Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα καὶ ἀπορίαι

Μάξιμος ὁ Ὁμολογητής

Ερμηνεία προφητικών, ευαγγελικών και αποστολικών χωρίων

Θεολογική και ασκητική εξήγηση ρήσεων του Ησαΐα, του Ελισσαίου και του Αποστόλου Παύλου, με ιδιαίτερη αναφορά στην ιστορία του Σαμψών και την κάθοδο στον Άδη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 11

Τί σημαίνει Δωὴκ ὁ Σύρος ὁ φονεύσας τοὺς τριακοσίους πεντήκοντα ἱερεῖς; Δωὴκ ὁ Σύρος ὁ 〈ὑπερήφανός〉 ἐστιν 〈λογισμὸς ἢ τὸ τῶν παθῶν σάλος〉 κατὰ τὴν τοῦ ὀνόματος ἑρμηνείαν. Καὶ εἰκότως τὰς ἡμιόνους βόσκει ὁ τοιοῦτος Σαούλ, τὴν ἄγονον τῆς ἀρετῆς ἕξιν. Καὶ ἀντίκειται τῷ Δαυΐδ, τῷ λογισμῷ τῆς ταπεινώσεώς φημι· Δαυῒδ γὰρ κατὰ μίαν τοῦ ὀνόματος αὐτοῦ ἑρμηνείαν 〈ἐξουδενωμένος〉 ἑρμηνεύεται.

Οὗτος φονεύει τοὺς ἱερεῖς Νόμβα, τουτέστιν τοὺς ἐνκαθημένους τῇ ἀρετῇ θείους καὶ ἱλαστικοὺς λογισμούς—Νόμβα γὰρ 〈ἐγκαθισμὸς〉 ἑρμηνεύεται—, τριακοσίους δὲ πεντήκοντα ἐπειδὴ διὰ τῶν αἰσθήσεων προσβάλλοντες τῇ κτίσει τοῦ θεοῦ τῇ ἐν ἓξ ἡμέραις γεγενημένῃ, τὸν ταύτης δημιουργὸν ὑπερθαυμάζοντες δοξάζομεν διὰ τῆς τῶν λογισμῶν ἐπιστημονικῆς γνώσεως· ἑξάκις δὲ πεντήκοντα ποιεῖ τὸν τριακόσια ἀριθμόν· πάλιν δὲ τὰς δέκα ἐντολὰς τοῦ νόμου διὰ τῶν αἰσθήσεων ἐκπληροῦντες ἀποτελοῦμεν τὸν πεντήκοντα.

Τοὺς λογισμοὺς οὖ〈ν〉 τοὺς ἐκ τούτων ἱερουργοῦντας τῷ θεῷ καὶ τῇ ἀρετῇ ἐγκαθημένους ἀποκτέννειν πέφυκεν ὁ ὑπερήφανος λογισμὸς ἢ καὶ ὁ τῶν παθῶν σάλος. Πῶς χρὴ νοεῖν τὸ ἐν τῷ συμβόλῳ λεγόμενον «σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου»;

Φασί τινες τῶν ἁγίων ὅτι ἐκ πνεύματος μὲν ἁγίου δίκην γονῆς ἀνδρὸς τὴν ψυχὴν καταβληθῆναι, τὴν δὲ σάρκα διαπλασθῆναι ἐκ τῶν παρθενικῶν αἱμάτων. Τί ἐστιν τὸ τῶν Παροιμιῶν «χειρὶ χεῖρα ἐμβαλὼν οὐκ ἀθῳωθήσεται»;

Πράξει ἐναρέτῳ ὁ πρᾶξιν μίσγων φαύλην οὐκ ἀθῳωθήσεται. Ἐκ τῶν αὐτῶν· μὴ ἐγγυήσῃς σὸν φίλον· εἰ γὰρ μὴ ἔχεις ἀποδοῦναι, λήμψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου. Φίλον λέγει τὸ σῶμα διὰ τὴν πρὸς αὐτὸ τῆς ψυχῆς σχέσιν· τοῦτο μὴ ἐγγυᾶσθαί φησιν, τουτέστιν μὴ φειδοῦς ἀξιοῦν, μὴ δὲ τοὺς ὑπὲρ ἀρετὴν πόνους ἀποδιδόναι ὀφείλοντα, τὴν ἄνεσιν ἐᾶν μεταδιώκειν. Εἰ γὰρ τῇ ἀσκήσει προσανέχων ὁ νοῦς ἄρξηται ὑπενδιδόναι, μὴ εὑρίσκων ἀποδοῦναι ὁ νοῦς τὸν ὑπὲρ ἀρετῆς λόγον, λαμβάνουσιν οἱ δαίμονες καὶ εἰς ἃς ἐπανεπαύετο ἀσκήσεις ἐξ αὐτοῦ· τοῦτο γὰρ δηλοῖ τὸ στρῶμα.

