Ἔργον
Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα πρὸς Θαλάσσιον
Ερωτήσεις 31-40
Θεολογικές προσεγγίσεις στην κατοίκηση του Θεού στον ναό, την πίστη που μετακινεί όρη, τον γάμο στην Κανά, το ξύλο της ζωής και της γνώσης, και την ανάσταση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερωτήσεις 31-40
Θεολογικές προσεγγίσεις στην κατοίκηση του Θεού στον ναό, την πίστη που μετακινεί όρη, τον γάμο στην Κανά, το ξύλο της ζωής και της γνώσης, και την ανάσταση.
ΕΡΩΤΗΣΙΣ ΛΑʹ Εἰ οὐκ ἐν χειροποιήτοις ναοῖς ὁ θεὸς κατοικεῖ, πῶς κατῴκει ἐν τῷ ναῷ τῶν Ἰουδαίων; Ἀπόκρισις. Ὁ τῆς ἀναλογίας σοφῶς τῶν προνοουμένων φροντίζων θεός, πρότερον διὰ τῶν τύπων συμφυῶς τοῖς δι᾽ αἰσθήσεως οἰκονομουμένοις πρὸς τὴν ἀλήθειαν ποδηγῶν, πᾶσιν ἑαυτὸν τοῖς δοθεῖσι τῷ παλαιῷ λαῷ τύποις ἀφανῶς ἐγκατέμιξεν, ἐνεργῶν τὴν τῶν παιδαγωγουμένων ἀνάβασιν. Ὤικει τοίνυν ἐν τῷ ναῷ τῶν Ἰουδαίων ὁ θεὸς τυπικῶς ἀλλ᾽ οὐκ ἀληθῶς, περιγράφων τῇ τοιᾷδε κατὰ τὸν ναὸν οἰκήσει πάσης τῆς μυσταγωγουμένης τῶν προνοουμένων παιδαγωγίας τὴν ἄρρητον βουλήν. Ἐπιτηδειότατος γὰρ πρὸς κατοικητήριον θεοῦ μόνος ὁ καθαρὸς ὑπάρχει νοῦς· δι᾽ ὃν τὸν τυπικὸν οἰκοδομηθῆναι ναὸν συνεχώρησε, διὰ τῶν ἄγαν παχυτέρων συμβόλων τὸν πολὺ πλέον τῶν ἀναισθήτων τύπων παχυνθέντα νοῦν τῶν Ἰουδαίων ἀνασπάσαι τῆς ὕλης βουλόμενος, συνιδόντα τὸ πρὸς κατοίκησιν θεοῦ ἀνεπιτήδειον ἐκ τοῦ προσύλου καὶ ἀπεμφαίνοντος, κἀκ τούτου τῆς τῶν προσόντων αὐτῷ φυσικῶς γενέσθαι διόλου συναισθήσεως.
Ὅπερ μὴ διαγνοὺς ὁ μόνον τὸν κατ᾽ εὐσέβειαν τῦφον ἐξ ὑπερηφανίας διατρέφειν εἰδὼς Ἰουδαῖος καὶ τοῦ τύπου καλῶς ἐστερήθη καὶ τῆς ἀληθείας ἑαυτὸν κακῶς ἀπεξένωσεν.
ΕΡΩΤΗΣΙΣ ΛΒʹ Τί ἐστιν εἰ ἄρα ψηλαφήσαιεν καὶ εὕροιεν θεόν; Πῶς τις ψηλαφῶν εὑρίσκει θεόν; Ἀπόκρισις. Ὁ πᾶσαν τὴν φαινομένην τοῦ νόμου σωματικὴν λατρείαν μὴ κατ᾽ αἴσθησιν ὁρῶν, ἀλλὰ ταῖς κατὰ νοῦν ἐφόδοις ἕκαστον τῶν ὁρωμένων συμβόλων διασκοπήσας, τὸν ἐν ἑκάστῳ κεκρυμμένον θεοτελῆ λόγον ἐκδιδασκόμενος, ἐν τῷ λόγῳ τὸν θεὸν εὑρίσκει, καλῶς ψηλαφῶν διὰ τῆς νοερᾶς δυνάμεως ὡς ἐν φορυτῷ τῇ ὕλῃ τῶν νομικῶν διατάξεων εἴ που κεκρυμμένον εὕροι τῇ σαρκὶ τοῦ νόμου τὸν τὴν αἴσθησιν παντελῶς διαφεύγοντα μαργαρίτην λόγον.
Ὡσαύτως δὲ καὶ ὁ τὴν φύσιν τῶν ὁρωμένων μὴ τῇ αἰσθήσει μόνῃ περιγράφων, ἀλλὰ κατὰ νοῦν σοφῶς τὸν ἐν ἑκάστῳ κτίσματι λόγον διερευνώμενος, εὑρίσκει θεόν, ἀπὸ τῆς προβεβλημένης τῶν ὄντων μεγαλουργίας τὴν αὐτῶν τῶν ὄντων διδασκόμενος αἰτίαν.
Ἐπειδὴ τοίνυν ἴδιον τοῦ ψηλαφῶντος ἡ διάκρισίς ἐστιν, ὁ τὰ νομικὰ σύμβολα γνωστικῶς ἐπερχόμενος καὶ τὴν φαινομένην τῶν ὄντων φύσιν ἐπιστημονικῶς θεώμενος, διακρίνων τὴν γραφὴν καὶ τὴν κτίσιν καὶ ἑαυτόν, τὴν μὲν γραφὴν εἰς γράμμα καὶ πνεῦμα, τὴν δὲ κτίσιν εἰς λόγον καὶ ἐπιφάνειαν, ἑαυτὸν δὲ εἰς νοῦν καὶ αἴσθησιν, καὶ τῆς μὲν γραφῆς τὸ πνεῦμα, τῆς δὲ κτίσεως τὸν λόγον, ἑαυτοῦ δὲ τὸν νοῦν λαβὼν καὶ ἀλλήλοις ἀλύτως ἑνώσας, εὗρε θεόν, ὡς ἐπιγνούς, καθὼς δεῖ καὶ δυνατόν ἐστιν, τὸν θεὸν τὸν ἐν νῷ καὶ λόγῳ καὶ πνεύματι, πάντων τῶν πλανώντων καὶ εἰς μυρίας δόξας κατασυρόντων ἀπαλλαγείς, λέγω δὲ γράμματος καὶ ἐπιφανείας καὶ αἰσθήσεως, ἐν οἷς ἡ διάφορος ὑπάρχει ποσότης καὶ τῆς μονάδος ἀντίθετος. Εἰ δὲ τὸ γράμμα τοῦ νόμου καὶ τὴν τῶν ὁρωμένων ἐπιφάνειαν καὶ τὴν οἰκείαν αἴσθησιν ἀλλήλοις τις προσπλέξας συμφύρῃ, τυφλός ἐστι μυωπάζων, τὴν τῆς αἰτίας τῶν ὄντων ἀγνωσίαν νοσῶν.
ΕΡΩΤΗΣΙΣ ΛΓʹ Τί ἐστι ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύσῃ ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ, ὃ ἐὰν εἴπῃ; Τί ἐστι τὸ καὶ μὴ διακριθῇ;
Ἀπόκρισις. Ὁ μὲν θεῖος καὶ μέγας ἀπόστολος, τί ἐστι πίστις ὁρίζων, φησὶ πίστις ἐστὶν ἐλπιζομένων ὑπόστασις καὶ πραγμάτων ἔλεγχος οὐ βλεπομένων. Εἰ δέ τις καὶ ἐνδιάθετον ἀγαθὸν αὐτὴν ὁρίσαιτο ἢ γνῶσιν ἀληθῆ τῶν ἀπορρήτων ἀγαθῶν ἀποδεικτικήν, τῆς ἀληθείας οὐ διήμαρτεν. Ὁ δὲ κύριος, διδάσκων περὶ τῶν ἀπορρήτων ἀγαθῶν καὶ τῶν ἐλπιζομένων καὶ οὐχ ὁρωμένων, φησὶν ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν. Οὐκοῦν ταὐτὸν τῇ βασιλείᾳ τοῦ θεοῦ ἡ τοῦ θεοῦ πίστις ἐστίν, κατὰ μόνην ἐπίνοιαν διαιρουμένη πρὸς τὴν βασιλείαν. Ἡ μὲν γὰρ πίστις ἀνείδεος θεοῦ βασιλεία ἐστίν, ἡ δὲ βασιλεία πίστις θειωδῶς εἰδοπεποιημένη.
