Ἔργον
Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα πρὸς Θαλάσσιον
Ερωτήσεις 11-20
Αναλύσεις περί της εκπτώσεως των αγγέλων, της φανέρωσης του Θεού μέσω της κτίσεως, του χωνευτού μόσχου, της περιτομής, της δικαίωσης και της κρίσης διά του Χριστού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερωτήσεις 11-20
Αναλύσεις περί της εκπτώσεως των αγγέλων, της φανέρωσης του Θεού μέσω της κτίσεως, του χωνευτού μόσχου, της περιτομής, της δικαίωσης και της κρίσης διά του Χριστού.
ΕΡΩΤΗΣΙΣ ΙΑʹ. Τίς ἡ ἀρχὴ τῶν μὴ τηρησάντων αὐτὴν ἀγγέλων, καὶ τί τὸ οἰκητήριον ὃ ἀπέλιπον, καὶ τίνες οἱ ἀΐδιοι δεσμοί, καὶ τί ὁ ζόφος ὑφ᾽ ὃν τετήρηνται, καὶ τί ἐν τῇ κρίσει τῆς μεγάλης ἡμέρας πείσονται;
Ἀπόκρισις. Ὁ μὲν ἀκριβὴς περὶ τούτων λόγος τοῖς ἀποστολικοῖς τὴν διάνοιαν μόνοις ἔστω τετηρημένος, τοῖς ἀμέσως παρὰ τοῦ λόγου διδαχθεῖσι τήν τε τῶν ὄντων γνῶσιν ἀψευδῆ καὶ τῆς ἐπὶ τοῖς οὖσι σοφῆς προνοίας τὴν ἀγαθὴν καὶ δικαίαν διεξαγωγήν, οἷα μηδὲν ἑαυτῶν καὶ τοῦ λόγου κατὰ νοῦν ἀφεῖσι κωλυτικὸν διατείχισμα.
Ὅσον δ᾽ οὖν εἰς ἐμὲ φθάνει τὸν κάτω καὶ πολλὰ ἔχοντα τῆς τοῦ λόγου πρὸς ἐμὲ κωλύματα διαβάσεως, ἀρχὴ τῶν μὴ τηρησάντων αὐτὴν ἀγγέλων ἐστὶν ὁ λόγος τυχόν, καθ᾽ ὃν ἐκτίσθησαν, ἢ ἡ δοθεῖσα πρὸς ἐκθέωσιν αὐτοῖς κατὰ χάριν φυσικὴ δυναστεία, ἢ πάλιν ἡ κατὰ τὴν ἀξίαν τῆς χάριτος τάξις τῆς στάσεως. Τὸ δὲ οἰκητήριόν ἐστιν ἢ ὁ οὐρανὸς ἢ ἡ κατὰ τὴν ἕξιν τῶν ὑπὲρ ἔννοιαν ἀγαθῶν σοφία, ἣν οἰκεῖν ἐδημιουργήθησαν—οἶδε γὰρ καὶ σοφίας οἶκον ὀνομάζειν ὁ λόγος—, ἢ ἡ φρουρητικὴ τῶν δοθέντων αὐτοῖς φυσικῶν τε καὶ ἐπικτήτων ἀγαθῶν ἐπισκοπὴ τῆς ἀχράντου θεότητος, ἣν ἀπέλιπον τυραννήσαντες. Ἀΐδιοι δὲ δεσμοί εἰσιν ἡ κατὰ γνώμην αὐτῶν παντελής τε καὶ διηνεκὴς περὶ τὸ καλὸν ἀκινησία, καθ᾽ ἣν οὐδαμῶς οὐδέποτε θείας ἀνέσεως ἀπολαύουσιν, ἢ πάλιν ἡ διὰ τὴν ἡμῶν σωτηρίαν τῆς καθ᾽ ἡμῶν μανίας αὐτοὺς ἐπέχουσα κατὰ πρόνοιαν τοῦ θεοῦ δύναμις, μὴ συγχωροῦσα προβῆναι τῆς αὐτῶν πονηρίας τὰ καθ᾽ ἡμῶν μηχανήματα. Ζόφος δέ ἐστιν ἡ παντελὴς καὶ ὁλόκληρος τῆς θείας ἄγνοια χάριτος· καθ᾽ ἣν διόλου γνωμικῶς ποιωθέντες, τῆς μακαρίας καὶ παμφαοῦς τοῦ ἀκηράτου φωτὸς ἐστέρηνται διαδόσεως, περὶ τὸ μὴ ὂν πᾶσαν τὴν δοθεῖσαν αὐτοῖς κατὰ φύσιν νοερὰν δύναμιν ἀναλώσαντες.
Τί δὲ πείσονται κατὰ τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως μόνος οἶδεν ὁ δίκαιος κριτής, ὁ κατ᾽ ἀξίαν ἑκάστῳ δικαίαν ἀφορίζων τὴν ἀμοιβὴν καὶ τῷ μέτρῳ τῆς κακίας ἴσον πρεπόντως τὸ εἶδος διανέμων τῆς κρίσεως καὶ πρόσφορον τὴν ἐπ᾽ αἰῶσιν ἀτελευτήτοις ψῆφον συνεκφέρων μετὰ δικαιοσύνης τοῖς ἀγαθοῖς αὐτοῦ δόγμασιν.
ΕΡΩΤΗΣΙΣ ΙΒʹ Τίς ὁ ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένος χιτών; Ἀπόκρισις. Ὁ πολλοῖς πλημμελήμασι τῶν ἐκ τῆς σαρκὸς παθημάτων κεκηλιδωμένος βίος χιτών ἐστιν ἐσπιλωμένος. Ὡς ἔκ τινος γὰρ ἐνδύματος τῆς κατὰ τὸν βίον ἀναστροφῆς ἕκαστος τῶν ἀνθρώπων διαφαίνεσθαι πέφυκεν, εἴτε δίκαιος εἴτε ἄδικος, ὁ μὲν χιτῶνα καθαρὸν ἔχων τὸν ἐνάρετον βίον, ὁ δὲ πονηροῖς ἐσπιλωμένην ἔργοις τὴν ζωὴν κεκτημένος.
