Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα καὶ ἀπορίαι

Μάξιμος ὁ Ὁμολογητής

Αλληγορικές ερμηνείες της Παλαιάς Διαθήκης και μυστηριακά ζητήματα

Αναγωγική προσέγγιση γεγονότων της Παλαιάς Διαθήκης, όπως του Μωυσή, του Δαβίδ και των θυσιών, και ερμηνεία μυστηρίων της Καινής Διαθήκης, όπως του βαπτίσματος και της σαρκώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 11

*** *** *** πάθεσιν καὶ τὴν προσβολὴν μειοῖ τὴν κακίαν καὶ πάλιν εἰς τὸ πρότερον ἀποκαθίσταται σχῆμα, τουτέστιν εἰς τὴν κατὰ φύσιν ἐπιθυμίαν εἴ τινες *** ἔφεσις καὶ πόθος θεοῦ. Τὸ δὲ τὴν χεῖρα βαλεῖν εἰς τὸν κόλπον σημαίνει τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν τοῦ πατρὸς λόγον, ἐν τῷ ἡμετέρῳ τῆς φύσεως ἐργαστηρίῳ σαρκούμενον· τοῦτο γὰρ ὁ κόλπος καὶ ἡ λευκὴ χεὶρ σημαίνει· καὶ πάλιν ἐν τῷ προτέρῳ σχήματι τῆς χειρὸς ἀποκαθισταμένης δηλοῦται ὡς μετὰ τὴν ἀνάστασιν ὁ κύριος ἀναλαμφθεὶς ἐν τῷ πατρικῷ κόλπῳ ἀπεκατέστη. Μωυσῆς γὰρ ὡς μεσίτης τοῦ θεοῦ καὶ τοῦ λαοῦ γεγονώς, ποτὲ μὲν τοῦ θεοῦ καὶ πατρὸς πρόσωπον ἐπέχει, ποτὲ δὲ τῆς ἡμετέρας φύσεως.

Τί σημαίνει ὁ ἐν γῇ Σενναὰρ οἰκοδομούμενος πύργος; Οἰκοδομοῦμεν καὶ ἡμεῖς πύργον ὅτ᾽ ἂν ἐξ ἀνατολῶν κινηθῶμεν, τουτέστιν ὅτ᾽ ἂν ἀποκινηθῶμεν τῆς γνώσεως· ἐρχόμεθα δὲ εἰς γῆν Σενναάρ, τουτέστιν εἰς τὸ τῆς γαστριμαργίας πάθος· Σενναὰρ γὰρ 〈γρηγόρησις ὀδόντων〉 ἑρμηνεύεται· εἶτα καὶ οἰκοδομοῦμεν πύργον, τουτέστιν τὰ σαρκικὰ πάθη περὶ πολλοῦ ποιούμεθα καὶ οἰκοδομοῦμεν πάθος πάθει συνάπτοντες. Ἕως δὲ τοῦ οὐρανοῦ· οὐ γάρ ποτε παύσασθαι βούλονται οἱ περὶ τὰ μάταια τὴν σπουδὴν ἔχοντες, ἀλλ᾽ ἀπλήρωτον τὴν περὶ αὐτὰ ὄρεξιν ἔχουσιν. Παύει δὲ ὁ θεὸς τὴν τοῦ πύργου οἰκοδομὴν καὶ συγχεῖ τὰς γλώσσας ὅτ᾽ ἂν πρὸς τὸ συμφέρον παιδεύων ἐγκόπτει τὴν ἡμετέραν κακίαν· ὅτ᾽ ἂν γὰρ τὸν ἐπὶ τῇ ἀκαθαρσίᾳ τῆς πορνείας ἡττημένον νόσῳ παιδεύει ἢ τὸν τῇ γαστριμαργίᾳ δεδουλωμένον πενίᾳ σωφρονίζει, οἱονεὶ ἐγκοπὴν τοῦ τῶν παθῶν πύργου ποιεῖται, συγχέων ἅμα καὶ τὰς γλώσσας· τὸν γὰρ πόρνον πάντοτε περὶ πορνείας μελετῶντα καταστείλας τῇ νόσῳ, εἰς τὴν περὶ τοῦ σώματος ὑγεῖαν ἀπασχολεῖσθαι ποιήσας, οἱονεὶ τὴν φωνὴν συγχέας τῆς συνεχοῦς μελέτης τοῦ πάθους.

Τί σημαίνει Δαυῒδ ψάλλων καὶ τὸ πονηρὸν πνεῦμα τοῦ Σαοὺλ καταπαύων; Πᾶς ὁ κατὰ τὸν μακάριον Δαυῒδ ποιμαίνων τὰ πρόβατα, τουτέστιν τὸ λογιστικὸν τῆς ψυχῆς, καὶ νικῶν θυμὸν καὶ ἐπιθυμίαν καθάπερ ἐκεῖνος τὸν λέοντα καὶ τὴν ἄρκον, οὗτος τῷ λόγῳ τῆς διδασκαλίας χρώμενος μετά τινος ὑψηλῆς θεωρίας ἡδύνει τὸν ἀκούοντα καὶ τὰ ἐν αὐτῷ τῆς κακίας πάθη κατευνάζει.

