Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα πρὸς Θαλάσσιον

Μάξιμος ὁ Ὁμολογητής

Ερωτήσεις 21-30

Ερμηνεία γραφικών χωρίων για τον παθητό χαρακτήρα της γέννησης, τους αιώνες, τον πνευματικό θρόνο του Δαβίδ, την κεφαλή του ανδρός και της γυναικός, το όραμα του Πέτρου και τα χαρίσματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 5 από 14

ΕΡΩΤΗΣΙΣ ΚΑʹ Τί ἐστιν ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τὰ ἑξῆς; Πῶς δὲ καὶ ἦν αὐτὰς ὅλως ἐνδυσάμενος, ἁμαρτίας χωρὶς γεγενημένος; Ἀπόκρισις. Ὁ κατὰ πάντα τρόπον ὁμοίως ἡμῖν, δίχα μόνης ἁμαρτίας, ἀτρέπτως ὑποδὺς τὴν ἡμετέραν φύσιν θεαρχικὸς λόγος, τέλειος γενόμενος ἄνθρωπος, τὸν πρῶτον Ἀδὰμ εἶχε τοῖς κατὰ τὴν γένεσίν τε καὶ γέννησιν τρόποις φαινόμενον. Οἷον, ὁ πρῶτος ἄνθρωπος, ἐκ θεοῦ τὸ εἶναι λαβὼν καὶ γενόμενος κατ᾽ αὐτὴν τοῦ εἶναι τὴν γένεσιν, φθορᾶς ἦν καὶ ἁμαρτίας ἐλεύθερος—οὐ γὰρ συνεκτίσθη αὐτῷ φθορὰ καὶ ἁμαρτία—ὅτε δὲ τὴν ἐντολὴν παραβὰς ἥμαρτε, γέννησιν καταδικάζεται διὰ πάθους καὶ ἁμαρτίας συνισταμένην, ἐν τῷ δι᾽ αὐτὴν παθητῷ τῆς ἁμαρτίας ἐχούσης, ὡς ἐν νόμῳ, λοιπὸν κατὰ τὴν φύσιν τὴν γένεσιν· καθ᾽ ὃν οὐδείς ἐστιν ἀναμάρτητος, ὑποκείμενος φύσει τῷ νόμῳ τῆς μετὰ τὴν γένεσιν διὰ τὴν ἁμαρτίαν ἐπεισαχθείσης γεννήσεως.

Ἐπειδὴ τοίνυν διὰ τὴν παράβασιν ἡ ἁμαρτία, διὰ δὲ τὴν ἁμαρτίαν τὸ παθητὸν κατὰ τὴν γέννησιν τῇ φύσει τῶν ἀνθρώπων ἐπεισῆλθεν, καὶ συνήκμαζεν ἀεὶ τῷ παθητῷ τῆς γεννήσεως διὰ τῆς ἁμαρτίας ἡ πρώτη παράβασις, οὐκ ἦν ἐλπὶς ἐλευθερίας, δεσμῷ πονηρῷ δεθείσης ἀλύτως κατὰ γνώμην τῆς φύσεως. Ὅσον γὰρ πρὸς τὴν οἰκείαν ἔσπευδε διὰ τῆς γεννήσεως σύστασιν ἡ φύσις, τοσοῦτον πλέον ἑαυτὴν τῷ νόμῳ τῆς ἁμαρτίας ἐπέσφιγγεν, ἐνεργουμένην ἔχουσα κατὰ τὸ παθητὸν τὴν παράβασιν. Ἐν αὐτῷ γὰρ τῷ παθητῷ διὰ τὴν φυσικὴν περίστασιν ἔχουσα τῆς ἁμαρτίας τὴν αὔξησιν, πασῶν εἶχε τῶν ἐναντίων δυνάμεων ἀρχῶν τε καὶ ἐξουσιῶν κατὰ τὴν ἐν τῷ παθητῷ γενικὴν ἁμαρτίαν διὰ τῶν παρὰ φύσιν παθῶν ἐγκεκρυμμένας τοῖς κατὰ φύσιν πάθεσι τὰς ἐνεργείας· δι᾽ ὧν πᾶσα πονηρὰ δύναμις ἐνήργει, κατὰ τὸ παθητὸν τῆς φύσεως εἰς τὴν φθορὰν τῶν παρὰ φύσιν παθῶν τὴν γνώμην διὰ τῶν κατὰ φύσιν ἐλαύνουσα.

Γενόμενος οὖν ὑπὲρ φιλανθρωπίας ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ λόγος τέλειος ἄνθρωπος, διὰ τὸ ταύτης τῆς πονηρᾶς ἐξελέσθαι τὴν τῶν ἀνθρώπων φύσιν ἀμηχανίας, ἐκ μὲν τῆς κατὰ τὴν γένεσιν τοῦ Ἀδὰμ πρώτης συστάσεως λαβὼν εἶχε δίχα τῆς ἀφθαρσίας τὸ ἀναμάρτητον, ἐκ δὲ τῆς ὕστερον διὰ τὴν ἁμαρτίαν ἐπεισαχθείσης τῇ φύσει γεννήσεως μόνον εἴληφε δίχα τῆς ἁμαρτίας τὸ παθητόν. Ἐπεὶ τοίνυν ἐν τῷ παθητῷ κατὰ τὸν Ἀδάμ, ὡς ἔφην, διὰ τὴν ἁμαρτίαν αἱ πονηραὶ δυνάμεις ἔσχον τὰς ἐνεργείας ἀφανῶς ἐγκεκρυμμένας τῷ περιστατικῷ νόμῳ τῆς φύσεως, εἰκότως ἐν τῷ σωτῆρι θεῷ τοῦ Ἀδὰμ θεωροῦσαι κατὰ φύσιν διὰ τὴν σάρκα τὸ παθητὸν καὶ δοκοῦσαι πρὸς ἀνάγκης περιστατικῶς ὡς ψιλὸν ἄνθρωπον καὶ τὸν κύριον κεκτῆσθαι τὸν νόμον τῆς φύσεως, ἀλλ᾽ οὐχὶ κατὰ θέλησιν γνώμῃ κινούμενον, προσέβαλον, ἐλπίζουσαι κἀκεῖνον διὰ τοῦ κατὰ φύσιν πάθους τὸ παρὰ φύσιν πείθειν φαντάζεσθαι πάθος καί τι δρᾶν αὐταῖς ἐοικός· ὅς, διὰ τῆς πρώτης πείρας τῶν καθ᾽ ἡδονὴν πειρασμῶν συγχωρήσας τοῖς οἰκείοις αὐτὰς ἐμπαίζεσθαι δόλοις, ἐξεδύσατο ταύτας ἐξωθήσας τῆς φύσεως, ἀπρόσιτος μείνας αὐταῖς καὶ ἀνέπαφος, ἡμῖν προδήλως ἀλλ᾽ οὐχ ἑαυτῷ τὴν νίκην ποιούμενος· οἷς καὶ γέγονεν ἄνθρωπος προσάγων ὡς ἀγαθὸς ὅλον τὸ κατορθούμενον.

Οὐ γὰρ αὐτὸς ἐδεῖτο πείρας, θεὸς ὢν καὶ δεσπότης καὶ παντὸς πάθους κατὰ φύσιν ἐλεύθερος, ἀλλ᾽ ἵνα, τοῖς ἡμετέροις πειρασμοῖς τὴν πονηρὰν προσκαλούμενος δύναμιν, ἕληται τῇ προσβολῇ, νεκρώσας τὴν ἑλεῖν αὐτὸν ὡς ἐν ἀρχῇ τὸν Ἀδὰμ προσδοκήσασαν.

Οὕτω μὲν οὖν κατὰ τὴν πρώτην πεῖραν προσβαλούσας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐξεδύσατο, πόρρω ποιήσας τῆς φύσεως, καὶ τὸ καθ᾽ ἡδονὴν παθητὸν ἰασάμενος, καὶ τὸ χειρόγραφον ἐν ἑαυτῷ τοῦ Ἀδὰμ τῆς τῶν καθ᾽ ἡδονὴν παθῶν γνωμικῆς συγκαταθέσεως ἀπαλείψας· δι᾽ οὗ τὴν γνώμην ὁ ἄνθρωπος ῥέπουσαν ἔχων πρὸς ἡδονὴν τὴν πονηρὰν καθ᾽ ἑαυτοῦ καὶ σιγῶν διὰ τῶν ἔργων ἀνεκήρυττε δεσποτείαν, τῷ τοῦ θανάτου φόβῳ τῆς καθ᾽ ἡδονὴν ἐνοχῆς οὐκ ἐλευθερούμενος.

Ἐπειδὴ τοίνυν διὰ τῆς καθ᾽ ἡδονὴν πρώτης πείρας ἡττήσας τὰς πονηρὰς ἐματαίωσε δυνάμεις ἀρχάς τε καὶ ἐξουσίας ὁ κύριος, καὶ δευτέραν αὐταῖς συγχωρεῖ ποιεῖσθαι προσβολὴν καὶ τὴν λειπομένην δι᾽ ὀδύνης καὶ πόνων πεῖραν τῶν πειρασμῶν προσαγαγεῖν, ἵνα τελείως κενώσας ἐν ἑαυτῷ τὸν φθαρτικὸν ἰὸν τῆς αὐτῶν πονηρίας ὡς πῦρ δαπανήσῃ, παντελῶς ἐξαφανίσας τῆς φύσεως, ἀπεκδυσάμενος κατὰ τὸν τοῦ θανάτου καιρὸν ἐν τῷ σταυρῷ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μείνας τοῖς πόνοις ἀνάλωτος, μᾶλλον δὲ φοβερὸς φανεὶς κατὰ τοῦ θανάτου, τὸ κατ᾽ ὀδύνην παθητὸν ἐξηλώσας τῆς φύσεως· ἧς ἀπορρέπουσαν διὰ τῆς δειλίας τὴν γνώμην ἔχων ὁ ἄνθρωπος διαπαντὸς φόβῳ θανάτου καὶ παρὰ γνώμην τυραννούμενος διὰ τὸ ζῆν τῆς καθ᾽ ἡδονὴν ἀντείχετο δουλείας.

Ἐξεδύσατο μὲν οὖν ὁ κύριος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας κατὰ τὴν πρώτην ἐν τῇ ἐρήμῳ πεῖραν τῶν πειρασμῶν, τὸ καθ᾽ ἡδονὴν παθητὸν τῆς ὅλης φύσεως ἰασάμενος· ἀπεξεδύσατο δὲ ταύτας πάλιν κατὰ τὸν καιρὸν τοῦ θανάτου, τῆς φύσεως ὁμοίως ἐξηλώσας τὸ κατ᾽ ὀδύνην παθητόν, τὸ ἡμῖν κατορθούμενον ἑαυτοῦ διὰ φιλανθρωπίαν ὡς ὑπευθύνου ποιούμενος, μᾶλλον δὲ τῶν κατορθουμένων τὸ κλέος ἡμῖν ὡς ἀγαθὸς λογιζόμενος. Ἐπειδὴ γὰρ ὁμοίως ἡμῖν λαβὼν χωρὶς ἁμαρτίας τὸ τῆς φύσεως παθητόν, δι᾽ οὗ πέφυκεν ἐνεργεῖν τὰ ἑαυτῆς πᾶσα πονηρὰ καὶ ὀλέθριος δύναμις, ἐν τῷ καιρῷ τοῦ θανάτου καὶ ἐπ᾽ αὐτὸν ἐλθούσας ἐρεύνης χάριν ἀπεξεδύσατο, θριαμβεύσας τε καὶ παραδειγματίσας αὐτὰς ἐν τῷ σταυρῷ κατὰ τὴν ἔξοδον τῆς ψυχῆς, μηδὲν τὸ σύνολον εὑρούσας ἐν τῷ κατ᾽ αὐτὸν παθητῷ τῆς φύσεως ἴδιον, ὅτε μάλιστα προσεδοκοῦσαν διὰ τὸ φύσει κατὰ σάρκα παθητὸν εὑρεῖν τι πάντως ἀνθρώπινον, εἰκότως δι᾽ ἑαυτοῦ δυνάμει καὶ πᾶσαν ὡς διά τινος ἀπαρχῆς τῆς ἐξ ἡμῶν ἁγίας αὐτοῦ σαρκὸς τὴν φύσιν τῶν ἀνθρώπων τῆς ἐμφυρείσης αὐτῇ κατὰ τὸ παθητὸν κακίας ἠλευθέρωσεν, ὑποτάξας αὐτῷ τῷ τῆς φύσεως παθητῷ τὴν ἐν αὐτῷ ποτε, φημὶ δὲ τῷ παθητῷ, βασιλεύσασαν τῆς φύσεως πονηρὰν δυναστείαν.

Ἦν μὲν καὶ ἄλλως τὸν περὶ τούτου λόγον μυστικώτερόν τε καὶ ὑψηλότερον θεωρῆσαι δυνατόν. Ἀλλ᾽ ἐπειδή, καθὼς ἴστε, τὰ τῶν θείων δογμάτων ἀπορρητότερα διὰ γραφῆς οὐ δεῖ κατατίθεσθαι, ἀρκεσθῶμεν τοῖς εἰρημένοις δυσωποῦσι φιλοπραγμονοῦσαν περὶ τούτου τὴν ἔννοιαν. Θεοῦ δὲ χαριζομένου καὶ τὸ κατ᾽ ὀφθαλμοὺς ὑμῶν ἀξιωθῆναι, τὴν ἀποστολικὴν διάνοιαν ἅμα φιλομαθῶς ἐξετάσομεν.

ΕΡΩΤΗΣΙΣ ΙΒʹ Εἰ ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις δείξει τὸν πλοῦτον αὐτοῦ ὁ θεός, πῶς εἰς ἡμᾶς τὰ τέλη τῶν αἰώνων κατήντησεν; Ἀπόκρισις. Ὁ πάσης κτίσεως, ὁρατῆς τε καὶ ἀοράτου, κατὰ μόνην τοῦ θελήματος τὴν ῥοπὴν ὑποστήσας τὴν γένεσιν πρὸ πάντων τῶν αἰώνων καὶ αὐτῆς τῆς τῶν γεγονότων γενέσεως τὴν ἐπ᾽ αὐτοῖς ἀφράστως ὑπεράγαθον εἶχε βουλήν· ἡ δὲ ἦν αὐτὸν μὲν ἀτρέπτως ἐγκραθῆναι τῇ φύσει τῶν ἀνθρώπων διὰ τῆς καθ᾽ ὑπόστασιν ἀληθοῦς ἑνώσεως, ἑαυτῷ δὲ τὴν φύσιν ἀναλλοιώτως ἑνῶσαι τὴν ἀνθρωπίνην, ἵν᾽ αὐτὸς μὲν ἄνθρωπος γένηται, καθὼς οἶδεν αὐτός, θεὸν δὲ ποιήσειε τῇ πρὸς ἑαυτὸν ἑνώσει τὸν ἄνθρωπον, μερίσας δηλονότι σοφῶς τοὺς αἰῶνας καὶ διορίσας, τοὺς μὲν ἐπ᾽ ἐνεργείᾳ τοῦ αὐτὸν γενέσθαι ἄνθρωπον, τοὺς δὲ ἐπ᾽ ἐνεργείᾳ τοῦ τὸν ἄνθρωπον ποιῆσαι θεόν.