Ἢ μᾶλλον, ἐσπιλωμένος ἀπὸ τῆς σαρκός ἐστι χιτὼν ἡ κατὰ συνείδησιν μορφοῦσα διὰ τῆς μνήμης τῶν ἐκ τῆς σαρκὸς πονηρῶν κινημάτων τε καὶ ἐνεργημάτων τὴν ψυχὴν ἕξις τε καὶ διάθεσις· ἣν ὁρῶσα διαπαντὸς καθάπερ χιτῶνά τινα περὶ ἑαυτήν, δυσωδίας πληροῦται παθῶν. Ὡς γὰρ ἀπὸ τοῦ πνεύματος διὰ τῶν ἀρετῶν ἀλλήλαις κατὰ λόγον συνυφαινομένων ἀφθαρσίας γίνεται τῇ ψυχῇ χιτών, ὃν ἐνδυσαμένη γίνεται καλὴ καὶ ἐπίδοξος, οὕτως καὶ ἀπὸ τῆς σαρκός, τῶν παθῶν ἀλλήλοις κατὰ τὴν ἀλογίαν συνυφαινομένων, γίνεταί τις χιτὼν ἀκάθαρτος καὶ ἐσπιλωμένος, ἐξ ἑαυτοῦ δεικνὺς γνώριμον τὴν ψυχήν, μορφὴν ἄλλην αὐτῇ καὶ εἰκόνα παρὰ τὴν θείαν ἐνθέμενος.
ΕΡΩΤΗΣΙΣ ΙΓʹ Τί ἐστι τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης; Τίνα τὰ ἀόρατα τοῦ θεοῦ, καὶ τίς ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης;
Ἀπόκρισις. Οἱ τῶν ὄντων λόγοι προκαταρτισθέντες τῶν αἰώνων ἐν τῷ θεῷ, καθὼς οἶδεν αὐτός, ἀόρατοι ὄντες, οὓς καὶ ἀγαθὰ θελήματα καλεῖν τοῖς θείοις ἐστὶν ἔθος ἀνδράσιν, ἀπὸ τῶν ποιημάτων νοούμενοι καθορῶνται. Πάντα γὰρ τὰ ποιήματα τοῦ θεοῦ κατὰ φύσιν μετὰ τῆς δεούσης ἐπιστήμης γνωστικῶς ὑφ᾽ ἡμῶν θεωρούμενα τοὺς καθ᾽ οὓς γεγένηνται λόγους κρυφίως ἡμῖν ἀπαγγέλλουσι καὶ τὸ ἐφ᾽ ἑκάστῳ ποιήματι θεῖον σκοπὸν ἑαυτοῖς συνεκφαίνουσιν, καθ᾽ ὃ καὶ οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, καὶ τὸ στερέωμα τὴν τῶν χειρῶν ἀναγγέλλει ποίησιν. Ἀΐδιος δὲ δύναμίς ἐστι καὶ θειότης ἡ συνεκτικὴ τῶν ὄντων πρόνοια καὶ ἡ κατ᾽ αὐτὴν ἐκθεωτικὴ τῶν προνοουμένων ἐνέργεια.
Ἢ τάχα τὰ ἀόρατα τοῦ θεοῦ εἰσιν οὐκ ἄλλό τι παρὰ τὴν ἀΐδιον αὐτοῦ δύναμιν καὶ θειότητα, ἔχουσας διαπρυσίους κήρυκας τὰς τῶν γεγονότων ὑπερφυεῖς μεγαλοπρεπείας. Ὡς γὰρ ἐκ τῶν ὄντων τὸν κυρίως ὄντα θεὸν ὅτι ἔστι πιστεύομεν, οὕτως ἐκ τῆς τῶν ὄντων οὐσιώδους κατ᾽ εἶδος διαφορᾶς τὴν κατ᾽ οὐσίαν ἔμφυτον αὐτοῦ σοφίαν ὑφεστῶσαν καὶ τῶν ὄντων συνεκτικὴν διδασκόμεθα· καὶ πάλιν, ἐκ τῆς οὐσιώδους κατ᾽ εἶδος τῶν ὄντων κινήσεως τὴν κατ᾽ οὐσίαν ἔμφυτον αὐτοῦ ζωὴν ὑφεστῶσαν καὶ τῶν ὄντων συμπληρωτικὴν μανθάνομεν, ἐκ τῆς κατὰ τὴν κτίσιν σοφῆς θεωρίας τὸν περὶ τῆς ἁγίας τριάδος, πατρὸς λέγω καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, λόγον λαμβάνοντες· θεοῦ γὰρ ἀΐδιός ἐστιν, ὡς ὁμοούσιος, δύναμις ὁ λόγος, καὶ θειότης ἀΐδιος τὸ ὁμοούσιον ἅγιον πνεῦμα.
Κατάκριτοι τοιγαροῦν οἱ μὴ συνδιδαχθέντες ἐκ τῆς τῶν ὄντων θεωρίας τὴν αἰτίαν τῶν ὄντων καὶ τὰ κατὰ φύσιν τῆς αἰτίας ἴδια, τὴν δύναμιν λέγω καὶ τὴν θειότητα. Βοᾷ τοίνυν ἡ κτίσις διὰ τῶν ἐν αὐτῇ ποιημάτων καὶ οἷον ἀπαγγέλλει τοῖς νοερῶς δυναμένοις ἀκούειν τὴν ἰδίαν αἰτίαν τριαδικῶς ὑμνουμένην, λέγω δὲ τὸν θεὸν καὶ πατέρα, καὶ τὴν ἄφραστον αὐτοῦ δύναμιν καὶ τὴν θειότητα, ἤγουν τὸν μονογενῆ λόγον καὶ τὸ πνεῦμα τὸ ἅγιον. Ταῦτα γάρ εἰσι τὰ ἀόρατα τοῦ θεοῦ τὰ ἀπὸ τῆς κτίσεως τοῦ κόσμου νοήσει καθορώμενα.
ΕΡΩΤΗΣΙΣ ΙΔʹ Τί ἐστι καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα; Τί ἐστι σέβας καὶ τί ἐστι λατρεία; Ἀπόκρισις. Σέβας ἐστὶν ἡ μετὰ πίστεως προσκύνησις τοῦ θείου, λατρεία δὲ ἡ διὰ τῶν ἔργων θεραπεία. Τοῦτο δὲ τὸ σέβας, ἤγουν τὴν πίστιν, ἐπὶ τὴν κτίσιν μεταβιβάσαντες οἱ ἄνθρωποι παρὰ τὸν κτίσαντα προσεκύνουν, πιστεύοντες δαιμονίοις, καὶ ἐλάτρευον, τὴν διὰ τῶν πονηρῶν ἔργων αὐτοῖς θεραπείαν προσάγοντες. Ἡμεῖς δέ, τὸν θεὸν σέβοντες διὰ τῆς εἰς αὐτὸν πίστεως, σπουδάσωμεν καὶ λατρείαν αὐτῷ προσαγαγεῖν καθαρὰν τὴν διὰ τῶν ἀρετῶν τετελειωμένην πολιτείαν.