Ὥστε κατὰ τοῦτον τὸν λόγον οὐκ ἐκτὸς ἡμῶν ἐστιν ἡ πίστις, ἥτις, ἐνεργουμένη ταῖς θείαις ἐντολαῖς, γίνεται βασιλεία θεοῦ, μόνοις γινωσκομένη τοῖς ἔχουσι. Εἰ δὲ ἡ βασιλεία τοῦ θεοῦ ἐνεργουμένη πίστις ἐστίν, ἡ δὲ βασιλεία τοῦ θεοῦ τῶν αὐτὴν βασιλευόντων ἄμεσον πρὸς τὸν θεὸν ποιεῖται τὴν ἕνωσιν, ἡ πίστις ἀπεδείχθη σαφῶς ὑπάρχουσα δύναμις σχετικὴ ἢ σχέσις δραστικὴ τῆς ὑπὲρ φύσιν ἀμέσου τοῦ πιστεύοντος πρὸς τὸν πιστευόμενον θεὸν τελείας ἑνώσεως.
Ἐπειδὴ τοίνυν ὁ ἄνθρωπος ἐκ ψυχῆς ὑπάρχων καὶ σώματος, δυσὶ σαλεύεται νόμοις, σαρκὸς λέγω καὶ πνεύματος, καὶ ὁ μὲν τῆς σαρκὸς νόμος κατὰ τὴν αἴσθησιν, ὁ δὲ τοῦ πνεύματος κατὰ τὸν νοῦν κέκτηται τὴν ἐνέργειαν, καὶ ὁ μὲν τῆς σαρκὸς ὕλῃ συνδεῖν πέφυκε κατὰ τὴν αἴσθησιν ἐνεργούμενος, ὁ δὲ τοῦ πνεύματος κατὰ νοῦν ἐνεργούμενος πρὸς τὸν θεὸν ἀμέσως ποιεῖται τὴν ἕνωσιν, εἰκότως ὁ μὴ διακριθεὶς ἐν τῇ καρδίᾳ αὐτοῦ, τουτέστιν ἐν τῷ νοῖ μὴ διακρίνας ἤγουν διατεμὼν τὴν διὰ τῆς πίστεως πρὸς τὸν θεὸν γεγενημένην ἄμεσον ἕνωσιν, ὡς ἀπαθής, μᾶλλον δὲ θεὸς ἤδη διὰ τῆς πίστεως τῇ ἑνώσει γεγενημένος, ἐρεῖ τῷ ὄρει τούτῳ μεταβῆναι καὶ μεταβήσεται, δεικτικῶς διὰ τοῦ 〈τούτῳ〉 φάναι τὸ φρόνημα καὶ τὸν νόμον δηλῶν τῆς σαρκός, τὸν βαρὺν ὄντως καὶ δυσμετακίνητον καί, ὅσον πρὸς δύναμιν φυσικήν, παντελῶς ἀκίνητον καὶ ἀσάλευτον.
Τοσοῦτον γὰρ ἐρρίζωται τῇ φύσει τῶν ἀνθρώπων διὰ τῆς αἰσθήσεως τῆς ἀλογίας ἡ δύναμις, ὥστε τοὺς πολλοὺς μὴδ᾽ ἄλλό τι νομίζειν εἶναι τὸν ἄνθρωπον ἢ σάρκα, δύναμιν πρὸς ἀπόλαυσιν τῆς παρούσης ζωῆς τὴν αἴσθησιν ἔχουσαν. Πάντα γοῦν δυνατὰ τῷ πιστεύοντι καὶ μὴ διακρινομένῳ, τουτέστι μὴ διαιρουμένῳ τῆς κατὰ νοῦν διὰ τῆς πίστεως γεγενημένης αὐτῷ πρὸς τὸν θεὸν ἑνώσεως διὰ τὴν πρὸς τὸ σῶμα τῆς ψυχῆς κατὰ τὴν αἴσθησιν σχέσιν, ὅσα κόσμου καὶ σαρκὸς τὸν νοῦν ἀλλοτριοῖ, θεῷ δὲ προσοικειοῖ τετελειωμένον τοῖς κατορθώμασιν.
ΕΡΩΤΗΣΙΣ ΛΔʹ Τί πάλιν ἐστὶ διὰ τοῦτο λέγω ὑμῖν ὅτι πάντα ὅσα ἂν προσευχόμενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν. Πῶς τις δύναται πιστεύειν ὅτι πάντως λαμβάνει ὃ αἰτεῖ, μόνου τοῦ θεοῦ εἰδότος εἰ συμφέρει τὸ αἰτούμενον ἢ μή; Καὶ εἰ ἐξ ἀγνοίας ὃ οὐ συμφέρει αἰτεῖ, πῶς παρέχει;
Καὶ εἰ οὐ παρέχει τὸ μὴ συμφερόντως ἐξ ἀγνοίας αἰτούμενον, πῶς πιστεῦσαί τις δύναται ἐπὶ παντὸς αἰτήματος ὅτι λαμβάνει καὶ ἔσται αὐτῷ; Ἀπόκρισις. Πάντα μὲν τὰ τοῦ παρόντος κεφαλαίου κατ᾽ ἐπιτομὴν ἐν τῷ πρὸ αὐτοῦ ἐπιλέλυται. Μόνων γὰρ τῶν ἐπεγνωκότων πῶς δεῖ πιστεύειν ἐστὶ τὸ εἰδέναι τί δεῖ καὶ πῶς καὶ περὶ τίνων αἰτεῖσθαι. Οὐ γὰρ πάντων ἡ γνῶσις, ὥσπερ οὐδὲ ἡ πίστις. Πλὴν ὁ κύριος, εἰπὼν ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, τουτέστι πρὸ πάντων τὴν ἐπίγνωσιν τῆς ἀληθείας καὶ οὕτω τὴν τῶν καθηκόντων τρόπων ἐξάσκησιν, σαφῶς ἔδειξε περὶ μόνης τῆς θείας γνώσεως δεῖν ζητεῖν τοὺς πιστεύοντας καὶ τῆς αὐτὴν κοσμούσης διὰ τῶν ἔργων ἀρετῆς. Ἐπειδὴ γοῦν πολλὰ τυγχάνει τὰ πρὸς γνῶσιν θεοῦ καὶ ἀρετὴν ζητούμενα τοῖς πιστεύουσι, ἀπαλλαγὴ παθῶν, ὑπομονὴ πειρασμῶν, ἀρετῶν λόγοι, τρόποι ἐνεργειῶν, ἐξήλωσις τῆς πρὸς σάρκα τῆς ψυχῆς διαθέσεως, ἀποξένωσις τῆς πρὸς τὰ αἰσθητὰ τῆς αἰσθήσεως σχέσεως, τοῦ νοῦ παντελὴς ἀπὸ πάντων τῶν γεγονότων ἀναχώρησις—καὶ ἁπλῶς μυρία ἄλλα εἰσὶ τὰ πρὸς ἀποχὴν μὲν κακίας καὶ ἀγνωσίας, κατόρθωσιν δὲ γνώσεως καὶ ἀρετῆς—εἰκότως ὁ κύριος ἔφη πάντα ὅσα ἂν αἰτεῖσθε πιστεύοντες λήψεσθε, πάντα ἁπλῶς τὰ πρὸς ἐπίγνωσιν θεοῦ καὶ ἀρετὴν συντείνοντα μόνα καὶ ζητεῖν καὶ αἰτεῖν μετ᾽ ἐπιστήμης καὶ πίστεως δεῖν εἰπὼν τοὺς εὐσεβεῖς.
Ταῦτα γὰρ πάντως συμφέρει, καὶ πάντως δίδωσιν αὐτὰ τοῖς αἰτοῦσιν ὁ κύριος. Ὁ τοίνυν διὰ μόνην τὴν πίστιν, ἤγουν τὴν πρὸς τὸν θεὸν ἄμεσον ἕνωσιν, πάντα ζητῶν τὰ πρὸς τὴν ἕνωσιν, πάντως λήψεται. Ὁ δὲ ταύτης δίχα τῆς αἰτίας, κἂν ἄλλα, κἂν τὰ προειρημένα ζητῇ, οὐ λήψεται· οὐ γὰρ πιστεύει, ἀλλ᾽ οἰκείαν ὡς ἄπιστος διὰ τῶν θείων πραγματεύεται δόξαν.