Ἐπειδὴ γέγραπται ἐν τῷ εὐαγγελίῳ ὅτι ἐάν τις μὴ γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος καὶ ἐν ἄλλῳ τόπῳ πάλιν αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί, παρακαλῶ μαθεῖν τίς ἡ διαφορά. Ἐν ἑκάστῳ τὸ ἅγιον πνεῦμα γινόμενον, ὡς μὲν ὕδωρ τὸν τῆς σαρκὸς μολυσμὸν καθαίρει, ὡς δὲ πνεῦμα τὰς τῆς ψυχῆς κηλίδας ἐκπλύνει, ὡς δὲ πνεῦμα ἅγιον ὑποτίθεται τοὺς τρόπους τῶν ἀρετῶν, ὡς δὲ πῦρ θεὸν κατὰ χάριν ἀποτελεῖ, τὰ θεῖα τῆς ἀρετῆς γνωρίσματα ἐπιλάμπον αὐτῷ.

Ἐπειδὴ κατὰ τὸν θεολόγον Γρηγόριον λέγοντα ἐν τῷ τῆς Πεντηκοστῆς λόγῳ, οἱ ἀπόστολοι διὰ τριῶν χαρισμάτων εἰλήφασιν τὸ τέλειον, πρῶτον μὲν νόσους ἰώμενοι καὶ δαίμονας ἀπελαύνοντες, δεύτερον δὲ τὸ μετὰ τὴν ἀνάστασιν ἐμφύσημα, τρίτον δὲ αὐτὸ οὐσιωδῶς τὸ πνεῦμα ἐν εἴδει γλωσσῶν πυρίνων, πῶς τις, εἴπερ τοῖς ἀποστόλοις γένηται κατ᾽ ἀρετὴν ἰσοστάσιος, δύναται λαβεῖν τὰ εἰρημένα χαρίσματα καὶ πῶς χρὴ νοεῖν τὸ οὐσιωδῶς, ὡς ἐν ὑποδείγματι ἑρμηνευθῆναι παρακαλῶ.

Δυνατὸν καὶ ἡμᾶς, εἴπερ μιμηταὶ τῶν ἀποστόλων σπεύσωμεν γενέσθαι, πρῶτον μὲν διὰ τῆς πρακτικῆς ἐπιτάσσειν τοῖς πάθεσιν καὶ τὰς τῆς ψυχῆς ἐξιᾶσθαι νόσους, δεύτερον δὲ διὰ τῆς φυσικῆς θεωρίας τὴν φύσιν ἐφ᾽ ἑαυτὴν ἀποκαθιστάνειν, τρίτον διὰ τῆς τοῦ λόγου διδασκαλίας— τοῦτο γὰρ αἱ γλῶσσαι—πῦρ γίνεσθαι τοῖς ἀκούουσιν, ἅμα μὲν τὰ πάθη αὐτῶν πυρὸς δίκην ἀναλίσκοντας, ἅμα δὲ καὶ φωτίζοντας. Πῶς δὲ ἐνήργει τὸ πρότερον τὸ ἅγιον πνεῦμα καὶ πῶς οὐσιωδῶς τελευταῖον ἐν τοῖς ἀποστόλοις ἐπεφοίτησεν, ἀναγκαῖον ὡς ἐν ὑποδείγματι διερμηνεῦσαι. Καθάπερ ξύλον ἐπιτιθέμενον τηγάνῳ, εἶτα, τοῦ πυρὸς ὑφαπτομένου, διὰ μέσου τοῦ τηγάνου τῆς θέρμης τοῦ πυρὸς μεταλαμβάνει τὸ ξύλον, οὕτως τὸ πρότερον ἀμυδρῶς ἐνήργει τὸ πνεῦμα ἐν τοῖς ἁγίοις· εἰ δέ τις κατὰ τὸ αὐτὸ ὑπόδειγμα ἐπαρεῖ τὸ διὰ μέσου τήγανον καὶ τὸ πῦρ ἀμέσως τοῦ ξύλου περιδράξεται, εὐθέως πρὸς τὴν οἰκείαν φύσιν ἀφομοιοῖ τὸ ξύλον. Οὕτως ὡς ἐν αἰσθητοῖς ὑποδείγμασιν εἰκάζειν ἔστιν τὸ οὐσιωδῶς.

Ἐπειδὴ ἡ γραφὴ τρανῶς οὐ λέγει ὅτι δέδωκεν δεκάτας ὁ Ἀβραὰμ τῷ Μελχισεδέκ, ἄλλως τε δὲ καὶ εἰ πάντα ἀπέδωκεν, καθὼς αὐτὸς λέγει ὅτι ἕως σφαιρωτῆρος ὑποδήματος οὐκ ἔλαβεν, πόθεν δέδωκεν δεκάτας; Οὐδὲ γὰρ αὐτὸς ἴδιόν τι ἐπεφέρετο εἰς πόλεμον ἔκπληκτος ἀπερχόμενος.