Τί δηλοῖ τὸ Ἡσαΐου ῥητὸν «τίς ἐμέτρησεν τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί»; Ἐπειδὴ κατὰ τὸν προφήτην Ἀμβακοὺμ ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ τοῦ κυρίου, τουτέστιν ἡ κατὰ σάρκα αὐτοῦ πολιτεία τὴν τῶν ἐν οὐρανοῖς ἀγγέλων ἀρετήν, αὐτὸς τῇ πράξει— τοῦτο γὰρ ἡ χείρ—ἐμέτρησεν πᾶσαν τὴν γνῶσιν, ὕδωρ τροπικῶς ὀνομασθεῖσαν· ἡ γὰρ ἑνωθεῖσα τῷ λόγῳ φύσις πᾶσαν τὴν γνῶσιν κατείληφεν. Τὸν δὲ οὐρανὸν σπιθαμῇ· οὐρανὸν λέγων τὸν ὑψηλότερον τῶν ὄντων λόγον, σπιθαμὴν δὲ τὴν μετὰ πράξεως ἐκτεταμένην γνῶσιν τῶν αἰσθητῶν διὰ τὸ πέντε δακτύλους ἔχειν τὴν χεῖρα· τούτους οὖν τοὺς λόγους ἐνανθρωπήσας ὁ κύριος ἐξεμέτρησεν ἀνακεφαλαιωσάμενος τὰ πάντα ἐν αὐτῷ. Τὸ δὲ πᾶσαν τὴν γῆν δρακὶ τοῦτο δηλοῖ, ὅτι οὕτως ὁ κύριος τὴν ἑαυτοῦ σάρκα γηΐνην οὖσαν περιέσφιγξεν ὡς μὴ δὲ τὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη μὴ ἐφιέντος αὐτοῦ ἐνεργεῖν.

Τίς ὁ Ἐζεκίας καὶ τίς ἡ ἀσθένεια καὶ τίς ἡ παλάθη ἐξ ἧς ἰάθη τὸ τραῦμα; Ὁ Ἐζεκίας εἰς πρόσωπον λαμβάνεται τῆς ἀνθρωπότητος· τὸ δὲ τραῦμα τὸ ἐν τῷ μηρῷ σημαίνει τὸν νόμον τῆς ἁμαρτίας διὰ τὸ παρακεῖσθαι τῷ μηρῷ τὰ γεννητικὰ μέρη· ἡ δὲ παλάθη ἐστὶν ἡ σὰρξ ἡ ζωοποιὸς τοῦ κυρίου, μὴ ἔχουσα ὀπὸν ἁμαρτίας, ἐξ ἧς ἴασις ἡμῖν γέγονεν τῆς πληγῆς τῆς παραβάσεως.

Τί σημαίνει τὸ ἐκπεσὸν σιδήριον ἐν τῷ Ἰορδάνῃ ἀφ᾽ ἑνὸς τῶν υἱῶν τῶν προφητῶν ὅπερ ὁ προφήτης Ἐλισσαῖος ἐμβαλὼν ξύλον, ἐπιπολάσαι πεποίηκεν; Εἰρηναῖος λέγει δι᾽ ἔργου δεῖξαι τὸν προφήτην ἐν τῷ ἀναγαγεῖν τὸ σιδήριον ὅτι τὸν στερεὸν λόγον τοῦ θεοῦ ὃν ἀμελῶς ἀποβαλόντες οὐχ εὑρίσκομεν, ἀποληψόμεθα πάλιν διὰ τῆς τοῦ ξύλου οἰκονομίας. Ὅτι δὲ ἀξίνῃ ἔοικεν ὁ λόγος τοῦ θεοῦ διδάσκει Ἰωάννης ὁ βαπτιστὴς λέγων «ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται» καὶ Ἰερεμίας δὲ λέγων «ὁ λόγος κυρίου ὡς πέλεκυς κόπτων πέτραν».

