Ἔργον
Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα πρὸς Θαλάσσιον
Ερωτήσεις 41-50
Αναλύσεις για το παθητό της φύσεως και την αναμαρτησία, τη θεία ειρωνεία στον παράδεισο, την αλληγορία του Οζία, την πολιορκία από τον Σενναχειρείμ και την προσευχή του Εζεκία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερωτήσεις 41-50
Αναλύσεις για το παθητό της φύσεως και την αναμαρτησία, τη θεία ειρωνεία στον παράδεισο, την αλληγορία του Οζία, την πολιορκία από τον Σενναχειρείμ και την προσευχή του Εζεκία.
ΕΡΩΤΗΣΙΣ ΜΑʹ Τίς ὁ λόγος τῶν πέντε ἀνδρῶν τῆς Σαμαρείτιδος, καὶ τοῦ ἕκτου καὶ μὴ ὄντος ἀνδρός; Ἀπόκρισις. Καὶ ἡ Σαμαρεῖτις γυνή, καὶ ἡ τοὺς ἑπτὰ λαβοῦσα, κατὰ τοὺς Σαδδουκαίους, πρὸς γάμον ἀδελφούς, καὶ ἡ αἱμόρρους, καὶ ἡ πρὸς γῆν συγκύπτουσα, καὶ ἡ θυγάτηρ Ἰαείρου, καὶ ἡ Συροφοινίκισσα καὶ τὴν καθόλου τῶν ἀνθρώπων φύσιν καὶ τὴν τοῦ καθέκαστον ἀνθρώπου ψυχὴν δηλοῦσιν, ἑκάστη κατὰ τὴν ὑποκειμένην τοῦ πάθους διάθεσιν σημαίνουσα καὶ τὴν φύσιν καὶ τὴν ψυχήν. Οἷον, ἡ μὲν τῶν Σαδδουκαίων γυνή ἐστιν ἡ φύσις ἢ ἡ ψυχή, ἡ πᾶσι μὲν τοῖς ἀπὸ τοῦ αἰῶνος δοθεῖσι θείοις νόμοις ἀγόνως συνοικήσασα, τὴν δὲ τῶν μελλόντων προσδοκίαν οὐκ ἀποδεχομένη. Ἡ δὲ αἱμόρρους ὡσαύτως ἡ φύσις ἐστὶ καὶ ἡ ψυχή, τὴν δοθεῖσαν αὐτῇ πρὸς γένεσιν ἔργων δικαιοσύνης καὶ λόγων τοῖς πάθεσι πρὸς τὴν ὕλην διαρρέουσα δύναμιν. Ἡ δὲ Συροφοινίκισσα ἡ αὐτὴ φύσις ἐστὶ καὶ ἡ τοῦ καθέκαστον ψυχή, ὡς θυγατέρα τὴν διάνοιαν ἐπαχθῶς τῇ φιλίᾳ τῆς ὕλης ἐξ ἀμηχανίας ἐπιληπτικῶς διαρρησσομένην ἔχουσα. Ἡ δὲ θυγάτηρ Ἰαείρου ὁμοίως ἡ κατὰ τὸν νόμον φύσις τε καὶ ψυχή, παντελῶς ἀποθανοῦσα τῇ ἀπραξίᾳ τῶν νομικῶν ἐντολῶν καὶ ἀνενεργησίᾳ τῶν θείων προσταγμάτων. Ἡ δὲ συγκύπτουσα γυνή ἐστιν ἡ φύσις ἢ ἡ ψυχὴ ἡ πρὸς τὴν ὕλην τὴν περὶ πρᾶξιν νοερὰν δύναμιν ὅλην διὰ τῆς ἀπάτης τοῦ διαβόλου ἐπικάμψασα.
Ἡ δὲ Σαμαρεῖτις, ὡσαύτως ταῖς προλαβούσαις γυναιξί, τὴν φύσιν δηλοῖ ἢ τὴν τοῦ καθέκαστον ψυχήν, δίχα τοῦ προφητικοῦ χαρίσματος πᾶσι συνοικήσασα, καθάπερ ἀνδράσι, τοῖς δοθεῖσι τῇ φύσει νόμοις· ὧν πέντε μὲν ἦσαν παρελθόντες, ὁ ἕκτος δέ, κἂν παρῆν, ἀλλ᾽ οὐκ ἦν ἀνὴρ τῆς φύσεως ἢ τῆς ψυχῆς, μὴ γεννῶν ἐξ αὐτῆς τὴν σῴζουσαν εἰς τὸ παντελὲς δικαιοσύνην.
Ἔσχεν οὖν πρῶτον νόμον ἡ φύσις, ὡς ἄνδρα, τὸν ἐν τῷ παραδείσῳ· δεύτερον τὸν μετὰ τὸν παράδεισον· τρίτον τὸν ἐν τῷ κατακλυσμῷ ἐπὶ τοῦ Νῶε· τέταρτον τὸν τῆς περιτομῆς ἐπὶ τοῦ Ἀβραάμ· πέμπτον τὸν τῆς προσαγωγῆς τοῦ Ἰσαάκ. Τούτους λαβοῦσα πάντας ἡ φύσις ἀπεβάλετο, θανόντας τῇ κατ᾽ αὐτὴν ἀκαρπίᾳ τῶν ἔργων τῆς ἀρετῆς.
Ἕκτον δέ, τὸν διὰ Μωσέως, εἶχε νόμον ὡς οὐκ ἔχουσα, ἢ διὰ τὸ μὴ ποιεῖν τὴν κατ᾽ αὐτὸν διατεταγμένην δικαιοσύνην, ἢ διὰ τὸ μέλλειν αὐτὴν πρὸς ἕτερον, ὡς ἄνδρα, νόμον μεταβήσεσθαι, τὸ εὐαγγέλιον, ὡς τοῦ νόμου μὴ δι᾽ αἰῶνος δοθέντος τῇ φύσει τῶν ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ οἰκονομίᾳ παιδαγωγούσῃ πρὸς τὸ μεῖζόν τε καὶ μυστικώτερον· καθ᾽ ὃ σημαινόμενον οἶμαι τὸν κύριον φάναι πρὸς τὴν Σαμαρεῖτιν γυναῖκα· καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σός. Ἤιδει γὰρ εἰς τὸ εὐαγγέλιον τὴν φύσιν μετενεχθήσεσθαι. Διὸ καὶ περὶ ἕκτην ὥραν, ὅτε μάλιστα πανταχόθεν ἡ ψυχὴ περιλάμπεται ταῖς ἀκτῖσι τῆς γνώσεως διὰ τὴν πρὸς αὐτὴν τοῦ λόγου παρουσίαν, τῆς ἐν νόμῳ σκιᾶς ἀπογενομένης, αὐτῇ διελέγετο, καὶ παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, παρὰ τὴν πηγὴν δηλαδὴ σὺν τῷ λόγῳ τῶν γραφικῶν ἱσταμέν〈ῃ〉 θεωρημάτων.
Ταῦτα καὶ περὶ τούτου τέως εἰρήσθω.
ΕΡΩΤΗΣΙΣ ΜΒʹ Πῶς ἡμεῖς μὲν ποιῆσαι λεγόμεθα τὴν ἁμαρτίαν καὶ εἰδέναι, ὁ δὲ κύριος γενέσθαι μὲν ἁμαρτία λέγεται, μὴ γνῶναι δὲ αὐτήν; Πῶς δὲ καὶ τοῦ ποιῆσαι καὶ εἰδέναι αὐτὴν οὐκ ἔστι βαρύτερον τὸ γενέσθαι καὶ μὴ γνῶναι; Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, φησίν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν.
Ἀπόκρισις. Φθαρεῖσα πρότερον τοῦ κατὰ φύσιν λόγου τοῦ Ἀδὰμ ἡ προαίρεσις τὴν φύσιν ἑαυτῇ συνέφθειρεν, ἀποθεμένην τῆς ἀπαθείας τὴν χάριν. Καὶ γέγονεν ἁμαρτία, πρώτη μὲν καὶ εὐδιάβλητος, ἡ πρὸς κακίαν ἀπὸ τοῦ ἀγαθοῦ τῆς προαιρέσεως ἔκπτωσις, δευτέρα δέ, διὰ τὴν πρώτην, ἡ τῆς φύσεως ἐξ ἀφθαρσίας εἰς φθορὰν ἀδιάβλητος μεταποίησις. Δύο γὰρ ἁμαρτίαι γεγόνασιν ἐν τῷ προπάτορι κατὰ τὴν παράβασιν τῆς θείας ἐντολῆς, ἡ μὲν διαβεβλημένη, ἡ δὲ ἀδιάβλητος, αἰτίαν ἔχουσα τὴν διαβεβλημένην, καὶ ἡ μὲν προαιρέσεως, ἑκουσίως ἀποθεμένης τὸ ἀγαθόν, ἡ δὲ φύσεως, ἀκουσίως διὰ τὴν προαίρεσιν ἀποθεμένης τὴν ἀθανασίαν. Ταύτην οὖν τὴν διάλληλον φθοράν τε καὶ ἀλλοίωσιν τῆς φύσεως ὁ κύριος ἡμῶν καὶ θεὸς διορθούμενος, ὁλόκληρον τὴν φύσιν λαβών, εἶχε καὶ αὐτὸς ἐν τῇ ληφθείσῃ φύσει τὸ παθητὸν τῇ κατὰ προαίρεσιν ἀφθαρσίᾳ κοσμούμενον, καὶ γέγονε φύσει μὲν διὰ τὸ παθητὸν ὑπὲρ ἡμῶν ἁμαρτία, μὴ γνοὺς δὲ τὴν γνωμικὴν ἁμαρτίαν διὰ τὴν ἀτρεψίαν τῆς προαιρέσεως· τὸ δὲ παθητὸν τῆς φύσεως διὰ τὴν ἀφθαρσίαν τῆς προαιρέσεως διωρθώσατο, τὸ τέλος τοῦ παθητοῦ τῆς φύσεως, φημὶ δὲ τὸν θάνατον, τῆς κατὰ φύσιν πρὸς ἀφθαρσίαν μεταποιήσεως ἀρχὴν ποιησάμενος.
Καὶ γέγονεν, ὥσπερ δι᾽ ἑνὸς ἀνθρώπου τραπέντος ἑκουσίως ἀπὸ τοῦ ἀγαθοῦ τὴν προαίρεσιν εἰς πάντας ἀνθρώπους ἡ τῆς φύσεως ἐξ ἀφθαρσίας εἰς φθορὰν μεταποίησις, οὕτως δι᾽ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ, μὴ τραπέντος ἀπὸ τοῦ ἀγαθοῦ τὴν προαίρεσιν, εἰς πάντας ἀνθρώπους ἡ τῆς φύσεως ἐκ φθορᾶς εἰς ἀφθαρσίαν ἀποκατάστασις.
Τὴν ἐμὴν οὖν μὴ γνοὺς ἁμαρτίαν ὁ κύριος, τουτέστι τὴν τροπὴν τῆς ἐμῆς προαιρέσεως, τὴν ἐμὴν οὐκ ἔλαβεν ἁμαρτίαν οὔτε γέγονεν, ἀλλὰ τὴν δι᾽ ἐμὲ [γέγονεν] ἁμαρτίαν, τουτέστι τὴν διὰ τὴν τροπὴν τῆς ἐμῆς προαιρέσεως φθορὰν τῆς φύσεως, ἀναλαβών, ὑπὲρ ἡμῶν γέγονε φύσει παθητὸς ἄνθρωπος, διὰ τῆς δι᾽ ἐμὲ ἁμαρτίας τὴν ἐμὴν ἀνελὼν ἁμαρτίαν. Καὶ ὥσπερ ἐν τῷ Ἀδὰμ τὸ περὶ κακίαν τῆς προαιρέσεως ἴδιον τὸ κοινὸν τῆς ἀφθαρσίας ἀφείλετο κλέος τῆς φύσεως, φύσιν ἀθάνατον ἔχειν οὐκ εἶναι καλὸν κρίναντος τοῦ θεοῦ τὸν κακισθέντα τὴν προαίρεσιν ἄνθρωπον, οὕτως ἐν τῷ Χριστῷ τὸ περὶ τὸ καλὸν τῆς προαιρέσεως ἴδιον τὸ κοινὸν τῆς φθορᾶς αἶσχος τῆς ὅλης ἀφείλετο φύσεως, κατὰ τὴν ἀνάστασιν μεταπλασθείσης εἰς ἀφθαρσίαν τῆς φύσεως διὰ τὴν ἀτρεψίαν τῆς προαιρέσεως, εὔλογον κρίναντος τοῦ θεοῦ πάλιν ἀθάνατον ἀπολαβεῖν τὴν φύσιν τὸν μὴ τραπέντα τὴν προαίρεσιν ἄνθρωπον. Ἄνθρωπον δὲ λέγω τὸν σαρκωθέντα θεὸν λόγον δι᾽ ἣν ἑαυτῷ καθ᾽ ὑπόστασιν ἥνωσε λογικῶς ἐψυχωμένην σάρκα. Εἰ γὰρ τὸ κατὰ φύσιν παθητόν τε καὶ φθαρτὸν καὶ θνητὸν ἐν τῷ Ἀδὰμ ἡ τροπὴ τῆς προαιρέσεως ἐπεισήγαγεν, εἰκότως τὸ κατὰ φύσιν ἀπαθὲς καὶ ἄφθαρτον καὶ ἀθάνατον ἐν τῷ Χριστῷ διὰ τῆς ἀναστάσεως ἡ ἀτρεψία τῆς προαιρέσεως ἐπανήγαγε.