ΕΡΩΤΗΣΙΣ ΙΕʹ Τί ἐστι τὸ γὰρ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσι· διὸ τοὺς παραπίπτοντας κατὰ μικρὸν ἐλέγχεις; Εἰ περὶ τοῦ ἁγίου πνεύματος λέγει, πῶς εἰς ἀσύνετον καρδίαν σοφία οὐκ εἰσελεύσεται οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίαις; Ἐσημειωσάμην δὲ τοῦτο διὰ τὸ ἁπλῶς εἰπεῖν ἐν πᾶσιν.
Ἀπόκρισις. Τὸ πνεῦμα τὸ ἅγιον οὐδενὸς ἄπεστι τῶν ὄντων, καὶ μάλιστα τῶν λόγου καθοτιοῦν μετειληφότων. Συνεκτικὸν γὰρ ὑπάρχει τῆς ἑκάστου γνώσεως, ὅτι θεὸς καὶ θεοῦ πνεῦμα κατὰ δύναμιν προνοητικῶς διὰ πάντων χωροῦν καὶ τὸν ἐν ἑκάστῳ κατὰ φύσιν λόγον ἀνακινοῦν καὶ δι᾽ αὐτοῦ πρὸς συναίσθησιν τῶν πλημμελῶς παρὰ τὸν θεσμὸν τῆς φύσεως πεπραγμένων ἄγον τὸν αἰσθανόμενον καὶ τὴν προαίρεσιν εὔεικτον ἔχοντα πρὸς ὑποδοχὴν τῶν ἐκ φύσεως ὀρθῶν λογισμῶν. Ἀμέλει τοι πολλοὺς εὑρίσκομεν καὶ τῶν ἄγαν βαρβάρων καὶ νομάδων ἀνθρώπων καλοκἀγαθίας μεταποιουμένους καὶ τοὺς ἀνέκαθεν κρατήσαντας ἐν αὐτοῖς θηριώδεις ἀθετοῦντας νόμους.
Οὕτω μὲν οὖν ἐν πᾶσιν ἁπλῶς ἐστι τὸ πνεῦμα τὸ ἅγιον. Προσδιωρισμένως δὲ καὶ κατ᾽ ἄλλην ἐπίνοιάν ἐστιν ἐν πᾶσι τοῖς κατὰ νόμον ὡς νομοθετητικὸν καὶ προαγορευτικὸν μελλόντων μυστηρίων, ἐμποιοῦν αὐτοῖς αἴσθησιν μὲν τῆς τῶν ἐντολῶν παραβάσεως, ἐπιστήμην δὲ τῆς προαγορευθείσης κατὰ Χριστὸν τελειότητος. Ὅθεν κἀκ τούτων πολλοὺς εὑρίσκομεν τὴν μὲν παλαιὰν καὶ ἐν σκιαῖς κειμένην καταλιμπάνοντας λατρείαν, πρὸς δὲ τὴν νέαν καὶ μυστικὴν προθύμως μεταβαλλομένους.
Ἔστι δὲ πρὸς τοῖς εἰρημένοις τρόποις καὶ ἐν πᾶσι τοῖς τὸ θεῖον καὶ θεοποιὸν ὄντως ὄνομα τοῦ Χριστοῦ κληρωσαμένοις διὰ τῆς πίστεως οὐ μόνον ὡς φρουρητικὸν καὶ προνοητικῶς λόγου τοῦ κατὰ φύσιν ἀνακινητικὸν καὶ ὡς δεικτικὸν τῆς τῶν ἐντολῶν παραβάσεως καὶ φυλακῆς καὶ τῆς κατὰ Χριστὸν ἐξαγγελτικὸν προαγορεύσεως, ἀλλὰ καὶ ὡς δημιουργικὸν τῆς κατὰ χάριν διὰ τῆς πίστεως δοθείσης υἱοθεσίας. Ὡς γὰρ σοφίας ποιητικὸν ἐν μόνοις ἐκείνοις γίνεται τοῖς καὶ ψυχὴν καὶ σῶμα καθαρθεῖσι διὰ τῆς τῶν ἐντολῶν ἀκριβοῦς συνασκήσεως, ὡς οἰκείοις προσομιλοῦν διὰ τῆς ἁπλῆς καὶ ἀΰλου γνώσεως καὶ τὸν νοῦν αὐτῶν ταῖς ἀχράντοις τῶν ἀρρήτων νοήσεσι πρὸς ἐκθέωσιν ἐντυποῦν.
Ἔστιν οὖν ἐν πᾶσι μὲν ἁπλῶς, καθ᾽ ὃ πάντων ἐστὶ συνεκτικὸν καὶ προνοητικὸν καὶ τῶν φυσικῶν σπερμάτων ἀνακινητικόν, προσδιωρισμένως δὲ καὶ ἐν πᾶσι τοῖς ἐν νόμῳ, καθότι τῆς τῶν ἐντολῶν ἐστιν ὑποδεικτικὸν παραβάσεως καὶ τῆς κατὰ Χριστὸν προαγορευθείσης ἐπαγγελίας φωτιστικόν, ἐν δὲ πᾶσι τοῖς κατὰ Χριστόν, πρὸς τοῖς εἰρημένοις, ὡς υἱοθετητικόν. Ὡς δὲ σοφίας ποιητικὸν ἐν οὐδενὶ τῶν εἰρημένων ἐστὶν ἁπλῶς, πλὴν τῶν συνιέντων καὶ ἑαυτοὺς διὰ τῆς ἐνθέου πολιτείας ἀξίους ποιησαμένων τῆς αὐτοῦ θεωτικῆς ἐνοικήσεως. Πᾶς γὰρ μὴ ποιῶν τὰ θεῖα θελήματα, κἂν πιστός ἐστιν, ἀσύνετον ἔχει τὴν καρδίαν, ὡς πονηρῶν λογισμῶν ἐργαστήριον, καὶ τὸ σῶμα κατάχρεων ἁμαρτίαις, ὡς διαπαντὸς μολυσμοῖς παθῶν ἐνεχόμενον.
ΕΡΩΤΗΣΙΣ Ιϛʹ Τίς ὁ χωνευτὸς μόσχος, καὶ διὰ τί μόσχον ἑνικῶς λέγει, τὸ δὲ οὗτοι οἱ θεοί σου, Ἰσραήλ, πληθυντικῶς, καὶ τί τὸ λεπτυνθῆναι καὶ διασπαρῆναι ὑπὸ τὸ ὕδωρ, καὶ τίνα τὰ ἐνώτια καὶ τὰ ἑξῆς κόσμια;
Ἀπόκρισις. Ὁ κατὰ τὸν Ἰσραὴλ ὡς ἐξ Αἰγύπτου τῆς ἁμαρτίας ἐξερχόμενος νοῦς καὶ συνεξιοῦσαν ἔχων ἑαυτῷ τῆς καθ᾽ ἁμαρτίαν πλάνης, καθάπερ ἐκτύπωμα κακίας ἐν τῇ διανοίᾳ, τὴν φαντασίαν, ἐπὰν μικρὸν ἀμελήσας ἀπολειφθῇ τῆς λογικῆς διακρίσεως, ὡς πάλαι τοῦ Μωσέως ὁ Ἰσραήλ, τὴν ἀλόγιστον, καθάπερ μόσχον, καὶ πάντων μητέρα τῶν παθῶν ἕξιν ὑφίστησιν.