Τῶν οὖν ἐπ᾽ ἐνεργείᾳ τοῦ αὐτὸν γενέσθαι ἄνθρωπον προωρισμένων αἰώνων εἰς ἡμᾶς τὰ τέλη κατήντησεν, τῆς θείας προθέσεως κατὰ τὴν σάρκωσιν δι᾽ αὐτῶν τῶν πραγμάτων λαβούσης τὴν ἔκβασιν· ὅπερ ὁ θεῖος διασκοπήσας ἀπόστολος, τῆς κατὰ πρόθεσιν τῶν αἰώνων *** πρὸς τὸ γενέσθαι τὸν θεὸν ἄνθρωπον ἐνιδὼν τὸ τέλος δι᾽ αὐτῆς τῆς τοῦ θεοῦ καὶ λόγου σαρκώσεως, φησὶν εἰς ἡμᾶς κατηντηκέναι τὰ τέλη τῶν αἰώνων, οὐχ ἁπλῶς παρ᾽ ἡμῶν νοουμένων τῶν αἰώνων, ἀλλὰ τῶν, ἐπ᾽ ἐνεργείᾳ δηλονότι τοῦ τῆς ἐνσωματώσεως μυστηρίου, τὸ οἰκεῖον κατὰ πρόθεσιν τοῦ θεοῦ πέρας εἰληφότων.

Ἐπεὶ οὖν οἱ κατὰ πρόθεσιν ἐπ᾽ ἐνεργείᾳ τοῦ γενέσθαι τὸν θεὸν ἄνθρωπον προορισθέντες αἰῶνες εἰς ἡμᾶς τὸ τέλος εἰλήφασιν, ἐνεργήσαντος κατ᾽ ἀλήθειαν τοῦ θεοῦ τὴν ἑαυτοῦ τελείαν ἐνανθρώπησιν καὶ πληρώσαντος, τοὺς ἄλλους ἐκδέχεσθαι χρὴ λοιπὸν αἰῶνας ἐπελευσομένους ἐπ᾽ ἐνεργείᾳ τῆς τῶν ἀνθρώπων μυστικῆς καὶ ἀπορρήτου θεώσεως, καθ᾽ οὓς τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ εἰς ἡμᾶς δείξει ὁ θεός, ἐνεργήσας τελείως ἐν τοῖς ἀξίοις τὴν θέωσιν. Εἰ γὰρ αὐτὸς τῆς ἐπὶ τῷ ἀνθρωπισθῆναι μυστικῆς ἐνεργείας εἴληφε πέρας, κατὰ πάντα τρόπον χωρὶς μόνης ἁμαρτίας ἡμῖν ὁμοιωθεὶς καὶ εἰς τὰ κατώτερα μέρη τῆς γῆς καταβάς, ἔνθα τὸν ἄνθρωπον ἀπεώσατο τῆς ἁμαρτίας ἡ τυραννίς, πάντως καὶ τῆς ἐπὶ τῷ θεωθῆναι τὸν ἄνθρωπον μυστικῆς ἐνεργείας λήψεται πέρας, κατὰ πάντα τρόπον, χωρὶς μόνης δηλονότι τῆς πρὸς αὐτὸν κατ᾽ οὐσίαν ταυτότητος, ὁμοιώσας ἑαυτῷ τὸν ἄνθρωπον καὶ ὑπεράνω πάντων τῶν οὐρανῶν ἀναβιβάσας, ἔνθα τὸ τῆς χάριτος φύσει μέγεθος ὑπάρχον προσκαλεῖται διὰ τὴν ἀπειρίαν τῆς ἀγαθότητος τὸν κάτω κείμενον ἄνθρωπον· ὅπερ μυστικῶς διδάσκων ὁ μέγας ἀπόστολός φησιν ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν εἰς ἡμᾶς ὑπερβάλλοντα πλοῦτον τῆς τοῦ θεοῦ χρηστότητος δειχθήσεσθαι.

Διέλωμεν οὖν καὶ ἡμεῖς τῇ ἐπινοίᾳ τοὺς αἰῶνας, καὶ ἀφορίσωμεν τοὺς μὲν τῷ μυστηρίῳ τῆς θείας ἐνανθρωπήσεως, τοὺς δὲ τῇ χάριτι τῆς ἀνθρωπίνης θεώσεως, καὶ εὑρήσομεν τοὺς μὲν περὶ τὸ οἰκεῖον ὄντας τέλος, τοὺς δὲ οὔπω παραγενομένους. Καὶ συντόμως εἰπεῖν, τῶν αἰώνων οἱ μὲν τῆς τοῦ θεοῦ πρὸς ἀνθρώπους εἰσὶ καταβάσεως, οἱ δὲ τῆς τῶν ἀνθρώπων πρὸς θεὸν ὑπάρχουσιν ἀναβάσεως.

Οὕτω νοοῦντες οὐκ ἐνσκάζομεν τῇ ἀσαφείᾳ τῶν θείων λόγων, τὴν εἰς ταὐτὸν περίπτωσιν νομίζοντες παθεῖν τὸν θεῖον ἀπόστολον. Ἢ μᾶλλον, ἐπειδὴ καὶ ἀρχὴ καὶ μεσότης καὶ τέλος ἐστὶ πάντων τῶν αἰώνων τῶν τε παρελθόντων καὶ ὄντων καὶ ἐσομένων ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, εἰκότως εἰς ἡμᾶς κατήντησε δυνάμει τῆς πίστεως τὸ κατ᾽ εἶδος ἐνεργείᾳ κατὰ τὴν χάριν ἐσόμενον ἐπὶ θεώσει τῶν ἀξίων τέλος τῶν αἰώνων.

Ἢ πάλιν, ἐπειδὴ ἕτερος ὁ τοῦ ποιεῖν καὶ ἕτερος ὁ τοῦ πάσχειν λόγος, μυστικῶς ἅμα καὶ σοφῶς διεῖλε παρελθοῦσιν αἰῶσι καὶ μέλλουσι τὸν τοῦ ποιεῖν καὶ τοῦ πάσχειν λόγον ὁ θεῖος ἀπόστολος. Οἷον, οἱ τῆς σαρκὸς αἰῶνες, ἐν οἷς νῦν ζῶμεν—οἶδε γὰρ ἡ γραφὴ καὶ χρονικοὺς αἰῶνας κατὰ τὸ καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα καὶ ζήσεται εἰς τέλος—, τῆς τοῦ ποιεῖν εἰσιν ἰδιότητος, οἱ δὲ μέλλοντες εἶναι τοῦ πνεύματος μετὰ τὴν παροῦσαν ζωὴν τῆς τοῦ πάσχειν εἰσὶν μεταποιήσεως. Ἐνταῦθα τοίνυν ὄντες, ὡς ποιοῦντες εἰς αἰώνων τέλη καταντῶμεν, πέρας λαμβανούσης ἡμῶν κατὰ τὸ ποιεῖν τῆς δυνάμεώς τε καὶ τῆς ἐνεργείας. Ἐν δὲ τοῖς αἰῶσι τοῖς ἐπερχομένοις, πάσχοντες τὴν πρὸς τὸ θεοῦσθαι χάριτι μεταποίησιν, οὐ ποιοῦμεν ἀλλὰ πάσχομεν, καὶ διὰ τοῦτο οὐ λήγομεν θεουργούμενοι.

Ὑπὲρ φύσιν γὰρ τότε τὸ πάθος ἐστὶ καὶ μηδένα λόγον ἔχον ὁριστικὸν τῆς ἐπ᾽ ἄπειρον τῶν τοῦτο πασχόντων θεουργίας. Ποιοῦμεν γὰρ ἡμεῖς, ἐφ᾽ ὅσον τήν τε τῶν ἀρετῶν ποιητικὴν φύσει λογικὴν ἔχομεν δύναμιν ἐνεργουμένην καὶ τὴν πάσης γνώσεως δεκτικὴν νοερὰν ἀσχέτως δυνάμει πᾶσαν τῶν ὄντων καὶ γινωσκομένων φύσιν διαβαίνουσαν καὶ πάντας κατόπιν ἑαυτῆς τοὺς αἰῶνας ποιουμένην· καὶ πάσχομεν ἡνίκα, τῶν ἐξ οὐκ ὄντων τελείως τοὺς λόγους περάσαντες, εἰς τὴν τῶν ὄντων ἀγνώστως ἔλθωμεν αἰτίαν καὶ συγκαταπαύσομεν τοῖς φύσει πεπερασμένοις τὰς οἰκείας δυνάμεις, ἐκεῖνο γινόμενοι ὅπερ τῆς κατὰ φύσιν δυνάμεως οὐδαμῶς ὑπάρχει κατόρθωμα, ἐπειδὴ τοῦ ὑπὲρ φύσιν ἡ φύσις καταληπτικὴν οὐ κέκτηται δύναμιν.

Θεώσεως γὰρ οὐδὲν γενητὸν κατὰ φύσιν ἐστὶ ποιητικόν, ἐπειδὴ μηδὲ θεοῦ καταληπτικόν. Μόνης γὰρ τῆς θείας χάριτος ἴδιον τοῦτο πέφυκεν εἶναι τὸ ἀναλόγως τοῖς οὖσι χαρίζεσθαι θέωσιν, καὶ λαμπρυνούσης τὴν φύσιν τῷ ὑπὲρ φύσιν φωτὶ καὶ τῶν οἰκείων ὅρων αὐτὴν ὑπεράνω κατὰ τὴν ὑπερβολὴν τῆς δόξης ποιουμένης.

Οὐκοῦν τὰ τέλη τῶν αἰώνων εἰς ἡμᾶς εἰκότως κατήντησε τοὺς ὅσον οὐδέπω διὰ τῆς ἐν Χριστῷ χάριτος ληψομένους τῶν ὑπὲρ αἰῶνας καὶ φύσιν ἀγαθῶν τὴν δωρεάν, ὧν τύποι καὶ προχαράγματα καθεστήκασιν οἱ τρόποι τῶν ἀρετῶν καὶ τῶν γνωσθῆναι φύσει δυναμένων οἱ λόγοι, δι᾽ ὧν ὁ θεὸς ἀεὶ θέλων ἐν τοῖς ἀξίοις ἄνθρωπος γίνεται. Μακάριος οὖν ὁ μετὰ τὸ ποιῆσαι διὰ σοφίας ἐν ἑαυτῷ τὸν θεὸν ἄνθρωπον καὶ τοῦ τοιούτου μυστηρίου πληρώσας τὴν γένεσιν, πάσχων τὸ γενέσθαι τῇ χάριτι θεός, ὅτι τοῦ ἀεὶ τοῦτο γίνεσθαι πέρας οὐ λήψεται. Ὁ γὰρ ταύτην τοῖς ἀξίοις ποιῶν, ἀόριστος ὑπάρχων κατ᾽ οὐσίαν, ἀόριστον ἔχει, καὶ πάσης ἀοριστίας ἐπέκεινα, τὴν τοῦτο ποιοῦσαν δύναμιν καὶ μηδέποτε συγκαταλήγουσαν τοῖς ὑπ᾽ αὐτῆς γινομένοις, καθάπερ ἡμεῖς, ἀεὶ δὲ μᾶλλον ἑαυτῇ συγκρατοῦσαν τοὺς ἐξ αὐτῆς τὸ εἶναι λαβόντας, ἄνευ αὐτῆς εἶναι μὴ δυναμένους. Ὅθεν καὶ πλοῦτον εἶπε χρηστότητος, ὡς μὴ παυομένης ποτὲ τῆς ἐφ᾽ ἡμῖν ἐν χρηστότητι κατὰ τὴν πρὸς θέωσιν μεταποίησιν θείας καὶ παμφαοῦς διαθέσεως.

ΕΡΩΤΗΣΙΣ ΚΓʹ Εἰ Δαυὶδ τοῦ κατὰ σάρκα μόνου Ἰσραὴλ ἐβασίλευσεν, ὁ δὲ κατὰ σάρκα Ἰσραὴλ τὴν τοῦ Χριστοῦ ἀπώσατο βασιλείαν—διὸ καὶ μετῆλθεν ἐπὶ τὰ ἔθνη—, πῶς κατὰ τὴν φωνὴν τοῦ ἀρχαγγέλου σταθήσεται τὸ καὶ δώσει αὐτῷ ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας;

Ἀπόκρισις. Τοῦτο πάνυ μοι φαίνεται τὸ ἄπορον δήλην ἔχον καὶ φανερὰν τὴν διασάφησιν. Εἰ γὰρ οὐ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ, οὐδ᾽ ὅτι εἰσὶ σπέρμα Ἀβραάμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται ὁ θεὸς εἰς σπέρμα, καὶ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται, δῆλον ὡς ὁ πιστὸς λαὸς καὶ δι᾽ ἔργων δικαιοσύνης καὶ ἀληθοῦς τῆς κατὰ τὴν πίστιν γνώσεως 〈ὁρῶν τὸν θεόν〉 ἐστιν Ἰσραήλ, εἴτε κατὰ σάρκα φέρει τὸ γένος ἐξ Ἰσραήλ, εἴτε τῆς ἐθνικῆς ὑπάρχει μερίδος. Ὁ γὰρ τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν ἑαυτῷ φέρων τρανὸν καὶ ἄχραντον τὸν χαρακτῆρα τῆς πίστεως τῆς τοῦ ἀληθινοῦ Ἰσραὴλ οὐκ ἀπηλλοτρίωται κλήσεώς τε καὶ χάριτος.