Ἐπειδὴ ἡ θεία γραφὴ ἱερέα τοῦ θεοῦ τὸν Μελχισεδὲκ λέγει εἶναι, προσηκόντως ἄρα ὁ Ἀβραὰμ ὡς λαϊκοῦ τάξιν ἐπέχων δεδωκέναι τῷ ἱερεῖ τὰς δεκάτας πιστευθήσεται. Ὅτι δὲ καὶ εἶχεν πόθεν παρασχεῖν, ἐκεῖθεν δῆλον· οἱ γὰρ ἐπιστρατεύσαντες βασιλεῖς ἐπὶ Σόδομα οὐ μόνον τὰ Σοδόμων εἶχον λαβόντες, ἀλλὰ καὶ ἄλλων χώρων εἶχον μεθ᾽ ἑαυτῶν λάφυρα ἅπερ ἦσαν προαιχμαλωτεύσαντες· ἅπερ πάντα κατακόψας αὐτοὺς ὁ Ἀβραὰμ καὶ λαβών, τὰ μὲν τῶν Σοδομιτῶν ἀπέδωκεν, τὰ δὲ ἄλλα παρ᾽ ἑαυτῷ κατέσχεν· ἐξ ὧν καὶ τὰς δεκάτας τῷ Μελχισεδὲκ παρέσχετο.

Τίνος χάριν οἱ μὲν κατὰ νόμον ἱερεῖς γυναῖκας ἔχειν οὐκ ἐκωλύοντο, οἱ δὲ κατὰ Χριστὸν ἱερεῖς κωλύονται ὅσον ἀπὸ τῆς συνηθείας; Τὸ μὲν πρόχειρον, ὡς τοῦ εὐαγγελίου ὑψηλοτέρου ὄντος καὶ ὡς πολλοῖς γέγονεν ἡ παρθενία βατὴ ἐξότου διὰ παρθενίας τεχθῆναι ὁ πάντων δεσπότης ηὐδόκησεν, ὅπερ τοῖς ἀρχαίοις σπάνιον ἦν. Ἐπειδὴ δὲ ἡ τοῦ εὐαγγελίου ἱερωσύνη κατὰ τὴν τάξιν Μελχισεδὲκ γενέσθαι πιστεύεται καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρών, Μελχισεδὲκ δὲ γυναῖκα ἐσχηκέναι οὐκ ἀναγέγραπται, ἀναγκαίως ἄρα καὶ οἱ κατὰ τὴν αὐτοῦ τάξιν ἱερατεύοντες ἐπίσκοποι γυναῖκας οὐ προσίενται.

Ἐπειδὴ γέγραπται ὅτι ὁ προφήτης Ἀμὼς αἰπόλος ἦν κνίζων συκάμινα, τί ἐστιν αἰπόλος καὶ τί τὸ κνίζειν; Αἰπόλος ἐστὶν ποιμὴν αἰγῶν, τὸ δὲ κνίζειν ἐστὶν τὸ τεμεῖν. Ἐπειδὴ οὖν ὁ ὀπὸς τοῦ συκαμίνου ὠμός ἐστιν καὶ παχὺς καὶ βλαβερός, οἱ κνίζοντες τέμνουσιν μετὰ μαχαιρίων τὸ συκάμινον καὶ ποιοῦσιν ἀπορρεῦσαι τὸν ὀπόν.

Ζῳύφια δὲ εἰσέρπουσιν ἔσωθεν καὶ τῆς ἀκτίνος τοῦ ἡλίου εἰσβαλλούσης, γλυκαίνουσιν καὶ ἁπαλύνουσιν αὐτό. Καὶ ταῦτα μὲν κατὰ τὸ γράμμα· κατὰ δὲ τὸν τῆς ἀναγωγῆς τρόπον, ποιμήν ἐστιν αἰγῶν ὁ ποιμαίνων τῷ λόγῳ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς μέρος. Κνίζει δὲ συκάμινα ὁ τὸ σῶμα δι᾽ ἐγκρατείας ὑποπιάζων καὶ τὴν ὑγρότητα τῶν παθῶν ἀπορρέων· οὗτος γὰρ δίκην ζῳυφίων δέχεται θείους λογισμοὺς καὶ ἡλίῳ τῆς δικαιοσύνης γλυκαίνεται καὶ ἁπαλύνεται τὴν ψυχὴν καὶ προφήτης ἀπὸ θεοῦ καὶ διδάσκαλος ἑτέροις καθίσταται.