Ὡς μὲν ἐνώτια τοὺς λόγους οὓς εἴληφε φυσικῶς περὶ θεολογίας ἐκ τῆς τῶν ὄντων εὐσεβοῦς κατανοήσεως, ὡς δὲ περιτραχηλίους κόσμους τὰς ἐκ τῆς φυσικῆς θεωρίας ἐγγενομένας αὐτῷ θεοπρεπεῖς περὶ τῶν ὄντων δόξας, ὡς δὲ ψέλλια χειρῶν τὰς κατὰ τὴν πρακτικὴν τῶν ἀρετῶν φυσικὰς ἐνεργείας χωνεύων, ὡς ἐν καμίνῳ, τῇ διαπύρῳ ζέσει τῆς τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας ἐμπαθοῦς διαθέσεως, καὶ κατὰ τὴν προαποκειμένην τῇ διανοίᾳ τοῦ κακοῦ φαντασίαν τε καὶ μορφὴν δι᾽ ἐνεργείας αὐτῆς τὴν ἁμαρτίαν ἀποτελῶν, τὴν ἀεὶ σκεδαστὴν καὶ συνδιασκεδάζουσαν ἑαυτῇ τὸν αὐτὴν διαπραττόμενον νοῦν καὶ τῆς περὶ τὴν ἀλήθειαν ἑνικῆς ταὐτότητος αὐτὸν διατέμνουσαν καὶ περὶ πολλὰς καὶ ἀπαγεῖς διαχέουσαν τῶν οὐκ ὄντων φαντασίας τε καὶ δόξας ἀλόγιστον ἕξιν συνίστησιν, ἣν λεαίνει καὶ σπείρει ὑπὸ τὸ ὕδωρ ἡ τοῦ θείου λόγου παρουσία, τῇ λεπτότητι τῆς θεωρίας τὸ πρὸς αἴσθησιν κατ᾽ ἐπιφάνειαν ἐν τοῖς πάθεσι πάχος τῆς διανοίας λεαίνουσα, καὶ τὴν εἰς ἀλλήλας τῶν φυσικῶν δυνάμεων γενομένην κατὰ τὸ πάθος μεταβολήν τε καὶ σύγχυσιν εὐκρινῶς διαστέλλουσα καὶ πρὸς τὴν οἰκείαν πάλιν ἀρχὴν τῆς γνώσεως ἐπανάγουσα. Τοῦτο γὰρ τὸ ὑπὸ τὸ ὕδωρ σπεῖραί μοι νοεῖται.
Πᾶσαν μὲν οὖν τῶν ἱστορουμένων κατὰ τὸν τόπον ἐν τούτοις συντεμὼν παρέθετο τὴν θεωρίαν ὁ λόγος. Ἵνα δὲ σαφέστερον γένηται τὸ χωρίον, ὁριστικῶς ἕκαστον, εἰ δοκεῖ, θεωρήσωμεν. Μόσχος οὖν ἐστι χωνευτὸς ἡ τῶν κατὰ φύσιν δυνάμεων εἰς ἀλλήλας φύρσις καὶ σύγχυσις, ἢ μᾶλλον σύνοδος ἐμπαθὴς καὶ ἀλόγιστος καὶ τῆς ἀλογίστου τῶν παρὰ φύσιν παθῶν ἐνεργείας ἀποτελεστική· εἷς δὲ μόσχος, ὅτι μία κακίας ἕξις, εἰς πολλὰ κακίας εἴδη διασκεδαζομένη· μόσχος δέ, διὰ τὸ καρτερικὸν καὶ φιλόπονον καὶ γεωργικὸν καὶ οἷον ἀναδοτικὸν καὶ ἐπινοητικόν, ὡς ἐν μηρυκισμῷ, τῆς περὶ τὰ πάθη κακῆς διαθέσεως· χωνευτὸς δέ, ὅτι κατ᾽ εἶδος τῆς προαποκειμένης τῇ διανοίᾳ κακῆς φαντασίας ἡ τῶν παθῶν ἕξις ἀποτελεῖται καὶ ἐνέργεια· τὸ δὲ οὗτοι οἱ θεοί σου, Ἰσραήλ, πληθυντικῶς εἰρημένον, ἐπειδὴ σκεδαστὸν φύσει τὸ κακὸν ὑπάρχει καὶ ἄστατον καὶ πολύμορφον καὶ διαιρετικόν. Εἰ γὰρ φύσει τὸ καλόν ἐστιν ἑνοποιητικὸν τῶν διῃρημένων καὶ συνεκτικόν, τὸ κακὸν δηλονότι τῶν ἡνωμένων ἐστὶ διαιρετικόν τε καὶ φθαρτικόν.
Ἐνώτια δὲ οἱ περὶ θεολογίας τῷ νῷ φυσικῶς ἐνυπάρχοντες ἐκ τῆς τῶν ὄντων εὐσεβοῦς κατανοήσεως τυγχάνουσι λόγοι· οἱ δὲ περὶ τὸν τράχηλον κόσμοι εἰσὶ τὰ κατὰ τὴν φυσικὴν θεωρίαν ὀρθὰ περὶ τῶν ὄντων δόγματα· τὰ δὲ ψέλλια ἡ κατὰ τὴν πρᾶξίν ἐστιν ἐνέργεια τῶν ἀρετῶν. Ἢ πάλιν ἐνώτιά ἐστιν ὁ ἔμφυτος λόγος—λόγου γὰρ τὸ οὖς σύμβολον—, περιτραχήλιος δὲ κόσμος ἐστὶ τὸ θυμικόν— ἀναστήματος γὰρ καὶ τυραννίδος τύπος ὁ τράχηλος—, ψέλλια δὲ χειρῶν ἡ ἐπιθυμία, διὰ τῆς καθ᾽ ἡδονὴν μηνυομένη πράξεως. Ἅπερ πάντα κατὰ τὴν περὶ ἑκάστου δοθεῖσαν ἔννοιαν ῥίπτων ὁ νοῦς εἰς τὸ πῦρ τῶν παθῶν ἀποτελεῖ τὴν ἄλογον καὶ ἀνόητον τῆς ἀγνοίας ἕξιν, τὴν πάντων μητέρα τῶν κακῶν. Λεπτύνει δὲ αὐτήν, ὁπηνίκα τὸ τοῦ πάθους κατὰ τὴν ἐπιφάνειαν πρὸς αἴσθησιν πάχος τῇ διανοίᾳ διασκοπήσας ὁ νοῦς τῶν ποιούντων τοῦ πάθους τὴν σύνθεσιν πρὸς τὴν οἰκείαν ἀρχὴν ἕκαστον διελὼν ἀναγάγῃ, καὶ οὕτως σπείρει ὑπὸ τὸ ὕδωρ, λέγω δὲ τὴν γνῶσιν τῆς ἀληθείας, ἄγων τὰ διευκρινηθέντα καὶ τῆς πρὸς ἄλληλα κακῆς ἀπαλλαγέντα συμπλοκῆς καὶ συνθέσεως.