Ἀλλὰ καὶ Δαυὶδ αὐτὸς ὁ μακάριος τῶν ἐν Ἰσραὴλ πιστῶν εἶχε τὴν βασιλείαν. Ὅθεν ἅμα τῆς πίστεως κατέσβεσεν ἑαυτῷ τὸ φέγγος ὁ Ἰσραήλ, ἅμα καὶ τῆς τοῦ Δαυὶδ εὐθὺς ἀπέστη βασιλείας. Ἄρ᾽ οὖν τὸν τοῦ Δαυὶδ πνευματικὸν θρόνον καὶ τὴν νοητὴν τῶν λογικῶν ψυχῶν βασιλείαν καὶ τὸν πιστὸν οἶκον τοῦ Ἰακὼβ καὶ τὸ ἅγιον καὶ μέγα ἔθνος, ἐφ᾽ ὃν ἀντὶ τοῦ σωματικοῦ καὶ παραπικραίνοντος Ἰσραὴλ προφητικῶς χρηματίζων ὁ θεὸς τῷ Μωυσῇ καταστήσειν αὐτὸν ἤτοι τὸν δι᾽ αὐτοῦ τυπικῶς νοούμενον ἐπηγγείλατο εἰπὼν «ἄφες με καὶ ἐξαλείψω τὸ ἔθνος τοῦτο εἰσάπαξ καὶ καταστήσω σε εἰς ἔθνος μέγα καὶ φοβερὸν ἢ τοῦτο», ἀλλ᾽ οὐ τὸν ἄπιστον οἶκον τοῦ Ἰακὼβ καὶ παραπικραίνοντα, καὶ τὸ ἁμαρτωλὸν ἔθνος καὶ τὸ πονηρὸν σπέρμα καὶ τοὺς ἀνόμους υἱοὺς καὶ τοὺς ἄρχοντας Σοδόμων καὶ τὸν λαὸν Γομόρρας καὶ τοὺς ἀποστραφέντας ἀποστροφὴν πονηρὰν καὶ τὸν κύριον ἐγκαταλιπόντας καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ παροξύναντας καὶ τὸν θεὸν οὐκ ἐπεγνωκότας οὐδὲ συνιέντας καὶ πληγέντας πληγὴν ἀπιστίας ἀνίατον καὶ μηδεμίαν δεχομένην λογικῆς ἰατρείας μέθοδον, ἀπιστίαν ψυχῆς θεραπεύουσαν—οὐαὶ γάρ, φησίν, ἔθνος ἁμαρτωλόν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελίπετε τὸν κύριον καὶ παρωξύνατε τὸν ἅγιον τοῦ Ἰσραήλ. Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν;

Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους—, οὐ τοὺς χωλάναντας ἐπ᾽ ἀμφοτέραις ταῖς ἰγνύαις καὶ τὴν ἀλήθειαν ἀπεστραμμένους καὶ ἐκβεβλημένους τῆς θείας κληρονομίας κατὰ τὸν Κάϊν καὶ Ἰσμαὴλ καὶ Ἡσαῦ καὶ Ῥουβὴμ καὶ Ἢρ καὶ Αὐνὰν καὶ Μανασσῆν καὶ Ἐλιὰφ καὶ Ἀμνών, τοὺς τῶν πατριαρχῶν τε καὶ προφητῶν πρωτοτόκους καὶ ἐκβεβλημένους καὶ ἀποδεδοκιμασμένους—φησὶ γὰρ υἱός μου πρωτότοκος Ἰσραήλ· οὐ γὰρ μονογενής· ἑτέρου γὰρ ἐπεισαγωγὴ πρὸς υἱοθεσίαν θεσπεσίου λαοῦ καὶ εὐσεβοῦς ἠλπίζετο, κατὰ θεὸν κτιζομένου καὶ εἰς υἱοθεσίαν προσαγομένου τὴν ἐν χάριτι διὰ τῆς ἐκβολῆς τοῦ πρωτοτόκου καὶ ἀπίστου Ἰσραήλ, ἐπαναστάντος τῷ νοητῷ Ἄβελ διὰ φθόνον καὶ ἀποκτείναντος κατὰ τὸν Κάϊν, καὶ ἐμπαίξαντος τῷ θείῳ τρόπῳ τοῦ νοητοῦ Ἰσαὰκ κατὰ τὸν Ἰσμαήλ, καὶ μανέντος κατὰ τοῦ νοητοῦ Ἰακὼβ ὡς Ἡσαῦ, καὶ τὸ σπέρμα τῆς πίστεως καὶ τῆς κατ᾽ αὐτὴν δικαιοσύνης εἰς τὴν γῆν τῆς πλάνης καὶ τῶν παθῶν ἐκχέαντος κατὰ τὸν Ἢρ καὶ Αὐνάν, καὶ τὴν τοῦ θεοῦ ἐκκλησίαν, ὡς ἐκεῖνοι τὴν Θάμαρ, ἀρνησαμένου, καὶ τὴν λήθην οἰκειωσαμένου τῶν ἀρετῶν κατὰ τὸν Μανασσῆν, καὶ ἐπὶ τῷ νοητῷ Δαυὶδ λαβόντι τὴν βασιλείαν ἐξ ὑπερηφανίας διαπονηθέντος καὶ διὰ τοῦτο ἐξουδενωθέντος κατὰ τὸν Ἐλιάφ, καὶ ξένης παρανομίας γενομένου δημιουργοῦ κατὰ τὸν Ἀμνών—, οὐ τούτους τοὺς ἀλλοτρίους υἱοὺς καὶ χωλάναντας ἀπὸ τῶν τρίβων αὐτῶν, τοὺς μανίας καὶ φόνου πνέοντας, τοὺς σαρκικοὺς ὄντως καὶ σαρκῶν μόνων υἱούς, τοὺς ξένους τῆς χάριτος, ὧν θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, ὧν τῆς ἀπιστίας ἀπόλοιτο τὸ μνημόσυνον μετ᾽ ἤχου, ἀλλ᾽ ὡς ἔφην, τὸν πιστὸν καὶ πνευματικὸν Ἰσραὴλ καὶ 〈ὁρῶντα θεὸν〉 διὰ τῆς πίστεως, τὸν ἐκ πάντων τῶν ἐθνῶν συνειλεγμένον κατ᾽ ἐκλογὴν χάριτος εἰς περιποίησιν λαὸν καὶ ἅγιον ἔθνος καὶ βασίλειον ἱεράτευμα ἐπηγγείλατο δώσειν διὰ τοῦ ἀγγέλου πρὸς τὴν παρθένον χρηματίζων ὁ θεὸς τῷ ἐξ αὐτῆς τεχθησομένῳ σωτῆρι τῶν ὅλων· ὅπερ δι᾽ αὐτῆς τῆς τῶν πραγμάτων ἐκβάσεως τὴν οἰκείαν ἐδέξατο πίστωσιν, τοῦ κυρίου τὰς πρὸς τοὺς πατέρας ἐπαγγελίας πληρώσαντος καὶ πάντα τὰ ἔθνη ἐν τῷ νοητῷ Ἀβραὰμ ἐνευλογήσαντός τε καὶ υἱοθετήσαντος καὶ πάντων τῶν ἐθνῶν καταστήσαντος ἐν πνεύματι διὰ τῆς πίστεως αὐτὸν πατέρα τὸν Ἀβραὰμ καὶ καθεσθέντος ἐν τῷ πνευματικῷ θρόνῳ τοῦ Δαυὶδ καὶ βασιλεύοντος ἐπὶ τὸν πιστὸν οἶκον τοῦ Ἰακὼβ εἰς τοὺς αἰῶνας βασιλείαν πέρας οὐκ ἔχουσαν.

ΕΡΩΤΗΣΙΣ ΚΔʹ Τί ἐστι τὸ ἐν ταῖς Πράξεσι περὶ τοῦ Πέτρου κείμενον διελθόντες πρώτην φυλακὴν καὶ δευτέραν, ἤλθομεν ἐπὶ τὴν πύλην τὴν σιδηράν; Ἀπόκρισις. Ὁ πιστὸς κατὰ τὸν ἅγιον Πέτρον καὶ πρακτικὸς νοῦς, ὑπὸ Ἡρῴδου κρατούμενος, τοῦ δερματίνου νόμου—〈δερμάτινος〉 γὰρ ὁ Ἡρῴδης ἑρμηνεύεται—, ὅπέρ ἐστι τὸ φρόνημα τῆς σαρκός, ὑπὸ δύο συγκλείεται φυλακὰς καὶ μίαν πύλην σιδηράν, πολεμούμενος ἔκ τε τῆς τῶν παθῶν ἐνεργείας καὶ τῆς κατὰ διάνοιαν ἐπὶ τοῖς πάθεσι συγκαταθέσεως· ἅστινας καθάπερ φυλακάς, ἤγουν εἱρκτάς, διὰ τοῦ λόγου τῆς πρακτικῆς φιλοσοφίας ὡς δι᾽ ἀγγέλου διαπεράσας, ἔρχεται ἐπὶ τὴν πύλην τὴν σιδηράν, τὴν φέρουσαν εἰς τὴν πόλιν, τὴν πρὸς τὰ αἰσθητὰ λέγω τῶν αἰσθήσεων στερρὰν καὶ ἀπότομον καὶ δυσκαταμάχητον σχέσιν· ἣν ὁ τῆς φυσικῆς ἐν πνεύματι θεωρίας διανοίγων λόγος, αὐτοματὶ πρὸς τὰ συγγενῆ νοητὰ λοιπὸν ἀφόβως τὸν νοῦν παραπέμπει, τῆς Ἡρῴδου μανίας ἐλεύθερον.

ΕΡΩΤΗΣΙΣ ΚΕʹ Τί ἐστι Θέλω ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ θεός, καὶ πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν αὐτῆς· ἓν γὰρ καὶ τὸ αὐτό ἐστι τῇ ἐξυρημένῃ; Καὶ τί πάλιν ἐστὶ τὸ διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους;

Ἀπόκρισις. Ἰστέον ὅτι παντὸς ἀνδρὸς εἰπὼν ὁ θεῖος ἀπόστολος εἶναι κεφαλὴν τὸν Χριστὸν πιστοῦ δηλονότι κατὰ τὴν πρᾶξιν τῶν θείων ἐντολῶν καὶ τὴν θεωρίαν τῶν εὐσεβῶν δογμάτων ἀνδρὸς ἀπεφήνατο κεφαλὴν εἶναι τὸν Χριστόν, τῆς περιεκτικῆς σημασίας οὐ συμπερικλειούσης τῷ λόγῳ καὶ τοὺς ἀπίστους ἄνδρας. Πῶς γὰρ καὶ εἴη κεφαλὴ τῶν μὴ πιστευόντων ὁ Χριστός;

Οὐκοῦν κατὰ μίαν ἐπιβολήν, τῷ τῆς ἀναγωγῆς προσβαίνοντες λόγῳ, φαμὲν ἄνδρα εἶναι τὸν πρακτικὸν νοῦν, κεφαλὴν ἔχοντα τὸν λόγον τῆς πίστεως· πρὸς ὃν ὡς Χριστὸν ἀφορῶν, ταῖς τῶν ἐντολῶν χάρισιν ᾠκοδομημένον διὰ τῆς πράξεως τὸν οἰκεῖον συνίστησι βίον ὁ νοῦς, μὴ καταισχύνων τὴν κεφαλὴν αὐτοῦ, τουτέστι τὴν πίστιν, τινὶ τῶν ἐκτὸς κατὰ τὴν ὕλην ἐπικαλυμμάτων, ἐκ τοῦ μηδὲν ὑπεράνω τῆς πίστεως τιθέναι τῶν προσκαίρων καὶ λυομένων. Γυναῖκα δὲ τοῦ τοιούτου νοὸς εἶναί φαμεν αὐτὴν τὴν ἕξιν τῆς πράξεως, πολλοῖς καὶ διαφόροις κομῶσάν τε καὶ κατακεκαλυμμένην πρακτικοῖς λογισμοῖς τε καὶ ἤθεσι, μᾶλλον δὲ αὐτὸν τὸν νοῦν ὡς κεφαλὴν ἰδίαν κατὰ τὴν τῶν τοιούτων λογισμῶν τε καὶ τρόπων πύκνωσιν καὶ εὐπρέπειαν ἔχουσαν κεκαλυμμένον. Χριστὸν δέ φαμεν εἶναι τὴν ἐνυπόστατον πίστιν, ἧς κεφαλὴ σαφῶς ἐστιν ὁ θεός, πρὸς ὃν ἄγει τῆς πίστεως ὁ λόγος, δεικνὺς τῷ ἀναγομένῳ τὸν ἐν ᾧ κατὰ φύσιν ὑπάρχει θεόν.

Καὶ πάλιν ἀνήρ ἐστιν ὁ τῆς φυσικῆς ἐν πνεύματι θεωρίας ἐπιμελούμενος νοῦς, κεφαλὴν ἔχων τὸν κατὰ πίστιν ἐκ τῆς τῶν ὁρωμένων διακοσμήσεως γενεσιουργὸν τοῦ παντὸς λόγον διαδεικνύμενον, ὃν οὐ καταισχύνει καλύπτων καὶ οἷον ὑποτιθείς τινι τῶν ὁρωμένων ὁ νοῦς καὶ ἄλλο τὸ παράπαν αὐτοῦ ποιούμενος ὑψηλότερον. Γυνὴ δὲ τοῦ τοιούτου νοός ἐστιν ἡ σύνοικος αἴσθησις, δι᾽ ἧς ἐπιβατεύει τῇ φύσει τῶν αἰσθητῶν καὶ τοὺς ἐν αὐτοῖς θειοτέρους ἀναλέγεται λόγους, μὴ συγχωρῶν τῶν λογικῶν αὐτὴν ἀποκαλυφθεῖσαν ἐπιβλημάτων ἀλογίας γενέσθαι καὶ ἁμαρτίας ὑπουργόν, τοῦ νοὸς εἰς κεφαλὴν διὰ τῆς τῶν θειοτέρων λόγων ὡς ἐπικαλυμμάτων ἀποβολῆς ἀνταλλαξαμένην τῆς ἀλογίας τὸ πάθος. Κεφαλὴ δὲ Χριστοῦ, τουτέστι τοῦ κατὰ πίστιν διὰ τῆς κατὰ φύσιν τῶν γεγονότων θεωρίας ἀναλόγως τοῖς οὖσι διαφαινομένου δημιουργικοῦ λόγου, ἔστιν ὁ κατ᾽ οὐσίαν αὐτὸν γεννῶν ἀπόρρητος νοῦς· πρὸς ὃν ὁ λόγος δι᾽ ἑαυτοῦ τὸν ἀναγόμενον διὰ τῆς τῶν ὄντων εὐσεβοῦς θεωρίας καθίστησι νοῦν, χορηγῶν αὐτῷ συμμέτρους κατὰ τὴν γνῶσιν τῶν ὁρατῶν τὰς νοητὰς τῶν θείων ἐμφάσεις.

Καὶ αὖθις ἀνήρ ἐστιν ὁ τῆς μυστικῆς θεολογίας ἐντὸς γενόμενος νοῦς, κεφαλὴν ἔχων ἀκατακάλυπτον τὸν Χριστόν, τουτέστι τὸν ταῖς ἀναποδείκτοις μυσταγωγίαις ἀγνώστως νοούμενον, ἢ κυριώτερον εἰπεῖν, ἀνοήτως γινωσκόμενον λόγον τῆς πίστεως, ὑπὲρ ὃν οὐδὲν τίθεται τῶν ὄντων—οὐκ αἴσθησιν οὐ λόγον οὐ νοῦν οὐ νόησιν οὐ γνῶσιν οὐ γινωσκόμενον οὐ νοούμενον οὐ λεγόμενον οὐκ αἰσθητὸν οὐκ αἰσθανόμενον—ὁ τὴν ἐπαινετὴν καὶ ὑπερέχουσαν ἑαυτοῦ τε καὶ τῶν ὄντων παντελῆ καὶ διαφερόντως θεοποιὸν στέρησιν συνασκούμενος νοῦς. Γυνὴ δὲ τοῦ τοιούτου νοός ἐστιν ἡ πάσης αἰσθητῆς φαντασίας καθαρεύουσα διάνοια, καθάπερ κεφαλὴν ἔχουσα τὸν νοῦν, ταῖς ἀνάρχοις καὶ ὑπὲρ νόησιν τῶν ἀρρήτων καὶ ἀγνώστων δογμάτων ἐπιβολαῖς πεπυκασμένον. Κεφαλὴ δὲ Χριστοῦ, τουτέστι τοῦ καθ᾽ ὑπεροχὴν μυστικῶς ἀποπεφασμένου λόγου, ἔστιν ὁ πάντων ἀπολύτως κατὰ πάντα τρόπον ἀπείρως ἐξῳκισμένος νοῦς, ὃν ὡς φύσει νοῦ λόγος ὑπάρχων ὁ Χριστὸς νοούμενος ποιεῖ γνωστὸν τοῖς ἀξίοις.