ΕΡΩΤΗΣΙΣ ΛΕʹ Ἐπειδὴ ὁ λόγος σὰρξ ἐγένετο, καὶ οὐ μόνον σὰρξ ἀλλὰ καὶ αἷμα καὶ ὀστᾶ, καὶ κελευόμεθα ἐσθίειν μὲν τὴν σάρκα, πίνειν δὲ τὸ αἷμα, μὴ συντρίβειν δὲ τὰ ὀστᾶ, παρακαλῶ μαθεῖν τίς ἡ τριμερὴς αὕτη τοῦ ἀνθρωπισθέντος λόγου δύναμις.
Ἀπόκρισις. Εἰς οὐσίαν ἐλθεῖν βουληθείς, ὡς οἶδεν αὐτὸς ὁ ὑπερούσιος λόγος καὶ πάντων τῶν ὄντων δημιουργός, τοὺς τῶν ὄντων πάντων τῶν φαινομένων καὶ νοουμένων μετὰ τῶν ἀκαταλήπτων τῆς οἰκείας θεότητος νοημάτων φυσικοὺς ἐπεφέρετο λόγους· ὧν, τῶν μὲν νοητῶν οἱ λόγοι εἶεν τὸ αἷμα τοῦ λόγου, τῶν αἰσθητῶν δὲ οἱ λόγοι ἡ φαινομένη τοῦ λόγου ἔστω σάρξ. Ἐπειδὴ τοίνυν καὶ τῶν ἐν τοῖς φαινομένοις καὶ τῶν ἐν τοῖς νοουμένοις πνευματικῶν λόγων ὑπάρχει διδάσκαλος ὁ λόγος, πρεπόντως καὶ κατὰ λόγον δίδωσι τοῖς ἀξίοις, ὡς σάρκα φαγεῖν, τὴν ἐν τοῖς λόγοις τῶν ὁρωμένων ἐπιστήμην καί, ὡς αἷμα πίνειν, τὴν ἐν τοῖς λόγοις τῶν νοουμένων γνῶσιν, οὓς καὶ ἡ σοφία διὰ τοῦ κρατῆρος καὶ τῶν θυμάτων πόρρωθεν μυστικῶς διὰ τῶν Παροιμιῶν ἡτοιμάσατο· τὰ δὲ ὀστᾶ, τουτέστι τοὺς ὑπὲρ νόησιν περὶ θεότητος λόγους, πάσῃ γενητῇ φύσει κατὰ τὸ ἴσον ἀπείρως ἀπέχοντας, οὐ δίδωσιν, οὐκ ἐχούσης τῆς τῶν ὄντων φύσεως κατά τινα δύναμιν πρὸς τούτους τὴν ἐπιδεχομένην σχέσιν.
Καὶ πάλιν, σάρξ ἐστι τοῦ λόγου ἡ ἀληθὴς ἀρετή, αἷμα δὲ ἡ ἄπταιστος γνῶσις, ὀστᾶ δὲ ἡ ἀπόρρητος θεολογία. Τρόπον γὰρ αἵματος, κατ᾽ εἶδος εἰς σάρκα μεταβαλλομένου, καὶ ἡ γνῶσις διὰ τῆς πρακτικῆς εἰς ἀρετὴν μεταπλάττεται, καὶ ὀστέων δίκην συστατικῶν αἴματος καὶ σαρκός, καὶ οἱ πάσης ἐπέκεινα νοήσεως περὶ θεότητος λόγοι, τοῖς οὖσιν ἐνυπάρχοντες, τὰς τῶν ὄντων ἀγνώστως καὶ ποιοῦσι καὶ πρὸς τὸ εἶναι συνέχουσιν οὐσίας, καὶ πᾶσαν γνῶσιν καὶ πᾶσαν ἀρετὴν συνιστῶσιν.
Εἰ δὲ καὶ τοὺς περὶ κρίσεως καὶ προνοίας λόγους εἶναι τὴν σάρκα καὶ τὸ αἷμα, ὡς πάντως ποτὲ βρωθησομένους καὶ ποθησομένους, τοὺς δὲ τούτοις ἐγκεκρυμμένους ἀρρήτους περὶ θεότητος λόγους ὀστᾶ φήσειέ τις, οὐκ ἔξω βέβηκεν, ὧς οἶμαι, τοῦ εἰκότος.
Τυχὸν δὲ σάρξ ἐστι πάλιν τοῦ λόγου καὶ ἡ τῆς φύσεως τελεία πρὸς ἑαυτὴν δι᾽ ἀρετῆς καὶ γνώσεως ἐπάνοδος καὶ ἀποκατάστασις, αἷμα δὲ ἡ ταύτην πρὸς τὸ ἀεὶ εὖ εἶναι χάριτι συνέχειν μέλλουσα θέωσις, ὀστᾶ δὲ αὐτὴ ἡ πρὸς τὸ ἀεὶ εὖ εἶναι διὰ θεώσεως συνέχουσα τὴν φύσιν ἄγνωστος δύναμις.
Εἰ δὲ καὶ τὸ ληπτότερον εἴποι τις ὅτι σάρξ ἐστιν ἡ διὰ τῶν ἀρετῶν ἑκούσιος νέκρωσις, αἷμα δὲ ἡ κατὰ περίστασιν ὑπὲρ τῆς ἀληθείας διὰ τοῦ θανάτου τελείωσις, ὀστᾶ δὲ τοὺς πρώτους καὶ ἡμῖν ἀνεφίκτους περὶ θεότητος λόγους, καλῶς καὶ οὗτος ἔφη καὶ τῆς πρεπούσης ἐννοίας οὐδαμῶς διαπέπτωκεν.
ΕΡΩΤΗΣΙΣ Λϛʹ Τί ἐστι τὰ τῶν ἀλόγων ζῴων σώματα καὶ αἵματα, δι᾽ ὧν λατρεύοντες οἱ Ἰσραηλῖται τὰ μὲν σώματα ἤσθιον τὰ δὲ αἵματα οὐκ ἔτι, πρὸς δὲ τὴν βάσιν κύκλῳ τοῦ θυσιαστηρίου προσέχεον; Ἀπόκρισις. Τῶν εἰσαγομένων πρὸς εὐσέβειαν τύπον ἔφερον οἱ πάλαι τῷ θεῷ κατὰ τὸν νόμον ἐν σκιᾷ λατρεύοντες, μόλις καὶ αὐτὰ τὰ φαινόμενα τῶν τυπικῶν συμβόλων διατάγματα νοῆσαι δυνάμενοι. Ἐπεὶ οὖν οὐκ ἐκείνοις προηγουμένως ἀλλ᾽ ἡμῖν ὁ νόμος ἐδόθη, κατὰ Χριστὸν πνευματικῶς δι᾽ ἡμῶν τελειούμενος, σκοπήσωμεν τῶν τότε θυμάτων μετὰ τῆς εὐσεβείας τὸν λόγον.
Ὁ πρὸς εὐσέβειαν εἰσαγόμενος, περὶ τῶν ἔργων διδασκόμενος τῆς δικαιοσύνης, τὴν πρᾶξιν μόνην ἐπιτελεῖ μετὰ πάσης ὑπακοῆς καὶ πίστεως, καθάπερ σάρκας ἐσθίων τῶν ἀρετῶν τὰ φαινόμενα, τοὺς δὲ τῶν ἐντολῶν λόγους, ἐν οἷς ἡ τῶν τελείων ὑπάρχει γνῶσις, τῷ θεῷ παραχωρεῖ διὰ τῆς πίστεως, μὴ δυνάμενος τέως συνεπεκταθῆναι τῷ μήκει τῆς γνώσεως. Θεοῦ γὰρ σύμβολόν ἐστι τὸ θυσιαστήριον, ᾧ πάντες πνευματικῶς θυόμεθα καὶ τῶν ὑπὲρ δύναμιν παραχωροῦμεν τὴν εἴδησιν, ἵνα ζήσωμεν. Τῆς δὲ κατ᾽ αὐτὸν πίστεως τύπος ἐστὶν ἡ τοῦ θυσιαστηρίου βάσις. Θεμέλιος γὰρ ἡ πίστις ὑπάρχει, πᾶσαν τὴν οἰκοδομὴν τῶν θείων καὶ ἔργων καὶ νοημάτων βαστάζουσα· πρὸς ἣν πᾶς μὴ δυνάμενος τῆς ἐκ τοῦ θείου τῆς σοφίας κρατῆρος κατὰ τὴν γνῶσιν σωφρόνως ἀπολαῦσαι μέθης τῶν οὐκ ἐφικτῶν αὐτῷ γνώσεων καλῶς ποιῶν προσχέει τοὺς λόγους, τουτέστι τῶν ὑπὲρ δύναμιν λόγων τὴν γνῶσιν τῇ πίστει παραχωρῶν.