Τί σημαίνει ὁ χαλκοῦς ὄφις ὁ κατὰ πρόσταξιν θεοῦ ὑπὸ Μωυσέως ἐφ᾽ ὑψηλοῦ κρεμασθεὶς ἐν τῇ ἐρήμῳ; Ἐπειδὴ ὁ ἐξαρχῆς ἀπατήσας τὸν ἄνθρωπον ὁ νοητὸς ὄφις διὰ τῆς παρακοῆς ἐν τῇ σαρκὶ τὸν τῆς ἁμαρτίας νόμον ἡμῖν ἐγκατέμιξεν, ὄφεως δίκην ἕρπων ἐν ἡμῖν διὰ τῆς ἡδονῆς, διὰ τοῦτο ὁ τὴν ἔρημον παθῶν ἀρετὴν βαδίζων ἐὰν στραφῇ εἰς Αἴγυπτον, τουτέστιν εἰς τὸν τῆς ἁμαρτίας σκοτασμόν, ὑπὸ τῶν νοητῶν ὄφεων πλήττεται· ἐὰν δὲ εἰς τὸν σταυρωθέντα κύριον ἀτενίσει, οὗτινος ἡ σὰρξ ἐφ᾽ ὕψους κρεμασθεῖσα νεκρὸν εἶχεν τὸν ἐν τῇ ἡμετέρᾳ σαρκὶ τοῦ ὄφεως τῆς ἁμαρτίας νόμον καὶ ἀνενέργητον, σῴζεται. Χαλκοῦς δὲ ὁ ὄφις, ἐπειδὴ οὔτε μείωσιν οὔτε ἰὸν ἐπιδέχεται ἡ τοῦ χαλκοῦ φύσις, ὥσπερ οὐδὲ ὁ κύριος προσήκατο ἰὸν ἁμαρτίας οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.

Ἐπειδὴ δὲ ὁ θεολόγος Γρηγόριος μέμνηται λέγων «ὁ δὲ χαλκοῦς ὄφις κρεμνᾶται μὲν κατὰ τῶν δακνόντων ὄφεων, οὐχ ὡς δὲ τύπος τούτου τοῦ ὑπὲρ ἡμῶν παθόντος, ἀλλ᾽ ὡς ἀντίτυπος» καὶ ὅτι «ὁ πιστεύων συννεκροῖ τὰς ὑπ᾽ αὐτὸν δυνάμεις», ἀναγκαῖον καὶ ταῦτα διασαφῆσαι. Ὁ δι᾽ ἀρετῆς καὶ γνώσεως τὸ τῆς ψυχῆς ὀπτικὸν ἀνακαθήρας γινώσκει σαφῶς ὅτι ἡ κακία ἀνυπόστατός ἐστιν καὶ ἐν οὐδενὶ τῶν ὄντων ὑπάρχουσα εἰ μὴ μόνον ἐν τῷ πράττεσθαι. Ἐπεὶ οὖν ὁ ἀρχέκακος ὄφις τὴν σκολιότητα τῆς ἁμαρτίας ἐν τῷ ἀνθρώπῳ διὰ τῆς παρακοῆς ἐνεκέρασεν, ἐνκελεύεται Μωυσῆς κρεμάσαι τὸν χαλκοῦν ὄφιν, παραδηλῶν τὸ μέλλον ἐπὶ τοῦ κυρίου γενήσεσθαι· αὐτὸς γὰρ καὶ μόνος διὰ τοῦ πάθους τοῦ σταυροῦ ἐστηλίτευσεν τὴν ἁμαρτίαν καὶ ἔδειξεν ἀνενέργητον καὶ νεκράν. Ὅστις οὖν ἀτενίζει ἐν αὐτῷ καὶ πιστεύει νενεκρῶσθαι καὶ ἀνενέργητον γενέσθαι τὸν ἐχθρόν, οὗτος καὶ συννεκροῖ τὰς ὑπ᾽ αὐτὸν δυνάμεις· οὐκέτι γὰρ οὔτε διὰ τῶν αἰσθήσεων οὔτε διὰ τῶν αἰσθητῶν δι᾽ ὧν εἶχεν τὸ κράτος, καταβλάψαι δύναται· διὰ τοῦτο οὖν εἴρηται τῷ πατρὶ «οὐχ ὡς τύπος, ἀλλ᾽ ὡς ἀντίτυπος», ὡς παραδηλοῦντος τὴν τοῦ διαβόλου νέκρωσιν.

Πῶς χρὴ καὶ ἡμᾶς, εἴπερ ὁ νόμος πνευματικός ἐστιν, ἑορτάζειν τὸ σάββατον τῶν ἡμερῶν καὶ τὸ σάββατον τῶν ἑβδομάδων ὅπερ ἐστὶν ἡ Πεντηκοστή, καὶ τὸ σάββατον τῶν ἐνιαυτῶν τὴν ἑπταετερίδα, καὶ τὸ σάββατον τῆς ἑπταετερίδος ὅπερ ἐστὶν ὁ ἰωβηλαῖος;

Ἑορτάζομεν τὴν ἑβδομάδα τῶν ἡμερῶν ὅτ᾽ ἂν τὴν τῶν κακῶν ἐνέργειαν παύσωμεν, [ἢ] ἑορτάζομεν δὲ καὶ τὸ σάββατον τῶν ἑβδομάδων ὅτε τὰς συγκαταθέσεις τῶν πονηρῶν λογισμῶν παύσωμεν. Ἑορτάζομεν δὲ καὶ τὸ σάββατον τῶν ἐνιαυτῶν ὅτε τὴν προσβολὴν τῆς ἐπιθυμίας μὴ παραδεξώμεθα, ἐπειδὴ ὁ ἐνιαυτὸς ἔχει τῶν καρπῶν τὴν ἀναβλάστησιν καὶ τὴν ἐπιθυμίαν ἐν τούτοις διεγείρουσαν.