Κατάκρισις οὖν ἐστι τῆς προαιρετικῆς ἁμαρτίας τοῦ Ἀδὰμ ἡ τῆς φύσεως πρὸς πάθος καὶ φθορὰν καὶ θάνατον μεταποίησις· ἣν οὐ γέγονε μὲν ἐκ θεοῦ καταρχὰς ἔχων ὁ ἄνθρωπος, ἐποίησε δὲ καὶ ἔγνω, τὴν προαιρετικὴν διὰ τῆς παρακοῆς ἁμαρτίαν δημιουργήσας· ἧς ὑπάρχει γέννημα σαφῶς ἡ διὰ τοῦ θανάτου κατάκρισις. Ταύτην δὲ τῆς ἐμῆς προαιρετικῆς ἁμαρτίας τὴν κατάκρισιν, λέγω δὲ τὸ κατὰ φύσιν παθητὸν καὶ φθαρτὸν καὶ θνητόν, ὁ κύριος λαβὼν ἁμαρτία γέγονε δι᾽ ἐμὲ κατὰ τὸ παθητὸν καὶ φθαρτὸν καὶ θνητόν, τὴν ἐμὴν ἑκουσίως ὑποδὺς φύσει κατάκρισιν, ἀκατάκριτος ὑπάρχων τὴν προαίρεσιν, ἵνα τὴν ἐμὴν προαιρετικήν τε καὶ φυσικὴν ἁμαρτίαν καὶ κατάκρισιν κατακρίνῃ, κατὰ ταὐτὸν ἁμαρτίαν καὶ πάθος καὶ φθορὰν καὶ θάνατον ἐξωθήσας τῆς φύσεως, καὶ γένηται καινὸν μυστήριον ἡ περὶ ἐμέ, τὸν πεσόντα ἐξ ἀπειθείας, τοῦ ὑπὲρ ἐμὲ ἐκ φιλανθρωπίας οἰκονομία, τῆς ἐμῆς ἕνεκεν σωτηρίας τὴν ἐμὴν ἑκουσίως οἰκειουμένου διὰ τοῦ θανάτου κατάκρισιν, καὶ δι᾽ αὐτῆς χαριζομένου μοι τὴν πρὸς ἀθανασίαν ἀνάκλησιν.
Πολλαχῶς, οἶμαι, δέδεικται κατ᾽ ἐπιτομὴν πῶς τε γέγονε μὲν ἁμαρτία ὁ κύριος, οὐκ ἔγνω δὲ τὴν ἁμαρτίαν, καὶ πῶς ὁ ἄνθρωπος οὐ γέγονε μέν, ἐποίησε δὲ καὶ ἔγνω τὴν ἁμαρτίαν, τήν τε προαιρετικήν, ἧς αὐτὸς ἀπήρξατο, τήν τε φυσικήν, ἣν δι᾽ αὐτὸν ὁ κύριος κατεδέξατο, τῆς πρώτης παντελῶς ὑπάρχων ἐλεύθερος. Οὐδαμῶς οὖν τοῦ γίνεσθαι κρεῖττον ὑπάρχει τὸ ποιῆσαι καὶ γνῶναι τὴν ἁμαρτίαν κατὰ τὸν ἀποδοθέντα νοούμενον τοῦ λόγου σκοπόν, καὶ μετὰ τῆς πρεπούσης διαστολῆς τῆς κατὰ τὴν ἁμαρτίαν ὁμωνυμίας νοουμένης. Τὸ μὲν γὰρ θεοῦ ποιεῖται χωρισμόν, ἀπωθουμένης ἑκουσίως τὰ θεῖα τῆς προαιρέσεως, τὸ δὲ κακίας πολλάκις γίνεται κωλυτικόν, μὴ συγχωροῦν εἰς ἔργον προβῆναι, διὰ τὴν φυσικὴν ἀσθένειαν, τὴν κακίαν τῆς προαιρέσεως.
ΕΡΩΤΗΣΙΣ ΜΓʹ Εἰ τὸ ξύλον τῆς ζωῆς ἡ σοφία λέγεται εἶναι παρὰ τῇ γραφῇ, ἔργον δὲ σοφίας τὸ διακρίνειν καὶ γνῶναι τὸ γνωστὸν τοῦ καλοῦ καὶ τοῦ πονηροῦ ξύλον, τί διαφέρει λοιπὸν τοῦ ξύλου τῆς ζωῆς; Ἀπόκρισις. Πολλὰ μὲν εἰπεῖν δυνάμενοι περὶ τοῦ προκειμένου ζητήματος διὰ τῆς ἐν αὐτοῖς χάριτος οἱ τῆς ἐκκλησίας διδάσκαλοι, σιωπῇ μᾶλλον τιμήσαντες τὸν τόπον ἡγήσαντο κρεῖττον, διὰ τὴν τῶν πολλῶν διάνοιαν μὴ δυναμένην ἐφικέσθαι τοῦ βάθους τῶν γεγραμμένων, μηδὲν βαθύτερον εἰπεῖν ἀνασχόμενοι. Εἰ δὲ καὶ εἶπόν τινες, πρότερον διακρίναντες τῶν ἀκουόντων τὴν δύναμιν, οὕτω μέρος πρὸς λυσιτέλειαν τῶν διδασκομένων εἰρηκότες, τὸ πλεῖστον κατέλιπον ἀνεξέταστον. Διὸ κἀγὼ σιωπῇ μᾶλλον τὸν τόπον παρελθεῖν διενοούμην, εἰ μὴ λυπεῖσθαι τὴν ὑμετέραν φιλόθεον ψυχὴν ὑπενόησα. Πλὴν ἀλλ᾽ ὑμῶν χάριν ἐρῶ τὸ πᾶσιν δυνάμενον εἶναι κατάλληλον καὶ μικροῖς καὶ μεγάλοις τὴν διάνοιαν πρόσφορον.
Τὸ ξύλον τῆς ζωῆς καὶ τὸ μὴ τοιοῦτον, ἐξ αὐτοῦ μόνου τοῦ τὸ μὲν ζωῆς ξύλον ὀνομασθῆναι, τὸ δὲ οὐ ζωῆς ἀλλὰ μόνον γνωστὸν καλοῦ καὶ πονηροῦ, πολλὴν καὶ ἄφατον ἔχουσι τὴν διαφοράν. Τὸ γὰρ τῆς ζωῆς ξύλον πάντως καὶ ζωῆς ἐστι ποιητικόν, τὸ δὲ μὴ ζωῆς ξύλον δηλονότι θανάτου ποιητικόν. Τὸ γὰρ μὴ ποιητικὸν ζωῆς ἐκ τοῦ μὴ προσαγορευθῆναι ζωῆς ξύλον θανάτου σαφῶς ἂν εἴη ποιητικόν· ἄλλο γὰρ οὐδὲν τῇ ζωῇ κατ᾽ ἐναντίωσιν ἀντιδιαιρεῖται.
Ἄλλως τε δὲ καὶ ὡς σοφία τὸ ξύλον τῆς ζωῆς πλείστην ἔχει διαφορὰν πρὸς τὸ ξύλον τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ, τὸ μήτε ὂν σοφία μήτε ὠνομασμένον. Τῆς μὲν γὰρ σοφίας ἴδιον νοῦς καὶ λόγος, τῆς δὲ τῇ σοφίᾳ κατὰ τὸ ἐναντίον ἀντικειμένης ἕξεως ἴδιον ἀλογία καὶ αἴσθησις.
Οὐκοῦν ἐπειδὴ ἐκ ψυχῆς νοερᾶς καὶ σώματος αἰσθητικοῦ συνεστὼς πρὸς γένεσιν ἦλθεν ὁ ἄνθρωπος, ἔστω κατὰ μίαν ἐπιβολὴν ξύλον ζωῆς ὁ τῆς ψυχῆς νοῦς, ἐν ᾧ τῆς σοφίας ὑπάρχει τὸ χρῆμα, ξύλον δὲ γνωστὸν καλοῦ καὶ πονηροῦ ἡ τοῦ σώματος αἴσθησις, ἐν ᾗ τῆς ἀλογίας ὑπάρχει σαφῶς ἡ κίνησις· ἧς κατὰ τὴν πεῖραν μὴ ἅψασθαι δι᾽ ἐνεργείας ὁ ἄνθρωπος τὴν θείαν λαβὼν ἐντολὴν οὐκ ἐφύλαξεν.
Ἀμφότερα δὲ τὰ ξύλα κατὰ τὴν γραφὴν τινῶν εἰσι διακριτικά, ἤγουν ὁ νοῦς καὶ ἡ αἴσθησις. Οἷον, ὁ μὲν νοῦς ἔχει δύναμιν διακριτικὴν νοητῶν καὶ αἰσθητῶν, προσκαίρων καὶ αἰωνίων, μᾶλλον δέ, ψυχῆς ὑπάρχων δύναμις διακριτική, τῶν μὲν αὐτὴν ἀντέχεσθαι πείθει, τῶν δὲ ὑπεραίρεσθαι. Ἡ δὲ αἴσθησις ἔχει δύναμιν διακριτικὴν ἡδονῆς σωμάτων καὶ ὀδύνης, μᾶλλον δέ, δύναμις ὑπάρχουσα ἐμψύχων καὶ αἰσθητικῶν σωμάτων, τὴν μὲν ἐπισπᾶσθαι πείθει, τὴν δὲ ἀποπέμπεσθαι. Ἐὰν μὲν οὖν ὁ ἄνθρωπος μόνης τῆς καθ᾽ ἡδονὴν καὶ ὀδύνην αἰσθητικῆς τῶν σωμάτων γένηται διακρίσεως, τὴν θείαν παραβὰς ἐντολήν, ἐσθίει τὸ ξύλον τὸ γνωστὸν καλοῦ τε καὶ πονηροῦ, τουτέστι τὴν κατ᾽ αἴσθησιν ἀλογίαν, μόνην ἔχων τὴν συστατικὴν τῶν σωμάτων διάκρισιν, καθ᾽ ἥν, ὡς μὲν καλοῦ, τῆς ἡδονῆς ἀντέχεται, ὡς δὲ κακοῦ, τῆς ὀδύνης ἀπέχεται· ἐὰν δὲ μόνης τῆς τῶν αἰωνίων διακρινούσης τὰ πρόσκαιρα διόλου νοερᾶς γένηται διακρίσεως, τὴν θείαν φυλάξας ἐντολήν, ἐσθίει τὸ ξύλον τῆς ζωῆς, τὴν κατὰ νοῦν λέγω συνισταμένην σοφίαν, μόνην ἔχων τὴν συστατικὴν τῆς ψυχῆς διάκρισιν, καθ᾽ ἥν, ὡς μὲν καλοῦ, τῆς τῶν αἰωνίων ἀντέχεται δόξης, ὡς δὲ κακοῦ, τῆς τῶν προσκαίρων ἀπέχεται φθορᾶς.
Πολλὴ τοιγαροῦν ἐστιν ἡ διαφορὰ τῶν δύο ξύλων, καὶ τῆς αὐτῶν φυσικῆς διακρίσεως, καὶ τῆς ἐν ἑκάστῳ προσφυοῦς ἐμφάσεως, ὁμωνύμως ἐκφωνηθείσης ἄνευ διαστολῆς προσηγορίας τοῦ καλοῦ τε καὶ τοῦ κακοῦ, καὶ πολλὴν δύναται ποιῆσαι τοῖς μὴ σοφῶς τε καὶ ἐπεσκεμμένως ἐντυγχάνουσι τοῖς λογίοις τοῦ πνεύματος τὴν πλάνην. Ἀλλ᾽ ὑμεῖς σοφοὶ διὰ τῆς χάριτος ὄντες, γνῶτε ὅτι τὸ ἁπλῶς λεγόμενον κακὸν οὐ πάντως κακόν, ἀλλὰ πρός τι μὲν κακόν, πρός τι δὲ οὐ κακόν· ὡσαύτως καὶ τὸ ἁπλῶς λεγόμενον καλὸν οὐ πάντως καλόν, ἀλλὰ πρός τι μὲν καλόν, πρός τι δὲ οὐ καλόν· καὶ τὴν ἐκ τῆς ὁμωνυμίας βλάβην φυλάξασθε.