Τί σημαίνει ὁ ἐν τῷ εὐαγγελίῳ τῶν 〈ρνγ〉 ἰχθύων ἀριθμός; Ἐπειδήπερ ἀπὸ μιᾶς ἀρχόμενος κατὰ σύνθεσιν μέχρις τῶν δέκα ἑπτὰ πληροῖς τὸν ἀριθμὸν τοῦτον, σημαίνει ὅτιπερ διά τε τῆς ἐκπληρώσεως τῶν δέκα ἐντολῶν καὶ τῶν ἑπτὰ ἐνεργειῶν τοῦ ἁγίου πνεύματος εἰσέρχονται οἱ σῳζόμενοι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἢ καὶ τοὺς διὰ πίστεως τῆς ἁγίας τριάδος καὶ τῆς τῶν μελλόντων ἐλπίδος —ὑπερθετικὸς γὰρ τοῦ ἑβδοματικοῦ χρόνου ὁ πεντηκοστὸς ἀριθμός ἐστιν—καὶ τῆς διὰ τῶν ἐντολῶν ἐνεργείας, ὅπερ σημαίνεται διὰ τοῦ ἑκατοστοῦ ἀριθμοῦ, σῳζομένους καὶ τὴν βασιλείαν ἀξιουμένους.

Τίνες εἰσὶν οἱ ἄνδρες καὶ αἱ γυναῖκες καὶ οἱ ὄφεις ὑπὲρ ὧν ὁ κύριος κατὰ Γρηγόριον τὸν Νύσης τὰς 〈γ〉 ἐν τῷ ᾅδῃ ἡμέρας πεποίηκεν; Τρεῖς εἰσὶν τῆς ψυχῆς δυνάμεις, λογικόν, θυμικόν, ἐπιθυμητικόν· οἱ μὲν οὖν ἄνδρες λαμβάνονται εἰς τὸ λογικόν, αἱ δὲ γυναῖκες εἰς τὸ ἐπιθυμητικόν, οἱ δὲ ὄφεις εἰς τὸ θυμικόν. Ἀποκαθίστανται οὖν ἐν τῷ μέλλοντι αἰῶνι αἱ τρεῖς αὗται δυνάμεις τῇ ἐπιγνώσει· ὑπὲρ αὐτῶν δὲ καὶ ὁ κύριος τὸ ζωοποιὸν κατεδέξατο πάθος καὶ τὴν εἰς ᾅδου κάθοδον.

Ἐκ τῶν Παροιμιῶν, τὸ διορατικὸν ἄνδρα καὶ ὀξὺν τοῦ νοῆσαι βασιλεῦσιν δεῖ παρεστάναι, πῶς νοήσωμεν; Τὸν ὀξὺν περὶ τὸ πρακτικὸν καὶ θεωρητικὸν περὶ τὸ γνωστικὸν τοῖς τρισὶν νόμοις παρεστάναι ὁ λόγος βούλεται, τῷ φυσικῷ καὶ τῷ γραπτῷ καὶ τῷ τῆς χάριτος, ἵνα ἐξ αὐτῶν ὁδηγούμενος κατορθώσῃ δεόντως πρακτικὴν καὶ φυσικὴν καὶ θεολογικὴν φιλοσοφίαν.

Ἐκ τῶν αὐτῶν· ἑπτάκις πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται. Δίκαιον ἐνταῦθα τὸν μόνον ἀληθῶς δίκαιον τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὑπολαμβάνειν χρεών. Ἐπεὶ οὖν αὐτὸς ἐν ἡμῖν λέγεται καὶ πίπτειν καὶ ἀνίστασθαι ὡς τὰ ἡμέτερα πάντα διὰ φιλανθρωπίαν καταδεξάμενος, ἔπεσεν δὲ ἡ φύσις ἡμῶν ἑπτάκις—κατά τε τὴν τοῦ προπάτορος παράβασιν πρώτην γενομένην, δευτέραν δὲ τὴν τολμηθεῖσαν τοῦ Κάϊν μιαιφονίαν, πρῶτον τῇ φύσει καινοτομήσαντος φόνον, τρίτην ἐπὶ τῆς κατὰ τὸν Νῶε γενεᾶς, ἐφ᾽ ἧς οὐ κατέμεινεν τὸ πνεῦμα τοῦ θεοῦ διὰ τὸ εἶναι σάρκας, τετάρτην ἐπὶ τῆς πυργοποιΐας, πέμπτην ἐπὶ τῆς κατὰ τὸν Ἀβραὰμ γενεᾶς, ἐξ ἧς μόνος αὐτὸς τῷ θεῷ εὐηρέστησεν, ἕκτην ἐπὶ τοῦ Μωυσέως, εἰς τοσοῦτον τῆς ἐπ᾽ αὐτοῦ γενεᾶς ἀθεΐας ἐξοκειλάσης ὡς αὐτὸν εἰς ἐπικουρίαν τῆς τοσαύτης ἀσεβείας ἀπὸ θεοῦ πεμφθῆναι, ἑβδόμην ἐπὶ τῆς τῶν προφητῶν γενεᾶς, ἥτις τὰς προλαβούσας γενεὰς εἰς κακίας μέτρον πάσας ὑπερηκόντισεν—ἐπεὶ οὖν, ὡς εἴρηται, ἑπτάκις ἔπεσεν ἡ φύσις ἡμῶν, ταύτην ἀφάτῳ φιλανθρωπίᾳ κινηθεὶς ἀνέστησεν ὁ κύριος, αὐτὴν τὴν φύσιν ἑνώσας ἑαυτῷ καθ᾽ ὑπόστασιν.