Ὡς οὖν τύπον τῶν κατ᾽ εὐσέβειαν εἰσαγομένων ὁ παλαιὸς λαὸς φέρων, ἐσθίοντες τῶν θυομένων τὰς σάρκας τὸ αἷμα πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου προσέχεον, οὐ δυνάμενοι διὰ τὸν νηπιάζοντα λογισμὸν τῆς τῶν γινομένων μυστικῆς ἐφικέσθαι γνώσεως. Χριστὸς δέ, παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, τὴν ἀπόρρητον θύων θυσίαν, ἑαυτὸν μετὰ τῆς σαρκὸς καὶ τὸ αἷμα δίδωσι τοῖς τὰ αἰσθητήρια τῆς ψυχῆς διὰ τὴν τελειότητα γεγυμνασμένα ἔχουσι πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Ὁ γὰρ τέλειος, οὐ μόνον τὴν τῶν εἰσαγομένων τάξιν ἀλλὰ καὶ τὴν τῶν προκοπτόντων διαδραμών, οὐκ ἀγνοεῖ τῶν ὑπ᾽ αὐτοῦ κατ᾽ ἐντολὴν γινομένων τοὺς λόγους, ἀλλ᾽ ἐκείνους πνεύματι πρῶτον διαπιών, πᾶσαν ἐσθίει διὰ τῶν ἔργων τὴν σάρκα τῶν ἀρετῶν, πρὸς τὴν κατὰ νοῦν γνῶσιν ἀναβιβάζων τὴν τῶν γινομένων κατ᾽ αἴσθησιν κίνησιν.
Εἰσὶ μὲν καὶ ἕτεροι πλεῖστοι λόγοι περὶ τούτων, ὑμῖν μάλιστα πρέποντες τοῖς φιλοθεωτάτοις· ἀλλὰ παρείσθωσαν νῦν διὰ τὸ πλῆθος.
ΕΡΩΤΗΣΙΣ ΛΖʹ Λέγει εἰς τὰς Πράξεις περὶ τοῦ ἁγίου Παύλου· ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια καὶ σημικίνθια καὶ ἀπαλλάττεσθαι ἀπ᾽ αὐτῶν τὰς νόσους. Ἆρα γὰρ διὰ τὴν διακονίαν καὶ τοὺς ἀπίστους τοῦτο ἐγίνετο, ἢ ἁγιασθέντος τοῦ σώματος ταῦτα ἐκ τοῦ χρωτὸς αὐτοῦ ἐπετελεῖτο; Καὶ εἰ κατὰ τοῦτο καὶ ἐπὶ τῆς ἐχίδνης οὐδὲν ἔπαθεν, τίνι τῷ λόγῳ τῷ μὲν ἰῷ τοῦ θηρίου οὐχ ὑπέπεσε τὸ σῶμα τοῦ ἁγίου, τῷ δὲ ξίφει ὑπέπεσε; Τὸ δὲ αὐτὸ ζητῶ καὶ ἐπὶ τοῦ σώματος Ἐλισσαίου. Τίνα δὲ τὰ σημικίνθιά εἰσιν;
Ἀπόκρισις. Οὔτε διὰ μόνην τοῦ ἁγίου Παύλου τὴν ἁγιότητα, οὔτε διὰ μόνην τὴν τῶν δεχομένων πίστιν ὁ χρὼς τοῦ σώματος αὐτοῦ διὰ τῶν σουδαρίων καὶ τῶν σημικινθίων ἐπετέλει τὰς ἰάσεις, ἀλλ᾽ ὅτιπερ αὐτῷ τε κἀκείνοις ἡ θεία χάρις, ἑαυτὴν ἐπιμερίσασα, φιλανθρώπως ἐν ἐκείνοις διὰ τῆς πίστεως ἐνεργὸν ἐποίει τοῦ ἀποστόλου τὴν ἁγιότητα. Οὕτω μὲν οὖν πάλιν, βουληθείσης τῆς χάριτος, ἀπαθὲς διέμεινεν αὐτοῦ τὸ σῶμα, τῷ ἰῷ τοῦ θηρίου μὴ διαφθειρόμενον, εἴτε τὴν ἐν τῷ ἰῷ τοῦ θηρὸς φθαρτικὴν ποιότητα μεταβαλούσης, εἴτε τὸ σῶμα τοῦ ἁγίου τῆς τοιαύτης δαπανητικὸν φθορᾶς ἀπεργασαμένης, εἴτε κατ᾽ ἄλλον τινὰ τρόπον οἰκονομίας, ὃν οἶδεν ὁ ταῦτα ποιῶν καὶ μετασκευάζων θεός. Τῷ δὲ ξίφει πάλιν ὑπέπεσε, βουληθείσης τῆς χάριτος. Οὐ γὰρ ἦν κατὰ φύσιν ἀθάνατος, κἂν ἦν διὰ τὴν χάριν θαυματουργός. Εἰ μὲν κατὰ φύσιν ὑπῆρχεν ἀθάνατος, καλῶς ἂν ἐζητοῦμεν τὸν καθ᾽ ὃν παρὰ φύσιν ὑπέπεσε τῷ ξίφει λόγον· εἰ δὲ φύσει καὶ μετὰ τὴν ἁγιότητα διέμεινε θνητός, οὐκ ἔστιν ἀναγκαῖον ζητῆσαι τὸν καθ᾽ ὃν οὐ τοιῶσδε ἀλλὰ τοιῶσδε τὴν ἐν σαρκὶ ζωὴν παρῆλθε λόγον ὁ θεῖος ἀπόστολος. Ὧι γὰρ τρόπῳ βούλεται ὁ τὴν ἑκάστου πρὸ τῶν αἰώνων συμφερόντως διορίσας ζωὴν θεός, ἕκαστον πρὸς τὸ οἰκεῖον τῆς ζωῆς ἄγει τέλος, εἴτε δίκαιον εἴτε ἄδικον.
Εἰ μὲν οὖν εἷς καὶ ὁ αὐτὸς ἦν φύσεως καὶ χάριτος λόγος, θαύματος ἦν ἄξιον καὶ καταπλήξεως τὸ κατὰ τὴν φύσιν παρὰ τὴν χάριν, ἢ κατὰ τὴν χάριν παρὰ τὴν φύσιν γινόμενον· εἰ δὲ μᾶλλον ἕτερος καὶ ἕτερος φύσεως καὶ χάριτος λόγος, δῆλόν ἐστι καὶ σαφὲς ὅτι, ὡς μὲν ἅγιοι, ἐθαυματούργουν διὰ τὴν χάριν, ὡς. δὲ ἄνθρωποι, ἔπασχον διὰ τὴν φύσιν, ἐπειδὴ μὴ ἀνεῖλε τὸ τῆς φύσεως παθητὸν ἡ χάρις, οὐδαμῶς ἀλλήλοις συμφυρέντων τῶν ἐν φύσει καὶ χάριτι λόγων. Οὕτω δεξώμεθα πάντα ποιεῖν κατ᾽ οἰκονομίαν τῶν προνοουμένων ἐν τοῖς ἁγίοις τὴν τοῦ θεοῦ χάριν καὶ ζῶσι καὶ ἀποθανοῦσιν, ὡς ἐν ὀργάνοις οἰκείοις τῆς τῶν ἄλλων προνοουμένην σωτηρίας, ἀλλ᾽ οὐ κατὰ φύσιν ταῦτα διὰ τὴν χάριν ἐν τοῖς ἄλλοις ἐνεργοῦντας τοὺς ἁγίους.