ΕΡΩΤΗΣΙΣ ΜΔʹ Πρὸς τίνα λέγει ὁ θεὸς ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν; Εἰ μὲν πρὸς τὸν υἱόν, καὶ πῶς συγκρίνεται Ἀδὰμ θεῷ, μὴ ὢν τῆς οὐσίας αὐτοῦ; Εἰ δὲ πρὸς ἀγγέλους, πῶς τὸν ἄγγελον πάλιν ἑαυτῷ συγκρίνει, ὡς πρὸς ἴσον κατὰ τὴν οὐσίαν λέγων τὸ ὡς εἷς ἐξ ἡμῶν;
Ἀπόκρισις. Ἤδη μὲν εἶπον ἐν τῷ περὶ τῆς πυργοποιΐας κεφαλαίῳ ὅτι κατὰ τὴν ὑποκειμένην τῇ ψυχῇ τῶν προνοουμένων διάθεσιν ἡ γραφὴ λαλοῦντα τὸν θεὸν διαπλάττεται, διὰ τῶν κατὰ φύσιν ἡμῖν συμφυῶν τρόπων τὴν θείαν αἰνιττομένη βουλήν. Καὶ ἐνταῦθα τοίνυν οὐχ ἁπλῶς λέγοντα τὸν θεὸν ἡ γραφὴ δείκνυσι τὸ ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, ἀλλά, δηλονότι μετὰ τὴν παράβασιν, προσθεῖσα καὶ τὴν αἰτίαν τῆς λέξεως, ἣν ὑμεῖς ἐντάξαι τῷ κεφαλαίῳ παρελίπετε, τῆς ὅλης σαφηνιστικὴν ὑπάρχουσαν ἐννοίας.
Εἰπὼν γὰρ ὁ λόγος ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, προσέθηκε τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα. Ἐπειδὴ γὰρ ἅμα τῇ συμβουλῇ πολυθεΐαν αὐτὸν ἐδίδαξεν ὁ διάβολος εἰπὼν ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγησθε ἀπὸ τοῦ ξύλου, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν, διὰ τοῦτο μεθ᾽ ὑποκρίσεως καὶ οἷον εἰπεῖν εἰρωνευτικήν τε καὶ ὀνειδιστικήν, εἰς ἔλεγχον τοῦ πεισθέντος ἀνθρώπου τῷ διαβόλῳ, τὴν τὸ γέγονεν ὡς εἷς ἐξ ἡμῶν πρὸς τὴν ἐντεθεῖσαν διὰ τῆς ἀπάτης παρὰ τοῦ ὄφεως τῷ Ἀδὰμ περὶ θεότητος ἔννοιαν πληθυντικῶς ποιεῖται φωνὴν ὁ θεός.
Καὶ μή τις δόξῃ τῆς γραφικῆς εἶναι συνηθείας ἀλλότριον τὸ εἶδος τῆς κατ᾽ εἰρωνείαν λέξεως, ἀκούων τῆς γραφῆς ἐκ προσώπου τοῦ θεοῦ λεγούσης πρὸς τὸν Ἰσραὴλ ἐὰν πορευθῆτε πρός με πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς πλάγιος, εἰδὼς μηδὲν διαφέρειν εἰρωνείας πλαγιασμόν, καὶ πάλιν εὑρίσκων πῶς τὴν τοῦ Ἀχαὰβ συνεσκεύασεν ἀπάτην, ὡς ἀλήθειαν αὐτῷ προβαλλόμενος τὸ ψεῦδος δι᾽ ὧν ἥμαρτεν φέρων αὐτῷ δικαίως τὴν κόλασιν. Εἰ γὰρ μὴ πρὸς τὴν πλάνην τοῦ Ἀδὰμ ἡ γραφὴ τὸν θεὸν λέγοντα τὸ ὡς εἷς ἐξ ἡμῶν εἰσήγαγεν, πῶς ἐπέφερε τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, ὡς σύνθετον ἔχοντα γνῶσιν καὶ ἐξ ἐναντίων συγκειμένην· ὅπερ ἀμήχανον ἐπὶ θεοῦ κἂν ἐννοῆσαι, μήτι γε εἰπεῖν τολμῆσαι, τοῦ μόνου ἁπλοῦ τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν γνῶσιν, καὶ μόνην τὴν τοῦ καλοῦ γνῶσιν ἔχοντος, μᾶλλον δὲ αὐτοουσία καὶ δύναμις καὶ γνῶσις ὄντος. Ἀλλ᾽ οὐδέ τι τῶν ἐκ θεοῦ καὶ μετὰ θεὸν λογικῶν οὐσιῶν ἔχει ὁμοῦ τε καὶ κατὰ ταὐτὸν ἐν τῷ τῆς διανοίας ἁπλῷ κινήματι κατὰ σύνθεσιν ἐκ τῶν ἐναντίων ὑφισταμένην τὴν γνῶσιν. Διότι πέφυκεν ἡ θατέρου τῶν ἀλλήλοις ἀντικειμένων γνῶσις τῆς τοῦ ἑτέρου ποιεῖσθαι γνώσεως ἄγνοιαν.
Ἀμιγὴς γὰρ τῶν ἀντικειμένων ἡ γνῶσις καὶ παντάπασιν ἀσυνύπαρκτος, ἐπείπερ ἡ τοῦδε γνῶσις τὴν θατέρου τῶν ἀντικειμένων συνίστησιν ἄγνοιαν, ὥσπερ οὔτε ὀφθαλμὸς τοῦ ἄνω τε ὁμοῦ καὶ τοῦ κάτω, καὶ τῶν ἐφ᾽ ἑκάτερα κατὰ ταὐτόν, χωρὶς τῆς πρὸς θάτερον ἰδιαζούσης ἐπιστροφῆς καὶ τῶν ἄλλων πάντῃ κεχωρισμένης, ἀντιλαμβάνεσθαι.
Τὸ τοίνυν πάθος τοῦ Ἀδὰμ οἰκειούμενον ἡ γραφὴ τὸν θεὸν παραδείκνυσιν ἢ τὸν Ἀδὰμ ἐπὶ τῇ συμβουλῇ τοῦ ὄφεως διελέγχει, πρὸς συναίσθησιν ἄγουσα τῶν ἐκ τῆς ἀπάτης ἐπιτριβέντων αὐτῷ περὶ πολυθεΐας ὕθλων. Καὶ εἰ μὲν οὕτως ἔχει καλῶς, ἅλις τῶν ζητημάτων. Ἐπείτοι γε αὐτὸς παρ᾽ ἑαυτοῦ τὸ μεῖζον ἐξευρίσκων, μετάδος κἀμοὶ τῆς χορηγουμένης σοι περὶ τῶν ὄντων θεόθεν χάριτος.
Τὸ δὲ καὶ νῦν μήπως ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα τὴν κατὰ τὴν πρᾶξιν, ὡς οἶμαι, τῶν ἀμίκτων προνοητικῶς ποιεῖται διαίρεσιν, ἵνα μὴ ἀθάνατον γένηται τὸ κακόν, τῇ μετοχῇ τοῦ καλοῦ συντηρούμενον. Ἄμικτον γὰρ εἶναι βούλεται περὶ τὸν αὐτὸν ἄνθρωπον κατὰ τὴν σχέσιν τῶν ἀντικειμένων τὴν γνῶσιν ὁ ποιήσας τὸν ἄνθρωπον.
ΕΡΩΤΗΣΙΣ ΜΕʹ Τί σημαίνει τὸ ἐν τῷ Λευϊτικῷ στηθύνιον τοῦ ἐπιθέματος καὶ ὁ βραχίων τοῦ ἀφαιρέματος, εἰς τιμὴν θεοῦ τοῖς ἱερεῦσιν ἀφιερούμενον; Ἀπόκρισις. Οἶμαι τὴν ἀμείνω καὶ ὑψηλὴν θεωρίαν δηλοῦσθαι διὰ τοῦ στηθυνίου, καὶ τὴν πρᾶξιν διὰ τοῦ βραχίονος, ἤγουν τοῦ διανοητικοῦ τὴν ἕξιν καὶ τὴν ἐνέργειαν, ἢ τὴν γνῶσιν καὶ τὴν ἀρετήν, ὡς τῆς μὲν γνώσεως αὐτῷ προσαγούσης ἀμέσως τὸν νοῦν τῷ θεῷ, τῆς ἀρετῆς δὲ κατὰ τὴν πρᾶξιν πάσης αὐτὸν ἀφαιρουμένης τῆς τῶν ὄντων γενέσεως· ἅπερ ἱερεῦσιν ἀφώρισεν ὁ λόγος, τοῖς μόνον τὸν θεὸν διὰ πάντων κτησαμένοις κληρονομίαν, καὶ μηδὲν τὸ σύνολον κεκτημένοις ἐπίγειον.
Ἢ πάλιν, ἐπειδὴ τὰς ἄλλων καρδίας διὰ τοῦ λόγου τῆς διδασκαλίας οἱ γνώσει καὶ ἀρετῇ διόλου ποιωθέντες τῷ πνεύματι εὐσεβείας καὶ πίστεως ποιοῦνται δεκτικάς, καὶ τὴν πρακτικὴν αὐτῶν ἕξιν καὶ δύναμιν ἀφαιρούμενοι τῶν ἐπὶ τῇ φθαρτῇ φύσει σπουδασμάτων πρὸς τὴν τῶν ὑπὲρ φύσιν ἀφθάρτων ἐνέργειαν ἀγαθῶν μεταφέρουσιν, εἰκότως τῶν προσαγομένων εἰς θυσίαν θεοῦ τὸ στηθύνιον τοῦ ἐπιθέματος, τουτέστι τῶν προσαγομένων τὴν καρδίαν, καὶ τὸν βραχίονα, τῶν αὐτῶν δηλονότι τὴν πρᾶξιν, προσέταξεν ἀφιεροῦσθαι τοῖς ἱερεῦσιν ὁ λόγος.
ΕΡΩΤΗΣΙΣ Μϛʹ Τίς ἡ διαφορὰ τοῦ ἐσόπτρου πρὸς τὸ αἴνιγμα; Ἀπόκρισις. Τὸ μὲν ἔσοπτρόν ἐστιν, ὡς ἐν ὅρῳ φάναι, συνείδησις τὴν τῶν κατὰ τὴν πρᾶξιν ἀνελλιπῶς πάντων ἀγαθῶν ἔχουσα μορφήν, δι᾽ ἧς ὁ καθαρὸς τὴν διάνοιαν πέφυκεν ὁρᾶν τὸν θεόν, ἢ ἕξις πρακτική, τὴν πασῶν τῶν ἀρετῶν εἰς ἀλλήλας ἑνοειδῶς καθάπερ πρόσωπον θεῖον περιγράφουσα σύνθεσιν. Τὸ δὲ αἴνιγμα γνῶσίς ἐστι διὰ τῆς κατὰ θεωρίαν παντελοῦς τῶν θείων λόγων ἐφικτῆς τῇ φύσει περιοχῆς, τὴν τῶν ὑπὲρ νόησιν ἔμφασιν ἔχουσα. Καὶ ἁπλῶς ἔσοπτρόν ἐστιν ἕξις ἐνδεικτικὴ τῆς μελλούσης τῶν ἀρετῶν ἐμφανισθῆναι τοῖς ἀξίοις πρωτοτύπου μορφῆς· τὸ γὰρ ἐσόμενον τέλος τῆς πρακτικῆς φιλοσοφίας παραδηλοῖ τοῖς ἔχουσι τὸ ἔσοπτρον· τὸ αἴνιγμα δὲ τῆς τῶν νοουμένων περὶ γνῶσιν ἀρχετυπίας ἐστὶν ἔνδειξις.
Πᾶσα τοίνυν ἐνταῦθα δικαιοσύνη, συγκρινομένη πρὸς τὴν μέλλουσαν, ἐσόπτρου λόγον ἐπέχει τὴν τῶν ἀρχετύπων πραγμάτων εἰκόνα, οὐκ αὐτὰ δὲ τὰ πράγματα κατ᾽ εἶδος ὑφιστάμενα ἔχουσα· καὶ πᾶσα γνῶσις ἐνταῦθα τῶν ὑψηλῶν, συγκρινομένη πρὸς τὴν μέλλουσαν, αἴνιγμά ἐστιν, ἔμφασιν τῆς ἀληθείας ἀλλ᾽ οὐκ αὐτὴν ὑφισταμένην ἔχουσα τὴν φανήσεσθαι μέλλουσαν ἀλήθειαν. Ἐπειδὴ γὰρ ἀρετῇ καὶ γνώσει τὰ θεῖα συνέχεται, τῶν κατ᾽ ἀρετὴν πρωτοτύπων ἐστὶν ἐνδεικτικὸν τὸ ἔσοπτρον, καὶ τῶν κατὰ γνῶσιν ἀρχετύπων ἐμφαντικὸν ὑπάρχει τὸ αἴνιγμα. Ταύτην ἔχει τὴν διαφορὰν τὸ ἔσοπτρον πρὸς τὸ αἴνιγμα, καθότι τὸ μὲν ἔσοπτρον πρακτικῆς μηνύει τέλος ἐσόμενον, τὸ δὲ αἴνιγμα θεωρητικῆς ἐμφαίνει μυστήριον.