Τίνας σημαίνει ὁ Ἀπόστολος λέγων «τοὺς προηλπικότας ἐν τῷ Χριστῷ» πρὸς Ἐφεσίους γράφων; Πᾶς τις τῶν ἁγίων τῶν πρὸ τῆς ἐπιδημίας τοῦ κυρίου, οἱανοῦν ἀρετὴν ἐξασκῶν, κἂν εἰ μὴ τὸ ὅλον τῆς οἰκονομίας μυστήριον ἐγίνωσκεν, ἀλλ᾽ ἐκ μέρους φυσικῶς κινούμενος ἤλπιζεν καὶ προσεδόκα ὅτι ὁ τὴν φύσιν ποιήσας αὐτὸς καὶ παραφθαρεῖσαν ἀνασώσηται.

Ἐκ τοῦ αὐτοῦ· εἰς τὸ εἰδέναι ἡμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ. Ἡ τῆς κλήσεως ἐλπίς ἐστιν ἡ κατὰ τὴν αὐτοῦ τοῦ κυρίου πολιτείαν διὰ πράξεως ἀπάθεια· πλοῦτος δὲ τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις ἐστὶν ὁ κατὰ τὴν γνῶσιν τῆς ἀληθείας πλοῦτος· ὑπερβάλλον δὲ μέγεθος τῆς δυνάμεως αὐτοῦ ἐστιν ἡ τοῖς ἀξίοις δωρηθησομένη θέωσις, ὡς ὑπὲρ φύσιν οὖσα καὶ θεοὺς ἐξ ἀνθρώπων κατὰ χάριν τοὺς μετόχους ἀποτελοῦσα.

Τοῦ αὐτοῦ Ἀποστόλου· αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ ἔργοις ἀγαθοῖς. Τοῦτο εἴρηται τῷ Ἀποστόλῳ, ὡς οἶμαι, ἐπειδὴ κατ᾽ ἀρχὰς ποιήσας ὁ θεὸς τὸν ἄνθρωπον, διὰ δὲ τῆς παραβάσεως παραπεσόντα ἀνέκτισεν πάλιν διὰ τῆς ἐνσάρκου αὐτοῦ ἐπιδημίας καὶ εἰς τὸ ἀρχαῖον ἀπεκατέστησεν.

Τοῦ αὐτοῦ· ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ καὶ τὰ λοιπά. Εἴτε τοὺς δύο λαοὺς συνάψας ἐποίησεν ἕν, εἴτε τὰ ἐπίγεια καὶ τὰ οὐράνια—συνῆψεν γὰρ καὶ ταῦτα, διεστηκότα πρὸς ἄλληλα—εἴτε καὶ εἰς τὸν καθένα λαμβάνεις· συνῆψεν ψυχὴν καὶ σῶμα ἀεὶ πρὸς ἑαυτὰ στασιάζοντα· ὑπέταξεν γὰρ τὸ φρόνημα τῆς σαρκὸς τῷ νόμῳ τοῦ πνεύματος. Καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας· μεσότοιχον ἢ τὴν σάρκα ἢ τὰ αἰσθητὰ ἢ τὴν νομικὴν λατρείαν ἐκάλεσεν, φραγμὸν δὲ τὴν ἁμαρτίαν· ταῦτα γὰρ τοίχου δίκην, μὴ ἐπιστημόνως μὴ δὲ μετὰ γνώσεως πνευματικῆς κεχρημένοις αὐτοῖς ἡμῖν, διετείχιζον ἡμᾶς ἐκ τοῦ θεοῦ καὶ τῇ ἁμαρτίᾳ ὑπέβαλλον.

