις ἡμῶν ἕξεις ἐγένοντο, οἷον, ὁ αὐτοῦ θάνατος ἡμῖν ζωὴ γέγονεν, ἡ αὐτοῦ ἀτιμία ἡμῖν ἐγένετο δόξα. Ὁ οὖν ἀπόστολος Πέτρος, τοῦ κυρίου λέγοντος μέλλειν πάσχειν αὐτόν, ὑπελάμβανεν τῇ φύσει τῶν πραγμάτων ἑπόμενος ὡς ἀδύνατόν ἐστιν τὴν ζωὴν ἀποθνῄσκειν ἢ τὴν τοσαύτην δόξαν ἀτιμασθῆναι. Ὁ οὖν κύριος τὴν ὑπόνοιαν ταύτην ἀναιρῶν, ὡς οὐ δεῖ φύσεως ἀκολουθίαν ἐν τοῖς ὑπὲρ φύσιν ἐπιζητεῖν—διὰ γὰρ τῶν ἐναντίων ταῦτα ποιήσας, βεβούλευται διὰ θανάτου ζωήν, δι᾽ ἀτιμίας δόξαν—ὡς οὖν ἀντικειμένην αὐτοῦ τὴν ὑπόνοιαν ταύτην λέγει· «ὕπαγε ὀπίσω μου» ἀντὶ τοῦ «ἕπου μου τῇ βουλῇ καὶ μὴ προλάμβανε ζητῶν ἀκολουθίαν πραγμάτων». Τὸ δὲ σατανᾶς ὄνομά φασιν 〈ἀντικείμενον〉 ἑρμηνεύεσθαι· ὅπερ ὁ κύριος οὐχ ὑβριστικῶς προήγαγεν ἀλλ᾽ ὡσανεὶ ἔλεγεν «ἀντικείμενέ μου τῷ σκοπῷ».

Πῶς ὀφείλομεν εὐσεβῶς νοῆσαι τὸ τοῦ εὐαγγελίου, ὅτι «ὁ πατὴρ κρίνει οὐδένα ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ» καὶ πῶς ἐν ἄλλῳ τόπῳ λέγει ὅτι «ἐγὼ κρίνω οὐδένα ἀλλ᾽ ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτόν»;

Καθ᾽ ὃ θεός ἐστιν, οὐδὲ ὁ πατὴρ οὐδὲ ὁ υἱὸς κρινεῖ οὐδένα· οὐδὲ γὰρ ἄνθρωπος ἀλόγων γίνεται κριτὴς ἀλλ᾽ ἀνθρώπων. Ὁ δὲ πατὴρ δέδωκεν τῷ υἱῷ τὴν κρίσιν, οὐ καθ᾽ ὃ θεός ἐστιν ὁ υἱὸς ἀλλὰ καθ᾽ ὃ ἄνθρωπος γέγονεν. Κρινεῖ δὲ πάντας συγκρίνων τὴν ἑαυτοῦ ὡς ἀνθρώπου πολιτείαν πρὸς ἡμᾶς. Πάλιν δὲ ὁ λόγος αὐτοῦ κρινεῖ, τουτέστιν ἡ διδασκαλία, ἥντινα διὰ τῶν ἔργων ἐνεδείξατο κατὰ τὸ γεγραμμένον «ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν».

Τί δηλοῖ τὸ τῶν Παροιμιῶν αἴνιγμα τὸ ἐὰν πεινᾷ ὁ ἐχθρός σου ψώμιζε αὐτόν, ἐὰν διψᾷ πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ; Ἐχθρὸν ἔχομεν κατὰ τῆς ψυχῆς τὸ ἡμέτερον σῶμα, ἀεὶ διὰ τῆς ἐπαναστάσεως τῶν παθῶν πολεμοῦν ἡμᾶς. Ἐὰν οὖν ἐκ τῆς συνειδήσεως πιεζόμενον τὸ τῆς σαρκὸς φρόνημα πεινᾷ, τουτέστιν ὀρέγεται σωτηρίας, ἢ διψᾷ θείαν γνῶσιν, δέον τρέφειν αὐτὸ δι᾽ ἐγκρατείας καὶ πόνων καὶ ποτίζειν τῇ μελέτῃ τῶν θείων λογίων. Οὕτως γὰρ σωρεύεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, τουτέστιν ἐπὶ τὸν νοῦν· ἄνθρακες πυρός, θεῖοι καὶ πνευματικοὶ λογισμοί.