Τοῦτο γοῦν καὶ ἐπὶ τοῦ σώματος Ἐλισσαίου. Ἀλλ᾽ ἐπειδὴ τῶν ἱστορουμένων τὰ νοούμενα μᾶλλον εὐφραίνει τὴν τῶν φιλοθέων ψυχήν, χρῶτα μέν φαμεν εἶναι τοῦ μεγάλου ἀποστόλου τὴν εὐσέβειαν, καθ᾽ ἣν τοῖς μὲν ἦν ὀσμὴ ἀπὸ ζωῆς εἰς ζωήν, τοῖς δὲ ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, σουδάρια δὲ τοὺς ἐκφανεῖς τῆς γνωστικῆς αὐτοῦ θεωρίας λόγους, τὰ δὲ σημικίνθια τοὺς σεμνοὺς τῆς κατ᾽ ἀρετὴν πρακτικῆς φιλοσοφίας τρόπους· ἐγχείρια γὰρ εἶναί φασι τὰ σημικίνθια. Οὕστινας λόγους τε καὶ τρόπους πνέοντας καὶ ἐκπέμποντας καθάπερ εὐωδίαν τὰ χρῶτα, τουτέστι τὴν τοῦ μακαρίου ἀποστόλου μεγάλην εὐσέβειαν, οἱ δεχόμενοι τὴν τῆς πιεζούσης αὐτοὺς ἀσθενείας ἐλάμβανον ἴασιν, οἱ μὲν διὰ τῶν περὶ θεωρίας λόγων, ὡς σουδαρίων, τὴν νόσον τῆς ἀγνωσίας διώκοντες, οἱ δὲ διὰ τῶν κατὰ τὴν πρᾶξιν ἐναρέτων τρόπων τὴν ἀρρωστίαν τῆς κακίας παντελῶς ἀφανίζοντες.
Οὕτω δὲ καὶ τὸν αὐτῷ συμβάντα ζοφερὸν χειμῶνα τὸ βάρος εἶναι τῶν ἀκουσίων πειρασμῶν τεκμαίρομαι, τὴν δὲ νῆσον τὴν παγίαν ἕξιν τῆς θείας ἐλπίδος καὶ ἄσειστον, τὴν δὲ πυρὰν τὴν ἕξιν τῆ γνώσεως, τὰ δὲ φρύγανα τὴν τῶν ὁρωμένων φύσιν, ἣν συνέστρεφε τῇ χειρί, τῇ κατὰ θεωρίαν λέγω ψηλαφητικῇ τοῦ νοῦ δυνάμει, διατρέφων τοῖς ἐξ αὐτῆς νοήμασι τὴν ἕξιν τῆς γνώσεως, τὴν θεραπεύουσαν τὴν ἐκ τοῦ χειμῶνος τῶν πειρασμῶν προστριβεῖσαν τῇ διανοίᾳ κατήφειαν, τὴν δὲ ἔχιδναν τὴν λανθανόντως ἐγκεκρυμμένην τῇ φύσει τῶν αἰσθητῶν πονηρὰν καὶ ὀλέθριον δύναμιν, δήξασαν μὲν τὴν χεῖρα, τουτέστι τὴν κατὰ νοῦν ψηλαφητικὴν τῆς θεωρίας ἐνέργειαν, οὐ βλάψασαν δὲ τὸν διορατικὸν νοῦν, τῷ φωτὶ τῆς γνώσεως αὐτὴν εὐθὺς ὡς ἐν πυρὶ διαφθείραντα τὴν τῷ πρακτικῷ κινήματι τοῦ νοῦ προσαφθεῖσαν ἐκ τῆς τῶν αἰσθητῶν θεωρίας ὀλέθριον δύναμιν.
Ὡσαύτως καὶ ἐπὶ τοῦ Ἐλισσαίου νοῶ· ὅτιπερ ἕκαστος νεκρὸς τοῖς παραπτώμασιν, ἐπειδὰν τοῦ μνήματος ἐπιτεθῇ τοῦ προφήτου, ἐν ᾧ ἦν τὸ σῶμα, τουτέστι τῇ τὸ ἴχνος ἐχούσῃ τοῦ βίου τοῦ προφητικοῦ μνήμῃ, ἐν ᾧ ἦν καλῶς φυλαττόμενον τὸ σῶμα τῶν ἀρετῶν, κατὰ τὴν μίμησιν τῶν τρόπων ἀναστροφῇ ζωοποιεῖται, πρὸς τὴν ἐνάρετον μετατιθέμενος ζωὴν ἀπὸ τῆς τῶν παθῶν τῆς κακίας νεκρότητος.
ΕΡΩΤΗΣΙΣ ΛΗʹ Ἆρα γὰρ ὡς ἔτυχεν οἱ Σαδδουκαῖοι τὸν ἀριθμὸν τῶν ἑπτὰ ἀδελφῶν εἶπαν ἐπὶ τῆς μιᾶς γυναικός, ἢ ἔχει τινὰ λόγον βαθύτερον; Εἰ δὲ ἔχει, τίνες ἐκεῖνοι καὶ τίς αὕτη; Ἀπόκρισις. Φασί τινες μὴ ἀλληγορεῖσθαι τῶν ἐν τῇ γραφῇ ψεκτῶν προσώπων τοὺς λόγους. Πλήν, ἐπειδὴ κρεῖττον μᾶλλον φιλοπονεῖν καὶ τὸν θεὸν ἀπαύστως αἰτεῖσθαι χορηγεῖν σοφίαν καὶ δύναμιν πρὸς τὸ πᾶσαν νοηθῆναι πνευματικῶς τὴν γραφήν, ταῖς ὑμετέραις εὐχαῖς θαρρῶν, καὶ περὶ τοῦ παρόντος ἀπόρου τάδε φημί. Οἱ Σαδδουκαῖοί εἰσιν, κατὰ τὸν τῆς ἀναγωγῆς λόγον, οἱ τὸν αὐτοματισμὸν εἰσάγοντες δαίμονες ἢ λογισμοί, ἡ δὲ γυνή ἐστιν ἡ τῶν ἀνθρώπων φύσις, οἱ δὲ ἑπτὰ ἀδελφοὶ οἱ κατὰ καιροὺς ἀπὸ τοῦ αἰῶνος δοθέντες αὐτῇ παρὰ θεοῦ πρὸς παιδαγωγίαν καὶ γένεσιν καρπῶν δικαιοσύνης νόμοι· οἷς ὡς ἀνδράσιν ὁμιλήσασα, παρ᾽ οὐδενὸς ἔσχεν υἱόν, οἷα τοῦ κατὰ δικαιοσύνην καρποῦ στειρεύουσα. Καὶ ἔστι πρῶτος νόμος ὁ ἐν τῷ παραδείσῳ δοθεὶς τῷ Ἀδάμ, δεύτερος ὁ τῷ αὐτῷ μετὰ τὸν παράδεισον δεδομένος ἐν ἐπιτιμίου τάξει, τρίτος ὁ κατὰ τὴν κιβωτὸν τῷ Νῶε δοθείς, τέταρτος ὁ τῆς περιτομῆς τῷ Ἀβραάμ, πέμπτος ὁ τῷ αὐτῷ περὶ τῆς προσαγωγῆς τοῦ Ἰσαάκ, ἕκτος ὁ κατὰ Μωσέα, καὶ ἕβδομος ὁ τῆς προαγορευτικῆς χάριτος ἤγουν προφητικῆς ἐπιπνοίας.