Τὴν ἔχθραν ἐν τῇ σαρκί· τὴν ἁμαρτίαν ἔχθραν εἰπών· αὐτὴ γὰρ ἡμᾶς ἐχθροὺς τοῦ θεοῦ κατέστησεν. Τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας· νόμος ἐντολῆς ἐστιν τὸ οὐ φονεύσῃς καὶ τὰ λοιπά· ὁ δὲ φυσικῶς τῇ ἐντολῇ ἐπιβάλλων καὶ γινώσκων τὸν λόγον τῆς ἐντολῆς οἶδεν ὅτι οὐ μόνον σωματικοῦ φόνου ἀπέχεσθαι δεῖ, ἀλλὰ καὶ παντὸς πάθους λυμαινομένου τὴν φύσιν· καὶ γὰρ καὶ φθόνος καὶ καταλαλιὰ καὶ πάντα τὰ πάθη φθαρτικὰ τῆς φύσεώς εἰσιν. Ὁ κύριος οὖν ἐλθὼν ἐν δόγμασιν κατήργησεν τὸν νόμον, ἀντὶ τοῦ «ἔπαυσεν», λέγων «ἐρρήθη τοῖς ἀρχαίοις “οὐ φονεύσῃς”, ἐγὼ δὲ λέγω ὑμῖν· “πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ, ἔνοχος ἔσται”», ἀλλ᾽ οὐ μόνον διδάξας ἀλλὰ γὰρ καὶ ποιήσας.

Καὶ τὰς θυσίας δὲ τὰς κατὰ τὸν νόμον δογματίσας κατήργησεν, πνευματικῶς νοεῖσθαι παρασκευάσας· μᾶλλον δὲ τὰς πολλάς, τύπον οὔσας τοῦ κατ᾽ αὐτὸν μυστηρίου δείξας, κατέπαυσεν. Ἐκ τῶν Παροιμιῶν· τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέτριψεν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησεν τῶν ἄκρων τῆς γῆς; τί ὄνομα αὐτῷ;

Ἐπειδὴ κατ᾽ ἀρχὰς ὁ ἄνθρωπος ἐπὶ τοῦτο ἐπλάσθη ὥστε πρὸς τὴν αἰτίαν ἀναβῆναι τῷ πόθῳ καὶ εἶθ᾽ οὕτως εἰς τὰ μετὰ τὴν αἰτίαν κτίσματα κατελθεῖν καὶ ταῦτα καλῶς τῇ γνώσει ἐπισκοπήσαντα ἀναβιβάσαι πρὸς τὸν ποιητὴν τούτων, τοῦτο δὲ οὐκ ἐποίησεν, ἀλλὰ πρὶν ὑψωθῆναι πρὸς τὸν θεὸν κατένευσεν πρὸς τὴν ὕλην, ἐλθὼν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁ δεύτερος Ἀδὰμ ἀνακεφαλαιώσατο ἐν αὐτῷ τὰ πάντα καὶ ἔδειξεν εἰς τί παρήχθη ὁ πρῶτος ἄνθρωπος. Κατὰ γὰρ τὴν πρόσληψιν τῆς ἀνθρωπείας φύσεως πρῶτον ἀνέβη κινηθεὶς πρὸς τὸν αἴτιον, εἶτα καὶ κατέβη κατὰ τὴν θεότητα, τὴν τοῦ δούλου μορφὴν ὑποδύς, καὶ πάλιν δὲ ἀνέβη κατὰ τὸ συναμφότερον ἐν τῇ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀναλήμψει. Οὕτω δεῖ καὶ ἡμᾶς πρῶτον ὑψοῦσθαι πρὸς τὸν θεὸν καὶ στομοῦντας τὴν ψυχὴν τὸν ὅλον αὐτῆς πόθον πρὸς αὐτὸν τείνειν καὶ εἶθ᾽ οὕτως καταβαίνειν ἐπὶ τὴν ἔρευναν τῶν ὄντων καὶ ἕκαστον ὡς ἔχει φύσεως ἐπισκοπεῖν καὶ πάλιν δι᾽ αὐτῶν ἀναβιβάζεσθαι τῇ θεωρητικῇ γνώσει εἰς τὸν τούτων δημιουργόν.

Ὁ τοιοῦτος συνάγει ἀνέμους ἐν κόλπῳ· τοὺς γὰρ διαφόρους λόγους τῶν ὄντων τροπικῶς ἀνέμους ὀνομασθέντας συνάγει εἰς τὸν κόλπον τῆς ἑαυτοῦ καρδίας. Ἐπεὶ οὖν κόλπος ἐστὶν ὁ ὀ〈μ〉φαλὸς ἐν ᾧ φασιν τὸν πρῶτον γόνον τὴν ἀρχὴν λαμβάνειν, χρὴ νοεῖν ὅτι ἐν τῷ γονίμῳ καὶ θεωρητικῷ μέρει τῆς καρδίας συνάγων τοὺς διαφόρους λόγους ἀποτίκτει ἕνα λόγον θεοῦ· οἱ γὰρ πολλοὶ τῶν ὄντων λόγοι εἰς ἓν συνάγονται. Ἀλλὰ καὶ συντρίβει ὕδωρ ἐν ἱματίῳ· ὕδωρ εἰσίν, ὡς πολλαχοῦ τῆς γραφῆς εὑρήσεις λεγούσης, οἱ πειρασμοί· τούτους ἐν τῷ ἰδίῳ σώματι ἢ καὶ ἐν τῷ ἠθικῷ μέρει τῆς φιλοσοφίας πάσχων μεθ᾽ ὑπομονῆς συντρίβει, ἀπράκτους αὐτοὺς ἀποπέμπων. Κρατεῖ δὲ καὶ τῶν ἄκρων τῆς γῆς, μὴ δὲ τὰ φυσικὰ τοῦ σώματος πάθη συγχωρῶν ἀλόγως ἐκφέρεσθαι.