ΕΡΩΤΗΣΙΣ ΜΖʹ Τί ἐστι φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ καὶ τὰ ἑξῆς; Τίς ἡ ἔρημος καὶ τίς ἐνταῦθα ἡ ὁδὸς κυρίου καὶ τίς ἡ ἑτοιμασία αὐτῆς; Τίνες τε αἱ τρίβοι αὐτοῦ καὶ τί τὸ εὐθῦναι αὐτάς; Τίνες αἱ φάραγγες, καὶ τί σημαίνει τὸ πληρωθήσεται πᾶσα φάραγξ; Τίνα τε τὰ ὄρη καὶ οἱ βουνοί, καὶ τίς ἡ τούτων ταπείνωσις; Τί τὰ σκολιά, καὶ πῶς ἔσται εἰς εὐθεῖαν; Τίνες αἱ τραχεῖαι, καὶ πῶς ἔσονται εἰς ὁδοὺς λείας; Καὶ τί τὸ μετὰ ταῦτα πάντα καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ;
Ἀπόκρισις.
Φωνὴ τοῦ ἐξ ἀρχῆς βοῶντος ἐν τῇ ἐρήμῳ, τῇ φύσει λέγω τῶν ἀνθρώπων ἢ τῷ κόσμῳ τούτῳ, θεοῦ λόγου προδήλως ἐστὶ πᾶς ἅγιος, εἴτε κατὰ τὸν Ἄβελ ὀρθῶς προσφέρων ἐξ εἰλικρινείας ἐστεατωμένα ταῖς ἀρεταῖς τὰ τῆς ψυχῆς πρῶτα τῆς θεωρίας κινήματα, εἴτε κατὰ τὸν Ἐνὼς ἐλπίδι πίστεως βεβαίᾳ τῶν μελλόντων ἀγαθῶν ἐπιδραξάμενος, ὑπὲρ ὧν ἤλπισεν, εὔτονον ἐκτήσατο τὴν ἐπίκλησιν, εἴτε κατὰ τὸν Ἐνώχ, διὰ πάσης εὐαρεστήσας ἀρετῆς, τῆς τῶν ὄντων σχέσεώς τε καὶ γνώσεως τὸν νοῦν παντελῶς ἀπάρας, πρὸς αὐτὴν τὴν ὑπὲρ νόησιν ἀσχέτως αἰτίαν μετέθηκεν, εἴτε κατὰ τὸν Νῶε, πίστει θεωρήσας τὰ μέλλοντα τῆς θείας κρίσεως εἴδη, κατεσκεύασεν ἑαυτῷ, κιβωτοῦ δίκην, τὴν ῥυομένην αὐτὸν ἀπὸ τῆς μελλούσης ὀργῆς πανταχόθεν ἠσφαλισμένην τῷ θείῳ φόβῳ πολιτείαν καὶ ἄσκησιν, εἴτε κατὰ τὸν Ἀβραάμ, καθαρῷ πίστεως ὀφθαλμῷ τῶν μελλόντων ἀγαθῶν ἰδὼν τὴν εὐπρέπειαν, ὑπήκουσε γῆς καὶ συγγενείας καὶ οἴκου πατρικοῦ προθύμως ἐξελθεῖν, καταλιπὼν τὴν πρὸς σάρκα καὶ αἴσθησιν καὶ αἰσθητὰ σχέσιν τε καὶ προσπάθειαν, καὶ φύσεως ἐν καιρῷ πειρασμοῦ καὶ ἀγώνων ὑψηλότερος ὤν, προτιμήσας τὴν αἰτίαν τῆς φύσεως, ὡς τοῦ Ἰσαὰκ τὸν θεὸν ὁ μέγας Ἀβραάμ, εἴτε κατὰ τὸν Ἰσαάκ, δι᾽ ἄκραν ἀπάθειαν καὶ τὴν περὶ θεωρίαν καλὴν τῆς ψυχῆς ἀπληστίαν, ἀμετάβατον ἀπὸ τῆς ἀληθείας ἔσχεν, καὶ πολεμούμενος ὑπὸ τῶν πονηρῶν πνευμάτων, τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως, εἴτε κατὰ τὸν Ἰακὼβ τῆς τῶν ὑλικῶν δασύτητός τε καὶ τῆς περὶ αὐτὰ συγχύσεως τὸν νοῦν ἀποκαθάρας κατέστησε λεῖον, καὶ τῇ τῶν ἐριφείων ἐπιθέσει δερμάτων, τῇ περὶ τὴν σάρκα λέγω τοῦ κατὰ θεὸν βίου τραχύτητι, τὴν κατὰ τοῦ φρονήματος τῆς σαρκὸς παρὰ τοῦ θεοῦ κομισάμενος δυναστείαν, φόβῳ τε τῆς τῶν παθῶν ἐπαναστάσεως καὶ πόθῳ τῆς κατὰ πεῖραν ὑψηλοτέρας μαθήσεως μεταβὰς εἰς Χαρράν, τὴν φυσικήν φημι θεωρίαν, ἐξ ἧς λαβὼν διὰ πόνων πρακτικῶν πᾶσαν τοῦ φαινομένου κόσμου τὴν πνευματικὴν ἐπιστήμην, ἐν διαφόροις συλλεγεῖσαν λογισμοῖς τε καὶ νοήμασιν, ἐπανῆλθεν εἰς τὴν γῆν τὴν πατρικὴν καὶ οἰκείαν, φημὶ τὴν γνῶσιν τῶν νοητῶν, ἐπιφερόμενος καθάπερ γυναῖκας καὶ παιδίσκας τὰς ἐγγενομένας αὐτῷ τῆς τε πρακτικῆς καὶ τῆς θεωρητικῆς παγίας ἕξεις καὶ ἐνεργείας καὶ τοὺς ἐκ τούτων αὐτῷ γεννηθέντας υἱούς, οἵτινες οὗτοι τυγχάνουσι.
Καὶ ἁπλῶς—ἵνα μὴ πλέον τοῦ δέοντος ὁ λόγος μηκύνηται, τὸν ἑκάστου βίον διεξιών—πᾶς ἅγιος διὰ τῆς οἰκείας ἀναστροφῆς, ὡς ἐσχηκὼς βοῶντα τὸν λόγον τὰ οἰκεῖα τοῖς ἄλλοις ἀνθρώποις θελήματα, φωνὴ τοῦ λόγου σαφῶς ὑπάρχει καὶ πρόδρομος κατὰ τὴν ἀναλογίαν τῆς ἐν αὐτῷ δικαιοσύνης καὶ πίστεως. Πάντων δὲ μάλιστα φωνὴ τοῦ λόγου καὶ πρόδρομός ἐστιν Ἰωάννης ὁ μέγας καὶ τῆς ἄνευ τύπων καὶ συμβόλων ἀληθοῦς τοῦ θεοῦ παρουσίας μηνυτής τε καὶ κήρυξ καὶ τοῖς ἀγνοοῦσιν ἐμφανιστής, δεικνὺς ἀναφανδὸν τὸν αἴροντα τοῦ κόσμου τὴν ἁμαρτίαν καὶ πρὸς τὴν οἰκονομίαν εἰς τὴν τῶν μυστηρίων ἐκπλήρωσιν κατὰ τὸ βάπτισμα συνεισφέρων τὴν ἑαυτοῦ λειτουργίαν.
Ἐπειδὴ δὲ διὰ τὸν πλοῦτον τῆς χάριτος πολυτρόπως δύναται ληφθῆναι πρὸς ὠφέλειαν τῶν ἀρετῆς τε καὶ γνώσεως ἐφιεμένων πᾶσα συλλαβή, καὶ ἡ τυχοῦσα, τῆς θείας γραφῆς, φέρε, κατὰ τὸ δυνατὸν ἡμῖν καὶ ἑτέρως τὰ προτεθέντα θεωρήσωμεν.
Ἔρημος τοιγαροῦν, ὡς ἔφην, ἔστιν ἡ τῶν ἀνθρώπων φύσις καὶ ὁ κόσμος οὗτος καὶ ἡ τοῦ καθέκαστον ψυχὴ διὰ τὴν γενομένην ἐκ τῆς ἀρχαίας παραβάσεως τῶν ἀγαθῶν ἀκαρπίαν. Φωνὴ δὲ τοῦ βοῶντός ἐστι λόγου ἡ κατὰ συνείδησιν ἐπὶ τοῖς ἑκάστῳ πλημμεληθεῖσι συναίσθησις οἱονεὶ βοῶσα κατὰ τὸ κρυπτὸν τῆς καρδίας ἑτοιμάσαι τὴν ὁδὸν κυρίου.
Σαφὴς δὲ καὶ πρόδηλος ἑτοιμασία τῆς θείας ὁδοῦ καθέστηκεν ἡ τῶν τρόπων τε καὶ λογισμῶν ἐπὶ τὸ κρεῖττον μεταβολὴ καὶ διόρθωσις καὶ ἡ τῶν προτέρων κάθαρσις μολυσμῶν. Ὁδὸς δὲ καλή τε καὶ ἐπίδοξος ὁ κατ᾽ ἀρετὴν ὑπάρχει βίος· ἐν ᾧ καθάπερ ὁδῷ τὸν ἐν ἑκάστῳ ποιεῖται τῆς σωτηρίας δρόμον ὁ λόγος, ἐνοικῶν τε διὰ τῆς πίστεως καὶ ἐμπεριπατῶν τοῖς κατ᾽ ἀρετήν τε καὶ γνῶσιν διαφόροις θεσμοῖς τε καὶ δόγμασι. Τρίβοι δὲ τοῦ λόγου εἰσὶν οἱ διάφοροι τρόποι τῶν ἀρετῶν καὶ ἡ τοῦ κατὰ θεὸν βίου διάφορος ἀγωγὴ ἤγουν τὰ κατὰ θεὸν ἐπιτηδεύματα· ἃς εὐθύνουσιν οἱ μήτε δόξης ἕνεκεν μήτε προφάσει πλεονεξίας μήτε κολακείας χάριν καὶ ἀνθρωπαρεσκείας καὶ ἐπιδείξεως τὴν ἀρετὴν ἢ τὴν μελέτην τῶν θείων λόγων μετελθεῖν ἐπιτηδεύοντες, ἀλλὰ πάντα διὰ τὸν θεὸν καὶ ποιοῦντες καὶ λέγοντες καὶ διανοούμενοι. Τρίβοις γὰρ οὐκ εὐθείαις ὁ θεῖος οὐ πέφυκεν ἐμφιλοχωρεῖν λόγος, κἂν εὕρῃ τὴν ὁδὸν ἔν τισιν ἕτοιμον.
Οἷόν τι λέγω· νηστεύει τις καὶ ἀπέχεται τῆς ἐξαπτικῆς τῶν παθῶν διαίτης τὰ ἄλλα τε ποιεῖ, ὅσα πρὸς ἀπαλλαγὴν κακίας συμβάλλεσθαι δύναται, τὴν λεγομένην ὁδὸν οὗτος ἡτοίμασεν· κενοδοξίας δὲ ἢ πλεονεξίας ἢ κολακείας ἢ ἀνθρωπαρεσκείας ἢ ἄλλης τινὸς ἕνεκεν αἰτίας δίχα τῆς θείας εὐαρεστήσεως τοὺς τοιούτους ἐπιτηδεύει τρόπους, οὗτος εὐθείας οὐκ ἐποίησε τὰς τρίβους τοῦ θεοῦ, καὶ τὸν μὲν τῆς ἑτοιμασίας τῆς ὁδοῦ πόνον ὑπέμεινε, τὸν δὲ θεὸν οὐκ ἔσχε ταῖς αὐτοῦ τρίβοις ἐμπεριπατοῦντα.