Οἷον δέ τι λέγω· πᾶν πάθος κατὰ συμπλοκὴν πάντως αἰσθητοῦ τινος καὶ αἰσθήσεως καὶ φυσικῆς δυνάμεως, θυμοῦ λέγω τυχὸν ἢ ἐπιθυμίας ἢ λόγου παρατραπέντος τοῦ κατὰ φύσιν, συνίσταται. Ἐὰν οὖν τὸ πρὸς ἄλληλα κατὰ σύνθεσιν τέλος τοῦ τε αἰσθητοῦ καὶ τῆς αἰσθήσεως καὶ τῆς ἐπ᾽ αὐτῇ φυσικῆς δυνάμεως θεωρήσας ὁ νοῦς δυνηθῇ πρὸς τὸν οἰκεῖον φύσει λόγον τούτων ἕκαστον διακρίνας ἐπαναγαγεῖν καὶ θεωρῆσαι καθ᾽ ἑαυτὸν τὸ αἰσθητὸν ἄνευ τῆς πρὸς αὐτὸ τῆς αἰσθήσεως σχέσεως καὶ τὴν αἴσθησιν δίχα τῆς τοῦ αἰσθητοῦ πρὸς αὐτὴν οἰκειότητος καὶ τὴν ἐπιθυμίαν, φέρε εἰπεῖν, ἢ ἄλλην τινὰ τῶν κατὰ φύσιν δυνάμεων χωρὶς τῆς ἐμπαθοῦς ἐπ᾽ αἰσθήσει τε καὶ αἰσθητῷ διαθέσεως, ὡς ἡ τοῦ πάθους ποιὰ παρασκευάζει τὴν θεωρίαν γίνεσθαι κίνησις, ἐλέπτυνε λεάνας τοῦ μόσχου, τουτέστι τοῦ οἱουδήποτε συμβαίνοντος πάθους, τὴν σύστασιν καὶ ὑπὸ τὸ ὕδωρ τῆς γνώσεως ἔσπειρεν, ἀφανίσας παντελῶς καὶ αὐτὴν τῶν παθῶν τὴν ψιλὴν φαντασίαν διὰ τῆς πρὸς ἑαυτὰ τῶν ἀποελούντων αὐτὸ κατὰ φύσιν πραγμάτων ἀποκαταστάσεως. Γένοιτο δὲ καὶ ἡμᾶς τὸν χωνευτὸν μόσχον λεπτύναντας τῆς ψυχῆς ἀφανίσαι, μόνην ἐχούσης ἀκίβδηλον τὴν θείαν εἰκόνα, μηδενὶ καθάπαξ τῶν ἐκτὸς μολυνομένην.
Τὸ δὲ ἐπιφερόμενον καὶ ἐπότισεν αὐτὸ Μωυσῆς τοὺς υἱοὺς Ἰσραὴλ τὸν τρόπον σημαίνει τῆς τῶν παθῶν καθαιρετικῆς διδασκαλίας, τοῖς μανθάνουσι παρὰ τῶν διδασκόντων διδόμενον.
ΕΡΩΤΗΣΙΣ ΙΖʹ Εἰ ὁ θεὸς τὸν Μωυσῆν ἀπέστειλεν εἰς Αἴγυπτον, τίνι τῷ λόγῳ τὸν ὑπὸ τοῦ θεοῦ ἀπεσταλμένον ὁ τοῦ θεοῦ ἄγγελος ἀποκτεῖναι ἐζήτει, καὶ ἂν ἀπέκτεινεν, εἰ μὴ σπεύσασα ἡ γυνὴ τὸ παιδίον περιέτεμεν καὶ δι᾽ ἑαυτῆς τὴν τοῦ ἀγγέλου ὁρμὴν ἔστησε; Καὶ εἰ ἀναγκαία ἦν ἡ περιτομὴ τοῦ παιδίου, διὰ τί πρὸ τοῦ αὐτόν. τὸν θεὸν ἀποστεῖλαι μετὰ ἡμερότητος οὐκ ἐνετείλατο αὐτῷ περιτεμεῖν τὸ παιδίον; Διὰ τί δέ, καὶ ὅτε πταῖσμα ἦν, ὁ ἀγαθὸς ἄγγελος τὸν ὑπὸ τοῦ θεοῦ εἰς τοιαύτην διακονίαν ἀποστελλόμενον ἡμέρως οὐκ ἐνουθέτησεν;
Ἀπόκρισις. Ὁ τῶν γραφικῶν αἰνιγμάτων φόβῳ θεοῦ τὸν νοῦν διερευνώμενος καὶ μόνης τῆς θείας ἕνεκεν δόξης, οἷον ὡς προκάλυμμα περιαιρῶν τὸ γράμμα τοῦ πνεύματος, εὑρήσει πάντα, κατὰ τὸν τῆς σοφίας λόγον, ἐνώπια, μηδενὸς εὑρισκομένου κωλύματος πρὸς τὴν ἄμεμπτον ἐπὶ τὰ θεῖα τῆς διανοίας κίνησιν. Τὴν μὲν οὖν ἱστορίαν ἤδη πληρωθεῖσαν σωματικῶς ἐν τοῖς κατὰ Μωσέα καιροῖς παρήσομεν, τὴν δὲ τῆς ἱστορίας ἐν πνεύματι δύναμιν νοεροῖς κατανοήσωμεν ὄμμασιν, ἀεὶ γινομένην καὶ τῷ γίνεσθαι πλέον ἀκμάζουσαν.