Ὁ γὰρ ἑωρακὼς ἐμέ, φησίν, ἑώρακε τὸν πατέρα. Καὶ γὰρ ἀληθῶς ἡ τοῦ λόγου νόησις ἀρίδηλος τοῦ γεννήσαντος αὐτὸν νοῦ καθέστηκε γνῶσις, ὡς ἐν ἑαυτῷ δεικνύντος ὑφιστάμενον κατ᾽ οὐσίαν τὸν νοῦν, πρὸς ὃν ἀνάγει τὸν ἐφιέμενον τῆς πρὸς θεὸν κατὰ χάριν ταὐτότητος νοῦν, ἀπολυθέντα τῆς ἐν πλήθει τῶν ὄντων κατὰ τὴν νόησιν διαφορᾶς καὶ ποσότητος καὶ εἰς θεοειδῆ μονάδα συναχθέντα τῇ ταὐτότητί τε καὶ ἁπλότητι τῆς περὶ θεὸν ἐπιτατικῆς ἀεικινησίας.

Πᾶς τοιγαροῦν πρακτικὸς νοῦς προσευχόμενος ἢ προφητεύων, τουτέστι τῶν ἀρετῶν ἐξαιτούμενος λόγους— οὕτω γὰρ νοητέον τὸ προσευχόμενος—ἢ τοὺς αὐτῶν τοῖς ἔργοις ἐκφαίνων τρόπους—οὕτω γὰρ ἐκληπτέον τὸ προφητεύων,—, μόνον ὁρᾶν ὤφειλε γυμνὸν τὸν τῆς πίστεως λόγον, μηδὲν νοῶν ἢ λογιζόμενος ἢ ποιῶν κατὰ πρόσκλησιν ἐπικαλύπτων τὴν κεφαλήν, ὑπὲρ αὐτὴν ἄλλό τι τιθέμενος.

Καὶ πᾶσα γυνή, τουτέστι πρακτικοῦ νοὸς ἕξις, προσευχομένη ἢ προφητεύουσα ἤγουν κατὰ διάθεσιν ἀφανῶς κινουμένη ἢ τοῖς ἐκτὸς ἤθεσι διαπλάττουσα τὴν ἀρετὴν ἄνευ λογικῆς διακρίσεως, καταισχύνει τὴν κεφαλὴν αὐτῆς, πρὸς πάθος μετερχομένη τὸ ἀγαθόν, οἷα τοῦ καλλωπίζοντος, ὡς ἐπιβλήματος, ἐστερημένη λόγου. Καὶ πᾶς νοῦς τὴν φυσικὴν ἀσκούμενος θεωρίαν, προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, τουτέστι γνωστικῶς τοὺς τῶν ὄντων λόγους ἐπιζητῶν ἢ τούτους διδασκαλικῶς ἄλλοις παραδιδοὺς μετὰ τῆς πρὸς ἄλλό τι καθ᾽ οἱονδήποτε τρόπον ῥοπῆς ἄνευ τοῦ κατ᾽ εὐσέβειαν σκοποῦ, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, ὡς ὑπερθέμενός τι τῶν παρερχομένων τῆς ὀρθῆς κατ᾽ εὐσέβειαν γνώσεως. Καὶ πᾶσα γυνή, τουτέστιν αἴσθησις, φυσικῶς τοῖς αἰσθητοῖς προσβάλλουσα, κατὰ κεφαλῆς μὴ ἔχουσα τοὺς νοεροὺς τῶν ὁρωμένων λόγους αὐτὴν περικαλύπτοντας, καταισχύνει τὴν κεφαλὴν αὐτῆς, πρὸς πάθος διὰ τὴν φυσικὴν σχέσιν τὴν τῶν ὁρωμένων ἐπερχομένη θεωρίαν.

Καὶ πᾶς νοῦς μυστικῆς γενόμενος ἐραστὴς θεολογίας, προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, τουτέστι ταῖς ἀδύτοις ἐμβατεύων ἀγνώστως θεωρίαις ἢ διδάσκων καὶ μυσταγωγῶν ἄλλους πρὸς θεολογίαν, εἴ τινα μορφὴν σχοίη νοήσεως, τὸν ὑπὲρ νόησιν λόγον μυσταγωγούμενος ἢ μυσταγωγῶν, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, τὸν ἁπλοῦν καὶ ὑπερέκεινα πάσης νοήσεως ὑποθείς τινι τῶν ὄντων καὶ γινωσκομένων, δέον πάσης αὐτὸν γυμνὸν ἐννοίας καὶ γνώσεως ἀνομμάτως ὁρᾶν τὸν ἀληθῆ θεὸν λόγον, γινώσκοντα σαφῶς ὡς ἐπὶ θεοῦ μᾶλλον αἱ καθ᾽ ὑπεροχὴν στερήσεις ἀληθεύουσι, ποσῶς μηνύουσαι τὴν θείαν θέσιν διὰ τῆς τῶν ὄντων παντελοῦς ἀφαιρέσεως. Καὶ πᾶσα γυνή, διάνοια τοῦ τοιούτου νοός, προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, τουτέστιν ἄφετος τῆς ἐπ᾽ αὐτῇ πολλοῖς πεπυκνωμένης μυστικοῖς θεωρήμασι νοερᾶς δυνάμεως, καταισχύνει τὴν κεφαλὴν αὐτῆς, ἀποβαλομένη τήν, ὡς κεφαλὴν καλύπτουσαν τὸν νοῦν, θείαν καὶ ἀπόρρητον γνῶσιν.

Πᾶς οὖν ἀνήρ, ἤγουν νοῦς πρακτικὸς ἢ φυσικὸς ἢ θεολογικός, προσευχόμενος ἢ προφητεύων, τουτέστι διδασκόμενος ἢ διδάσκων, ἀκατακάλυπτον ἐχέτω τὴν κεφαλήν, τὸν Χριστόν, ὁ μὲν πρακτικός, μηδὲν πίστεως καὶ ἀρετῆς προκρίνων, ὁ δὲ φυσικός, μηδένα τοῦ πρώτου λόγου ποιούμενος ἄλλον ἀνώτερον, ὁ δὲ θεολογικός, τὸν ὑπὲρ νόησιν καὶ γνῶσιν καθ᾽ ὁτιοῦν μὴ σχηματίζων ταῖς διὰ τῶν ὄντων νοήσεσι. Καὶ πᾶσα γυνή, τουτέστιν ἕξις πρακτικοῦ ἢ αἴσθησις φυσικοῦ ἢ σοφὴ διάνοια θεολογικοῦ νοός, κατακαλυπτέσθω τὴν κεφαλήν, ἡ μὲν πρακτικὴ ἕξις, τῶν ποιητέων καὶ οὐ ποιητέων ἐπικειμένην ἔχουσα τὴν τοῦ λόγου διάκρισιν, ἡ δὲ αἴσθησις, τὴν ἐπὶ τοῖς ὁρωμένοις ἐπιστημονικὴν τοῦ λόγου δύναμιν, ἡ δὲ διάνοια, τὴν παντελῶς ἀναπόδεικτον τῶν ὑπὲρ νόησιν γνῶσιν. Πᾶσα γὰρ ἕξις ἢ αἴσθησις ἢ διάνοια, μὴ καλυπτομένη κατὰ τὸν ἀποδοθέντα τρόπον, οὐδὲν διαφέρει τῆς ἐξυρημένης, τουτέστι τῆς μηδένα λόγον ἐχούσης ἀρετῆς ἢ θεοσεβείας ἢ γνώσεως μυστικῆς καὶ θείας ἀγάπης.

Ὀφείλει γοῦν ἔχειν καὶ διὰ τὸ εἰκὸς πᾶσα τοιαύτη γυνὴ τὴν ἐξουσίαν τοῦ λόγου διαπαντὸς ἐπὶ τῆς κεφαλῆς, λέγω δὲ τὴν λογικὴν ἐπιστασίαν, καὶ μάλιστα διὰ τοὺς ἀγγέλους τοὺς θεωμένους ἡμῶν τά τε φανερὰ καὶ ἀφανῆ κινήματα καὶ ἀπογραφομένους πᾶν νόημα καὶ ποίημα πρὸς ἔπαινον ἢ ἔλεγχον ἡμῶν ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς διαγνώσεως, καὶ διὰ τοὺς κατὰ συνείδησιν λογισμούς, καὶ αὐτοὺς ἀγγέλους τροπικῶς νοουμένους, ἐπὶ τοῖς γινομένοις παρ᾽ ἡμῶν κατηγοροῦντας ἢ καὶ ἀπολογουμένους νῦν τε καὶ ὕστερον κατὰ τὴν ἡμέραν τῆς κρίσεως, καὶ διὰ τοὺς πονηροὺς ἀγγέλους τοὺς φυλαττομένους ἡμῶν καὶ ἕξιν καὶ αἴσθησιν καὶ διάνοιαν, ἵνα, ἐπὰν ἴδωσι γυμνωθεῖσαν τῆς λογικῆς τε καὶ νοερᾶς διακρίσεως καὶ εὐσεβείας καὶ γνώσεως, ἐπιθῶνται τὴν τῶν ἐναντίων αὐταῖς δημιουργοῦντες γένεσιν, ἀδιακρισίαν λέγω καὶ ἀσέβειαν καὶ ἄγνοιαν, δι᾽ ὧν κακίαν καὶ πλάνην καὶ ἀθεΐαν ἐνεργεῖν οἱ πονηροὶ πεφύκασι δαίμονες.

Κεφαλὴ δὲ Χριστοῦ ὁ θεὸς εἴρηται, ὡς λόγου φύσει νοῦς κατ᾽ αἰτίαν ἀρχή.

ΕΡΩΤΗΣΙΣ Κϛʹ Εἰ ὁ βασιλεὺς Βαβυλῶνος ἀλληγορεῖται εἰς τὸν διάβολον, τίς ὁ λόγος ὃν διὰ τοῦ προφήτου Ἱερεμίου ἀπειλεῖ τοῖς βασιλεῦσι τῶν ἐθνῶν καὶ τῷ βασιλεῖ Ἰούδα κλοιοὺς καὶ δεσμὰ καὶ λιμὸν καὶ θάνατον καὶ μάχαιραν καὶ αἰχμαλωσίαν, ἐὰν μὴ αὐτῷ δουλεύσωσιν, τοῖς δὲ ἑκουσίως δουλεύουσι μετὰ ἀνέσεως εἶναι ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὅτι δοῦλον αὐτὸν προσαγορεύει λέγων ἐγὼ δέδωκα πᾶσαν τὴν γῆν Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τῷ δούλῳ μου καὶ τὰ θηρία τοῦ ἀγροῦ δέδωκα δουλεύειν αὐτῷ; Τίς οὖν ἐστιν ἡ τοῦ διαβόλου δουλεία καὶ τίνα τὰ θηρία καὶ τίνα τὰ ἓξ εἴδη τῆς ἀπειλῆς καὶ τίνες οἱ βασιλεῖς τῶν ἐθνῶν καὶ ὁ βασιλεὺς Ἰούδα;

Ἀπόκρισις. Ὁ διάβολος καὶ ἐχθρός ἐστι τοῦ θεοῦ καὶ ἐκδικητής· ἐχθρὸς μὲν ὅταν, ὡς μισῶν αὐτόν, δοκῇ πως τὴν ὀλέθριον κεκτῆσθαι πρὸς ἡμᾶς τοὺς ἀνθρώπους ἀγάπην, τοῖς τῶν ἑκουσίων παθῶν τρόποις διὰ τῆς ἡδονῆς πείθων ἡμῶν τὴν προαίρεσιν τῶν αἰωνίων ἀγαθῶν προκρίνειν τὰ πρόσκαιρα, δι᾽ ὧν, κλέπτων ὅλην τῆς ψυχῆς τὴν ἔφεσιν, τῆς θείας ἡμᾶς παντελῶς ἀγάπης ἀφίστησιν, ἑκουσίους ἐχθροὺς ποιῶν τοῦ ποιήσαντος, ἐκδικητὴς δὲ ὅταν, γυμνώσας τὸ πρὸς ἡμᾶς μῖσος, ὡς ἤδη γενομένους αὐτῷ διὰ τὴν ἁμαρτίαν ὑποχειρίους, ἐξαιτῆται τὴν καθ᾽ ἡμῶν τιμωρίαν. Οὐδὲν γὰρ οὕτω φίλον τῷ διαβόλῳ καθέστηκεν ὡς ἄνθρωπος τιμωρούμενος. Τοῦτο δὲ συγχωρηθείς, τὰς ἐπαλλήλους ἐπινοῶν τῶν ἀκουσίων παθῶν ἐπαγωγὰς λαίλαπος δίκην ἀπηνῶς ἐπιφέρεται τοῖς καθ᾽ ὧν ἐκομίσατο συγχωρήσει θεοῦ τὴν ἐξουσίαν, οὐ τὸ πρόσταγμα τὸ θεῖον ἐκπληρῶσαι βουλόμενος, ἀλλὰ τὸ οἰκεῖον τοῦ καθ᾽ ἡμῶν μίσους διαθρέψαι πάθος ἐπιθυμῶν, ἵνα τῷ πολλῷ βάρει τῶν ὀδυνηρῶν συμφορῶν ἡ ψυχὴ δι᾽ ἀτονίαν ὀκλάσασα τῆς θείας ἐλπίδος ἑαυτῆς περικόψῃ τὴν δύναμιν, ἀντὶ νουθεσίας ἀθεΐας αἰτίαν ποιουμένη τὴν τῶν ἀλγεινῶς συμβαινόντων ἐπαγωγήν.

Ἀγαθὸς γὰρ ὑπάρχων ὁ θεὸς καὶ θέλων ἡμῶν ἐκτίλαι παντελῶς τὸ τῆς κακίας σπέρμα, τὴν ἡδονὴν τὴν τὸν νοῦν τῆς θείας ἀποσυλοῦσαν ἀγάπης, συγχωρεῖ τῷ διαβόλῳ πόνους ἡμῖν καὶ τιμωρίας ἐπαγαγεῖν, κατὰ ταὐτὸν καὶ τῆς προλαβούσης ἡδονῆς τὸν ἰὸν διὰ τῶν πόνων τῆς ψυχῆς ἀποξέων καὶ πρὸς τὰ παρόντα καὶ μόνην τὴν αἴσθησιν σαίνοντα μῖσος ἡμῖν καὶ τελείαν ἀποδιάθεσιν, ὡς μηδὲν τιμωρίας πλέον εἰς κέρδος κεκτημένα κατὰ τὴν χρῆσιν, ἐμποιῆσαι βουλόμενος καὶ τὴν ἐκείνου τιμωρὸν δύναμιν καὶ μισάνθρωπον τῆς πρὸς ἀρετὴν ἐπαναγωγῆς περιστατικὴν αἰτίαν ποιήσασθαι τῶν αὐτῆς ἑκουσίως ἀπολισθησάντων.

Ὡς οὖν κατὰ συγχώρησιν τιμωρούμενος τοὺς ἁμαρτάνοντας ὁ διάβολος τοῦ θεοῦ κέκληται δοῦλος, ἀποστάτης ὢν καὶ λῃστὴς πονηρός, καὶ τοῖς ἑκουσίως διὰ τῆς ἡδονῆς ἀφισταμένοις τοῦ θεοῦ τὴν γνώμην ἔχων πάνυ κατάλληλον —πρέπον γάρ ἐστι καὶ δίκαιον ὑπὸ τοῦ διαβόλου κολάζεσθαι τοὺς τὰς αὐτοῦ πονηρὰς ὑποθήκας τῶν ἑκουσίων ἁμαρτημάτων ἡδέως δεξαμένους—, οὕτω μὲν οὖν καὶ ἡδονῆς ἐστι διὰ τῶν ἑκουσίων παθῶν σπορεὺς ὁ διάβολος καὶ ὀδύνης διὰ τῶν ἀκουσίων ἐπαγωγεύς.