Ἐκ τοῦ Ἡσαΐου· καὶ ἔσονται οἱ καταλελειμμένοι ὑπὲρ τὸ χρυσίον τὸ ἄπυρον. Οἱ δοκιμασθέντες διὰ τῶν πειρασμῶν καὶ ἐγκαταλειφθέντες πρὸς πλείονα πεῖραν ὡς Ἰώβ, ὁ Ἰωσὴφ καὶ οἱ κατ᾽ αὐτούς, οὗτοι ὑπὲρ τὸ χρυσίον τὸ ἄπυρόν εἰσιν, ὑπὲρ τὸν δίκην χρυσοῦ εὐθῆ πλασθέντα Ἀδάμ, τὸν μὴ πυρωθέντα διὰ πειρασμῶν καὶ βαστάσαντα.

Τί σημαίνει ὁ ἐν τῇ Γενέσει ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος; Ἐκάτεροι τὸν κύριον δηλοῦσιν· ὁ μὲν ἄνθραξ ὡς φωτιστικὸς καὶ καυστικός, διὰ τὸ παρεκτικὸν εἶναι τὸν κύριον γνώσεως, δαπανητικὸν δὲ τῆς μοχθηρίας· ὁ δὲ πράσινος λίθος ἐπειδὴ τονωτικός ἐστιν τῆς ὁρατικῆς δυνάμεως, δηλοῖ καὶ αὐτὸς τὸν κύριον, ὡς τοῦ θεωρητικοῦ τῆς ψυχῆς τόνου ποιητικόν.

Τί σημαίνει κατὰ θεωρίαν ἡ τύφλωσις τοῦ Σαμψώ〈ν〉; Σαμψὼν ἑρμηνεύεται 〈ἥλιος,〉 ἡ δὲ Δαλιδὰ 〈πτωχεύουσα·〉 ἐπέπεσεν οὖν ὁ Σαμψὼ〈ν〉 ἐπὶ τὸν μηρὸν τῆς Δαλιδά, τουτέστιν ἐπὶ τὸ παθητὸν μέρος τῆς ἡδονῆς, καὶ ἐπτώχευσεν τῆς φωτιζούσης αὐτὸν ἀρετῆς. Τότε ἤνεγκεν κουρέα καὶ ξυρὸν καὶ ἐξύρησεν αὐτοῦ τοὺς 〈ζ〉 βο〈σ〉τρύχους· κουρεύς ἐστιν ὁ διάβολος, ξυρὸν δὲ ἡ ἀπάτη κατὰ τὸ γεγραμμένον «ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον», οἱ δὲ 〈ζ〉 βόστρυχοι ἑπτὰ ἐνέργειαι κατὰ τὸν προφήτην Ἡσαΐαν τοῦ πνεύματος.

Ὅτ᾽ ἂν οὖν ἤρξαντο φύειν αὐτοῦ αἱ τρίχες, τουτέστιν ὅτ᾽ ἂν εἰς μετάμελον ἦλθεν τῶν αὐτῷ πεπραγμένων, τότε χειραγωγεῖ αὐτὸν τὸ παιδάριον, τουτέστιν ὁ νόμος τοῦ θεοῦ, καὶ ἄγει αὐτὸν ἐπὶ τοὺς στύλους ἐφ᾽ ὧν ἐπεστήρικτο ὁ οἶκος τῶν ἀλλοφύλων, οἵτινές εἰσιν θυμὸς καὶ ἐπιθυμία, ὑφ᾽ ὧν πᾶς ἀλλόφυλος ἁλίσκεται νοῦς. Τὸ δὲ συναποθανεῖν τὸν Σαμψὼν τῶν ἀλλοφύλων, σημαίνει τὴν συντέλειαν ἤγουν νέκρωσιν τοῦ σαρκικοῦ φρονήματος.

Τί σημαίνει αὐτὸς ὁ Σαμψὼ〈ν〉 ἐν τῇ σιαγόνι τοῦ ὄνου ἀποκτείνας τοὺς ἀλλοφύλους; Ἐνταῦθα τύπον ὁ Σαμψὼν φέρει τοῦ ἀληθινοῦ ναζιραίου τοῦ Χριστοῦ· αὐτὸς γὰρ τὴν ἡμετέραν σάρκα λαβὼν ἄνικμον πάσης ἁμαρτίας, τοὺς ἀλλοφύλους ἀνεῖλεν δαίμονας.