Ὁδὸς οὖν τοῦ κυρίου ἐστὶν ἡ ἀρετή, εὐθεῖα δὲ τρίβος ὁ κατ᾽ ἀρετὴν ὀρθὸς ὑπάρχει τρόπος καὶ ἄδολος. Πᾶσα φάραγξ πληρωθήσεται, τῶν ἑτοιμασαμένων δηλαδὴ καλῶς τὴν ὁδὸν κυρίου καὶ εὐθείας ποιησαμένων τὰς αὐτοῦ τρίβους· οὐ γὰρ ἁπλῶς πᾶσα, οὐδὲ πάντων· οὔτε γὰρ τῶν μὴ ἑτοιμασάντων τὴν ὁδὸν τοῦ κυρίου καὶ εὐθείας ποιησάντων τὰς τρίβους αὐτοῦ. Φάραγξ δέ ἐστιν ἡ τοῦ καθέκαστον σάρξ, ἡ τῷ πολλῷ ῥεύματι τῶν παθῶν ἐκχαραδρωθεῖσα καὶ τὴν πρὸς τὴν ψυχὴν κατὰ τὸν τοῦ συνδήσαντος θεοῦ νόμον πνευματικὴν διατμηθεῖσα συνέχειάν τε καὶ συνάφειαν. Δυνατὸν δὲ καὶ τὴν ψυχὴν φάραγγα νοηθῆναι, τῷ πολλῷ χειμῶνι τῆς ἀγνοίας κοιλανθεῖσαν καὶ τῆς ἐν πνεύματι καλῆς ὁμαλότητος διὰ τῆς κακίας τὸ κάλλος ἀποθεμένην. Πᾶσα τοίνυν φάραγξ, ἤγουν σὰρξ καὶ ψυχὴ τῶν ἑτοιμασάντων τὴν ὁδὸν τοῦ κυρίου καὶ εὐθείας ποιησάντων τὰς τρίβους αὐτοῦ, πληρωθήσεται διὰ τῆς ἀποβολῆς τῶν παθῶν, τῶν ποιούντων αὐταῖς φαράγγων δίκην τὴν ἀνωμαλίαν, καὶ τῆς τῶν ἀρετῶν ἐπαναγωγῆς ἀπολαβοῦσα τὴν φυσικὴν ἐπιφάνειαν, ὁμαλισθεῖσαν τῷ πνεύματι.
Καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται. Ταῖς φάραγξιν, ὡς ἔοικεν, μάλιστα πεφύκασί πως συνίστασθαι τὰ ὄρη καὶ οἱ βουνοί. Ὄρος ἐστὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, βουνὸς δὲ πᾶσα κακία κατεπανισταμένη τῆς ἀρετῆς. Εἰ γοῦν ὄρη μέν εἰσι τὰ ἐνεργητικὰ τῆς ἀγνωσίας πνεύματα, βουνοὶ δὲ τὰ ποιητικὰ τῆς κακίας, ὁπηνίκα προδήλως πᾶσα φάραγξ, ἤγουν σὰρξ ἢ ψυχὴ τῶν ἑτοιμασάντων, ὡς εἶπον, τὴν ὁδὸν τοῦ κυρίου καὶ εὐθείας ποιησάντων τὰς τρίβους αὐτοῦ, διὰ τῆς τοῦ περιπατοῦντος ἐν αὐτοῖς διὰ τῶν ἐντολῶν θεοῦ λόγου παρουσίας πληρωθῇ γνώσεώς τε καὶ ἀρετῆς, πάντα τὰ τῆς ψευδωνύμου γνώσεως καὶ τὰ τῆς κακίας πνεύματα ταπεινοῦται, πατοῦντος αὐτὰ τοῦ λόγου καὶ ὑποτάσσοντος καὶ τὸ ἐπαιρόμενον κατὰ τῆς ἀνθρωπίνης φύσεως πονηρὸν κράτος καταβάλλοντος καὶ οἷον τὸ μέγεθος καὶ τὸ ὕψος τῶν ὀρέων καὶ τῶν βουνῶν κατασκάπτοντος καὶ εἰς τὴν τῶν φαράγγων ἄγοντος ἀναπλήρωσιν. Τῷ ὄντι γάρ, εἰ πάντα λήψεταί τις διὰ τῆς τοῦ λόγου δυνάμεως ὅσα παρὰ τῆς φύσεως λαβόντες οἱ δαίμονες τὴν παρὰ φύσιν ἀγνωσίαν τε καὶ κακίαν ἐδημιούργησαν, οὐδαμῶς ὑποστήσεται καθ᾽ οἱονδήποτε τρόπον ἀγνωσίας ἢ κακίας ὕψος, ὥσπερ οὐδὲ ὄρος ἢ βουνὸς τῶν αἰσθητῶς φαινομένων, εἰ μηχανή τις ἦν τοῖς ἀνθρώποις αὐτὰ μὲν κατασκάψαι τὰ ὄρη καὶ τοὺς βουνούς, τὰς δὲ φάραγγας ἀναπληρῶσαι.
Ταπείνωσις οὖν ἐστι τῶν νοητῶν καὶ πονηρῶν ὀρέων καὶ βουνῶν ἡ τῆς σαρκός τε καὶ τῆς ψυχῆς πρὸς ἑαυτὰς τῶν κατὰ φύσιν δυνάμεων ἀποκατάστασις· καθ᾽ ἣν φυσικῶς ἰθυνόμενος τῷ πλούτῳ τῆς ἀρετῆς καὶ τῆς γνώσεως ὁ φιλόθεος νοῦς ὁμαλῶς διαπορεύεται τὸν αἰῶνα τοῦτον καὶ πρὸς τὸν ἀγήρω καὶ ἄφθαρτον προτροπάδην φέρεται κόσμον τῶν νοητῶν καὶ ἁγίων δυνάμεων, μήτε τοῖς ἑκουσίοις τῆς σαρκὸς πάθεσι διὰ τῆς πολυτρόπως σκολιευομένης πλανώμενος ἡδονῆς, μήτε τοῖς ἀκουσίοις πειρασμοῖς διὰ τῆς ὀδύνης τραχυνόμενος, τῇ περὶ τὴν σάρκα φειδοῖ τὴν ὁδὸν τῶν ἐντολῶν ὡς δύσβατον διὰ τὴν τραχύτητα τῶν πόνων τῆς σαρκὸς παραιτούμενος.
Ἰθύνεται μὲν οὖν τὰ σκολιά, ὅταν ὁ νοῦς, τὰ μέλη τοῦ σώματος τῶν παθῶν ἐλευθερώσας, ἤγουν τὰ αἰσθητήρια καὶ τὰ λοιπὰ τῆς καθ᾽ ἡδονὴν ἐκκόψας ἐνεργείας, κατὰ τὸν ἁπλοῦν τῆς φύσεως λόγον αὐτὰ κινεῖσθαι διδάξειεν, ἰθύνων πρὸς τὴν ἐφ᾽ ᾗ γεγόνασιν αἰτίαν. Αἱ δὲ τραχεῖαι, τουτέστιν αἱ τῶν ἀκουσίων πειρασμῶν ἐπιφοραί, ἔσονται εἰς ὁδοὺς λείας, ὅταν μάλιστα χαίρων καὶ εὐφραινόμενος ὁ νοῦς ἐν ἀσθενείαις εὐδοκῇ καὶ θλίψεσι καὶ ἀνάγκαις, διὰ τῶν ἀκουσίων πόνων τὴν ὅλην τῶν ἑκουσίων παθῶν ἀφαιρούμενος δυναστείαν. Ὁ γὰρ τῆς ἀληθινῆς ἐφιέμενος ζωῆς, γνοὺς ὅτι πᾶς πόνος, εἴτε ἑκούσιος εἴτε ἀκούσιος, τῆς τοῦ θανάτου μητρὸς ἡδονῆς γίνεται θάνατος, πάσας τὰς τραχείας τῶν ἀκουσίων πειρασμῶν ἐπιφορὰς δέξεται μετ᾽ εὐφροσύνης, χαίρων διὰ τῆς ὑπομονῆς, ὁδοὺς εὐμαρεῖς τε καὶ λείας τὰς θλίψεις ποιούμενος καὶ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἀπλανῶς παραπεμπούσας αὐτὸν εὐσεβῶς ἐν αὐταῖς τὸν θεῖον δρόμον ποιούμενον. Πᾶς τοιγαροῦν τὴν πολυέλικτόν τε καὶ πολύπλοκον ἡδονὴν καὶ πᾶσιν ὁμοῦ τοῖς αἰσθητηρίοις πολυτρόπως συμπεπλεγμένην τῇ ἐγκρατείᾳ διαλύσας τὰ σκολιὰ εἰς εὐθεῖαν ἐποίησεν. Καὶ ὁ τὴν δύσβατον καὶ τραχεῖαν τῶν πόνων ἐπιφορὰν δι᾽ ὑπομονῆς πατήσας τὰς τραχείας ἐποίησεν εἰς ὁδοὺς λείας.
Ὅθεν, ὥσπερ ἔπαθλον ἀρετῆς καὶ τῶν ὑπὲρ αὐτῆς καμάτων, οἷα καλῶς τε καὶ νομίμως ἀθλήσας καὶ τὴν ἡδονὴν νικήσας τῷ πόθῳ τῆς ἀρετῆς καὶ τὴν ὀδύνην πατήσας τῷ τῆς γνώσεως ἔρωτι καὶ δι᾽ ἀμφοτέρων γενναίως τοὺς θείους διενέγκας ἀγῶνας, ὄψεται τὸ σωτήριον τοῦ θεοῦ. Καὶ ὄψεται γάρ φησιν πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ· πᾶσα σάρξ, δηλονότι πιστή, κατὰ τὸ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, δηλαδὴ τὴν πιστεύσασαν.
Οὐχ ἁπλῶς οὖν πᾶσα σὰρξ ὄψεται τὸ σωτήριον τοῦ θεοῦ, οὔτε γὰρ ἡ τῶν ἀσεβῶν σάρξ, εἴπερ ἀληθὴς ὁ ἀποφαινόμενος λόγος ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου, ἀλλὰ προσδιωρισμένως πᾶσα πιστὴ σάρξ.
Ἐκ μέρους δὲ τῆς σαρκὸς τὸν ὅλον ἄνθρωπον σημαίνει συνήθως ὁ γραφικὸς λόγος, οἱονεὶ βοῶν καὶ ὄψεται πᾶς 〈ἄνθρωπος〉 τὸ σωτήριον τοῦ θεοῦ, πᾶς ἄνθρωπος ἀκούσας δηλαδὴ τῆς ἐν τῇ ἐρήμῳ βοώσης φωνῆς, καὶ κατὰ τὸν ἀποδοθέντα τῆς θεωρίας λόγον ἑτοιμάσας τὴν ὁδὸν κυρίου, καὶ εὐθείας ποιήσας τὰς τρίβους αὐτοῦ, καὶ πληρώσας διὰ τῆς τῶν νοητῶν καὶ πονηρῶν ὀρέων καὶ βουνῶν καθαιρέσεως τὴν διὰ τοῦ ἰδίου κοιλώματος παρασχομένην κατὰ τὴν παράβασιν τῆς θείας ἐντολῆς τοῖς εἰρημένοις πονηροῖς ὄρεσι καὶ βουνοῖς τὸ ὕψος καὶ τὸ ἀνάστημα φάραγγα ψυχήν, καὶ τὴν ταύτης ἀναπλήρωσιν τῶν πονηρῶν δυνάμεων ταπείνωσιν ἐργαζόμενος, καὶ τὰ σκολιὰ τῶν ἑκουσίων παθῶν, ἤγουν τῆς ἡδονῆς τὰ κινήματα, διὰ τῆς ἐγκρατείας εὐθύνας, καὶ τὰς τραχείας τῶν ἀκουσίων πειρασμῶν συμφοράς, ἤγουν τοὺς τρόπους τῆς ὀδύνης, διὰ τῆς ὑπομονῆς ὁμαλίσας καὶ εἰς ὁδοὺς λείας καταστήσας· ὁ τοιοῦτος εἰκότως ὄψεται τὸ σωτήριον τοῦ θεοῦ, καθαρὸς τῇ καρδίᾳ γενόμενος· καθ᾽ ἣν διὰ τῶν ἀρετῶν καὶ τῶν εὐσεβῶν θεωρημάτων ὁρᾷ τὸν θεὸν ἐπὶ τέλει τῶν ἄθλων, κατὰ τὸ μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται, τῶν ὑπὲρ ἀρετῆς πόνων τῆς ἀπαθείας τὴν χάριν ἀντιλαβών, ἧς οὐδὲν πλέον τὸν θεὸν ἐμφανίζει τοῖς ἔχουσι.