Τῷ γὰρ εὐαγγελίῳ οὔπω ἦν διὰ τῆς πίστεως ἁρμοσθεῖσα πρὸς συμβίωσιν ἡ φύσις ἀνδρὶ εἰς πάντας διαμένοντι τοὺς αἰῶνας. Τούτους οὖν προβάλλονται διαπαντὸς τῷ ἐν ἡμῖν λόγῳ διὰ τῶν λογισμῶν οἱ δαίμονες, εὐλογοφανῶς ἐκ τῶν γεγραμμένων καταγωνιζόμενοι τῆς πίστεως, καὶ διαποροῦντες ὡς· «Εἴπερ νεκρῶν ἀνάστασίς ἐστι καὶ ἕτερόν τι εἶδος ζωῆς μετὰ τὴν παροῦσαν ἐκδέχεσθαι δεῖ, κατὰ ποῖον νόμον τῶν ἀπὸ τοῦ αἰῶνος δοθέντων πολιτεύσεται τῶν ἀνθρώπων ἡ φύσις;» ἵνα, καθ᾽ ἕνα τῶν εἰρημένων εἰ φῶμεν, ἐπαγάγωσι φάσκοντες· «Οὐκοῦν ματαία καὶ ἀνωφελὴς ἔσται πάλιν ἡ τῶν ἀνθρώπων ζωή, τῶν προτέρων μὴ ἀπηλλαγμένη κακῶν, εἴπερ ἐπὶ τοῖς αὐτοῖς πάλιν ἡ φύσις ἐρεσχεληθήσεται πράγμασιν»· ὅπερ τὸν αὐτοματισμὸν εἰσάγει σαφῶς καὶ τῶν ὄντων ἐκβάλλει τὴν πρόνοιαν. Ἀλλ᾽ ὁ κύριος καὶ σωτήριος λόγος ἀποφιμοῖ τοῦς τοιούτους δαίμονάς τε καὶ λογισμούς, τὴν κατὰ τὸ εὐαγγέλιον ἐς ὕστερον φανησομένην τῆς φύσεως ἀφθαρσίαν ὑποφαίνων καὶ κατ᾽ οὐδένα τῶν προλαβόντων νόμων πολιτευσομένην δεικνὺς τὴν θρωπείαν φύσιν, θεωθεῖσαν ἤδη καὶ ἁρμοσθεῖσαν διὰ πνεύματος αὐτῷ τῷ λόγῳ καὶ θεῷ, παρ᾽ οὗ καὶ εἰς ὃν τὴν ἀρχὴν τοῦ εἶναι καὶ τὸ τέλος εἴληφέ τε καὶ λήψεται.
Εἰ δὲ καὶ τὰς ἑπτὰ χιλιάδας τῶν ἐτῶν ἤγουν αἰῶνας λαμβάνοι τις εἶναι τοὺς ἄνδρας, οἷς συνεγένετο τῶν ἀνθρώπων ἡ φύσις, οὐκ ἄνευ λόγου καὶ τῆς δεούσης λήψεται θεωρίας τὸν τόπον· ὧν οὐδενὸς τούτων ἔσται γυνὴ κατὰ τὴν μέλλουσαν ζωὴν ἡ φύσις, ὡς τῆς χρονικῆς τέλος λαβούσης φύσεως, καὶ ὀγδόου ἀνδρός, τοῦ ἀτελευτήτου καὶ πέρας οὐκ ἔχοντος αὐτὴν παραλαβόντος αἰῶνος.
ΕΡΩΤΗΣΙΣ ΛΘʹ Τίνες αἱ τρεῖς ἡμέραι ἃς προσμένουσι τῷ κυρίῳ οἱ ὄχλοι ἐν τῇ ἐρήμῳ; Ἀπόκρισις. Ἡ ἔρημός ἐστιν ἡ φύσις τῶν ἀνθρώπων ἢ ὁ κόσμος οὗτος, ἐν ᾧ προσμένουσι τῷ λόγῳ τῆς ἀρετῆς καὶ τῆς γνώσεως οἱ διὰ τῆς πίστεως καὶ τῆς τῶν μελλόντων ἀγαθῶν ἐλπίδος κακοπαθοῦντες. Αἱ δὲ τρεῖς ἡμέραι εἰσί, καθ᾽ ἕνα τρόπον τῆς ἐπ᾽ αὐταῖς θεωρίας, αἱ τρεῖς δυνάμεις τῆς ψυχῆς, καθ᾽ ἃς προσμένουσι τῷ θείῳ λόγῳ τῆς ἀρετῆς καὶ τῆς γνώσεως· τῇ μὲν ζητοῦντες, τῇ δὲ ποθοῦντες, τῇ δὲ ὑπεραγωνιζόμενοι δέχονται τροφὴν ἄφθαρτον καὶ τὸν νοῦν πιαίνουσαν τὴν γνῶσιν τῶν γεγονότων.
Καθ᾽ ἕτερον δὲ τρόπον, τοὺς τρεῖς γενικωτέρους νόμους αἱ τρεῖς ἡμέραι σημαίνουσι, τὸν γραπτόν φημι καὶ τὸν φυσικὸν καὶ τὸν πνευματικὸν ἤγουν τὸν τῆς χάριτος. Πᾶς γὰρ νόμος οἰκείως ἑαυτῷ τῆς ἀνθρωπίνης φύσεως ὑπάρχει φωτιστικός, τοῦ φωτὸς ἔχων δημιουργὸν τὸν τῆς δικαιοσύνης ἥλιον. Ὡς γὰρ ἡλίου χωρὶς ἡμέραν γενέσθαι παντελῶς ἀμήχανον, οὕτω δίχα τῆς οὐσιώδους καὶ ὑφεστώσης σοφίας νόμος εἶναι δικαιοσύνης οὐ δύναται, τῆς ἐν ἑκάστῳ νόμῳ τὴν οἰκείαν ποιουμένης ἀνατολὴν καὶ τοὺς νοεροὺς τῶν ψυχῶν ὀφθαλμοὺς νοητοῦ φωτὸς ἐμπιπλώσης.
Ὅπερ εἰδὼς Δαυὶδ ὁ μακάριός φησι· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου· λύχνον τὸν γραπτὸν καλέσας νόμον, ὡς τεχνικῶς τοῖς τῶν σωματικῶν συμβόλων αἰνιγμάτων τε καὶ τύπων διαφόροις συνθήμασι τὸ καυστικὸν φῶς τῆς τῶν παθῶν μοχθηρίας πυρσεύοντα τοῖς διὰ πράξεως κατὰ τῶν ἐναντίων δυνάμεων πλατύνουσι τῆς ψυχῆς τὰ διαβήματα, φῶς δὲ τὸν πνευματικὸν τῆς χάριτος νόμον, ὡς ἀτέχνως δίχα τῶν αἰσθητῶν συμβόλων τὰς αἰωνίους δεικνύοντα τρίβους· ἐν αἷς τὸν δρόμον ὁ θεωρητικὸς ποιούμενος νοῦς πρὸς τὸ ἀκρότατον τῶν ἀγαθῶν πέρας ἄγεται, τὸν θεόν, μηδενὶ τῶν ὄντων ὁρίζων τῆς διανοίας τὴν κίνησιν. Ἀνέσπερον γὰρ τὸ φῶς ὑπάρχει τοῦ νόμου τῆς χάριτος, οὐκ ἔχον τὴν οἱανοῦν γνῶσιν τὰς αὐτοῦ παμφαεῖς ἀκτῖνας ὁρίζουσαν. Ἢ τυχὸν πόδας ἐκάλεσεν ὁ προφήτης ὅλον τοῦ κατὰ θεὸν βίου τὸν δρόμον ἢ τὰς κατὰ ψυχὴν κινήσεις τῶν ἀγαθῶν λογισμῶν, ὁδηγουμένας καθάπερ λύχνῳ τῷ ἐν τῷ γράμματι τοῦ νόμου φωτί, τρίβους δὲ τοὺς κατὰ τὸν φυσικὸν νόμον τρόπους τῶν ἀρετῶν καὶ τοὺς κατὰ τὸν πνευματικὸν νόμον τῆς γνώσεως λόγους, τῇ παρουσίᾳ τοῦ θεοῦ λόγου δεικνυμένους καὶ πρὸς ἑαυτὴν τὴν φύσιν καὶ τὴν αἰτίαν δι᾽ ἀρετῆς τε καὶ γνώσεως ἐπανάγοντας.
Ταύτας τὰς τρεῖς ἡμέρας ἤγουν νόμους τῷ θεῷ λόγῳ προσμείναντες καὶ τοὺς ὑπὲρ ἑκάστου προθύμως ὑπομείναντες πόνους οἱ πρὸς σωτηρίαν τετραμμένην τὴν ἔφεσιν ἔχοντες οὐκ ἀπολύονται νήστεις, ἀλλὰ δέχονται τροφὴν δαψιλῆ τε καὶ θείαν, ὑπὲρ μὲν τοῦ γραπτοῦ νόμου τὴν τῶν παρὰ φύσιν παθῶν τελείαν ἀπαλλαγήν, ὑπὲρ δὲ τοῦ φυσικοῦ τὴν ἄπταιστον τῶν κατὰ φύσιν ἐνέργειαν, καθ᾽ ἣν ἡ ἀλληλοῦχος σχέσις συνίσταται, πᾶσαν ἀπωθουμένη τῆς φύσεως σκεδαστὴν ἑτερότητά τε καὶ διαίρεσιν, ὑπὲρ δὲ τοῦ πνευματικοῦ τὴν πρὸς αὐτὸν ἕνωσιν τὸν θεόν, καθ᾽ ἥν, πάντων ἐκβάντες τῶν γενητῶν, τὴν ὑπὲρ φύσιν δέχονται δόξαν, δι᾽ ἧς ὁ θεὸς μόνος ἐν αὐτοῖς ἀπαστράπτων γνωρίζεται.