Ἑορτάζομεν δὲ καὶ τὸν ἰωβηλαῖον ὅτε τὰς μνήμας τῶν κακῶν καὶ φαντασίας τὰς ἐκ προλήμψεως ἡμῖν ἐπισυμβαινούσας τέλεον καταπαύσωμεν· τὸ γὰρ ἰωβηλαῖον ἑρμηνεύεται 〈ζῶντος λύσις δεσμῶν〉 ἢ ζῶντος 〈ἀπαλλαγὴ πένθους·〉 ὅτε γάρ τις τὴν ἀπάθειαν τελείαν κτήσηται, τότε λύεται τῶν δεσμῶν τῆς ἁμαρτίας καὶ τοῦ πένθους ἀπαλλαγεὶς χαρὰν τῇ ψυχῇ εἰσοικίζεται.

Τί σημαίνει Ἐλισσαῖος ἀναστήσας τὸν υἱὸν τῆς Σουμανίτιδος; Τί σημαίνει Ἐλισσαῖος ἀναστήσας τὸν υἱὸν τῆς Σουμανίτιδος; Ἐλισσαῖος ὁ προφήτης δηλοῖ τὸν κύριον, ὁ δὲ τῆς Σουμανίτιδος παῖς τὴν ἀνθρωπείαν φύσιν. Ἐπειδὴ γὰρ ἠσθένησεν αὐτὴ διὰ τῆς παραβάσεως καὶ τῷ διαβολικῷ καύσωνι ἐθανατώθη, ἀπέστειλεν ὁ κύριος τὸν Μωυσῆν διὰ ῥάβδου θαυματουργοῦντα, καθάπερ καὶ Ἐλισσαῖος τὸν Γιεζεί, καὶ οὐκ ἀνέστησεν τὸν ἄνθρωπον, οὔτε δὲ οἱ προφῆται τοῦτο ἴσχυσαν. Αὐτὸς οὖν διὰ φιλανθρωπίαν ὁ κύριος τὴν ἡμετέραν σάρκα ἀναλαβών, διὰ τῶν ταύτης παθημάτων τὴν νεκρωθεῖσαν ἡμῶν φύσιν ἐζωοποίησεν.

Τί δήποτε ὁ μὲν εἷς τῶν εὐαγγελιστῶν τὴν γενεαλογίαν ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ποιεῖται, ὁ δὲ ἕτερος τὸ ἐναντίον; Οἶμαι ὅτι οὐκ ἀσκόπως, μᾶλλον δὲ καὶ λίαν μυστικῶς τοῦτο πεποιήκασιν· ἐπειδὴ γὰρ οἱ μὲν τῶν πιστῶν ἀπὸ τῶν ἐπαγγελιῶν ἐπὶ τὴν πρᾶξιν τῶν ἐντολῶν κατάγονται, οἱ δὲ ἀπὸ τῆς πράξεως τῶν ἐντολῶν ἀρχόμενοι ἐπὶ τὰς ἐπαγγελίας ἀνάγονται, τούτου χάριν ὁ μὲν κατάγει, ὁ δὲ ἀνάγει τὴν γενεαλογίαν.

Τίνος χάριν ἐν τῇ προθέσει τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ κυρίου τοὺς ἄρτους καὶ τὰ ποτήρια ἄνισα προτίθειν ἔθος ἐστὶν τῇ ἐκκλησίᾳ; Πάντα ὑπερφυῆ λόγον ἔχουσιν τὰ ἐν τῇ ἐκκλησίᾳ τελούμενα. Ἐπειδὴ δὲ κατ᾽ ἐξαίρετον τὰ σύμβολα ταῦτα τῆς θείας οὐσίας εἰσὶν μυστήρια καὶ ἀπεικονίσματα, ἔστιν δὲ αὕτη ἀσύνθετος—πᾶσα δὲ κτίσις σύνθετός ἐστιν, μόνη δέ, ὡς εἴρηται, ἡ ἁγία τριὰς ἁπλῆ καὶ ἀσύνθετος—διὰ τοῦτο οὖν ἄνισα προτίθησιν ἡ ἐκκλησία τοὺς ἄρτους καὶ τὰ ποτήρια, τὸ θεῖον ἐν τούτοις χαρακτηρίζουσα.