Ὅταν οὖν οἱ τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλὴμ οἰκοῦντες, τουτέστι τὴν πρακτικὴν ἕξιν ἢ τὴν θεωρητικὴν ἀπειληφότες ἐπιστήμην, πρὸς τὴν ἀνθρώπων ταύτας μετέρχωνται δόξαν, ἤθη μὲν ἀρετῶν τῷ φαινομένῳ τρόπῳ σκιαγραφοῦντες, λόγους δὲ σοφίας καὶ γνώσεως μόνον λαλοῦντες δίχα τῶν κατὰ δικαιοσύνην ἔργων, καὶ τὸν ὡς ἐπ᾽ ἀρετῇ καὶ γνώσει τοῖς ἄλλοις ἐπιδείκνυνται τῦφον, εἰκότως τοῖς πρέπουσι παραδίδονται πόνοις, διὰ τοῦ πάσχειν τὴν ἀγνοηθεῖσαν αὐτοῖς ἐκ τῆς ματαίας οἰήσεως ταπεινοφροσύνην μεταμανθάνοντες· ὅπερ εἰδὼς καὶ ὁ θαυμαστὸς ἀπόστολος, παρέδωκε τῷ σατανᾷ τὸν παρανομήσαντα Κορίνθιον εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου Ἰησοῦ. Διὰ τοῦτο τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ ὁ βασιλεὺς παραδίδοται τῷ βασιλεῖ τῶν Ἀσσυρίων, τουτέστιν ὁ θεωρητικὸς νοῦς καὶ γνωστικὸς πρὸς τιμωρίαν ἐκδίδοται τῷ διαβόλῳ, πόνους αὐτῷ δικαίως ἐπάγοντι καὶ συμφοράς, ἵνα μάθῃ πάσχων περὶ καρτερίας μᾶλλον καὶ πόνων ὑπομονῆς φιλοσοφεῖν ἢ διακενῆς τοῖς οὐκ οὖσιν ὑπερηφάνως ἐμματαιάζειν.

Πᾶς οὖν ἀνεχόμενος ἑκουσίως ἐκ τῆς τῶν αὐτῷ πεπραγμένων συναισθήσεως δέξασθαι τὰς ἐπιπόνους τῶν ἀκουσίων ἐπιφορὰς πειρασμῶν μετὰ τῆς δεούσης εὐχαριστίας οὐκ ἐξοικίζεται τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν ἕξεώς τε καὶ χάριτος καθάπερ οἱ πάλαι τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, ὡς ὑπελθὼν ἑκουσίως τὸν ζυγὸν βασιλέως Βαβυλῶνος καὶ ὡς χρέος ἀποτιννὺς τὰς τῶν βασάνων ἐπιφορὰς καταδεχόμενος, ἀλλ᾽ ἐν αὐταῖς μένων τελεῖ τῷ μὲν βασιλεῖ Βαβυλῶνος τοὺς ἐκ τοῦ παθητοῦ τῆς φύσεως βιαίους πόνους καὶ τὴν ἐπ᾽ αὐτοῖς κατὰ τὴν διάνοιαν ὡς ὀφειλέτης αὐτῶν διὰ τὰς προλαβούσας πλημμελείας συγκατάθεσιν, τῷ δὲ θεῷ προσφέρει διὰ λατρείας ἀληθινῆς—τῆς ταπεινῆς λέγω διαθέσεως—τὴν τῶν παρημελημένων διόρθωσιν.

Ὁ δὲ τὴν κατὰ συγχώρησιν θεοῦ πρὸς διόρθωσιν ἐπαγομένην αὐτῷ διὰ τῶν ἀκουσίων πειρασμῶν συμφορὰν εὐχαρίστως μὴ καταδεχόμενος καὶ τὴν ἐπὶ τῷ δοκεῖν δίκαιος εἶναι μεταγνοὺς οὐκ ἀποτιθέμενος οἴησιν, ὡς τοῖς θείοις τῶν δικαίων κριμάτων ἀντιπίπτων θεσπίσμασι κατὰ τοὺς πάλαι τῆς Ἰουδαίας οἰκήτορας, καὶ μὴ καταδεχόμενος ἑκουσίως ὑπὸ τὸν ζυγὸν γενέσθαι τοῦ βασιλέως Βαβυλῶνος κατὰ τὴν θείαν διαταγήν, εἰς αἰχμαλωσίαν παραδίδοται τῷ βασιλεῖ Βαβυλῶνος καὶ κλοιοὺς καὶ δεσμὰ καὶ θάνατον καὶ λιμὸν καὶ μάχαιραν καὶ τῆς ἰδίας παντελῶς ἀποικίζεται γῆς, τουτέστι τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν εἶναι δοκούσης ἕξεως, διὰ μὲν τῆς αἰχμαλωσίας τὴν τῶν θείων ἀποστασίαν κατακρινόμενος, διὰ δὲ τῶν κλοιῶν τὴν ψευδῆ περὶ τῶν ὄντων δόξαν, διὰ δὲ τῶν δεσμῶν τὴν παντελῆ τῶν καλῶν ἀπραξίαν, διὰ δὲ τοῦ λιμοῦ τὴν τῶν θείων στέρησιν διδαγμάτων, διὰ δὲ τοῦ θανάτου τὴν τελείαν πρὸς τὰ καλὰ πώρωσίν τε καὶ ἀναισθησίαν, διὰ δὲ τῆς μαχαίρας τοὺς τῶν θείων μνημῶν ἀναιρετικοὺς ἐμπαθεῖς καὶ ἀκολάστους λογισμούς.

Πάντα γὰρ ταῦτα καὶ τούτων πλείονα ὁ τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν, ὡς ἰδίας γῆς, ἐξοικιζόμενος ἕξεως πάσχει διὰ τὸ μὴ θέλειν αὐτὸν ἐξ ὑπερηφανίας καὶ ματαίας οἰήσεως, τὰς ἐφ᾽ οἷς ἐπλημμέλησεν ἐκτιννὺς δίκας, ἐν θλίψεσιν εὐδοκῆσαι καὶ ἀνάγκαις καὶ στενοχωρίαις κατὰ τὸν θεῖον ἀπόστολον, καίτοι πάσης τῆς ἐπὶ τούτοις ὀφειλῆς ὄντα διὰ τὴν δικαιοσύνην ἐλεύθερον. Ἤιδει γὰρ ὁ μέγας ἀπόστολος φυλακτικὴν τῶν θείων κατὰ ψυχὴν θησαυρῶν ὑπάρχουσαν τὴν ἐκτὸς περὶ τὸ σῶμα συνισταμένην διὰ τῶν πόνων ταπείνωσιν, καὶ διὰ τοῦτο στέργων ὑπέμενε, καὶ δι᾽ ἑαυτὸν καὶ τοὺς οἷς ἀρετῆς καὶ πίστεως προέκειτο τύπος, ἵνα, κἂν ὡς ὑπεύθυνοι πάσχωσι κατὰ τὸν ἐπιτιμηθέντα Κορίνθιον, εἰς παρηγορίαν ἔχωσι καὶ ὑπομονῆς μίμησιν τὸν ἀνευθύνως πάσχοντα.

Τοὺς δὲ βασιλεῖς τῶν ἐθνῶν εἶναι νομίζω κατὰ τοῦτον τῆς γραφῆς τὸν τόπον τοὺς τῶν λοιπῶν τῆς ἀτιμίας παθῶν ἐπάρχοντας ἀνθρώπους, καὶ αὐτοὺς ὑποκειμένους ἐνδίκως τῇ τιμωρίᾳ τῶν οἰκείων ὀφλημάτων καὶ διὰ τοῦτο τῷ βασιλεῖ Βαβυλῶνος παραδιδομένους ὡς τιμωρῷ δυνάμει καὶ χαιρούσῃ τῇ βασάνῳ τῆς φύσεως. Ἔστιν οὖν ὁ μὲν Αἰγύπτιος βασιλεὺς ὁ φιλήδονος νοῦς καὶ ἀκόλαστος, ὁ δὲ Μωαβίτης ὁ τρυφητὴς καὶ βάκηλος νοῦς, ὁ δὲ Ἀμμανίτης ὁ πλεονεκτικὸς νοῦς, ὁ δὲ Σύρος ὁ δεισιδαίμων καὶ διαλεκτικὸς νοῦς—μόνος γὰρ ἀντικεῖσθαι γέγραπται τῷ Σαλομῶν ὁ Σύρος, τουτέστι τῇ εἰρήνῃ καὶ τῇ σοφίᾳ—, ὁ δὲ Τύριος ὁ φιλόκοσμος νοῦς καὶ φιλόζωος· καὶ οἱ λοιποὶ πάντες βασιλεῖς οὓς γνώσεται διὰ τῆς οἰκείας σημασίας ὁ γνωστικὸς ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἢ τῆς τῶν τόπων θέσεως ἢ τῆς κρατούσης ἐν αὐτοῖς γενικῆς παραδόσεως ἢ τῆς ἐν ἀλλήλοις ἐπιτηδεύσεως ἢ τῆς πρὸς τὸν Ἰσραὴλ ποιᾶς ἀντιπαθείας ...

Οὐ γὰρ πάντοτε καὶ πάντες ὡσαύτως καὶ καθ᾽ ἓν σημαινόμενον λαμβάνονται, ἀλλὰ πρὸς τὴν ὑποκειμένην χρείαν καὶ τῆς προφητείας τὴν δύναμιν, ἐπεί τοί γε καὶ εἰς τὸν διάβολον οἶδεν ἡ γραφὴ λαμβάνειν τὸν Φαραώ, ὅταν ἀναιρέτης γίνηται τοῦ Ἰσραήλ, καὶ πάλιν εἰς τὸν τῆς φύσεως νόμον, ὅταν αὐτῷ δουλεύῃ κατ᾽ οἰκονομίαν ὁ Ἰωσήφ, προφητικῶς δι᾽ ἑαυτοῦ σημάνας τὸν φύσει καὶ πάθεσι τοῖς ἡμετέροις ἑκουσίως δουλεύσαντα θεὸν λόγον δίχα μόνης ἁμαρτίας, ὁμοίως καὶ ὁ βασιλεὺς Τύρου νοεῖται εἰς τὸν διάβολον, ὅταν τὸν Ἰσραὴλ διὰ τοῦ Σισάρα πολεμῇ, καὶ πάλιν εἰς τὸν φυσικὸν νόμον, ὅταν σπένδεται τῷ Δαυὶδ καὶ εἰς τὸν οἰκοδομὴν τοῦ θείου ναοῦ τῷ Σαλομῶν πλεῖστα συμβάλλεται. Καὶ εἰς ἄλλα δὲ πολλὰ σημαινόμενα ἕκαστος τῶν ἀπηριθμημένων τῇ γραφῇ βασιλέων λαμβάνεται, κατὰ μέντοι τὴν ὑποκειμένην τῇ προφητείᾳ δύναμιν.

Τὰ δὲ θηρία, ἅπερ δίδωσιν ὁ θεὸς τῷ βασιλεῖ Βαβυλῶνος, εἰσὶν οἱ δαίμονες, ἕκαστος κατὰ τὴν ἐνδιαθέτως ὑποκειμένην ἐπιτηδειότητα πρὸς τήνδε ἢ τήνδε τῶν πειρασμῶν ἐπαγωγὴν λειτουργῶν. Ἄλλης γὰρ ἄλλος ἐστὶ ποιητικὸς κακίας, καὶ ἄλλος ἄλλου σαφῶς ἐστι μιαρώτερος καὶ πρὸς τόδε μᾶλλον τῆς κακίας τὸ εἶδος ἐπιτηδειότερος.

Οὔτε γὰρ αὐτοὶ οἱ δαίμονες ἄνευ θείας συγχωρήσεως κατ᾽ οὐδὲν ὑπουργεῖν δύνανται τῷ ἀρχεκάκῳ διαβόλῳ, ἵνα, καθὼς οἶδεν αὐτὸς ὁ θεὸς μετὰ τῆς δεούσης φιλανθρώπου καὶ ἀγαθῆς προνοίας, συγχωρῇ τῷ διαβόλῳ διὰ τῶν αὐτοῦ ὑπουργῶν τὰς ἐφ᾽ οἷς ἡμάρτομεν διαφόρους ποιεῖσθαι τιμωρίας. Καὶ δηλοῖ τοῦτο σαφῶς ἡ περὶ τοῦ Ἰὼβ συγγραφή, μὴ δυνάμενον τῷ Ἰὼβ παντελῶς προσπελάσαι τὸν διάβολον ἀναγραφομένη δίχα τῆς θείας συγχωρήσεως.

Ἀλλὰ καὶ Ναβουχοδονόσορ αὐτὸς ὁ τῆς Βαβυλωνίας βασιλεὺς λαμβάνεται πολλάκις εἰς τὸν φυσικὸν νόμον. Καὶ τοῦτο δηλοῦσι γράφοντες τοῖς ἐν Ἱεροσολύμοις οἱ τὸν πνευματικὸν νόμον στέρξαι μὴ δυνηθέντες καὶ διὰ τοῦτο πρὸς τὴν Βαβυλωνίαν κατασυρέντες γῆν, λέγω δὲ τὴν ἕξιν τῆς κατὰ τὴν ὕλην συγχύσεως, εὔξασθε ὑπὲρ τῆς ζωῆς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος καὶ τῆς ζωῆς Βαλτάσαρ τοῦ υἱοῦ αὐτοῦ, τοῦ φυσικοῦ νόμου δηλαδὴ καὶ τῆς αὐτοῦ κατὰ τὴν κίνησιν ἕξεως, ὑφ᾽ οὓς τότε γεγόνασιν, ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ, διὰ τούτων παρακαλοῦντες εὔξασθαι τοὺς ἐν τῇ ἀπαθείᾳ τῆς ἀρετῆς καὶ τῇ ἀληθείᾳ τῆς γνώσεως μείναντας, ἵνα ὧσι τὰ νοήματα τοῦ κατὰ φύσιν νόμου καὶ τῆς αὐτοῦ κατὰ τὴν κίνησιν ἕξεως, ἐν ᾧ, τὸν πνευματικὸν ἀπολιπόντες νόμον, γεγόνασιν, ὡς τὰ θεῖα νοήματα τοῦ νόμου τοῦ πνεύματος, ἡμέρας καλέσαντες τὰ νοήματα, οὐρανὸν δὲ τὸν πνευματικὸν νόμον. Ἐζήτουν γὰρ μὴ ἀπᾴδειν τοῦ πνευματικοῦ νόμου τὸν ὑφ᾽ ὃν γεγόνασι φυσικὸν καὶ ἐπίμοχθον νόμον.