Ἔρημος τοίνυν, ἀφ᾽ ἧς πέμπεται Μωυσῆς εἰς Αἴγυπτον ἐξαγάγαι τοὺς υἱοὺς Ἰσραήλ, ἔστιν ἢ ἡ ἀνθρωπεία φύσις ἢ ὁ κόσμος οὗτος ἢ ἡ παθῶν ἐστερημένη ἕξις· καθ᾽ ἣν καὶ ἐν ᾧ τὴν διὰ τῆς θεωρίας τῶν ὄντων παιδευθεὶς γνῶσιν ὁ νοῦς ἐπιτροπὴν δέχεται παρὰ θεοῦ κρυφίαν τε καὶ μυστικὴν κατὰ τὸ ἀφανὲς τῆς καρδίας ἐξαγαγεῖν τῆς Αἰγύπτου, λέγω δὲ τῆς σαρκὸς καὶ τῆς αἰσθήσεως, καθάπερ Ἰσραηλίτας, τὰ θεῖα τῶν ὄντων νοήματα, περὶ τὸν πηλόν, τὰ πάθη λέγω τῆς σαρκός, ἀνονήτως πονούμενα. Ταύτην δὲ τὴν θείαν ὁ νοῦς πιστευόμενος διακονίαν, μετὰ τῆς συνημμένης αὐτῷ συμβίου δίκην κατὰ τὴν γνῶσιν σοφίας καὶ τοῦ ἐξ αὐτῆς γεννηθέντος εὐγενοῦς τρόπου τε καὶ λογισμοῦ, τῆς κατὰ τὸν βίον σεμνῆς πολιτείας τὴν ὁδὸν πάντως ὁδεύει τῶν ἀρετῶν, τὴν μηδαμῶς ἐπιδεχομένην τῶν ἐν αὐτῇ βαδιζόντων στάσιν, ἀλλ᾽ ἀεικίνητον καὶ ὀξὺν ἐχόντων κατὰ σκοπὸν τῆς ψυχῆς πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τὸν δρόμον, ἐπειδὴ τῆς ἀρετῆς ἡ στάσις κακίας ἐστὶν ἀρχή, τοῦ νοῦ περί τι τῶν ἑκατέρωθεν τῇ ὁδῷ παρακειμένων ὑλικῶν ἐμπαθῶς ἀσχοληθέντος καὶ τὸν καθαρὸν καὶ διόλου περιτετμημένον τρόπον τε καὶ λογισμὸν τῆς εὐσεβοῦς ἀγωγῆς ἀκρόβυστον ποιουμένου καὶ βέβηλον.
Διὸ τὸν ἐλέγχοντα λόγον εὐθὺς ὡς ἄγγελον κατὰ τὴν συνείδησιν θάνατον ἀπειλοῦντα θεωρεῖ καὶ τῆς ἀπειλῆς αἰτίαν εἶναι τὴν κατ᾽ ἀρετὴν στάσιν διαμαρτυρόμενον, τὴν τῆς ἀκροβυστίας τοῦ λογισμοῦ περιποιητικήν, ὃν ἡ σύνοικος τῷ νῷ δυσωπεῖ σοφία, ψήφῳ τῷ λόγῳ τῆς πίστεως, ὡς ἡ Σεπφόρα, τὴν ἐγγενομένην ὑλικὴν τῷ λογισμῷ παιδὶ φαντασίαν περιτέμνουσα καὶ πᾶσαν αἰσθητῆς ζωῆς ἔννοιαν ἀποξηραίνουσα. Φησὶ γὰρ ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου, τουτέστιν ἔληξεν ἡ ἐμπαθὴς ζωὴ καὶ φαντασία καὶ κίνησις, καθαρθέντος διὰ τῆς σοφίας κατὰ τὴν πίστιν τοῦ μολυνθέντος λογισμοῦ· μεθ᾽ ἣ κάθαρσιν παύεται, καθάπερ τις ἄγγελος, ὁ διὰ τῆς συνειδήσεως πλήττων τὸν ἁμαρτάνοντα νοῦν καὶ ἐνδιαβάλλων αὐτοῦ πᾶν νόημα παρὰ τὸ προσῆκον κινούμενον λόγος. Πολλῶν γὰρ ἐπ᾽ ἀληθείας πεπλήρωται τῶν ἀρετῶν ἡ ὁδὸς ἁγίων ἀγγέλων, τῶν ἑκάστης ἀρετῆς κατ᾽ εἶδος ἐνεργητικῶν, φημὶ λόγων τε καὶ τρόπων, καὶ τῶν ἀοράτως πρὸς τὰ καλὰ συνεργούντων ἡμῖν ἀγγέλων καὶ τοὺς τοιούτους ἡμῖν ἀνακινούντων λόγους.
Καλῶς οὖν ἔχει καὶ μεγαλοφυῶς τῆς ἁγίας γραφῆς ὁ λόγος, παριστῶν ἀεὶ τὰ νοούμενα πρὸ τῶν ἱστορουμένων ἐν τοῖς ὑγιῆ κεκτημένοις τῆς ψυχῆς τὰ ὄμματα καὶ μηδεμίαν ἔχων διαβολὴν ἢ τοῦ θεοῦ ἢ τῶν ἁγίων αὐτοῦ ἀγγέλων. Οὐ γὰρ εἶχε Μωυσῆς, ἀποστελλόμενος παρὰ τοῦ θεοῦ, κατὰ τὸ νοούμενον τῆς γραφῆς ἀκρόβυστον υἱὸν ἤγουν λογισμόν, ἐπεὶ ἄρα προστάξας αὐτῷ πρότερον περιτεμεῖν ἀπέστελλεν· οὔτε μὴν ὁ θεῖος ἄγγελος ἀπηνὴς ἦν, μηνύων τῷ Μωυσῇ τὸν ἐκ τῆς ἐσφαλμένης αὐτῷ κατὰ τὴν τῶν ἀρετῶν ὁδὸν στάσεως συμβάντα θάνατον, ὃν ἡ περὶ τὸν δρόμον τυχὸν ἀτονία τῶν ἀρετῶν ὑπέστησεν.
Ἐπισκήπτοντες γὰρ καὶ ὑμεῖς ἀκριβέστερον τῇ ἱστορίᾳ, σαφῶς εὑρήσετε ὡς οὐ κατὰ τὴν ἀρχὴν οὔτε κατὰ τὸ μέσον οὔτε κατὰ τὸ τῆς ὁδοῦ τέλος, ἀλλ᾽ ἐν τῷ καταλύματι ὑπαντήσας ὁ ἄγγελος τὸν ὑπὲρ τοῦ συμβάντος λεληθότως κατὰ διάνοιαν πάθους ἠπείλησε θάνατον, ὡς, εἴγε μὴ ἔστη τοῦ δρόμου καὶ κατέλυσε τῆς ὁδοιπορίας, οὐκ ἂν διεβλήθη, δεξάμενος διὰ τοῦ ἀγγέλου τὴν ἀγανάκτησιν ἐπὶ τῇ τοῦ παιδὸς ἀκροβυστίᾳ.