Ἐπειδή τινες ἀποροῦσιν ὅτι «πῶς λαθεῖν λέγεται πάσας τὰς οὐρανίους δυνάμεις ἡ τοῦ κυρίου ἐνανθρώπησις, ὁπόταν εὑρίσκωμεν ὅτι καὶ αἱ προφητεῖαι αἱ περὶ τοῦ κυρίου δι᾽ ἀγγέλων γεγόνασιν καὶ τὴν σύλληψιν τῆς παρθένου ὁ Γαβριὴλ εὐαγγελίζεται καὶ τοὺς ποιμένας ἄγγελοι μυσταγωγοῦσιν;» τί οὖν ἐστιν τὸ λαθὸν τοὺς ἀγγέλους;

Ὅτι μὲν ᾔδεισαν οἱ ἄγγελοι τὴν μέλλουσαν ἔσεσθαι ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων τοῦ κυρίου ἐνανθρώπησιν, οὐ δεῖ ἀμφιβάλλειν. Ἐκεῖνο δὲ ἔλαθεν αὐτούς, ἡ ἀκατάληπτος τοῦ κυρίου σύλληψις καὶ ὁ τρόπος πῶς ὅλος ἐν τῷ πατρὶ καὶ ὅλος ὢν ἐν πᾶσιν καὶ πάντα πληρῶν, ὅλος ἦν ἐν τῇ γαστρὶ τῆς παρθένου.

Τί δήποτε ἐν τῷ ὄρει Γεβάλ, ἐν ᾧ αἱ κατάραι ἐδόθησαν, προστάσσεται ὁ τοῦ Ναυὴ Ἰησοῦς θυσιαστήριον οἰκοδομῆσαι καὶ γράψαι τὸν νόμον; Γαρίζιν ἑρμηνεύεται 〈περιτομή,〉 Γεβὰλ δὲ 〈φύραμα·〉 ἐν τῷ φυράματι οὖν τῆς ἐθνικῆς μερίδος τῆς κατηραμένης πήγνυσιν θυσιαστήριον ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, τουτέστιν τὴν ἐκκλησίαν, ἐγγράφων τὸν νόμον οὐκ ἐν πλαξὶν 〈λιθίναις ἀλλ᾽ ἐν πλαξὶν〉 καρδίαις σαρκίναις. Ἐκ λίθων δὲ τελείων, ἐφ᾽ οὓς οὐκ ἐπεβλήθη σίδηρος, τὸ θυσιαστήριον οἰκοδομηθῆναι λέγει, δηλῶν τοὺς νοητοὺς λίθους τοὺς ἀποστόλους, ἀπελεκήτους διὰ τὸ ἁπλοῦν τῶν τρόπων καὶ ἀπέριττον γενομένους· ἐξ ὧν ἡ τῶν ἐθνῶν ἐκκλησία συνέστη.

Τί σημαίνει ὅπερ ἀπειλεῖ ὁ προφήτης τοὺς ποιοῦντας χαύωνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ παραδίδοσθαι τῷ Ναβουχοδονόσορ ὥστε ἐν τῇ πύλῃ Ἱερουσαλὴμ πῆξαι τὸν θρόνον αὐτοῦ; Χαύωνές εἰσιν ἀρτίδια ἐκ διαφόρων εἰδῶν ὄντα, ἅπερ ποιοῦντες οἱ Ἰουδαῖοι καὶ αἱ γυναῖκες αὐτῶν ἐτίθουν ἐν ταῖς θυρίσιν τῶν οἴκων, δεχόμεναι τὴν αὐγὴν τῆς σελήνης καὶ τοῦ ἑωσφόρου. Ἐπειδὴ οὖν χαύωνες 〈θυρίδες〉 ἑρμηνεύονται, τοῦτο ὑποβάλλει νοεῖν ὅτι ὅστις διὰ τῆς ἡδονῆς τὰς αἰσθήσεις πρὸς τὰ αἰσθητὰ ἐπιτερπῶς ἔχει, οὗτος χαύωνας ποιεῖ. Διὰ τοῦτο καὶ τὸν νοητὸν Ναβουχοδονόσορ ἐν τῇ πύλῃ Ἱερουσαλήμ, τουτέστιν ἐν τῇ ψυχῇ, δέχεται βασιλεύοντα ἐν αὐτῇ, ἐκθλίβων αὐτὴν ὡς ὑποχείριον· Ναβουχοδονόσορ γὰρ ἑρμηνεύεται 〈προφητεύων κρίσιν θλίψεως.〉 Τί δηλοῦσιν αἱ κατὰ τὸν νόμον προσαγόμεναι πέντε θυσίαι· τὸ πρόβατον, ὁ βοῦς, ἡ αἴξ, ἡ τρυγὼν καὶ ἡ περιστερά;

Κατὰ μὲν μίαν ἐπιβολὴν λαμβάνεται ὁ κριὸς μὲν ὡς ἡγεμονικὸν ἐπὶ τοῦ λογιστικοῦ, ὁ δὲ ταῦρος ἐπὶ τοῦ θυμικοῦ, ἡ δὲ αἲξ ἐπὶ τοῦ ἐπιθυμητικοῦ, ἡ δὲ τρυγὼν ἐπὶ τῆς σωφροσύνης, ἡ περιστερὰ δὲ ἐπὶ τοῦ ἁγιασμοῦ. Εἰ δὲ δεῖ καὶ τὰ ἑκάστου ζῴου προσόντα φυσικῶς ζητῆσαι καὶ ἑκάστου αὐτῶν τὴν πρόσφορον ἐφαρμόσαι θεωρίαν, φασὶν οἱ τὰ τοιαῦτα ἐπεσκεμμένοι ὅτι τρία προσάγει τῷ κεκτημένῳ τὸ πρόβατον, τὸν μαλλόν, τὸ γάλα, τὸν ἀμνόν· ἡ δὲ κόρη τοῦ ὀφθαλμοῦ αὐτοῦ συμπεριπολεῖ τῷ ἡλίῳ καὶ ἑκάστης ἡμέρας ἀφοδεύει σπυράθους τριακοσίους ἑξηκονταπέντε.