Τὸ δὲ δεθῆναι ἐκ τῶν ἰδίων τὸν Σαμψὼ〈ν〉 καὶ παραδοθῆναι τοῖς ἀλλοφύλοις σαφῶς ἐπὶ τοῦ κυρίου πεπλήρωται· δήσαντες γὰρ αὐτὸν οἱ δοκοῦντες ἴδιοι εἶναι Ἰουδαῖοι παρέδωκαν τοῖς ἔθνεσιν. Ἀλλὰ καὶ ἐπήγασεν ἐκ τοῦ σώματος τοῦ κυρίου ὥσπερ ἐκ τῆς σιαγόνος τὸ τῆς γνώσεως ὕδωρ ὅπερ ἐδίψα λέγων «ἵνα γινώσκωσίν σε τὸν ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». Ἀλλὰ καὶ ἕκαστος Σαμψώ〈ν〉, τουτέστιν [τὴν] ναζιραῖος, διὰ τῆς σιαγόνος, τουτέστιν διὰ τῆς ἐγκρατείας τοῦ σώματος, ὅπερ ἐστὶν ἑτερογενὲς τῆς ψυχῆς καθὰ καὶ ὁ ὄνος τῆς ἐθνικῆς μερίδος τῷ νόμῳ, ἀποκτέννει τὰ πάθη διὰ τῆς πρακτικῆς. Εἶτα καὶ διψᾷ θείας γνώσεως καὶ διὰ τῆς ἐπικλήσεως ἐξ αὐτῆς τῆς ἐναρέτου πράξεως καταπέμπεται αὐτῷ θεία γνῶσις, ποτίζουσα αὐτὸν καὶ ἀναψύχουσα. Εἰ δὲ καὶ συνσχεθῇ ἔσω τειχῶν τῆς Γάζης, τουτέστιν ὑπὸ τῶν αἰσθητῶν, τοῖς ὤμοις τῆς πρακτικῆς ἀναλαμβάνει τὰς πόρτας, τουτέστιν τὰς αἰσθήσεις, καὶ ἀνάγει εἰς τὸ ὅρος τῆς ὑψηλῆς γνώσεως.

Τίνος χάριν τὰ μὲν ἑπτὰ ἔθνη παρακελεύεται ὁ θεὸς τοὺς υἱοὺς Ἰσραὴλ ἀπολέσαι, τὰς δὲ πέντε σατραπίας οὐδαμῶς; Πάντα τὰ παρὰ φύσιν πάθη μισῶν ὁ θεὸς κελεύει ἀπόλλυσθαι· τὰς δὲ κατὰ φύσιν τῶν πέντε αἰσθήσεων δυνάμεις οὐ βούλεται ἀναιρεθῆναι, εἰ δὲ ἄρα παρὰ φύσιν ποτὲ κινηθῶσιν, τὰς ἐνεργείας αὐτῶν ἀποκτέννυσθαι.

Τί σημαίνει τὸ εὐαγγέλιον λέγων «νίψαι σου τὸ πρόσωπον καὶ ἄλειψαί σου τὴν κεφαλήν»; Τὸ πρόσωπον ἡμῶν ἐστιν ὁ βίος, χαρακτηρίζων καθάπερ ἡ ὄψις ὁποῖοί τινές ἐσμεν κατὰ τὸν ἔσω ἄνθρωπον. Τοῦτο οὖν ὁ λόγος παρακελεύεται νίπτειν, τουτέστιν καθαίρειν τὸν βίον κηλίδος πάσης ἁμαρτιῶν. Κεφαλὴ δέ ἐστιν ὁ ἡμέτερος νοῦς, ὃν ὁ λόγος ἀλείφειν κελεύει, τουτέστιν τῇ θείᾳ καταφαιδρύνειν γνώσει.