Ἔχετε δὲ περὶ τούτου πλατύτερον ἐν τοῖς Ἀπόροις εἰς τὸν περὶ τῆς ἁγίας Πεντηκοστῆς λόγον τοῦ ἁγίου Γρηγορίου.
ΕΡΩΤΗΣΙΣ Μʹ Τί σημαίνει ὁ ἀριθμὸς τῶν ἓξ ὑδριῶν τῶν ἐν τῷ γάμῳ τῷ ἐν Κανᾷ τῆς Γαλιλαίας; Ἀπόκρισις. Ὁ τὴν φύσιν τῶν ἀνθρώπων δημιουργήσας θεός, ἅμα βουλήσει τὸ εἶναι αὐτῇ δέδωκεν, συνήρμοσεν αὐτῇ καὶ δύναμιν τῶν καθηκόντων ποιητικήν. Αἱ τοίνυν ἓξ ὑδρίαι ἡ κατὰ φύσιν ποιητικὴ τῶν θείων ἐντολῶν ἐστι δύναμις· ἧς κενώσαντες τὴν γνῶσιν οἱ ἄνθρωποι περὶ τὴν ματαίαν τῶν ὑλικῶν πραγμάτων σπουδήν, κενὴν τὴν τοιαύτην δύναμιν εἶχον καὶ ἄνυδρον, καὶ διὰ τοῦτο πῶς τῆς κακίας καθᾶραι τὸν ῥύπον οὐκ ᾔδεισαν. Ὁ γὰρ γνώσεως ἄμοιρος τὸν κατ᾽ ἀρετὴν ῥυπτικὸν τῆς κακίας οὐδαμῶς ἐπίσταται τρόπον, ἕως ἐλθὼν ὁ τῆς φύσεως δημιουργὸς λόγος ἐπλήρωσε πρότερον τὴν προειρημένην ποιητικὴν τῶν καθηκόντων δύναμιν τῆς κατὰ φύσιν γνώσεως καὶ οὕτως μετέβαλεν εἰς οἶνον, φημὶ δὲ τὸν ὑπὲρ φύσιν τῆς γνώσεως λόγον, τόν τε νόμον καὶ λόγον τῆς φύσεως· ὃν οἱ πίνοντες τῆς τῶν ὄντων ἁπάντων ἐξίστανται φύσεως καὶ εἰς τὸν κρύφιον τῆς θείας ἐνδότητος ἀφίπτανται τόπον· καθ᾽ ὃν τὴν πασῶν ὑπερκειμένην τῶν γνώσεων εὐφροσύνην δέχονται καὶ ἀγαλλίασιν, τὸν καλὸν οἶνον, τουτέστι τὸν ποιητικὸν τῆς θεώσεως, πάντων ὕστερον τῶν κατὰ πρόνοιαν περὶ τὸ ἀνθρώπινον οἰκονομιῶν πίνοντες ἀπόρρητον λόγον.
Εἰς δὲ τὸν ἓξ ἀριθμὸν ἡ ποιητικὴ τῆς φύσεως λαμβάνεται δύναμις, οὐ μόνον ὅτι ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀλλ᾽ ὅτι καὶ μόνος τῶν ἐντὸς δεκάδος ἀριθμῶν ἐστι τελειότατος καὶ ἐκ τῶν ἰδίων συνιστάμενος μερῶν οὗτος ὁ ἀριθμός. Χωρούσας δὲ τὰς ὑδρίας φησὶν ὁ λόγος ἀνὰ μετρητὰς δύο ἢ τρεῖς, ὡς τῆς κατὰ φύσιν πρακτικῆς δυνάμεως χωρούσας κατὰ μὲν τὴν φυσικὴν θεωρίαν, ὥσπερ δύο μετρητάς, τὴν ὅλην τῶν γεγονότων γνῶσιν, τῶν τε ἐξ ὕλης καὶ εἴδους σωματικῶν φύσεων, τῶν τε ἐξ οὐσίας καὶ συμβεβηκότος νοητῶν οὐσιῶν, ἤγουν τὴν τῶν σωμάτων καὶ ἀσωμάτων περιληπτικὴν γνῶσιν, κατὰ δὲ τὴν ἐφικτὴν τῇ φύσει θεολογικὴν μυσταγωγίαν, ὡς μετρητὰς τρεῖς, τὴν περὶ τῆς ἁγίας τριάδος, ἤγουν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, γνῶσιν καὶ φωταγωγίαν.
Ὑμεῖς οὖν, ὡς γνωστικοί, τὸ λειπόμενον θεωρήσατε πῶς ἡ ποιητικὴ τῶν κρειττόνων γενικὴ τῆς φύσεως δύναμις εἰς ἓξ διαιρεῖται, καὶ αὐτοὺς γενικούς, τῶν ἀρετῶν τρόπους, καὶ τίς ἡ πρὸς τὴν καθόλου ποιητικὴν τῶν ἀρετῶν τῆς φύσεως δύναμίς ἐστιν ἡ καθόλου καὶ γενικωτέρα τῶν ἄλλων ἀρετή, καὶ εἰς ἓξ εἴδη, καὶ αὐτὰ γενικά, διαιρουμένη, ἵνα, τῇ δυνάμει τῆς φύσεως ἁρμοσθεῖσα, χωρηθῇ διὰ τῶν ἐκείνης τρόπων ἑξαχῶς εἰδοποιουμένη, τίνες δὲ πρὸς τούτοις οἱ τὸ ὕδωρ ἠντληκότες ὑπηρέται, τίς ὁ νυμφίος, τίς ἡ νύμφη, τίς ὁ ἀρχιτρίκλινος, τίς ἡ τῷ λόγῳ παρρησιαστικῶς ἀπαγγείλασα μήτηρ ὅτι οἶνον οὐκ ἔχουσιν.
Ταῦτα γὰρ πάντα λείπεται πρὸς ἐξέτασιν τῷ μύστῃ καὶ μυσταγωγῷ τῶν θείων καὶ λόγων καὶ νοημάτων, εἴπερ πάντως τῷ τῆς ἀναγωγῆς κατὰ νοῦν ἥδεται τρόπῳ. Πλὴν ἵνα μὴ παντελῶς ἐπὶ τοῦ παρόντος ἄφωνος καταλειφθεὶς ἡμῖν ὁ περὶ τούτων οἰχήσεται λόγος, μὴ διδοὺς τοῖς καλῶς πεινῶσι κἂν ἀπὸ μέρους τὴν πνευματικὴν πανδαισίαν, ἐρῶ κατὰ δύναμιν, οὐχ ὅλην ἀποκαλύπτειν ἐπαγγελλόμενος τὴν ἐν τοῖς εἰρημένοις διάνοιαν—ἀσθενὴς γὰρ πρὸς περίληψιν τῶν ἐν τούτοις νοητῶν θεαμάτων ὁ ἐμὸς καθέστηκε νοῦς— ἀλλ᾽ ὅσην ἡ τῆς ἐμῆς διανοίας χωρεῖν πέφυκε δύναμις.
Γενικωτάτην οὖν τῶν ἀρετῶν φασιν εἶναι τὴν ἀγάπην, τὴν δὲ ταύτης ποιητικὴν γενικωτάτην τῆς φύσεως δύναμίν φασιν εἶναι τὸν λόγον· ὅς, τῆς οἰκείας ἀπρὶξ ἐπιλαβόμενος αἰτίας, ἐνεργούμενος εἰς ἓξ διακρίνεται γενικωτέρους τρόπους περιληπτικοὺς τῶν οἷς ὁ τῆς ἀγάπης διακρίνεσθαι πέφυκε λόγος εἰδῶν, πεινῶντας καὶ διψῶντας καὶ ξένους καὶ γυμνοὺς ἀσθενοῦντάς τε καὶ τοὺς ἐν φυλακῇ περιποιούμενος σωματικῶς τε καὶ πνευματικῶς. Οὐ γὰρ μόνοις τοῖς σώμασιν ὁ τῆς ἀρετῆς περιγράφεται λόγος, οὐδὲ περὶ μόνην τὴν αἴσθησιν ἡ τῆς φύσεως καταγίνεται δύναμις.