Τὸ δὲ λογικὸν πρόβατον ὁ ἄνθρωπος, εἴπερ ἑαυτὸν θυσίαν προσφέρειν τῷ κεκτημένῳ θεῷ ἐσπούδακεν, χρεωστεῖ διδόναι ὥσπερ μαλλὸν τὴν ἠθικὴν πρᾶξιν, ὡς δὲ γάλα τὴν φυσικὴν θεωρίαν—θρεπτικὴ γὰρ αὐτὴ τοῦ νοῦ—ὡς δὲ ἀμνὸν τὸν μαθητευόμενον ἀπογεννᾶν διὰ τῆς ἰδίας διδασκαλίας κατὰ πάντα ὅμοιον ἑαυτῷ καὶ τέλειον προσάγειν τῷ θεῷ. Ἀλλὰ καὶ τὴν κόρην τοῦ ὀφθαλμοῦ ὁ τοιοῦτος ἔχει τῷ ἡλίῳ συμπεριπολοῦσαν, τουτέστιν τὸν νοῦν τῷ ἡλίῳ τῆς δικαιοσύνης διὰ τῆς προνοητικῆς τῶν ὄντων διοικήσεως φέροντι τὰ ἡμέτερα συμπεριπολεῖ, τουτέστιν ἐπακολουθεῖ· ἔν τε γὰρ θλίψεσιν ἔν τε εὐημερίαις εὐχαριστῶν ἕπεται τῇ καλῶς ἀγούσῃ τὰ πάντα προνοίᾳ.

Ἀποβάλλει δὲ ὁ τοιοῦτος ἑκάστης ἡμέρας σπυράθους 〈τξε,〉 τουτέστιν τὰ ὑπὸ χρόνον καὶ γένεσιν ὡς φθαρτὰ καὶ περισσὰ ἑκάστοτε ἀπορρίπτει. Περὶ δὲ τοῦ βοός φασιν ὅτι τὴν καρδίαν τρίγωνον κέκτηται, τὸν δὲ νεφρὸν πεντάβολον· ἔχει δὲ καὶ τρεῖς στομάχους καὶ τὴν μὲν ἡμέραν φωτοειδεῖς ἔχει τοὺς ὀφθαλμούς, τῇ δὲ νυκτὶ πυροειδεῖς καὶ τρίτον τῆς ἡμέρας καὶ τρίτον τῆς νυκτὸς κατ᾽ ἀνατολὰς ὁρῶν πνέει φυσῶν· ὁ δὲ δεξιὸς αὐτοῦ ῥὶς εὐωδιάζει μόσχον, τὸ δὲ αἷμα αὐτοῦ ἀναιρετικόν ἐστιν πάντων τῶν ἡμέρων ζῴων χωρὶς τοῦ κυνός.