Τί ἐστιν ἡ τοῦ κυρίου ἀπόκρισις λέγοντος «εἴπατε τῇ ἀλώπηκι—περὶ τοῦ Ἡρῴδου λέγων—ὅτι σήμερον καὶ αὔριον ἰάσεις ἐπιτελῶ καὶ τῇ τρίτῃ τελειοῦμαι»; Ἡρῴδης 〈δερμάτινος〉 ἑρμηνεύεται· χρὴ οὖν τοὺς σαρκικοὺς λογισμοὺς τοὺς θέλοντας ἀποσπάσαι τὸν νοῦν ἐκ τῆς πρακτικῆς ἀρετῆς βδελύττεσθαι καὶ λέγειν αὐτοῖς ὅτι σήμερον καὶ αὔριον ἰάσεις ἐπιτελῶ καὶ τῇ τρίτῃ τελειοῦμαι, τουτέστιν ἰῶμαι διὰ τῆς πρακτικῆς τὰ ἴδια μέλη πρῶτος, εἶτα καὶ τὰς αἰσθήσεις πρὸς τὸ τοῖς αἰσθητοῖς ὑγιῶς ἐπιβαλεῖν, καὶ τῇ τρίτῃ τελειοῦμαι, τῇ θεωρίᾳ τῆς θείας γνώσεως τὸ τέλειον λαμβάνων.

Τί ἐστιν κατὰ τὸν Ἀπόστολον ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται; Σάρξ ἐστιν ἡ ἐπιθυμία, αἷμα δὲ ὁ θυμός· καὶ εἰκότως ὁ μὴ τούτων καθαρεύων βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται.

Τί δηλοῖ τὸ ἐν Χωρὴβ Σινᾶ ὄρος καὶ τί τὰ γενάμενα ἐν αὐτῷ μυστήρια; Σινᾶ ἑρμηνεύεται 〈πειρασμός,〉 Χωρὴβ δὲ 〈νέωσις.〉 Χρὴ οὖν τὸν τοῦ ὕψους τῆς γνώσεως ἐφιέμενον πρῶτον ἐν τῇ ὑπομονῇ γενέσθαι τῶν πειρασμῶν καὶ νεῶσαι καὶ σπεῖραι καρπὸν γνώσεως καὶ δικαιοσύνης καὶ ἁγνίσασθαι ἀπὸ παντὸς πάθους, τρεῖς δὲ ἡμέρας, ἀντὶ τοῦ τὰς τρεῖς τῆς ψυχῆς δυνάμεις, πάσης κεκαθάρθαι σαρκικῆς ἡδονῆς, μὴ συνπαραλαμβάνειν δὲ τὸ θῆλυ, μήτε μὴν ἄλογον, τοῦτο δηλοῦντος τοῦ λόγου, ὡς χρὴ τὸν ἄξιον θέλοντα γενέσθαι θείας φωνῆς μηδὲν ἔχοντα θηλυδριῶδες μήτε ἀλόγιστον, ἀλλὰ λαμπροῖς τοῖς ἱματίοις τῆς ἀρετῆς ἠμφιεσμένον προσβαίνειν τῷ ὄρει τῆς γνώσεως. Οὕτω γὰρ κατὰ τὸν θεσπέσιον Μωυσέα διὰ τῆς φυσικῆς θεωρίας καὶ τῆς τοῦ χρόνου ἰδιότητος—ὅπερ δηλοῖ τοὺς ἑβδομήκοντα πρεσβυτέρους—γενόμενον καὶ παρελθόντα τὰς φωνὰς καὶ τοὺς ἤχους, τὰς ἐκ τῶν φαινομένων δηλώσεις, μόνους ἐπιφέρεται μεθ᾽ ἑαυτοῦ Ἀαρὼν καὶ τοὺς δύο υἱοὺς αὐτοῦ Ναδὰβ καὶ Ἀβιούδ, τουτέστιν Ἀαρὼν τὸν λόγον καὶ τοὺς αὐτοῦ υἱοὺς θυμὸν καὶ ἐπιθυμίαν. Ἀλλὰ καὶ τούτους καταλιπεῖν χρὴ δίκην καπνοῦ καὶ θυέλλης καὶ μόνον ἔχειν τὸν Ἀαρών, τὸν ἁπλοῦν πρὸς τὴν νόησίν φημι λόγον, δίκην ἀστραπῶν καταλαμπόμενον ταῖς θείαις ἐλλάμψεσιν, εἶτα καὶ τοῦτον καταλιπεῖν ἔξω καὶ εἰς τὸν γνόφον τῆς ἀγνωσίας εἰσδῦναι, ἔνθα πᾶσα ἀλογία καὶ ἀνο〈η〉σία.

Τοὺς δὲ ὑπὸ τὸ ὄρος ἁγνισθέντας τοῦ λαοῦ σημαίνειν οἶμαι τοὺς πρακτικούς, τοὺς δὲ ἑβδομήκοντα πρεσβυτέρους τοὺς τὴν φυσικὴν θεωρίαν μετερχομένους, τοὺς δὲ περὶ τὸν Ἀαρὼν τοὺς τὴν θεολογίαν μετιόντας, τοὺς δὲ κατὰ Μωυσέα τοὺς δι᾽ ἀποφάσεως καὶ ἀγνωσίας ἑνουμένους τῷ θεῷ.