Τούτοις συμφωνεῖ καὶ τὸ πρὸς αὐτὸν κατὰ τὴν θείαν ἀπειλὴν μυστικῶς εἰρημένον ὑπὸ τοῦ μεγάλου Δανιήλ, τὸ θεαθὲν ὄναρ ἑρμηνεύοντος καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων, καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθήσῃ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἕως οὖ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν θέλῃ δώσει αὐτήν· καὶ ὅτι εἶπεν· ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου ἐν τῇ γῇ· ἡ βασιλεία σου σοὶ μένει, ἀφ᾽ ἧς ἂν γνῷς τὴν βασιλείαν τὴν ἐπουράνιον, ἐκδίωξιν μὲν λέγων τάχα τὴν εἰς τὸν κόσμον τοῦτον διὰ τὴν παράβασιν ἐκ τοῦ παραδείσου ἐκβολὴν καὶ τῆς μετὰ τῶν ἁγίων ἀγγέλων διαίτης ἀλλοτρίωσιν, ἤγουν τὴν ἐκ τῶν νοητῶν θεαμάτων πρὸς τὴν αἴσθησιν τοῦ νόμου τῆς φύσεως σχέσιν, τὴν δὲ μετὰ τῶν ἀγρίων θηρίων κατοικίαν τὴν μετὰ τῶν παθῶν καὶ τῶν ἐνεργούντων αὐτὰ δαιμόνων καταμονήν, ἤγουν κατοικίαν καὶ συναναστροφήν, σημαίνων.

Ὁ δὲ χόρτος, ὃν ἐψώμισαν αὐτόν—οἱ ἄνθρωποι δῆλον, ἀλλ᾽ οὐχὶ τὰ θηρία, μεθ᾽ ὧν ἔσχε τὴν κατοικίαν· ἐκεῖνα γὰρ οὐ ψωμιοῦσιν ἀλλὰ σπαράττουσιν—ἡ κατ᾽ αἴσθησίν ἐστι τῶν φαινομένων φυσικὴ κατανόησις καὶ ἡ κατ᾽ ἀρετὴν ἐπίπονος πρᾶξις, ἅπερ ὡς χόρτον χορηγοῦσι τοῖς ἀνθρώποις οἱ ἄγγελοι, τὸ δὲ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθῆναι τὸ διὰ τῆς θείας προνοίας ἐσχηκέναι τὴν ἐν τούτοις διαμονήν—δρόσον γὰρ οὐρανοῦ τὴν πρόνοιαν ὁ λόγος ἐκάλεσεν—, δι᾽ ἧς ἐν τῷ αἰῶνι τούτῳ μετὰ τῶν ἀπηριθμημένων τὴν συντήρησιν ἔσχεν ὁ ἄνθρωπος, ἤγουν ὁ κατὰ φύσιν νόμος, παντελῶς μὴ διαφθειρόμενος, ἢ τυχὸν ἡ διὰ τῶν φαινομένων γινομένη κατὰ χάριν θεοῦ περὶ τῶν νοουμένων σύμμετρος γνῶσις, δι᾽ ἥν ἐστιν ὁ ἄνθρωπος ἐνταῦθα τῇ ἐλπίδι τῶν μελλόντων κρατούμενος. Τὸ δὲ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σὲ τὴν κατὰ τὸν αἰῶνα τοῦτον ἑβδοματικὴν τοῦ χρόνου παράτασιν δηλοῖ, ὑφ᾽ ἣν γέγονε, τὴν φυλακὴν τῆς οἰκείας ἕξεως καὶ ἐνεργείας ἐάσας, ὁ κατὰ φύσιν νόμος, καὶ μεθ᾽ ἣν συντελουμένην κατὰ τὴν προσδοκωμένην ἀνάστασιν διὰ τῆς ἀποβολῆς τῶν ἀλόγων ἰδιωμάτων πρὸς ἑαυτὸν ἐπανελεύσεται πάλιν, τὴν ἐξ ἀρχῆς εὐκληρίαν τῆς βασιλείας. ἀπολαμβάνων, ἐπιγνοὺς διὰ τῆς κατὰ τὸν αἰῶνα τοῦτον προνοητικῆς οἰκονομίας τὸ κράτος τῆς ἀληθινῆς βασιλείας.

Τὸ γὰρ ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου ἐν τῇ γῇ φάναι τὸ μὴ τῆς φύσεως ἀναιρεθῆναι τελείως διὰ τὴν παράβασιν τὸ σπέρμα καὶ τὰς δυνάμεις τῆς ἀγαθότητος δηλοῖ· καθ᾽ ἃς πάλιν λαμβάνουσα τὴν αὔξησιν εἰς τὸ πρώην φυσικὸν διὰ τῆς ἀναστάσεως ἐπανάγεται μέγεθός τε καὶ κάλλος.

Ἀλλ᾽ ἡμῖν γε κρεῖττον, στοιχοῦντας τῷ νόμῳ τῶν ἐντολῶν, ἑαυτοὺς πρὸς ἀναίρεσιν τοῦ φρονήματος τῆς σαρκὸς ἑκουσίοις ἐκπαιδεύειν πόνοις, καὶ οὐ μόνον κρεῖττον, ἀλλὰ καὶ πάνυ φιλόσοφον καὶ πρέπον τοῖς τὸν ἔμφυτον λόγον ἡγεμόνα τῶν παθῶν καταστήσασιν. Εἰ δὲ μὴ τοῦτο, τό γε τούτου δεύτερον· ἀκουσίως παιδευόμενοι, στέρξωμεν τοῦ παιδεύοντος ἡμᾶς τὴν βουλὴν μετὰ τῆς πρεπούσης εὐχαριστίας, καθάπερ ζυγὸν βασιλέως Βαβυλῶνος καταδεχόμενοι τὴν ἐφ᾽ οἷς ἡμάρτομεν κόλασιν. Καὶ τῆς ἡμετέρας γῆς, τουτέστι τῆς πίστεως καὶ τῆς ἐλπίδος καὶ τῆς κατ᾽ ἀρετὴν ἕξεως, οὐ μεταφέρει τὸν ἡμέτερον νοῦν ὁ νοητὸς βασιλεὺς Βαβυλῶνος.

Κατὰ τοῦτον οὖν τὸν προαποδοθέντα τρόπον καὶ θεοῦ δοῦλος ὁ διάβολος λέγεται, καὶ παραδίδονται αὐτῷ οἱ βασιλεῖς τῶν ἐθνῶν καὶ ὁ βασιλεὺς Ἰούδα καὶ τὰ θηρία τοῦ ἀγροῦ.

ΕΡΩΤΗΣΙΣ ΚΖʹ Τοῦ κυρίου μετὰ τὴν ἀνάστασιν φανερῶς ἐντειλαμένου μαθητεῦσαι πάντα τὰ ἔθνη, πῶς ἐδεῖτο ὁ Πέτρος τῆς ἐπὶ τοῦ Κορνηλίου ἀποκαλύψεως διὰ τὰ ἔθνη; ἢ πῶς οἱ ἐν Ἱεροσολύμοις ἀκούσαντες ἀπόστολοι τὰ κατὰ τὸν Κορνήλιον διεκρίνοντο πρὸς τὸν Πέτρον;

Ἀπόκρισις. Πάνυ μὲν οὖν ἐδεῖτο τῆς περὶ τῶν ἐθνῶν θείας ἀποκαλύψεως ὁ τῶν ἀποστόλων ἔξαρχος Πέτρος ὁ πανάγιος. Οὐ γὰρ ἐγίνωσκεν ὅτι περιτομῆς καὶ ἀκροβυστίας οὐκ ἔστι διαστολὴ κατὰ τὴν πίστιν, οὔτε μὴν ᾔδει σαφῶς ὅτι δίχα τῆς κατὰ νόμον φαινομένης λατρείας μαθητευθῆναι τὰ ἔθνη ὁ κύριος εἶπεν, ἕως οὗ τῆς ἀπορρήτου βουλῆς αὐτῷ δι᾽ ἀποκαλύψεως ἐφανέρωσε τὸ μυστήριον, διά τε τοῦ κατὰ τὴν σινδόνα παραδείγματος πείσας, διά τε τῆς ἴσως αὐτῷ κατὰ μόνην τὴν πίστιν δοθείσης καὶ τοῖς ἔθνεσι χάριτος τοῦ ἁγίου πνεύματος, ὡς οὐκ ἔστιν ἐν Χριστῷ διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὅπερ καὶ οἱ ἐν Ἱεροσολύμοις ἀγνοοῦντες ἀπόστολοι διεκρίνοντο πρὸς αὐτόν, ἕως ἔμαθον καὶ αὐτοὶ τὸν ἐν ἀποκρύφοις πλοῦτον τῆς ἐπὶ πάντας ἀνθρώπους θείας χρηστότητος. Θείας γὰρ ζωῆς ἦν καὶ καινῆς λατρείας παρὰ τὴν νομικὴν ἐπεισαγωγή, καὶ ψυχῆς ἑκουσίως σώματος ἑαυτὴν ἀπολυούσης κατὰ τὴν γνώμην ὑπῆρχε διδαχὴ καὶ ἄλλης ἀρχῆς θειοτέρας γενέσεως ὑποτύπωσις ἡ τοῦ κηρύγματος χάρις. Καὶ διὰ τοῦτο τῆς τοῦ προστάξαντος ἔχρῃζον ἐφ᾽ ἑκάστῳ λόγῳ διδαχῆς οἱ ταύτην πιστευθέντες τὴν διακονίαν.

Εἰ δέ τῳ μὴ δοκῶ τοῦ δέοντος εἶναι περιεργότερος, πᾶς λόγος θείας ἐντολῆς χρῄζει πάντως τοῦ ἐπ᾽ αὐτῷ πρὸς ἐνέργειαν ὁρισθέντος τρόπου διδαχῆς καὶ ἀποκαλύψεως. Οὐ γάρ ἐστι τὸ παράπαν ὁ διαγινώσκων τόν τινος λόγου τρόπον χωρὶς τῆς τοῦ φαμένου τὸν λόγον ἀποκαλύψεως· ὅπερ εἰδὼς καὶ ὁ πανεύφημος Πέτρος, λαβὼν ἤδη παρὰ τοῦ κυρίου τὸν περὶ τῶν ἐθνῶν τοῦ κηρύγματος λόγον, οὐκ ἐνεχείρησεν, ἀναμένων διδαχθῆναι παρὰ τοῦ δόντος τὸν λόγον τοῦ λόγου τὸν τρόπον.

Τάχα δὲ καὶ ἕτερα πρὸς τούτοις ἦν, ἅπερ διὰ τῆς καθιεμένης οὐρανόθεν ὀθόνης καὶ τῶν ἐν αὐτῇ διαφόρων ζῴων ὁ μέγας ἐδιδάσκετο Πέτρος, μᾶλλον δὲ τὸ πᾶν γένος τῶν ἀνθρώπων ἢ ὁ κατ᾽ αὐτὸν ἐπειλημμένος τῆς κατὰ τὴν πίστιν θείας ἀκρότητος, μανθάνων διαρρήδην πᾶσαν ἑαυτοῦ παντελῶς ἀποσβέσαι τὴν αἴσθησιν· καθ᾽ ἣν ἕως ὁρᾷ τὰ φαινόμενα, φθαρτικὴν ἑαυτῆς τὴν τοῦ θεοῦ κτίσιν ἐπίσταται, μὴ δυναμένην φθορᾶς εἶναι καθαρὰν καὶ συγχύσεως. Διὰ μὲν οὖν τῆς ὀθόνης καὶ τῶν ἐν αὐτῇ ζῴων τὸν φαινόμενον προεδείκνυε διὰ τοῦ ἀοράτου κόσμον τοῖς λόγοις νοούμενον ἢ τὸν ἀόρατον τοῖς τῶν αἰσθητῶν τύποις φαινόμενον ὁ πρὸς αὐτὸν χρηματίζων καὶ πρὸς ἐδωδὴν πνευματικὴν ἐπιτήδειον. Διό φησιν ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.

Πόθεν ἀναστῆναι κελεύεται; Πόθεν ἄλλοθεν ἢ τῆς κατ᾽ αἴσθησιν ἕξεώς τε καὶ σχέσεως καὶ τῆς περὶ τῶν ὄντων χθαμαλωτέρας προλήψεως ἢ τῆς νομιζομένης κατὰ νόμον δικαιοσύνης, ἵνα, κατὰ μόνον τὸν νοῦν, πάσης ἀπολελυμένον τῆς κατ᾽ αἴσθησιν φαντασίας, δυνηθεὶς σχημάτων γυμνοὺς θεάσασθαι τοὺς λόγους τῶν αἰσθητῶν, ἐπιγνῷ τοὺς τύπους τῶν νοητῶν καὶ μάθῃ μηδὲν τῶν ὑπὸ θεοῦ γεγονότων ἀκάθαρτον εἶναι. Ὁ γὰρ θεωρήσας ἐκ τοῦ νοητοῦ κόσμου προφαινομένην τοῖς λόγοις τὴν ὁρωμένην κτίσιν ἢ τοὺς τύπους τῶν νοητῶν ἐκ τῆς τῶν φαινομένων διακοσμήσεως, καθάπερ οὐρανόθεν ὀθόνην καθιεμένην, οὐδὲν ἀκάθαρτον εἶναι πιστεύσειε τῶν ὁρατῶν, μηδεμίαν τοῖς τῶν ὄντων λόγοις ἐμφαινομένην θεωρῶν ἀντιπάθειαν. Ἡ φθορὰ γὰρ ἐν τῇ αἰσθήσει καθέστηκε καὶ ὁ τῶν γεγονότων πρὸς ἄλληλα πόλεμος· ἐν δὲ τοῖς λόγοις οὐδὲν ὑπάρχει καθάπαξ ἐναντίον.

Ἔστι μὲν οὖν ἡ ὀθόνη ὁ αἰσθητὸς κόσμος ἐκ τεσσάρων ἀρχῶν, καθάπερ στοιχείων, καὶ αὐτὸς κρατούμενος· τὰ δὲ ἑρπετὰ καὶ τὰ θηρία καὶ τὰ πετεινὰ οἱ διάφοροι λόγοι τῶν γεγονότων εἰσίν, πρὸς μὲν αἴσθησιν ὄντες ἀκάθαρτοι, πρὸς δὲ νοῦν καθαροί τε καὶ τρόφιμοι καὶ τῆς νοουμένης συστατικοὶ τυγχάνοντες ζωῆς· ἡ δὲ ἐκ τρίτου γενομένη φωνὴ πρακτικὴν καὶ φυσικὴν καὶ θεολογικὴν διδάσκει φιλοσοφίαν. Δεῖ γὰρ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ τρὶς ἀναστάντα, θῦσαι τὴν κτίσιν τῶν φαινομένων καὶ φαγεῖν αὐτὴν γνωστικῶς τὸν τῷ θεῷ διόλου γνησίως ἑψόμενον.