Εἰδοποιὸς οὖν τῆς γενικωτάτης καθέστηκεν ἀρετῆς ἡ γενικωτάτη τῆς φύσεως δύναμις, τοῖς οἰκείοις ἓξ τρόποις εἰς εἴδη τοσαῦτα τὴν ἀρετὴν διακρίνουσα, δι᾽ ὧν ἡ φύσις ἑνοῦται τῷ τῆς γνώμης μοναδικῷ, τὸν ἐν πᾶσιν ἰσοτίμως ἀδιαίρετον τῆς πλάσεως δεικνῦσα λόγον, ἐν τῷ ποιεῖν εὖ καὶ πάσχειν πρὸς ἑαυτὸν συναγόμενον· ὃν ἐρρωμένον ἐπαναλαβὼν διὰ τῶν καθηκόντων πόνων ὁ νοῦς πάσας περιτέμνει τῆς φύσεως τὰς ὑπερβολὰς καὶ τὰς ἐλλείψεις, ἃς ἡ φιλαυτία τῆς ἑκάστου γνώμης ἐπινοήσασα τὴν ἡμερωτάτην ἐθηρίωσε φύσιν καὶ τὴν μίαν οὐσίαν εἰς πολλὰς καὶ ἀντιθέτους, οὐδὲν δὲ χεῖρον εἰπεῖν, καὶ φθαρτικὰς ἀλλήλων κατέτεμε μοίρας, καὶ τὴν σταθερὰν μεσότητα φέρων δείκνυσιν, καθ᾽ ἣν τῶν ἀρετῶν οἱ νόμοι κατὰ φύσιν ἐξ ἀρχῆς θεόθεν ἐγράφησαν. Καὶ τοῦτο τυχὸν παραδεικνὺς τὸ μυστήριον ὁ λόγος τὰς ἓξ ὑδρίας εἰσάγει κενὰς καὶ ἀνύδρους, ὑποφαινούσας τῆς κατὰ φύσιν γενικωτάτης δυνάμεως τὴν περὶ τὸ καλὸν ἀπραξίαν.
Οὕτω μὲν οὖν ἡ κατὰ φύσιν γενικωτάτη δύναμις, εἰς ἓξ διαιρουμένη κατὰ τὴν πρᾶξιν τρόπους, εἰς εἴδη τοσαῦτα μορφοῖ τὴν γενικωτάτην τῶν ἀρετῶν, ὅλην ὅλη περιλαμβάνουσα· καθ᾽ ἣν γενομένη, τὸν ἑαυτῆς γενικώτατον δέχεται νόμον ἡ φύσις ἄπταιστον τῆς ἀληθείας κριτήν, ὃν ὁ λόγος προσηγόρευσεν ἀρχιτρίκλινον, διεγνωκότα σαφῶς ὅτι τὸν καλὸν οἶνον, ὃν ὕστερον διὰ τῆς ἰδίας παρουσίας ὁ λόγος ἐκέρασεν, ἔδει κατ᾽ ἀρχὰς πρῶτον πιεῖν καὶ μεθυσθῆναι τὴν ἀνθρωπείαν φύσιν, λέγω δὲ τὸν περὶ θεοῦ κρείττονα καὶ ὑψηλότερον λόγον, καὶ οὕτως ὕστερον, καθάπερ οἴνους, τοὺς ὅσον πρὸς τὸν πρῶτον λόγον ἥττονας, τῶν γεγονότων μυηθῆναι λόγους. Δικαιότατον γὰρ ἦν, ὡς ἀληθῶς καὶ πρεπωδέστατον τὸν δι᾽ ὃν γέγονε λόγον μυηθῆναι πρότερον τὴν φύσιν, καὶ οὕτως ὕστερον ζητῆσαι τῶν δι᾽ αὐτὴν γενομένων τοὺς λόγους.
Οἱ ἠντληκότες δὲ τὸ ὕδωρ εἰσὶν οἱ διάκονοι τῆς τε παλαιᾶς καὶ τῆς καινῆς διαθήκης, φημὶ δὲ τοὺς ἁγίους πατριάρχας καὶ τοὺς νομοθέτας καὶ τοὺς στρατηγοὺς τοὺς κριτάς τε καὶ τοὺς βασιλεῖς καὶ τοὺς προφήτας καὶ τοὺς εὐαγγελιστὰς καὶ ἀποστόλους, δι᾽ ὧν ἠντλήθη τὸ ὕδωρ τῆς γνώσεως καὶ ἀπεδόθη τῇ φύσει πάλιν· ὅπερ μετέβαλεν εἰς τὴν τῆς θεώσεως χάριν ὁ τὴν φύσιν ὡς ἀγαθὸς δημιουργήσας καὶ θεώσας διὰ φιλανθρωπίαν τῇ χάριτι λόγος.
Εἰ δὲ καὶ τοὺς κατὰ φύσιν ἐπιστημονικούς τε καὶ εὐσεβεῖς λογισμοὺς εἴποι τις εἶναι διακόνους, ἐκ τῆς τῶν ὄντων διακοσμήσεως κελεύσει τοῦ λόγου ἀντλοῦντας τὸ ὕδωρ τῆς γνώσεως, οὐ διαπέπτωκεν, ὡς οἶμαι, τῆς ἀληθείας.
Νυμφίος δὲ προδήλως ἐστὶν ὁ ἀνθρώπινος νοῦς, ὡς νύμφην ἀγόμενος πρὸς συζυγίαν τὴν ἀρετήν· ὧν τιμῶν τὴν συμβίωσιν παραγίνεται προθύμως καλούμενος ὁ λόγος, διασφίγγων αὐτῶν τὴν τοῦ πνευματικοῦ γάμου συναλλαγὴν καὶ τῷ ἰδίῳ οἴνῳ πνευματικῶς διαθερμαίνων αὐτῶν πρὸς πνευματικὴν πολυγονίαν τὴν ἔφεσιν.
Μήτηρ δὲ τοῦ λόγου καθέστηκεν ἡ ἀληθὴς καὶ ἀμόλυντος πίστις. Ὡς γὰρ τῆς τεκούσης αὐτὸν κατὰ σάρκα μητρός, ὡς θεός, ὑπάρχει κατὰ φύσιν δημιουργὸς ὁ λόγος, ἣν ἐποιήσατο μητέρα διὰ φιλανθρωπίαν, ἐξ αὐτῆς ὡς ἄνθρωπος γεννηθῆναι καταδεξάμενος, οὕτως ἐν ἡμῖν πρότερον τὴν πίστιν δημιουργῶν ὁ λόγος ὕστερον γίνεται τῆς ἐν ἡμῖν πίστεως υἱός, ἐξ αὐτῆς κατὰ τὴν πρᾶξιν ταῖς ἀρεταῖς σωματούμενος, δι᾽ ἧς πάντα διανύομεν, παρὰ τοῦ λόγου λαμβάνοντες τὰ πρὸς σωτηρίαν χαρίσματα. Χωρὶς γὰρ τῆς πίστεως, ἧς καὶ θεὸς κατὰ φύσιν ὑπάρχει καὶ υἱὸς κατὰ χάριν ὁ λόγος, οὐδεμίαν ἔχομεν παρρησίαν τὰς πρὸς αὐτὸν ποιεῖσθαι δεήσεις.
Ἀλλὰ γένοιτο διαπαντὸς ἡμᾶς τε τὸν τοιοῦτον συγκροτεῖν γάμον, καὶ μετὰ τῆς ἰδίας μητρὸς παραγίνεσθαι τὸν Ἰησοῦν, ἵνα τὴν ἀπορρυεῖσαν ἡμῶν διὰ τὴν ἁμαρτίαν ἀποκαταστήσῃ γνῶσιν, καὶ μεταβάλῃ ταύτην πρὸς τὴν ἐξοικίζουσαν τὸν νοῦν τῆς τῶν ὄντων γενέσεως θέωσιν, τὴν στομοῦσαν καὶ οἱονεὶ νευροῦσαν πρὸς ἀτρεψίαν, καθάπερ ὕδωρ τονούμενον οἴνου ποιότητι, τὴν γνῶσιν τῆς φύσεως.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.