Παρακαλέσωμεν δὲ τὸν θεόν, εἴπερ ἐσμὲν ἐν τῇ ὁδῷ τῶν ἐντολῶν, κατὰ πᾶσαν ἡμῶν παράβασιν τοῦ ἐξ αὐτῆς θανάτου μὴ παύσασθαι, καθάπερ ἄγγελόν τινα, τὸν μηνυτὴν κατὰ συνείδησιν ἀποστέλλοντα λόγον, ὅπως, λαβόντες αἴσθησιν, μάθωμεν διὰ τῆς ἐμφύτου φρονήσεως περιτέμνειν, καθάπερ ἀκροβυστίαν, τὴν κατὰ τὸν δρόμον τοῦ βίου λεληθότως συμβαίνουσαν ἡμῖν τῶν παθῶν ἀκαθαρσίαν.
ΕΡΩΤΗΣΙΣ ΙΗʹ Εἰ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται, κατὰ τὸν ἀπόστολον, πῶς πάλιν λέγει ὅσοι ἐν νόμῳ δικαιοῦσθε τῆς χάριτος ἐξεπέσατε; Ἀπόκρισις. Οὐχ ἁπλῶς οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται, ἀλλ᾽ οἱ τοῦ πνευματικοῦ νόμου καὶ νοουμένου πνευματικῶς καὶ κατὰ τὸν ἔσω ἄνθρωπον ἐν πνεύματι ποιοῦντες τὸν κατὰ πνεῦμα νόμον δικαιωθήσονται, μὴ ἐκπίπτοντες τῆς χάριτος διὰ τὴν εἰς τὸ βάθος τῆς ψυχῆς κατὰ τὴν κάθαρσιν τοῦ λόγου διάβασιν. Οἱ δὲ κατὰ τὸ φαινόμενον τοῦ νόμου σωματικῶς λατρεύοντες τῆς θείας πάντως ἐκπίπτουσι χάριτος, ἀγνοοῦντες τὴν τὸν νοῦν πάσης καθαίρουσαν κηλίδος ἐν χάριτι τοῦ πνευματικοῦ νόμου τελείωσιν καὶ τὸ τέλος Χριστόν.
ΕΡΩΤΗΣΙΣ ΙΘʹ Τί ἐστιν ὅσοι ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται, καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον διὰ νόμου κριθήσονται; Καὶ πῶς ὁ αὐτὸς λέγει πάλιν ὅτε κρινεῖ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ; Εἰ διὰ νόμου κριθήσονται, πῶς διὰ Ἰησοῦ Χριστοῦ;
Ἀπόκρισις. Ὁ τοῦ θεοῦ λόγος Ἰησοῦς Χριστός, ὡς μὲν πάντων δημιουργός, καὶ νόμου τοῦ κατὰ φύσιν ἐστὶ ποιητής, ὡς δὲ προνοητὴς καὶ νομοθέτης, καὶ τοῦ ἐν γράμματι σαφῶς καὶ τοῦ ἐν πνεύματι, τουτέστιν ἐν χάριτι, νόμου ἐστὶ δοτήρ· τέλος γὰρ νόμου Χριστός, δηλονότι τοῦ γραπτοῦ νοουμένου πνευματικῶς. Εἰ τοίνυν εἰς Χριστόν, ὡς δημιουργὸν προνοητήν τε καὶ νομοθέτην καὶ ἱλασμόν, ὅ τε κατὰ φύσιν καὶ ὁ γραπτὸς καὶ ὁ τῆς χάριτος συνάγεται νόμος, ἀληθεύει φάσκων ὁ θεῖος ἀπόστολος ὅτι ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων μέλλει κρίνειν κατὰ τὸ εὐαγγέλιον αὐτοῦ, τουτέστι καθῶς εὐαγγελίζεται διὰ Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς κατ᾽ οὐσίαν οἰκείου λόγου, χωρῶν διὰ πάντων, καὶ τοὺς μὲν ἐλέγχων, τοὺς δὲ προσφόρως ἀποδεχόμενος, καὶ τοῖς κατὰ φύσιν καὶ νόμον καὶ χάριν διὰ τοῦ συνόντος αὐτῷ κατ᾽ οὐσίαν μονογενοῦς ἀφράστου λόγου τὰ κατ᾽ ἀξίαν ἀπονέμων. Πάσης γὰρ φύσεως καὶ παντὸς νόμου καὶ θεσμοῦ καὶ τάξεως ὁ τοῦ θεοῦ λόγος ἐστὶ ποιητής, καὶ τῶν ἐν φύσει καὶ νόμῳ καὶ θεσμῷ καὶ τάξει κριτής· τοῦ γὰρ διαγορεύοντος λόγου χωρίς, νόμος οὐκ ἔστιν. Εἴτε οὖν ἐν νόμῳ τις κρίνεται, ὡς ἐν Χριστῷ κριθήσεται, εἴτε χωρὶς νόμου, πάλιν ἐν αὐτῷ πάντως κριθήσεται· πάντων γὰρ τῶν ὄντων καὶ λεγομένων καὶ νοουμένων ἐστὶ καὶ ἀρχὴ καὶ μεσότης καὶ τέλος, ὡς δημιουργός, ὁ λόγος.
ΕΡΩΤΗΣΙΣ Κʹ Τίς ἡ ἐν τῷ εὐαγγελίῳ παραλόγως, ὅσον πρὸς τὸ φαινόμενον, ξηρανθεῖσα συκῆ; Καὶ τίς ἡ ἀκρασία τῆς πείνης παρὰ καιρὸν ἐπιζητούσης καρπόν; Καὶ τίς ἡ τοῦ ἀναισθήτου κατάρα; Ἀπόκρισις. Ὁ πάντα σωτηρίας ἕνεκεν τῶν ἀνθρώπων μετὰ σοφίας οἰκονομῶν θεὸς λόγος, πρότερον διὰ νόμου σωματικωτέραν ἔχοντος λατρείαν παιδαγωγήσας τὴν φύσιν —οὐ γὰρ ἠδύνατο γυμνὴν τυπικῶν προκαλυμμάτων δέξασθαι τὴν ἀλήθειαν διὰ τὴν ἐγγενομένην αὐτῇ πρὸς τὴν ἀρχετυπίαν τῶν θείων πραγμάτων ἄγνοιάν τε καὶ ἀλλοτρίωσιν—, ὕστερον, ἐμφανῶς δι᾽ ἑαυτοῦ γενόμενος ἄνθρωπος, κατὰ πρόσληψιν σαρκὸς νοεράν τε καὶ λογικὴν ἐχούσης ψυχὴν παραγενόμενος καὶ πρὸς τὴν ἄϋλον γνωστικὴν ἐν πνεύματι λατρείαν, ὡς λόγος, τὴν φύσιν μεταγαγών, οὐκ ἠβούλετο, τῆς ἀληθείας τῷ βίῳ διαφανείσης, τὴν σκιὰν ἔχειν τὴν δυναστείαν, ἧς τύπος ὑπῆρχεν ἡ συκῆ.