Τί σημαίνει τὸ ἐν τῷ ἑκατοστῷ πρώτῳ ψαλμῷ εἰρημένον «ὡμοιώθην πελεκᾶνι ἐρημικῷ»; Ὁ πελεκὰν οὗτος ὄρνεόν ἐστιν· ὁ δὲ ὄφις πολὺ ἐχθραίνει τῶν νεοττῶν αὐτοῦ. Αὐτὸς δὲ τί μηχανᾶται; Εἰς ὕψος πήγνυσι τὴν καλιὰν αὐτοῦ, πανταχόθεν περιφράσσων αὐτὴν διὰ τὸν ὄφιν. Τί οὖν ποιεῖ ὁ κακομήχανος ὄφις; Περισκοπεῖ ὅθεν πνέει ὁ ἄνεμος κἀκεῖθεν ἐμφυσᾷ τοῖς νεοττοῖς τὸν ἰὸν αὐτοῦ καὶ τελευτῶσιν. Ἔρχεται οὖν ὁ πελεκὰν καὶ θεωρεῖ ὅτι ἀπέθανον αὐτοῦ τὰ παιδία καὶ σκοπεῖ νεφέλην καὶ πέταται εἰς ὕψος καὶ μετὰ τῶν πτερύγων τύπτει αὐτοῦ τὰς πλευρὰς καὶ ἐξέρχεται αἷμα καὶ διὰ τῆς νεφέλης ἐπιστάζει τούτοις καὶ ἐγείρονται. Λαμβάνεται οὖν ὁ πελεκὰν εἰς τὸν κύριον· τὰ δὲ παιδία αὐτοῦ, ὁ Ἀδὰμ καὶ ἡ Εὔα, ἡ ἡμετέρα φύσις, ἡ δὲ καλιὰ αὐτοῦ ὁ παράδεισος, ὁ δὲ ὄφις ὁ ἀποστάτης διάβολος. Ἐνεφύσησεν οὖν ὁ ἀρχέκακος ὄφις διὰ τῆς παρακοῆς τοῖς πρωτοπλάστοις καὶ γεγόνασιν νεκροὶ τῇ ἁμαρτίᾳ. Ὁ γοῦν κύριος ἡμῶν καὶ θεὸς διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ὑψοῦται ἐπὶ τοῦ τιμίου σταυροῦ καὶ νυγεὶς τὴν πλευρὰν διὰ τῆς νεφέλης τοῦ ἁγίου πνεύματος ζωὴν ἡμῖν ἐδωρήσατο τὴν αἰώνιον.

Τί ἐστιν· ἐκεῖ στρουθία ἐννοσσιεύσουσιν; Στρουθία ἢ τὰς ψυχὰς ἢ τὰς διαφόρους ἀρετὰς λέγει. Τί σημαίνει· τοῦ ἐρῳδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν; Ἐρῳδιόν φασιν ὄρνεον εἶναι, τοσαύτῃ δὲ σωφροσύνῃ συζῆν, ὥστε ἡνίκα πρὸς συνουσίαν συνέρχεσθαι μέλλει, τεσσαράκοντα ἡμέρας πενθεῖν καὶ πάλιν μετὰ ταῦτα ἄλλας τεσσαράκοντα. Τὴν δὲ καλιὰν πήγνυσιν ἐν τοῖς δένδροις ἔνθα μὴ ἐπισκιάζεται ὑπό τινος ἀλλὰ καθαρὸν τὸν ἀέρα ἔχει. Σημαίνει δὲ διὰ τούτων τὴν σωφροσύνην· αὕτη γὰρ ἡγεῖται πασῶν τῶν ἀρετῶν· ἀποδιάκειται δὲ καὶ τῶν αἰσθητῶν, ἀπὸ μηδενὸς σκιαζομένη τῶν προσκαίρων· ὁ τεσσαρακοστὸς γὰρ ἀριθμὸς τὴν ἑκάστου τῶν τεσσάρων στοιχείων ἐμπεριέχει τελείωσιν.

Τί ἐστιν τὸ ἀποδιδοὺς ἁμαρτίας γονέων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσίν με; Πρώτην γενεὰν ὑπειλήφαμεν εἶναι τὴν σπορὰν τοῦ κακοῦ, τουτέστιν τὴν προσβολήν, δευτέραν δὲ τὴν ἐπιθυμίαν, τρίτην δὲ τὴν ἕξιν τοῦ κακοῦ, τουτέστιν τὴν συγκατάθεσιν, τετάρτην δὲ τὴν ἐνέργειαν, τουτέστιν τὴν πρᾶξιν. Ἀποδίδοται οὖν ἕως τρίτης καὶ τετάρτης γενεᾶς, τουτέστιν ὑπὲρ τῆς συγκαταθέσεως καὶ τῆς πράξεως· ἡ γὰρ προσβολὴ καὶ ἡ ἐπιθυμία ἀνεύθυνός ἐστιν, ὡς μὴ εἰς πέρας τοῦ κακοῦ προελθόντος.