Ὁ γὰρ ἀναστὰς τῆς ἐμπαθοῦς περὶ τὰ φαινόμενα διαθέσεως τὴν τῶν φαινομένων ἔθυσε κίνησιν καὶ τὴν πρακτικὴν κατορθώσας ἔφαγεν ἀρετήν· ὁ δὲ τῆς ψευδοῦς περὶ τῶν ὄντων δόξης ἀναστὰς τὰ μὲν τῶν φαινομένων ἔθυσε σχήματα, τοὺς δὲ μὴ φαινομένους λόγους φαγὼν τὴν ἐν πνεύματι φυσικὴν θεωρίαν κατώρθωσεν· ὁ δὲ τῆς πολυθέου πλάνης ἀναστὰς αὐτὴν μὲν τῶν ὄντων τὴν οὐσίαν κατέθυσε, τὴν δὲ τῶν ὄντων αἰτίαν κατὰ πίστιν φαγὼν θεολογικῆς ἐνεφορήθη δυνάμεως. Πᾶς οὖν θεωρητικὸς νοῦς, ἔχων τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, ἐν ἑαυτῷ τῆς φαινομένης κτίσεως ἀποκτείνας τὴν κίνησιν, κατώρθωσεν ἀρετὴν καί, τῶν αἰσθητῶν σχημάτων ἑαυτοῦ τὴν φαντασίαν ἀποτεμών, τὴν ἐν τοῖς λόγοις τῶν ὄντων εὗρεν ἀλήθειαν, καθ᾽ ἣν ἡ φυσικὴ θεωρία συνέστηκε, καί, τῆς οὐσίας τῶν ὄντων ὑπεράνω γενόμενος, τὸν τῆς θείας καὶ ἀμάχου μονάδος δέχεται φωτισμόν, καθ᾽ ὃν τῆς ἀληθοῦς θεολογίας συνέστηκε τὸ μυστήριον.

Ἢ τυχὸν ἐκελεύετο θεόθεν ἡ τῶν ἀποστόλων ἀκρότης, Πέτρος ὁ πανένδοξος, ἀναστὰς τῆς συμμεμετρημένης τῇ φύσει δυνάμεως ἐπὶ τὴν κατὰ χάριν θείαν εὐκληρίαν, μετὰ θεοῦ καταθῦσαι τῇ μαχαίρᾳ τοῦ λόγου τὰ ἐν ἀνθρώποις πάθη τῆς μοχθηρίας καὶ ποιῆσαι βρῶμα καλὸν καὶ τῷ λόγῳ πρόσφορον καὶ εἰς πέψιν πνευματικὴν ἀναδιδόμενον τῇ ἀποθέσει τῆς προτέρας ἐμπαθοῦς καὶ θηριώδους ζωῆς.

Φασὶ γὰρ ζωῆς σύμβολον εἶναι τὸ αἷμα, ὅπερ πάντως ἀπορρεῖν σφαττομένου ζῴου πέφυκεν. Καὶ δηλοῖ τάχα τῶν δειχθέντων ζῴων ἡ διαφορὰ τὴν ἐν ἀνθρώποις τῶν παθῶν ποικιλίαν. Τὰ μὲν γὰρ ἑρπετὰ τοὺς ἅπαν τὸ ἐπιθυμητικὸν τοῖς γηΐνοις ἐπισυρόμενον ἔχοντας προδείκνυσι, τὰ δὲ θηρία τοὺς ὅλον τὸ θυμικὸν εἰς τὴν ἀλλήλων φθορὰν ἐκμανῶς διεγείραντας, τὰ δὲ πετεινὰ τοὺς ὅλον τὸ λογικὸν πρὸς τὴν ὕβριν τῆς ὑπερηφανίας ἀνώσαντας καὶ τὴν ἐξ αὐτῆς ὑψηλοφροσύνην καὶ ἀδικίαν λαλοῦντας εἰς τὸ ὕψος καὶ θεμένους εἰς οὐρανὸν τὸ στόμα αὐτῶν· ἅπερ οἷα θεῷ συνεργὸς ὁ μέγας Πέτρος καταθύσας τῷ λόγῳ τοῦ πνεύματος, τοὺς μὲν ἐποίησε τῶν οὐρανίων ἐπιθυμητάς, τοὺς δὲ ἡμέρους καὶ φιλανθρώπους καὶ ἀλλήλων ἀνθεκτικούς, τοὺς δὲ φιλοθέους καὶ ταπεινόφρονας.

Τί δὲ καὶ Ἰόππη βούλεται δηλοῦν διὰ τῆς ἑρμηνείας τοῦ οἰκείου ὀνόματος, ἐν ᾗ ταύτην εἶδε τὴν ὀπτασίαν ἡ μεγάλη τῆς ἐκκλησίας κρηπίς, Πέτρος ὁ πανάγιος, κατίδωμεν. Ἰόππη 〈κατασκοπὴ〉 ἑρμηνεύεται, τὴν πρακτικοῖς πρέπουσαν φυλακὴν σημαίνουσα. Παρ᾽ αὐτὴν γὰρ κειμένη τῆς θαλάσσης τὴν ὄχθαν, πολλοῖς ἂν ἐβάλλετο κύμασιν, εἰ μὴ ἐφ᾽ ὕψους εἶχε τὴν θέσιν ἡ πόλις. Ὅθεν μοι φαίνεται δηλοῦν τὸν ἐπὶ τοῦ ὕψους τῆς γνώσεως, καθάπερ πόλιν, οἰκοδομοῦντα τὴν ἀρετήν, οὐ μακρὰν δὲ τῶν ἀκουσίων ὄντα πειρασμῶν, ἔχοντα παρακειμένην ἐγγύθεν, καθάπερ θάλασσαν, τὴν μήπω τελείως ἀπορραπισθεῖσαν σχέσιν τῶν αἰσθητῶν καὶ διὰ τοῦτο κατασκοπῆς δεόμενον, μήπως, λαθόντες διὰ τῶν ἀκουσίων πειρασμῶν, ποιήσωνται τὴν τῶν ἑκουσίων παθῶν ἐπιδρομὴν οἱ ἀκάθαρτοι δαίμονες.

Ἀλλὰ καὶ τῆς μερίδος τυγχάνουσα τῆς φυλῆς Ἰσσάχαρ Ἰόππη—〈μισθὸς〉 δὲ καὶ 〈κάματος〉 οὗτος ἑρμηνεύεται— δίδωσι πλέον νοεῖν ὅτι πρακτικῆς ἐστιν ἕξις φυλακτικὴ Ἰόππη, τὰς ἀοράτους ἐφόδους φυλαττομένη τῶν πνευμάτων τῆς πονηρίας. Ταύτης οὖν ἀναστάντα πρὸς τὴν τῶν ὑψηλῶν γνῶσιν μεταθεῖναι τὸν νοῦν ἴσως ἐκελεύετο ὁ μέγας ἀπόστολος.

Ὁ τοίνυν τῆς πρακτικῆς φιλοσοφίας οἰκῶν τὸ τῆς κατασκοπῆς ὕψος ἐν Ἰόππῃ λεγέσθω εἶναι, ὁ δὲ τὴν ἐν Ἱεροσολύμοις Σιὼν κατοικῶν, τουτέστι τὸ σκοπευτήριον τὸ κατὰ τὴν 〈ὅρασιν τῆς εἰρήνης〉 ἰδρυμένον—τοῦτο γὰρ Ἱερουσαὴμ ἑρμηνεύεται—, πάσης μακρὰν γέγονε τῆς κατ᾽ αἴσθησιν σχέσεως, ὅσον ἱστορικῶς τοῦ τόπου τῆς Σιὼν κατὰ τὴν θέσιν ἡ θάλασσα, καὶ σκοπεύει μόνον κατὰ τὸ ὕψος ὑπάρχων τῆς γνώσεως τὰ νοητὰ τῶν ὄντων θεάματα τῇ κατὰ νοῦν περιαιρέσει τῶν φαινομένων ἐν τοῖς οὖσι σχημάτων, καὶ δέχεται τὰς τῶν θείων ἐμφάσεις κατὰ τὸ θεμιτὸν ἐκφανεῖς, τυποῦσας αὐτοῦ τὸ ἡγεμονικὸν πρὸς τὸ θειότερον. Ὁ γοῦν οἰκῶν Ἰόππην πρακτικός ἐστι, καταθεωρῶν τῶν ἐναντίων τὰ θήρατρα, ὁ δὲ κατοικῶν ἐν Σιὼν γνωστικός ἐστι, μόνην κατὰ νοῦν τῶν θείων θεωρῶν τὴν εὐπρέπειαν.

Εἰ δὲ πάλιν εἰς οὐρανὸν ἀνεσπάσθη τὸ σκεῦος τῆς ὀθόνης, νοήσωμεν ὅτι μετὰ τὸ δειχθῆναι τῷ μεγάλῳ Πέτρῳ τοὺς τῶν αἰσθητῶν πνευματικοὺς λόγους τοῖς νοητοῖς συνυπάρχοντας, πάλιν ἀνέλκει πρὸς ἑαυτὸν τούτους ὁ θεός, διδάσκων ὡς οὐδὲν ὧν οἱ λόγοι παρ᾽ αὐτῷ μένουσιν, ἔστι καθάπαξ ἀκάθαρτον. Διό, γνοὺς τῶν ὁραθέντων τὴν δύναμιν ὁ μέγας ἀπόστολος, ἔμαθε μηδένα λέγειν ἀκάθαρτον ἄνθρωπον, μηδὲ προσωποληψίαν εἶναι παρὰ θεῷ, ποιουμένην ἄδικον τὴν τῶν ὄντων διαίρεσιν. Ὅθεν, μηδὲν μελλήσας, τὸ θεῖον ἐπλήρωσε πρόσταγμα, καταθύσας πρὸς ζωὴν πνευματικὴν τοὺς τὴν καρδίαν ἑκουσίως περιτεμνομένους τῷ λόγῳ τῆς χάριτος, καὶ πᾶσαν ἀπιστίας κακίας τε καὶ ἀγνωσίας ἀκαθαρσίαν καθάπερ ἀκροβυστίαν ἀποβαλλομένους, τῆς δὲ σαρκὸς μηδὲν τῶν προσόντων αὐτῇ φυσικῶν περιτέμνοντας ὧν οὐκ ἐξ ἐμπαθοῦς γνώμης ἡ σύστασις, ἀλλ᾽ ἐκ θείας δημιουργίας ἡ γένεσις. Οὐδὲν γὰρ τῶν κατὰ φύσιν ἀκάθαρτον, ὅτι θεὸν ἔχει τῆς ὑπάρξεως αἴτιον.

ΕΡΩΤΗΣΙΣ ΚΗʹ Τὸ δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας πρὸς τίνας ἔλεγεν ὁ θεός; Ἀπόκρισις. Πρὸς τὴν ὑποκειμένην τῶν προνοουμένων διάθεσιν εὑρίσκομεν τὴν ἁγίαν γραφὴν τὸν θεὸν διαπλάττουσαν, ὅθεν καὶ λέοντα καὶ ἄρκον καὶ πάρδαλιν καὶ πάνθηρα καὶ ἄνθρωπον καὶ βοῦν καὶ πρόβατον καὶ ἥλιον καὶ ἀστέρα καὶ πῦρ καὶ πνεῦμα καὶ ἄλλα μυρία, ἅπερ μηδαμῶς ὑπάρχων, λέγεται, κατὰ τὴν ἑκάστης φωνῆς ἐπίνοιαν θεωρούμενος. Τῷ γοῦν Ἀβραὰμ φανεὶς ὁ θεὸς ὄντι τελείῳ κατὰ τὴν γνῶσιν, ἐν τῷ περὶ μονάδος λόγῳ τὸν ἄϋλον περὶ τριάδος εἶναι λόγον ἐδίδασκεν ἤδη τὸν νοῦν ἔχοντα τῆς ὕλης παντελῶς καὶ τῶν κατ᾽ αὐτὴν τύπων ἐκβεβηκότα, καὶ διὰ τοῦτο καὶ ὡς τρεῖς ἐφαίνετο καὶ ὡς εἷς διελέγετο. Τῷ δὲ Λώτ, μήπω τῆς τῶν σωμάτων καθαρὸν τὸν νοῦν ποιησαμένῳ συνθέσεως, ἀλλ᾽ ἔτι τῆς ἐξ ὕλης καὶ εἴδους τῶν σωμάτων γενέσεως ἐξηρτημένῳ καὶ μόνης δημιουργὸν εἶναι πιστεύοντι τὸν θεὸν τῆς ὁρατῆς κτίσεως, ἐμφανιζόμενος ὁ θεὸς δυϊκῶς ἀλλ᾽ οὐ τριαδικῶς ἐφάνη, δεικνὺς δι᾽ ὧν αὐτὸς ἑαυτὸν ἐσχημάτιζε μήπω τῆς ὕλης καὶ τοῦ εἴδους ἐκβεβηκέναι τὸν ἀναγόμενον νοῦν.

Οὕτως, ἐφ᾽ ἑκάστῳ τόπῳ τῆς τὸν θεὸν πολυτρόπως διαπλαττούσης γραφῆς τοὺς λόγους μετ᾽ ἐπιστήμης διασκοπούμενος, εὑρήσεις αἰτίαν εἶναι τῆς πολλῆς τῶν θείων πλασμάτων ἐξαλλαγῆς τὴν τῶν προνοουμένων διάθεσιν.

Ἐπειδὴ τοίνυν καὶ οἱ τὸν πύργον οἰκοδομήσαντες, πρότερον τῆς τοῦ φωτὸς χώρας τῆς ἀνατολῆς κινηθέντες, λέγω δὲ τῆς μιᾶς καὶ ἀληθοῦς περὶ θεὸν γνώσεως, ἦλθον εἰς γῆν Σενναάρ, τὴν ἑρμηνευομένην 〈βλασφήμους ὀδόντας,〉 καὶ εἰς πολλὰς περὶ θεότητος δόξας κατέπεσον καί, τὸν ἑκάστης δόξης λόγον οἱονεὶ πλίνθους τινὰς συνθήσαντες, ᾠκοδόμησαν καθάπερ πύργον τὴν πολύθεον ἀθεΐαν, εἰκότως ὁ τῆς κακῆς συμφωνίας τῶν πλανηθέντων ἀνθρώπων διασκεδάζων τὴν ὁμολογίαν θεὸς ἐκ τῆς τῶν προνοουμένων διαθέσεως, εἰς ἀπείρους δόξας διασκεδασθείσης τε καὶ διασπασθείσης, πληθυντικῶς ἑαυτὸν ὀνομάζει, δεικνὺς ὅτι, εἷς ὤν, εἰς πολλοὺς ἐν ἐκείνοις ἐμερίσθη, ὥσπερ καὶ ἐπὶ τοῦ Ἀδὰμ φαίνεται λέγων ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν. Πρὸς οὖν τὸ ὑποκείμενον αἴτιον ἢ πληθύνεται ταῖς τῶν γραφῶν ἐκφωνήσεσιν ὁ θεὸς ἢ συνάγεται.

Τὸ δὲ πρὸς τίνας ὁ θεὸς διαλέγεται· ἔθος ἐστὶ τῇ γραφῇ τὰς ἀλαλήτους καὶ κρυφίας βουλὰς τοῦ θεοῦ σωματικῶς διαπλάττειν, ἵν᾽ ἡμεῖς ἐκ τῶν συγγενῶν ῥημάτων τε καὶ φωνῶν νοῆσαι τὰ θεῖα δυνηθῶμεν, ἐπεὶ ὁ θεὸς νοῦς ἐστι ἄγνωστος καὶ λόγος ἄρρητος καὶ ζωὴ ἀκατάληπτος, καὶ οὔτε λαλεῖ οὔτε λαλεῖται, αὐτόλογος ὢν καὶ αὐτοβουλὴ κατ᾽ οὐσίαν ὑπάρχων. Καὶ εἰ οὕτω νοήσομεν τὰς τῶν θείων λογίων φωνάς, οὐδενὶ τῶν γεγραμμένων ἐκ τῆς ἀσαφείας προσκόψομεν.