Διὰ τοῦτό φησιν· ἐπανιὼν ἐκ Βηθανίας εἰς Ἱεροσόλυμα, τουτέστι μετὰ τὴν τυπικὴν καὶ σκιώδη κατὰ τὸν νόμον λανθάνουσαν αὐτοῦ παρουσίαν αὖθις τῇ φύσει τῶν ἀνθρώπων διὰ σαρκὸς ἐπιδημῶν—οὕτω γὰρ ληπτέον τὸ 〈ἐπανιών〉—, εἶδε συκῆν ἐν τῇ ὁδῷ φύλλα μόνον ἔχουσαν, τὴν ἐν σκιαῖς ὑπάρχουσαν καὶ τύποις, σωματικὴν δηλαδὴ τοῦ νόμου λατρείαν κατὰ τὴν ἄστατον καὶ παροδικήν, ὡς ἐν ὁδῷ κειμένην, παράδοσιν, καὶ μόνων οὖσαν τῶν παρερχομένων τύπων τε καὶ θεσμῶν· ἣν θεασάμενος ὁ λόγος κομψῶς τε καὶ ἀμφιλαφῶς, καθάπερ συκῆν, τοῖς ἐκτός, ὥσπερ φύλλοις, περιβλήμασι τῶν σωματικῶν τοῦ νόμου παρατηρημάτων κεκοσμημένην, καὶ μὴ εὑρηκὼς καρπόν, δηληνότι δικαιοσύνης, ὡς λόγον μὴ τρέφουσαν κατηράσατο, μᾶλλον δὲ προσέταξε μηκέτι τοῖς κατὰ νόμον τύποις δυναστευομένην καλύπτεσθαι τὴν ἀλήθειαν· ὃ δὴ προβὰν ἐδείχθη διὰ τῶν ἔργων, καταξηρανθείσης παντελῶς τῆς ἐν μόνοις σχήμασιν ἐχούσης τὸ εἶναι νομικῆς ὡραιότητος καὶ τοῦ ἐπ᾽ αὐτῇ τύφου τῶν Ἰουδαίων ἀποσβεσθέντος. Οὐ γὰρ ἦν εὔλογον οὔτε μὴν εὔκαιρον, τῆς ἀληθείας τῶν τῆς δικαιοσύνης καρπῶν ἐμφανῶς δειχθείσης, ἀπατωμένην παραπείθεσθαι φύλλοις τὴν ὄρεξιν τῶν τὴν παροῦσαν ζωὴν ὡς ὁδὸν παρατρεχόντων, ἀφέντων τοῦ λόγου τὴν ἐδώδιμον εὐκαρπίαν.
Διό φησιν οὐκ ἦν ὁ καιρὸς σύκων· ὁ χρόνος δηλαδὴ καθ᾽ ὃν ἐκράτει τῆς ἀνθρωπίνης φύσεως ὁ νόμος, οὐκ ἦν δικαιοσύνης καρπῶν, ἀλλ᾽ εἰκονιστικὸς τῶν ἐν δικαιοσύνῃ καρπῶν καὶ οἷον τῆς μελλούσης πάντων σωστικῆς θείας καὶ ἀπορρήτου χάριτος μηνυτικός· εἰς ἣν μὴ φθάσας ὁ παλαιὸς διὰ τῆς ἀπιστίας ἀπώλετο λαός. Ἰσραὴλ γάρ, φησὶν ὁ θεῖος ἀπόστολος, διώκων νόμον δικαιοσύνης, τὸν ἐν σκιᾷ δηλονότι καὶ τύποις, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε, τὸν ἐν πνεύματι κατὰ Χριστὸν δηλαδὴ τελειούμενον.
Ἢ πάλιν, ἐπειδὴ τῶν ἱερέων καὶ γραμματέων καὶ νομικῶν καὶ Φαρισαίων ἡ πληθύς, τὴν κενὴν νοσήσασα δόξαν διὰ τῆς τῶν εὐλαβῶς δῆθεν πεπλασμένων ἠθῶν ἐπιδείξεως, τῷ δοκεῖν μετιέναι δικαιοσύνην τὸν ἐκ τῆς οἰήσεως διέτρεφε τῦφον, συκῆν ἄκαρπον μόνοις κομῶσαν τοῖς φύλλοις εἶναί φησι τῶν εἰρημένων τὴν οἴησιν ὁ λόγος· ἣν ὁ τῆς σωτηρίας ὀρεγόμενος πάντων ἀνθρώπων καὶ πεινῶν αὐτῶν τὴν ἐκθέωσιν ὡς ἄκαρπον καταρώμενος ἀποξηραίνει, ὅπως, τοῦ δοκεῖν εἶναι δίκαιοι τὸ εἶναι μᾶλλον προκρίναντες, τὸν μὲν καθ᾽ ὑπόκρισιν τῆς ἠθικῆς ἐπιδείξεως ἐκδυσάμενοι χιτῶνα, τὸν ἐνάρετον δέ, καθὼς ὁ θεῖος βούλεται λόγος, ἀνοθεύτως μετελθόντες, εὐσεβῶς τὴν ζωὴν διενέγκωσι, θεῷ μᾶλλον τῆς ψυχῆς τὴν διάθεσιν ἢ τοῖς ἀνθρώποις τὸν ἐκτὸς ἐπιδεικνύμενοι περὶ τὰ ἤθη σχηματισμόν.
Εἰ δὲ καὶ τῶν Χριστιανῶν ἐσμεν τοιοῦτοί τινες, τὴν εὐλάβειαν διὰ τῶν τρόπων σχηματιζόμενοι δίχα τῆς ἐπ᾽ ἔργοις δικαιοσύνης, ἐκδεξώμεθα τὸν λόγον, ὡς φιλάνθρωπον ἡμῶν πεινῶντα τὴν σωτηρίαν, ἀποξηραίνοντα τῆς ψυχῆς τὸ τῆς κακίας σπέρμα, τὴν οἴησιν, μηκέτι φθορᾶς καρπὸν φέρουσαν τὴν ἀνθρωπαρεσκίαν.
Ἔχετε, κατὰ τὴν ἐμὴν πενιχρὰν δύναμιν, τοῦ λόγου τὴν δύναμιν, κατὰ τὴν ἐκδοθεῖσαν ἀφήγησιν καλῶς πεινῶντα τὸν κύριον χρησίμως τε τὴν συκῆν καταρώμενον καὶ εὐκαίρως ξηραίνοντα δείξασαν, ὡς ἐμποδιστικὴν τῆς ἀληθείας, εἴτε τὴν παλαιὰν κατὰ τὸν νόμον τῶν σωματικῶν τύπων παράδοσιν, εἴτε τὴν τῶν Φαρισαίων καὶ ἡμῶν ἐπὶ τοῖς ἤθεσιν οἴησιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.