Τί σημαίνει τὸ ἐπὶ ταῖς τρισὶν ἢ τέσσαρσιν ἀσεβείαις Τύρου οὐκ ἀποστραφήσομαι; Ἀσεβείας οἶμαι τέσσαρας τὸν προφητικὸν αἰνίττεσθαι λόγον, ταύτας, τὴν προσβολήν, τὴν ἐπιθυμίαν, τὴν ἕξιν τοῦ κακοῦ καὶ τὴν ἐνέργειαν. Ἐπὶ μὲν οὖν τῆς πρώτης καὶ τῆς δευτέρας, τουτέστιν τῆς προσβολῆς καὶ τῆς ἐπιθυμίας, ἀνοχὴν ποιεῖται ὁ θεός, ὡς μὴ τοῦ κακοῦ προβάντος εἰς τελείωσιν. Ἐπὶ δὲ τῆς τρίτης καὶ τῆς τετάρτης ἀσεβείας, τουτέστιν ἕξεως καὶ ἐνεργείας ἤγουν συγκαταθέσεως καὶ εἴρξεως, τὴν ἀπειλὴν ὁ λόγος εἰκότως ἐνδείκνυται.

Ὅτι οὐ δύναται λέγεσθαι ὁ Χριστὸς πνεύματος καθάπερ ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ὅτι λέγεται 〈ἀ〉διαφόρως πνεῦμα θεοῦ καὶ πνεῦμα Χριστοῦ. Ὥσπερ ἐστὶν αἴτιος τοῦ λόγου ὁ νοῦς, οὕτως καὶ τοῦ πνεύματος, διὰ μέσου δὲ τοῦ λόγου· καὶ ὥσπερ οὐ δυνάμεθα εἰπεῖν τὸν λόγον εἶναι τῆς φωνῆς, οὕτως οὐδὲ τὸν υἱὸν λέγειν τοῦ πνεύματος.

Τί δηλοῖ τὸ ὑπὸ τοῦ κυρίου λεγόμενον τὸ ἐὰν ὁ ὀφθαλμὸς ἢ ἡ χεὶρ ἢ ὁ ποὺς σκανδαλίζῃ σε, ἔκκοψον αὐτοὺς καὶ βάλε ἀπὸ σοῦ; Ἔστιν μὲν καὶ περὶ φίλων ὡς ὀφθαλμῶν, καὶ οἰκείων ὥσπερ χειρῶν ἡμῶν ὄντων ἀναγκαίων, καὶ ἑταίρων ποδῶν δίκην διακονούντων ἡμῖν ὑπονοεῖν τὴν παραβολὴν κατὰ τὸ πρόχειρον αἰνίττεσθαι· οὕσπερ, ἐὰν σκανδαλίζωσιν καὶ τὴν ψυχὴν καταβλάπτωσιν, ἐκκόπτειν ὁ λόγος παρεκελεύσατο.

Ἔστιν δὲ καὶ ἄλλως ἐκλαβεῖν τὸ παράγγελμα κατὰ τὸν τῆς ἀναγωγῆς τρόπον· ἐὰν ἔχῃς θεωρητικὴν γνῶσιν ὥσπερ ὀφθαλμόν, πρὸς τύφον δὲ αὐτὴ ἐπαίρει σε καὶ ὑπερηφανίαν, ἔκκοψον αὐτήν· ἐὰν δὲ καὶ πρᾶξιν ἀστείαν, καὶ αἰτία σοι γίνεται ἐπάρσεως, ἔκκοψον αὐτήν· ὡσαύτως δὲ καὶ ἐὰν ἱκανότητα ἔχῃς διακονίας, ὅπερ ἐστὶν ὁ πούς, καὶ ὡς ἐκ τούτου φυσᾶσαι, ἀπόσθητι ἀπ᾽ αὐτῆς. Συμφέρει γάρ σοι παρὰ ταύτας τὰς δοκούσας εἶναι ἀρετὰς γενέσθαι καὶ μὴ διὰ τῆς ἐπάρσεως καὶ ὑπερηφανίας εἰς παντελῆ χωρῆσαι ἀπώλειαν.