Εἰ δέ τις φαίη μὴ πάντως ἐπὶ διαβολῆς κεῖσθαι τῇ γραφῇ τὴν περὶ θεοῦ πληθυντικὴν σημασίαν καὶ προφέρει πρὸς τὴν τοῦ οἰκείου λόγου βεβαίωσιν τὸ καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν καὶ οὐ δήπου διὰ ταύτης, εἴποι, τῆς φωνῆς πολυθεΐας ὑπόνοιαν εἰσηγεῖσθαι νοοῦμεν τὸν λόγον, φαμὲν ὡς, ὁπόταν μὲν πρὸς τοὺς εὐσεβεῖς εὐσεβῶς ἡ ἁγία γραφὴ τῷ πληθυντικῷ περὶ θεοῦ κέχρηται λόγῳ, τὴν δήλωσιν ποιεῖται τῶν παναγίων τριῶν ὑποστάσεων, μυστικῶς τὸν τῆς ὑπάρξεως σημαίνουσα τρόπον τῆς παναγίας καὶ ἀνάρχου μονάδος, ἐπειδὴ μονὰς κατ᾽ οὐσίαν ἐστὶν ἡ πάνσεπτος καὶ προσκυνητὴ καὶ πανεύφημος τριὰς τῶν ὑποστάσεων— μονὰς γὰρ ἐν τριάδι καὶ ἐν μονάδι τριάς ἐστιν ὁ θεὸς ἡμῶν—, ἡνίκα δὲ πρὸς τοὺς ἀσεβεῖς πληθυντικὸν περὶ θεοῦ ποιεῖται τὸν λόγον, τὴν ψεκτὴν ἐκείνων, ὡς οἶμαι, διελέγχει περὶ θεότητος ἔννοιαν, φυσικὴν ἀλλ᾽ οὐχ ὑποστατικὴν εἶναι τὴν ἐν τοῖς ἰδιώμασιν ὑπειληφότων διαφοράν, ὅπερ σαφῶς τὴν πολύθεον εἰσηγεῖται πλάνην τοῖς οὕτως περὶ θεότητος ἔχουσιν.

Εἰ δὲ μηδὲ τοῦτο λέγοντες πείθομεν, ἐπειδὴ φίλον τῷ πνεύματι καὶ τοῖς τὸ πνεῦμα φιλοῦσιν ἀγαπητὸν τὸ μὴ μάχεσθαι, δεξώμεθα συμφώνως ἀλλήλοις τὴν ἁγίαν γραφήν, τὴν ἐν μονάδι παναγίαν τριάδα ποτὲ μὲν ὡς δημιουργὸν εἰσηγουμένην, ὡς τὸ ποιήσωμεν ἄνθρωπον—πατρὸς γὰρ καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἔργον ὑπάρχει σαφῶς ἡ τῶν ὄντων ὑπόστασις—, ποτὲ δὲ ὡς ἀποδεκτικὴν τῶν τοῖς αὐτῆς εὐσεβῶς νόμοις πολιτευσαμένων, ὡς προνοητικὴν τῶν ὑπ᾽ αὐτῆς εἰληφότων τοῦ εἶναι τὴν γένεσιν, ὡς τῷ Ἀβραὰμ τριαδικῶς φαινομένην καὶ μοναδικῶς διαλεγομένην, ποτὲ δὲ ὡς τιμωρητικὴν ἤγουν κριτικὴν τῶν τοὺς νόμους παραφθειράντων τῆς φύσεως καὶ διορθωτικὴν τῶν παρασφαλέντων τοῦ καθήκοντος νόμου τῆς φύσεως, ὡς τὸ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας. Οὐ γὰρ δημιουργικὴ μόνον ὑπάρχει τῶν ὄντων ἡ ἁγία καὶ ὁμοούσιος τριάς, ἀλλὰ καὶ συνεκτικὴ καὶ τῶν πρὸς ἀξίαν ἑκάστου διανεμητική, οἷα δὴ θεὸς εἷς ὑπάρχουσα κατὰ φύσιν δημιουργὸς προνοητής τε καὶ κριτὴς τῶν ὑπ᾽ αὐτοῦ πεποιημένων. Κοινὸν γὰρ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ὥσπερ τὸ δημιουργεῖν, οὕτω δὴ καὶ τὸ κρίνειν καὶ τῶν πεποιημένων σοφῶς προνοεῖν.

ΕΡΩΤΗΣΙΣ ΚΘʹ Τί ἐστι τὸ ἐν ταῖς Πράξεσι κείμενον οἵτινες διὰ τοῦ πνεύματος ἔλεγον τῷ Παύλῳ μὴ ἀναβαίνειν εἰς Ἱεροσόλυμα; Διὰ τί παρήκουσε τοῦ πνεύματος καὶ ἀνέβη; Ἀπόκρισις. Ὁ μὲν ἅγιος Ἡσαΐας ὁ προφήτης ἐν τῇ κατ᾽ αὐτὸν προφητείᾳ ἑπτὰ πνεύματα τῷ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἀνατείλαντι σωτῆρι λέγει ἐπαναπαύεσθαι, οὐχ ἑπτὰ πνεύματα τοῦ θεοῦ γινώσκων καὶ οὕτω τοὺς ἄλλους ἐκδέχεσθαι διδάσκων, ἀλλὰ τὰς ἐνεργείας τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ ἁγίου πνεύματος πνεύματα καλέσας διὰ τὸ πάσῃ ἐνεργείᾳ ὅλον ἀνελλιπῶς ὑπάρχειν ἀναλόγως τὸ ἐνεργοῦν ἅγιον πνεῦμα· ὁ δὲ θεῖος ἀπόστολος τὰς διαφόρους ἐνεργείας αὐτοῦ τοῦ ἑνὸς ἁγίου πνεύματος χαρίσματα λέγει διάφορα, ὑφ᾽ ἑνὸς δηλονότι καὶ τοῦ αὐτοῦ ἐνεργούμενα πνεύματος. Εἰ τοίνυν κατὰ τὸ μέτρον τῆς ἐν ἑκάστῳ πίστεως δίδοται ἡ φανέρωσις τοῦ πνεύματος, ἐν τῇ μετοχῇ τοῦ τοιοῦδε χαρίσματος ἕκαστος τῶν πιστῶν, δηλονότι κατὰ τὴν ἀναλογίαν τῆς πίστεως καὶ τῆς ὑποκειμένης αὐτῷ κατὰ ψυχὴν διαθέσεως, συμμεμετρημένην δέχεται τοῦ πνεύματος τὴν ἐνέργειαν, χαριζομένην αὐτῷ τῆσδε ἢ τῆσδε τῆς ἐντολῆς τὴν ἁρμόζουσαν πρὸς ἐνέργειαν ἕξιν.

Οὐκοῦν ὥσπερ ὁ μὲν λαμβάνει λόγον σοφίας, ὁ δὲ λόγον γνώσεως, ἕτερος δὲ πίστεως, καὶ ἄλλος ἄλλό τι τῶν ἀπηριθμημένων τῷ μεγάλῳ ἀποστόλῳ χαρισμάτων τοῦ πνεύματος, οὕτως ὁ μὲν δέχεται διὰ τοῦ πνεύματος χάρισμα τῆς τελείας καὶ ἀμέσου πρὸς θεὸν καὶ μηδὲν ἐχούσης ὑλικὸν ἀγάπης κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, ἕτερος δὲ διὰ τοῦ αὐτοῦ πνεύματος τῆς τελείας πρὸς τὰν πλησίον ἀγάπης χάρισμα, κατὰ τὸ αὐτὸ πνεῦμα, ὡς ἔφην, ἔχοντος ἑκάστου ἐνεργούμενον τὸ οἰκεῖον χάρισμα. Ταῦτα δὲ τὰ χαρίσματα κατὰ τὸν ἅγιον Ἡσαΐαν πνεύματα καλέσας τις, ὡς οἶμαι, τῆς ἀληθείας οὐ διαπίπτει. Παντὶ γὰρ χαρίσματι ὅλον ὡς ἐνεργοῦν ἀναλόγως ὑπάρχει τὸ πνεῦμα τὸ ἅγιον, εἴτε μείζονι εἴτε ἥττονι.

Οὐκοῦν ὁ μέγας ὄντως καὶ τῶν ὑπὲρ ἄνθρωπον μυστηρίων γενόμενος διάκονος Παῦλος, ἀμέσως τῆς ἐν ἀγάπῃ θεοῦ τελείας χάριτος τὸ πνεῦμα δεξάμενος κατὰ τὴν ἀναλογίαν τῆς ἐν αὐτῷ πίστεως, τῶν εἰληφότων τὸ χάρισμα τῆς τελείας εἰς αὐτὸν ἀγάπης λεγόντων αὐτῷ μὴ ἀναβαίνειν εἰς Ἱεροσόλυμα διὰ τοῦ πνεύματος, τουτέστι τοῦ ἐνεργουμένου αὐτοῖς ὑπὸ τοῦ πνεύματος τῆς εἰς αὐτὸν ἀγάπης χαρίσματος—ταὐτὸν γὰρ τῷ χαρίσματι τὸ πνεῦμα, καθὼς ἔφην ἐκ τοῦ προφήτου λαβών—, παρήκουσεν, ἀσυγκρίτως τῆς ἐξ ἄλλων εἰς αὐτὸν πνευματικῆς ἀγάπης προκρίνων τὴν θείαν καὶ ὑπὲρ νόησιν, μᾶλλον δὲ οὐδὲ παρακούσας ἀνῆλθεν, ἀλλ᾽ ἐκείνους διὰ τῆς συμμέτρως αὐτοῖς κατὰ τὸ χάρισμα δοθείσης ἐνεργείας τοῦ πνεύματος προφητεύοντας τῷ καθ᾽ ἑαυτὸν τύπῳ πρὸς τὸν τοῦ παντὸς ὑπερέκεινα πόθον κατὰ τὴν ἔφεσιν ἕλκων. Οὐκοῦν οὐ παρήκουσεν ὁ μέγας Παῦλος τοῦ πνεύματος, ἀλλ᾽ ἐδίδαξεν ἐπὶ τὸ ὑψηλότερον ἀπὸ τοῦ ἥττονος μετενεχθῆναι πνεύματος, τουτέστι χαρίσματος, τοὺς περὶ αὐτοῦ κατὰ τὸ χάρισμα τῆς ἀγάπης προφητεύοντας.

Καὶ πάλιν, εἰ τὸ προφητικὸν χάρισμα πολὺ τοῦ ἀποστολικοῦ χαρίσματος ὑπάρχει δεύτερον, οὐκ ἦν λόγου τοῦ τὸ πᾶν διευθύνοντος καὶ τὴν ἑκάστου διορίζοντος τάξιν τὸ κρεῖττον εἴκειν τῷ ἥττονι, ἀλλὰ μᾶλλον ἕπεσθαι τὸ ἧττον τῷ κρείττονι. Οἱ μὲν γὰρ τότε προφητεύοντες διὰ τοῦ ἐν αὐτοῖς προφητικοῦ πνεύματος, ἀλλ᾽ οὐκ ἀποστολικοῦ, τὸν τρόπον τῆς τῷ ἁγίῳ Παύλῳ ἐκ τῆς συμβησομένης 〈...〉 ὑπὲρ τοῦ λόγου κακοπαθείας ἐμήνυαν· ὁ δέ, πρὸς μόνον ἀφορῶν τὸν θεῖον σκοπόν, εἰς οὐδὲν ἡγεῖτο τὰ μέσα πάντα, σπουδὴν ἔχων οὐχ ὅπως διενέγκῃ τὰ συμβησόμενα, ἀλλ᾽ ὅπως ἄλλος γένηται Χριστός, μιμήσει τοῦ Χριστοῦ πάντα κατορθώσας τὰ δι᾽ ἃ Χριστὸς τὴν ἐν σαρκὶ φιλανθρώπως κατ᾽ οἰκονομίαν εἵλετο ζωήν.

Οὐκοῦν εὐταξίας ἐστὶ φυλακὴ τῆς πάντα διεπούσης τὰ θεῖα καὶ διευθυνούσης καὶ τῆς οἰκείας ἀνέκπτωτα μονῆς καὶ ἱδρύσεως ἕκαστον διαφυλαττούσης ἡ δοκοῦσα τοῦ μεγάλου ἀποστόλου παρακοὴ καὶ σαφὴς διδασκαλία τοῦ μηδαμῶς ἀλλήλοις φύρεσθαι τοὺς καλῶς ὑπὸ τοῦ πνεύματος διωρισμένους τῆς ἐκκλησίας βαθμούς.

ΕΡΩΤΗΣΙΣ Λʹ Τί ἐστι τὸ δύνασθε τὸ ποτήριον ὃ ἐγὼ πίνω πιεῖν, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; Τίς ἡ διαφορὰ τοῦ ποτηρίου καὶ τοῦ βαπτίσματος; Ἀπόκρισις. Τὸ τοῦ κυρίου βάπτισμα τῶν ὑπὲρ ἀρετῆς κατὰ πρόθεσιν ἑκουσίων καὶ ἡμετέρων πόνων τύπος ὑπάρχει· δι᾽ ὧν τὰς κατὰ συνείδησιν ἀπορρύπτοντες κηλίδας τὸν πρὸς τὰ φαινόμενα τῆς προαιρέσεως ἑκούσιον καταδεχόμεθα θάνατον. Τὸ δὲ ποτήριον τῶν ἐκ περιστάσεως παρὰ προαίρεσιν ἐπανισταμένων ἡμῖν ὑπὲρ τῆς ἀληθείας ἀκουσίων πειρασμῶν τύπος ἐστί· δι᾽ ὧν καὶ αὐτῆς προκρίνοντες τὸν θεῖον πόθον τῆς φύσεως, ἑκόντες τὸν περιστατικὸν ὑπερχόμεθα τῆς φύσεως θάνατον.

Ταύτην οὖν ἔχει τὴν διαφορὰν τὸ βάπτισμα πρὸς τὸ ποτήριον, ὅτι τὸ μὲν βάπτισμα ὑπὲρ ἀρετῆς πρὸς τὰ ἡδέα τοῦ βίου νεκρὰν ἐργάζεται τὴν προαίρεσιν, τὸ δὲ ποτήριον τὴν ἀλήθειαν καὶ αὐτῆς προκρίνειν πείθει τῆς φύσεως τοὺς εὐσεβεῖς. Πρότερον δὲ τοῦ βαπτίσματος ἔθετο τὸ ποτήριον, ὅτι διὰ τὴν ἀλήθειάν ἐστιν ἡ ἀρετὴ ἀλλ᾽ οὐ διὰ τὴν ἀρετὴν ἡ ἀλήθεια. Ὅθεν ὁ διὰ τὴν ἀλήθειαν πράττων τὴν ἀρετὴν κενοδοξίας οὐ τιτρώσκεται βέλεσιν, ὁ δὲ τὴν ἀλήθειαν ἀρετῆς ἕνεκεν ἐπιτηδεύων σύνοικον ἔχει τῆς κενοδοξίας τὴν οἴησιν.