Δεῖ οὖν καὶ ἡμᾶς ὥσπερ βοῦν τὸν ζυγὸν φέροντας τοῦ Χριστοῦ καὶ τὸ ἄροτρον τοῦ λόγου μεταχειριζομένους, τὰς λιθίνας ἀνατέμνειν καρδίας καὶ τὰς μὲν ἀκάνθας τῶν παθῶν ἐκριζοῦν, πλατύνειν δὲ τὴν γῆν τῆς καρδίας πρὸς ὑποδοχὴν τοῦ θείου λόγου· ἔχειν δὲ καὶ τὴν καρδίαν τρίγωνον, τουτέστιν τὸν περὶ τριάδος λόγον ὑγιῆ ἔχειν ἐν τῇ καρδίᾳ, ἵνα ὥσπερ ἡ καρδία διαδίδωσι φυσικῶς τὴν ζωὴν τῷ σώματι, οὕτως καὶ ἡ εἰς θεὸν εὐσέβεια τὰ μέλη τῆς ψυχῆς συνίστησιν· τὸν δὲ νεφρὸν ἔχειν πεντάβολον, τουτέστιν τὸ ἐπιθυμητικὸν μὴ πρὸς τὰ πάθη τετράφθαι, ἀλλὰ διὰ τῶν πέντε αἰσθήσεων τὴν κτίσιν κατοπτεύειν εἰς μόνην ἐπιθυμίαν καὶ ἀγάπην τοῦ κτίσαντος· τρεῖς δὲ καὶ στομάχους κεκτῆσθαι· ὁ στόμαχος πρῶτον τὰ σιτία δεχόμενος καὶ διὰ τῆς πεπτικῆς δυνάμεως τὸ εἰλικρινὲς αὐτῶν ἑκάστῳ τῶν μελῶν παραπέμψας, τὸ λοιπὸν τῇ κοιλίᾳ δίδωσιν· οὕτως οὖν καὶ ἡμᾶς προσῆκεν διὰ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς θεωρίας ἀγομένους καὶ τὰ πρόσφορα πᾶσιν τοῖς μέλεσιν τῆς ψυχῆς ἀπονέμοντας, καὶ τοῦ ἥττονος προνοεῖσθαι μέρους, τουτέστιν τοῦ σώματος· τοῦτο γὰρ ἡ κοιλία· τρίτον δὲ τῆς ἡμέρας καὶ τρίτον τῆς νυκτὸς ἀφορῶντας πρὸς ἀνατολὰς πνέειν, τουτέστιν τὴν τρισσὴν τοῦ θεοῦ πρόνοιαν συντηρητικὴν καὶ ἐπιστρεπτικὴν καὶ παιδευτικὴν ἀφορῶντας, ἔν τε νυκτὶ πειρασμῶν ἔν τε ἡμέρᾳ εὐημερίας εὐχαριστεῖν· ἔχειν δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐν μὲν νυκτὶ πυροειδεῖς, ἐν δὲ ἡμέρᾳ φωτοειδεῖς, τουτέστιν τὴν θεωρητικὴν δύναμιν ἐν μὲν τῇ ἡμέρᾳ τῶν ἀρετῶν τὰς ἐκ τοῦ ἡλίου τῆς δικαιοσύνης ἀκτίνας τῆς γνώσεως ὑποδεχομένην, ἐν δὲ τῇ νυκτὶ τῶν ὑπὲρ ἀρετῆς ἐπαγομένων ἀλλεπαλλήλων πειρασμῶν τοὺς λόγους καταλαμβάνουσαν τῶν ἐγκαταλείψεων· ἔχειν δὲ καὶ τὸν δεξιὸν ῥῖνα εὐώδη· δεξιὸν μέρος τοῦ ἀνθρώπου ἐστὶν ἡ ψυχή, ἐπειδὴ διπλοῖ ἐσμεν ἐκ ψυχῆς καὶ σώματος· ὁ οὖν διὰ τὰς τῆς ψυχῆς ἀρετὰς τὴν χάριν τοῦ ἁγίου πνεύματος ἐπισπασάμενος γίνεται τοῖς ἄλλοις εὐώδης.

Τὸ δὲ αἷμα τοῦ τοιούτου ἀναιρετικόν ἐστιν τῶν ἡμέρων ζῴων, τουτέστιν ὁ κατὰ παρατροπὴν θυμὸς ἀναιρετικός ἐστιν τοῖς μιμουμένοις αὐτὸν ἀνθρώποις, τροφὴ δὲ τοῖς ὑλακτοῦσιν καθ᾽ ἡμῶν δαίμοσιν.

Ἡ δὲ αἲξ φύσιν ἔχει τοιαύτην· τὰ ὄρη εὐκόλως ἀναβαίνουσα κρημνοβατεῖ καὶ ἐπιτέρπεται τῶν μουσικῶν μελῶν καὶ τὸ δεξιὸν αὐτῆς κέρας ἐὰν θυμιαθῇ ἐν οἱῳδήποτε τόπῳ, σεισμοῦ φαντασίαν παρέχει· ἀφοδεύει δὲ ἑκάστης ἡμέρας σπυράθους διακοσίους. Δεῖ οὖν καὶ τὴν ἡμετέραν ψυχὴν τοὺς κρημνοὺς τῶν πειρασμῶν εὐθαρσῶς διαπηδᾶν καὶ τὰ προφητικὰ ὄρη ἀναβαίνοντας τὸ ὕψος τῆς γνώσεως θηρᾶσθαι καὶ ἐπὶ ταύτῃ ἥδεσθαι, καὶ οὐ μόνον ἥδεσθαι ἀλλὰ καὶ διὰ τοῦ δόνακος, τουτέστιν τοῦ ἐνπράκτου λόγου διδάσκοντας ἡδονὴν ἐντιθέναι τοῖς ἀκούουσιν. Τὸ δὲ δεξιὸν κέρας σημαίνει ὅτι ὁ τὸ θεωρητικὸν τῆς ψυχῆς διὰ τῆς προσευχῆς τῷ θεῷ προσαγαγών, εὐώδης γινόμενος τοῖς ἀκούουσιν, τὴν ἐν αὐτοῖς ἕξιν τῶν σαρκικῶν παθῶν διασαλεύει. Ὁ τοιοῦτος ἑκάστοτε τὴν περὶ τὰ αἰσθητὰ τῶν αἰσθήσεων ἀποβάλλει πλάνην· αἱ γὰρ αἰσθήσεις τῶν αἰσθητῶν συμπλεκόμεναι· οἷον, δεκαπλούμενος ὁ τέσσαρα[ς] ἀριθμὸς ποιεῖ τὸν τεσσαράκοντα, οὗτος δὲ πενταπλούμενος ἀποτελεῖ τὰ διακόσια.