Καθ᾽ ὃ τυχὸν τοῖς τὰ ὑψηλότερα ζητοῦσι τῶν θεωρημάτων καὶ ἄλλως πάρεστιν ὁρᾶν, ὡς ἐν ἐρήμῳ, τῇ ἐστερημένῃ παθῶν ψυχῇ τὴν διὰ τῶν ἀρετῶν φωνὴν τῆς ἀφανῶς βοώσης θείας σοφίας καὶ γνώσεως, ἐπειδὴ πάντα κατὰ τὴν ἀναλογίαν ἑκάστου πᾶσιν ὁ εἷς καὶ ὁ αὐτὸς γίνεται λόγος, χωρῶν δι᾽ ἑκάστου καὶ ὡς πρόδρομον φωνὴν τὴν προκατασκευάζουσαν ἕκαστον πρὸς τὴν αὐτοῦ παρουσίαν προδωρούμενος χάριν, ἐν μὲν τοῖς γινομένην μετάνοιαν ὡς μελλούσης δικαιοσύνης πρόδρομον, ἐν δὲ τοῖς ἀρετὴν ὡς προσδοκωμένης γνώσεως προκαταρτισμόν, ἐν ἄλλοις δὲ γνῶσιν ὡς τῆς παρεσομένης θεωτικῆς ἕξεως χαρακτῆρα. Καὶ ἁπλῶς ἐπιλείψει τὸν θεωρητικὸν νοῦν ὁ χρόνος τὰς θείας ἀναβάσεις τοῦ λόγου γνωστικῶς ποιούμενον καὶ τὰς αὐτοῦ πρὸς ἕκαστον ὑπερφυεῖς ἁρμόζοντα καὶ φιλανθρώπους ἐπινοίας, καθ᾽ ἃς πάντα γίνεται πᾶσιν, ἵνα πάντας σώσῃ διὰ τὸν πλοῦτον τῆς αὐτοῦ χρηστότητος.
ΕΡΩΤΗΣΙΣ ΜΗʹ Περὶ τοῦ Ὀζίου φησὶν ἡ δευτέρα τῶν Παραλειπομένων ὅτι ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου, καὶ ἦν ἐκζητῶν τὸν κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος ἐν φόβῳ κυρίου. Καὶ εὐόδωσεν αὐτῷ ὁ κύριος. Καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλὴμ καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας καὶ ἐπὶ τὴν γωνίαν τῆς φάραγγος καὶ ἐπὶ τῶν γωνιῶν καὶ κατίσχυσεν.
Καὶ ᾠκοδόμησεν πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησεν λάκκους πολλούς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφιλᾷ καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. Τίνες οἱ πύργοι καὶ τίς ἡ πύλη τῆς γωνίας καὶ τίς ἡ φάραγξ καὶ ἡ γωνία αὐτῆς; καὶ τίνες πάλιν αἱ γωνίαι τίνες τε οἱ ἐν τῇ ἐρήμῳ πύργοι; καὶ τίνες οἱ λελατομημένοι λάκκοι τίνα τε τὰ κτήνη; καὶ τίς ἡ Σεφιλὰ καὶ ἡ πεδινὴ τίνες τε οἱ ἀμπελουργοί; καὶ τίς ἡ ὀρεινὴ καὶ ὁ Κάρμηλος καὶ τὸ ὅτι γεωργὸς ἦν;
Ἀπόκρισις. Ἐλθέ, λόγε θεοῦ πανύμνητε, δὸς τῶν οἰκείων λόγων τὴν σύμμετρον ἡμῖν ἀποκάλυψιν καί, περιελὼν τὴν τῶν ἐπικαλυμμάτων παχύτητα, δεῖξον ἡμῖν, Χριστέ, τὸ κάλλος τῶν νοουμένων. Λαβοῦ τῆς χειρὸς ἡμῶν τῆς δεξιᾶς, τῆς ἐν ἡμῖν λέγω νοερᾶς δυνάμεως, καὶ ὁδήγησον ἐν τῇ ὁδῷ τῶν ἐντολῶν σου καὶ εἰς τὸν τόπον ἄγαγε τῆς θαυμαστῆς σου σκηνῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχους ἑορτάζοντος, ὅπως καὶ ἡμεῖς, διὰ τῆς κατὰ τὴν πρᾶξιν ἐξομολογήσεως καὶ τῆς κατὰ τὴν θεωρίαν ἀγαλλιάσεως πρὸς τὸν σὸν τῆς εὐωχίας ἄφραστον τόπον ἐλθεῖν ἀξιωθέντες, συνηχήσωμεν τοῖς ἐκεῖσε πνευματικῶς ἑορτάζουσιν, τὴν τῶν ἀλαλήτων γνῶσιν ἀσιγήτοις νοῦ φωναῖς ἀναμέλποντες. Καί μοι σύγγνωθι, Χριστέ, καὶ ἵλαθι διὰ τὴν τῶν ἀξίων σου δούλων ἐπιταγὴν κατατολμῶντι τῶν ὑπὲρ δύναμιν, καὶ φώτισον πρὸς τὴν τῶν προκειμένων θεωρίαν τὴν ἀφώτιστόν μου διάνοιαν, ἵνα πλέον δοξασθῇς, τυφλοῖς τὸ βλέπειν διδοὺς καὶ μογιλάλοις τρανὴν τὴν γλῶσσαν ποιούμενος.
Οἶμαι τοίνυν ὅτι, ὥσπερ ἕως τινὸς Χριστοῦ τοῦ θεοῦ τύπος ὑπῆρχεν ὁ Σολομῶν, οὕτως καὶ Ὀζίας ἕως τινὸς τύπος ἦν τοῦ σωτῆρος. 〈Ἰσχὺν〉 γὰρ 〈θεοῦ〉 πρὸς τὴν ἑλλάδα φωνὴν μεταφερόμενον σημαίνει Ὀζίου τὸ ὄνομα, ἰσχὺς δὲ φυσικὴ καὶ δύναμις ἐνυπόστατος τοῦ θεοῦ καὶ πατρὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ εἰς κεφαλὴν γωνίας γενόμενος λίθος, λέγω δὲ τῆς ἐκκλησίας. Ὡς γὰρ ἡ γωνία δύο τοίχων ποιεῖται δι᾽ ἑαυτῆς πρὸς ἀλλήλους συνάφειαν, οὕτως ἡ τοῦ θεοῦ ἐκκλησία τῶν δύο λαῶν, τοῦ τε ἐξ ἐθνῶν καὶ τοῦ ἐξ Ἰουδαίων, ἕνωσις γίνεται, τὸν Χριστὸν ἔχουσα σύνδεσμον, τὸν οἰκοδομοῦντα τοὺς πύργους ἔν τε Ἱερουσαλήμ, τὴν 〈ὅρασιν〉 λέγω 〈τῆς εἰρήνης,〉 τοὺς θείους καὶ ἀκαθαιρέτους πρώτους τῶν περὶ θεότητος δογμάτων λόγους, ἤγουν ὀχυρώματα, καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας τοὺς τῶν περὶ σαρκώσεως δογμάτων λόγους. Πύλη γὰρ καὶ θύρα τῆς ἐκκλησίας αὐτός ἐστι πάλιν ὁ λέγων ἐγώ εἰμι ἡ θύρα, ἡ τοὺς πύργους ἔχουσα, τουτέστι τὰ ὀχυρώματα τῶν περὶ σαρκώσεως θείων δογμάτων, πύλη· δι᾽ ὧν φρουρουμένους εἰς τὴν γωνίαν, τὴν ἐκκλησίαν λέγω, δεῖ ποιεῖσθαι τοὺς καλῶς πιστεύειν βουλομένους τὴν εἴσοδον.
Ὁ γὰρ τοῖς πύργοις τῶν θείων δογμάτων ὡς ἀληθείας ὀχυρώμασι καθωπλισμένος τοὺς ἐπηρεαστὰς οὐ φοβεῖται λόγους ἢ δαίμονας. Καὶ ἐπὶ τὴν γωνίαν τῆς φάραγγος. Φάραγξ ἐστὶν ἡ σάρξ, γωνία δὲ ταύτης ἐστὶν ἡ πρὸς τὴν ψυχὴν κατὰ τὴν ἐν πνεύματι συνάφειαν ἕνωσις· ἐφ᾽ ἧς οἱ πύργοι, ἤγουν τὰ ὀχυρώματα τῶν ἐντολῶν, οἰκοδομοῦνται καὶ τὰ ἐπ᾽ αὐταῖς κατὰ τὴν διάκρισιν δόγματα, πρὸς τὸ φυλαχθῆναι τῆς σαρκὸς πρὸς τὴν ψυχὴν ἀδιάλυτον καθάπερ γωνίαν τὴν ἕνωσιν.
Καὶ ἐπὶ τῶν γωνιῶν ᾠκοδόμησε πύργους. Γωνίας τυχὸν εἶπεν ὁ λόγος τὰς διὰ Χριστοῦ γεγενημένας διαφόρους τῶν διῃρημένων κτισμάτων ἑνώσεις. Ἥνωσε γὰρ τὸν ἄνθρωπον, τὴν κατὰ τὸ ἄρρεν καὶ θῆλυ διαφορὰν τῷ πνεύματι μυστικῶς ἀφελόμενος καὶ τῶν ἐν τοῖς πάθεσιν ἰδιωμάτων καταστήσας ἐπ᾽ ἀμφοῖν ἐλεύθερον τὸν λόγον τῆς φύσεως.
Ἥνωσεν δὲ καὶ τὴν γῆν, τὴν κατὰ τὸν αἰσθητὸν παράδεισον καὶ τὴν οἰκουμένην διώσας ἐξαλλαγήν. Ἥνωσεν δὲ καὶ τὴν γῆν καὶ τὸν οὐρανόν, μίαν ἀποδείξας πρὸς ἑαυτὴν νεύουσαν τὴν φύσιν τῶν αἰσθητῶν. Ἥνωσεν δὲ καὶ τὰ αἰσθητὰ καὶ τὰ νοητά, καὶ μίαν ἀπέδειξεν οὖσαν τὴν τῶν γεγονότων φύσιν, κατά τινα λόγον μυστικὸν συναπτομένην.
Ἥνωσεν δέ, κατὰ τὸν ὑπὲρ φύσιν λόγον τε καὶ τρόπον, καὶ τὴν κτιστὴν φύσιν τῇ ἀκτίστῳ. Καὶ ἐφ᾽ ἑκάστης ἑνώσεως ἤγουν γωνίας, τοὺς συνεκτικούς τε καὶ συνδετικοὺς τῶν θείων δογμάτων ὀχυρώσας, ᾠκοδόμησεν πύργους.
Καὶ ᾠκοδόμησεν πύργους ἐν τῇ ἐρήμῳ. Ἔρημός ἐστιν ἡ τῶν φαινομένων φύσις ἤγουν ὁ κόσμος οὗτος, ἐν ᾧ πύργους οἰκοδομεῖν πέφυκεν ὁ λόγος, τὰς εὐσεβεῖς περὶ τῶν ὄντων δόξας τοῖς αἰτοῦσι δωρούμενος, τουτέστι τοὺς τῶν περὶ τῆς φυσικῆς θεωρίας δογμάτων ὀρθοὺς ἐν πνεύματι λόγους.
Καὶ ἐλατόμησε λάκκους πολλούς, ὅτι κτήνη πολλὰ ὑπῆρχε αὐτῷ ἐν Σεφιλᾷ καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. Λάκκους λατομεῖ ὁ κύριος ἐν τῇ ἐρήμῳ, λέγω δὲ τῷ κόσμῳ καὶ τῇ φύσει τῶν ἀνθρώπων, τὰς τῶν ἀξίων καρδίας ἐκχοΐζων καὶ ἀποκαθαίρων τοῦ ὑλικοῦ βάρους τε καὶ φρονήματος καὶ ποιῶν εὐρυχώρους πρὸς ὑποδοχὴν τῶν θείων τῆς σοφίας καὶ τῆς γνώσεως ὑετῶν, ἵνα ποτίζωσιν τὰ κτήνη τοῦ Χριστοῦ, τοὺς δεομένους λέγω, διὰ ψυχῆς νηπιότητα, τῆς ἠθικῆς διδασκαλίας.
Τά τε ἐν Σεφιλᾷ κτήνη. Σεφιλὰ ἑρμηνεύεται 〈λεκάνη στενή.〉 Δηλοῖ δὲ τοὺς διὰ τῶν ἀκουσίων καθαιρομένους πειρασμῶν καὶ λευκαινομένους τῶν κατὰ ψυχὴν καὶ σῶμα μολυσμῶν, δεομένους ποτισθῆναι καθάπερ ὕδωρ τὸν περὶ καρτερίας καὶ ὑπομονῆς λόγον.
Καὶ ἐν τῇ πεδινῇ· τοὺς τῷ πλάτει δηλονότι τῶν δεξιῶν πραγμάτων κατὰ ῥοῦν αὐτοῖς φερομένων εὐθηνουμένους ἢ τοὺς ἐν ἀρεταῖς εὐδρομοῦντας καὶ τῷ νόμῳ τῶν ἐντολῶν ἀπαθῶς πλατυνομένους, δεομένους καὶ αὐτοὺς ποτισθῆναι τὸν περὶ ταπεινοφροσύνης μεταδόσεώς τε καὶ συμπαθείας τῶν ἀσθενεστέρων καὶ τῆς τῶν δοθέντων αὐτοῖς εὐχαριστίας λόγον.
Καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ. Ἀμπελουργοὶ μέν εἰσιν ἐν τῇ ὀρεινῇ οἱ τὸν θεῖον καὶ ἐκστατικὸν τῆς γνώσεως καὶ τῆς καρδίας εὐφραντικὸν ἐν τῷ ὕψει τῆς θεωρίας φιλοπονοῦντες λόγον. Οἱ δὲ ἐν τῷ Καρμήλῳ ἀμπελουργοὶ τυγχάνουσιν οἱ κατὰ θεωρίαν ὑψηλῶς τὸν περὶ τῆς τελείας καθάρσεως καὶ τῆς τῶν ὄντων παντελοῦς ἀφαιρέσεως ἀσκούμενοι λόγον. 〈Ἐπίγνωσις〉 γὰρ 〈περιτομῆς〉 ὁ Κάρμηλος ἑρμηνεύεται· ἐφ᾽ ὃν ὁ γεωργῶν ἄμπελον τὸν τῆς περιτομῆς μυστικὸν λόγον γεωργεῖ, κατ᾽ ἐπίγνωσιν τὸν νοῦν περιτέμνων τῆς ὕλης καὶ τῶν ὑλικῶν, ἀλλ᾽ οὐκ ἰουδαϊκῶς τὴν αἰσχύνην δόξαν ἡγούμενος. Χρῄζειν δὲ καὶ τούτους φησὶν ὁ λόγος τοῦ ἐκ τῶν λατομηθέντων ἐν τῇ ἐρήμῳ λάκκων θείου τῆς σοφίας νάματος, ἵνα κατὰ τὴν ἀναλογίαν τῆς πίστεως ἕκαστος τὸν ἐπιτήδειον δέχηται λόγον ἐκ τῶν πεπιστευμένων τὴν χάριν τῆς τοῦ σωτηρίου λόγου διδασκαλίας· δι᾽ οὗ μεγαλοφυῶς τῆς τοῦ καθέκαστον ἐπιμελεῖται ψυχῆς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ καλὸς καὶ ἐπιστήμων γεωργὸς καὶ ὢν καὶ ἀεὶ γινόμενος καὶ πάντα τὰ προειρημένα τῆς ἡμῶν ἕνεκεν σωτηρίας πραξάμενος.
Οὕτω μὲν οὖν ἐπιτόμως ἡμῖν καθ᾽ ἕνα τρόπον τεθεωρήσθω τὰ προτεθέντα, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὑφηγούμενα. Καθ᾽ ἕτερον δὲ τρόπον, καὶ εἰς τὸν καθέκαστον νοῦν θεωρούμενα, πλείστην ἔχει δύναμιν πρὸς ἀπαρτισμὸν τελειότητος τῶν τῷ φόβῳ καὶ τῇ ἀγάπῃ τοῦ κυρίου πεφρουρημένων. Πρὶν δὲ τῆς αὐτῶν ἅψασθαι θεωρίας, ἀπορῶ θαυμάζων πῶς ἠδύνατο τῆς Ἰουδαίας ὑπάρχων βασιλεὺς ὁ Ὀζίας κατὰ τὴν ἱστορίαν ἔχειν ἀμπελουργοὺς ἐν τῷ Καρμήλῳ, μὴ ὄντι ὑπὸ τὴν βασιλείαν Ἰούδα, ἀλλὰ τῇ τοῦ Ἰσραὴλ ὑποκειμένῳ βασιλείᾳ· ἐφ᾽ οὗ καὶ ἡ πόλις αὐτὴ τῆς τοῦ Ἰσραὴλ βασιλείας σχεδὸν ᾠκοδόμητο.
Ἀλλ᾽ ὡς ἔοικε τὸ νωθρὸν ἡμῶν τῆς διανοίας πρὸς ἔρευναν τῆς ἀληθείας διεγείρων ὁ λόγος τὸ μηδαμῶς ὑπάρχον. τῷ τῆς ἱστορίας ὕφει παρέμιξεν. Ὀζίας τοίνυν ἐστὶν ὁ περὶ πρᾶξιν καὶ θεωρίαν τὴν θείαν ἰσχὺν κεκτημένος νοῦς· 〈ἰσχὺς〉 γὰρ 〈θεοῦ〉, καθὼς ἔφην, ἑρμηνεύεται. Καὶ ἦν φησιν Ὀζίας ἐκζητῶν τὸν κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος ἐν φόβῳ κυρίου. Ζαχαρίας ἑρμηνεύεται 〈μνήμη θεοῦ.〉 Οὐκοῦν ὁ νοῦς, ἐφ᾽ ὅσον ἔχει ζῶσαν ἐν ἑαυτῷ τὴν τοῦ θεοῦ μνήμην, διὰ τῆς θεωρίας ἐκζητεῖ τὸν κύριον, καὶ οὐχ ἁπλῶς, ἀλλ᾽ ἐν φόβῳ κυρίου, τουτέστιν ἐν τῇ πράξει τῶν ἐντολῶν. Ὁ γὰρ ἐκζητῶν διὰ θεωρίας τὸν κύριον χωρὶς πράξεως, οὐχ εὑρίσκει τὸν κύριον, ὅτι οὐκ ἐν φόβῳ κυρίου τὸν κύριον ἐξεζήτησεν.
Καὶ εὐόδωσεν αὐτῷ ὁ κύριος. Παντὶ γὰρ τῷ μετὰ γνώσεως πράττοντι εὐοδοῖ ὁ κύριος, τούς τε τῶν ἐντολῶν διδάσκων τρόπους καὶ τοὺς τῶν ὄντων ἀληθεῖς λόγους ἀποκαλύπτων. Καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλήμ. Ὁ καλῶς εὐοδούμενος ἐπὶ τὴν διὰ θεωρίας ἐκζήτησιν τοῦ κυρίου μετὰ τοῦ ἐπιβεβλημένου φόβου, τουτέστι τῆς τῶν ἐντολῶν πράξεως, οἰκοδομεῖ πύργους ἐν Ἱερουσαλήμ, κατὰ τὴν ἁπλῆν δηλαδὴ καὶ ἠρεμαίαν τῆς ψυχῆς κατάστασιν τοὺς περὶ θεότητος ἀνυψῶν λόγους.
Καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας. Πύλη τῆς γωνίας, ἤγουν τῆς ἐκκλησιαστικῆς πίστεως, ἔστιν ἡ εὐσεβὴς πολιτεία, δι᾽ ἧς εἰς τὴν τῶν ἀγαθῶν εἰσαγόμεθα κληρονομίαν· ἐφ᾽ ἧς καθάπερ πύργους ἰσχυρούς τε καὶ γενναίους ὁ γνωστικὸς νοῦς τὰ ὀχυρώματα τῶν θείων περὶ σαρκώσεως δογμάτων οἰκοδομεῖ, ὡς ἐκ λίθων τινῶν τῶν διαφόρων νοημάτων συγκείμενα, καὶ τοὺς τρόπους τῶν ἀρετῶν εἰς τὴν φυλακὴν τοῦ ἔργου τῶν ἐντολῶν.
Καὶ ἐπὶ τὴν γωνίαν τῆς φάραγγος. Φάραγξ ἐστὶν ἡ σάρξ, γωνία δὲ ταύτης ἡ πρὸς τὴν ψυχὴν διὰ τοῦ νόμου τῶν ἐντολῶν ἐστιν ἕνωσις· ἐφ᾽ ἧς καθάπερ πύργον οἰκοδομεῖ τὴν κατὰ τὸν νόμον τοῦ πνεύματος ὑποτάσσουσαν τῇ ψυχῇ τὴν σάρκα διάγνωσιν.
Καὶ ἐπὶ τῶν γωνιῶν. Πολλάς φησιν εἶναι τὰς γωνίας, ἐφ᾽ ὧν ᾠκοδομηκέναι λέγεται τοὺς πύργους ὁ κατὰ θεὸν ἰσχυρότατος νοῦς. Γωνία ἐστὶν οὐ μόνον ἐπὶ τῆς αὐτῆς φύσεως ἡ τῶν μερῶν πρὸς τὰ καθόλου κατὰ τὸν αὐτὸν τοῦ εἶναι λόγον ἕνωσις, ὡς φέρε εἰπεῖν πρὸς τὰ εἴδη τὰ ὑπ᾽ αὐτὰ ἄτομα καὶ πρὸς τὰ γένη τὰ εἴδη καὶ πρὸς τὴν οὐσίαν τὰ γένη, μοναδικῶς κατὰ τὸ πέρας τῶν ἄκρων ἀλλήλοις συναπτμένων, ἐφ᾽ ὧν οἱ καθόλου τῶν μερῶν προφανέντες λόγοι ποιοῦνται καθάπερ γωνίας τὰς πολλὰς καὶ διαφόρους τῶν διῃρημένων ἑνώσεις, ἀλλὰ καὶ νοῦ πρὸς αἴσθησιν καὶ οὐρανοῦ πρὸς γῆν καὶ αἰσθητῶν πρὸς νοητὰ καὶ φύσεως πρὸς λόγον, ἐφ᾽ ὧν ἁπάντων κατὰ τὴν οἰκείαν ἐπιστήμην τὰς ἀληθεῖς ἐφ᾽ ἑκάστῳ δόξας πηξάμενος ὁ θεωρητικὸς νοῦς ἐπὶ τῶν γωνιῶν σοφῶς οἰκοδομεῖ τοὺς νοητοὺς πύργους, τουτέστιν ἐπὶ τῶν ἑνώσεων τὰ συνδετικὰ τῶν ἑνώσεων δόγματα.
Καὶ κατίσχυσε καὶ ᾠκοδόμησε πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησε λάκκους πολλούς. Ὁ τῶν παθῶν ἐξηλῶσαι δυνηθεὶς τὰς αἰσθήσεις καὶ τῆς τῶν αἰσθήσεων σχέσεως τὴν ψυχὴν ἀποδιαστείλας κατίσχυσεν ἀποτειχίσαι τὴν γενομένην τοῦ διαβόλου πρὸς τὸν νοῦν διὰ μέσων τῶν αἰσθήσεων εἴσοδον, καὶ διὰ τοῦτο κατὰ τὴν ἔρημον, φημὶ δὲ τὴν φυσικὴν θεωρίαν, οἱονεὶ πύργους ἀσφαλεῖς τὰς εὐσεβεῖς περὶ τῶν ὄντων ᾠκοδόμησε δόξας· ἐν αἷς ὁ καταφεύγων οὐ φοβεῖται τοὺς κατὰ τὴν ἔρημον ταύτην, λέγω δὲ τὴν φύσιν τῶν ὁρωμένων, λῃστεύοντας δαίμονας καὶ πλανῶντας τὸν νοῦν διὰ τῆς αἰσθήσεως καὶ πρὸς ἀγνοίας κατασύροντας ζόφον.
Καὶ ἐλατόμησε λάκκους πολλούς, τὰς διαφόρους δηλαδὴ τῶν κρειττόνων ἕξεις, τὰς δεκτικὰς τῶν θεόθεν χορηγουμένων κατὰ τὴν γνῶσιν μαθημάτων. Ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφιλᾷ καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. Ὁ διὰ τῶν ὅπλων τῶν δεξιῶν καὶ ἀριστερῶν νομίμως ὑπὲρ ἀληθείας ἀθλῶν ἐκ τῶν περὶ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν διαφόρων ἕξεων, ὡς ἐκ λατομητῶν λάκκων, τὰ ἐν Σεφιλᾷ κτήνη, τουτέστι τὰ διὰ τῆς τῶν ἀκουσίων πειρασμῶν γυμναζόμενα πείρας περὶ τὸ σῶμα τῆς ψυχῆς κινήματα, πρὸς ὑπομονὴν ὑπαλείφει, ποτίζων τοὺς περὶ καρτερίας λόγους· τὰ δὲ ἐν τῇ πεδινῇ, τουτέστι τὰ διὰ τῶν δεξιῶν εὐθηνούμενα τῷ πλάτει τῶν ἀρετῶν τῆς ψυχῆς κινήματα, τοὺς περὶ ταπεινοφροσύνης καὶ μετριοπαθείας ποτίζει λόγους, πρὸς τὸ μήτε τοῖς ἀριστεροῖς καταπεσεῖν μήτε τοῖς δεξιοῖς ἐπαρθῆναι.
Καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ. Ἀμπελουργοί εἰσιν ἐν τῇ ὀρεινῇ οἱ κατὰ τὸ ὕψος μένοντες τῆς θεωρίας καὶ τὴν ἐκστατικὴν καὶ ἀπόρρητον φιλοκαλοῦντες γνῶσιν εὐσεβεῖς λογισμοί· καὶ ἐν τῷ Καρμήλῳ οἱ τὸν περὶ τελείας ἀπαθείας τε καὶ καθάρσεως διὰ τῆς τῶν ἁπάντων, ὡς ἀκροβυστίας τινὸς τῷ γονίμῳ τῆς ψυχῆς περικειμένης, ἀφαιρέσεως γεωργοῦντες λόγον λογισμοί, καὶ οἷον γνωστικῶς περιτέμνοντες παντελῶς τοῦ νοῦ τὴν σχέσιν τῶν ὑλικῶν. 〈Ἐπίγνωσις γὰρ περιτομῆς〉 ὁ Κάρμηλός ἐστιν.
Γεωργὸν δέ φησιν εἶναι τὸν Ὀζίαν, ὅτι πᾶς νοῦς ἰσχὺν θεοῦ πρὸς θεωρίαν ἔχων καὶ ἀληθής ἐστι γεωργός, καθαρὰ ζιζανίων διὰ τῆς οἰκείας σπουδῆς καὶ ἐπιμελείας τὰ θεῖα τῶν ἀγαθῶν διαφυλάττων σπέρματα, μέχρις οὗ συντηροῦσαν αὐτὸν ἔχει τοῦ θεοῦ τὴν μνήμην. Φησὶ γὰρ καὶ ἦν ἐκζητῶν τὸν κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου ἐν φόβῳ κυρίου. Ζαχαρίαν δὲ 〈μνήμην θεοῦ〉 πρὸς τὴν ἑλλάδα φωνὴν μεταφερόμενον οἶδεν ὁ λόγος. Διὸ πάντοτε δεηθῶμεν τοῦ κυρίου τὴν σωτήριον αὐτοῦ ἡμῖν φυλαχθῆναι μνήμην, ἵνα μὴ διαφθείρῃ τὴν ψυχὴν τὸ κατορθούμενον, πρὸς ὕψος ἀρθεῖσαν καὶ τῶν ὑπὲρ φύσιν, ὡς ὁ Ὀζίας, κατατολμήσασαν.
ΕΡΩΤΗΣΙΣ ΜΘʹ Τί ἐστι πάλιν ἐν τῇ αὐτῇ βίβλῳ· καὶ εἶδεν Ἐζεκίας ὅτι ἥκει Σενναχειρὶμ καὶ τὸ πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι ἐν Ἱερουσαλήμ, καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω τῆς πόλεως, καὶ συνεπίσχυσαν αὐτῷ. Καὶ συνήγαγεν λαὸν πολὺν καὶ ἐνέφραξεν τὰ ὕδατα τῶν πηγῶν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως; Τί θέλει ταῦτα σημαίνειν κατὰ θεωρίαν;
Ἀπόκρισις. Ὁ μετὰ γνώσεως μετιὼν τὴν πρακτικὴν φιλοσοφίαν νοῦς καὶ πᾶσαν διάκρισιν θείαν διεζωσμένος κατὰ τῆς ἐναντίας δυνάμεως Ἐζεκίας ἐστίν, κατὰ τὸ ὄνομα αὐτοῦ 〈κράτος θεῖον〉 ἑρμηνευόμενος καὶ διὰ τοῦτο βασιλεύων τῆς Ἱερουσαλήμ, ἤγουν τῆς ψυχῆς ἢ τῆς 〈ὁράσεως τῆς εἰρήνης,〉 τουτέστι τῆς παθῶν ἀπηλλαγμένης γνωστικῆς θεωρίας· ὅς, ἐπειδὰν ἐπικεκινημένην ἴδῃ κατ᾽ αὐτοῦ τὴν ἀντικειμένην δύναμιν, δεόντως βουλεύεται μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν ἔξω τῆς πόλεως πηγῶν. Ἄρχοντες δὲ τυγχάνουσι τοῦ τοιούτου νοὸς ὁ τῆς πίστεως λόγος καὶ ὁ τῆς ἐλπίδος καὶ ὁ τῆς ἀγάπης, πρεσβυτικῶς δυναστεύοντες πάντων τῶν κατὰ ψυχὴν θείων νοημάτων τε καὶ λογισμῶν καὶ σοφῶς τῷ νῷ συμβουλεύοντες, κατὰ ταὐτὸν ὁμοῦ καὶ συνεπισχύοντες κατὰ τῆς ἐναντίας δυνάμεως καὶ τοὺς τρόπους τῆς αὐτῆς καθαιρέσεως ὑποδεικνύντες. Χωρὶς γὰρ πίστεως καὶ ἐλπίδος καὶ ἀγάπης οὐδὲν οὔτε τῶν κακῶν καταργεῖται παντελῶς οὔτε τῶν καλῶν κατορθοῦται τὸ σύνολον. Ἡ μὲν γὰρ πίστις πείθει τῷ θεῷ προσχωρεῖν τὸν νοῦν πολεμούμενον, πάσης αὐτῷ γινομένη παρασκευῆς ὅπλων ἀσωμάτων πρὸς τὸ θαρρεῖν παραμύθιον. Ἡ ἐλπὶς δὲ τῆς θείας αὐτῷ καθίσταται βοηθείας ἐγγυητὴς ἀψευδέστατος, τὴν τῶν ἐναντίων καθαίρεσιν ἐπαγγελλομένη δυνάμεων.
Ἡ δὲ ἀγάπη δυσμετακίνητον, μᾶλλον δὲ πάμπαν ἀκίνητον τῆς θείας στοργῆς αὐτὸν εἶναι παρασκευάζει, καὶ πολεμούμενον, προσηλοῦσα τῷ θείῳ πόθῳ πᾶσαν αὐτοῦ τὴν τῆς ἐφέσεως δύναμιν.
Καὶ συνᾴδει γε τούτοις τοῖς ῥήμασιν ἑρμηνευόμενα τὰ τῶν ἀρχόντων ὀνόματα. Ἄρχοντες δὲ τοῦ Ἐζεκίου κατ᾽ ἐκεῖνον ὑπῆρχον τὸν χρόνον Ἐλιακὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεὺς καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰ〈φ〉 ὁ ὑπομνηματογράφος. Ἑρμηνεύεται δὲ ὁ μὲν Ἐλιακὶμ 〈θεοῦ ἀνάστασις〉, ὁ δὲ πατὴρ αὐτοῦ Χελκίας 〈μερὶς θεοῦ.〉 Οὐκοῦν θείας μερίδος, ἤγουν γνώσεως ἀληθοῦς, υἱὸς πρῶτός τε καὶ μόνος ὁ κατὰ τὴν πίστιν τῆς ἐν ἡμῖν θείας ἀναστάσεώς ἐστι λόγος, μετὰ τῆς δεούσης κατὰ τὴν γνῶσιν οἰκονομίας ἤγουν διακρίσεως καλῶς διαφέρων τάς τε τῶν ἑκουσίων καὶ ἀκουσίων πειρασμῶν ἐπαναστάσεις.
Σομνᾶς δὲ ὁ γραμματεὺς ἑρμηνεύεται 〈ἐπιστροφή,〉 σαφῶς μηνύουσα δι᾽ ἑαυτῆς τὸν πληρέστατον τῆς θείας ἐλπίδος λόγον, οὗ χωρὶς οὐδαμῶς οὐδενὶ καθοτιοῦν πρὸς θεὸν ἐπιστροφὴ γίνεσθαι πέφυκεν, εἴπερ ἐλπίδος ἴδιον τὸ γραμματεύειν ἤγουν διδάσκειν τε καὶ ὑπ᾽ ὄψιν ἄγειν ὡς παρόντα τὰ μέλλοντα καὶ μηδαμῶς ἀπεῖναι πείθειν τῶν πολεμουμένων ὑπὸ τῆς ἀντικειμένης δυνάμεως τὸν ὑπερασπίζοντα θεόν, ὑπὲρ οὗ καὶ δι᾽ ὃν τοῖς ἁγίοις ὁ πόλεμος.
Ἰωὰχ δὲ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος ἑρμηνεύεται 〈ἀδελφότης θεοῦ,〉 καὶ Ἀσὰφ ὁ πατὴρ αὐτοῦ 〈συναγωγή.〉 Οὐκοῦν τῆς κατὰ τὸ αὐτὸ περὶ τὰ θεῖα συναγωγῆς τε καὶ ἑνώσεως τῶν ψυχικῶν δυνάμεων, τουτέστι τῆς λογικῆς καὶ θυμικῆς καὶ ἐπιθυμητικῆς, ἡ ἀγάπη καθέστηκε γέννημα· καθ᾽ ἣν ἐγγράφοντες τῇ μνήμῃ τὸ τῆς θείας ὡραιότητος κάλλος οἱ τὸ ἰσότιμον ἤδη πρὸς θεὸν διὰ τῆς χάριτος κομισάμενοι—τῆς γὰρ ἰσοτιμίας τὴν χάριν σημαίνει προδήλως ἡ ἀδελφότης—ἀνεπίληστον ἔχουσι τῆς τῷ ἡγεμονικῷ τῆς ψυχῆς ὑπομνηματογραφούσης τε καὶ ἐντυπούσης τὸ ἀκήρατον κάλλος [τῆς] θείας ἀγάπης τὴν ἔφεσιν.
Ἐπειδὴ τοίνυν ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ποσῶς ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας κατεστοχάσατο τῆς ἀληθείας ὁ λόγος· πᾶς νοῦς, κατὰ τὸν Ἐζεκίαν θείῳ κράτει διεζωσμένος, καθάπερ πρεσβυτέρους τινὰς καὶ ἄρχοντας κέκτηται τήν τε λογικὴν δύναμιν, ἐξ ἧς ἡ γνωστικὴ γεννᾶσθαι πέφυκε πίστις, καθ᾽ ἣν ἀεὶ παρόντα τὸν θεὸν ἀρρήτως διδάσκεται καὶ ὡς παροῦσι συγγίνεται διὰ τῆς ἐλπίδος τοῖς μέλλουσι, καὶ τὴν ἐπιθυμητικὴν δύναμιν, καθ᾽ ἣν ἡ θεία συνέστηκεν ἀγάπη, δι᾽ ἦς, ἑκουσίως ἑαυτὸν προσηλώσας τῷ πόθῳ τῆς ἀκηράτου θεότητος, ἄλυτον ἔχει τοῦ ποθουμένου τὴν ἔφεσιν, ἔτι μὴν καὶ τὴν θυμικὴν δύναμιν, καθ᾽ ἣν ἀπρὶξ τῆς θείας εἰρήνης ἀντέχεται, ἐπιστύφων πρὸς τὸν θεῖον ἔρωτα τῆς ἐπιθυμίας τὴν κίνησιν. Ταύτας δὲ ἔχει τὰς δυνάμεις πᾶς νοῦς συνεργούσας αὐτῷ πρός τε τὴν τῆς κακίας καθαίρεσιν καὶ τὴν τῆς ἀρετῆς σύστασίν τε καὶ συντήρησιν, ὡς μὲν πρεσβυτέρους, ὅτι πρῶται τῆς ψυχῆς καὶ συμπληρωτικαὶ τῆς αὐτῆς οὐσίας δυνάμεις ὑπάρχουσιν, ὡς ἄρχοντας δέ, ὅτι καὶ τῶν ἐξ αὐτῶν κινημάτων ἔχουσι τὴν ἀρχὴν καὶ τῶν ὑφ᾽ αὑτὰς ἐνεργημάτων βουλήσει τοῦ κινοῦντος νοὸς τὴν ἐξουσίαν.
Αὗται καὶ συμβουλεύουσιν αὐτῷ καὶ συνεπισχύουσιν, ἵνα ἐμφράξῃ τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω τῆς πόλεως, μᾶλλον δὲ κυριώτερον εἰπεῖν, ὑπάρχουσιν· ἀεὶ γὰρ τὸ διὰ τῆς ἱστορίας παρελθὸν ὡς παρὸν μυστικῶς διὰ τῆς θεωρίας ἐνέστηκεν· ταύτας ἔχων ὑγιεῖς καὶ ἀνεξαπατήτους, συνάγει τὸν πολὺν λαόν, τὰ ἐξ αὐτῶν εὐσεβῆ δηλονότι κατὰ φύσιν κινήματά τε καὶ διανοήματα. Ὕδατα δὲ τὰ ἔξω τῆς πόλεως, τουτέστι τῆς ψυχῆς, τὰ ποιοῦντα τὸν ποταμὸν τὸν διορίζοντα διὰ μέσου τῆς πόλεως, εἰσὶ τὰ κατὰ τὴν φυσικὴν θεωρίαν δι᾽ ἑκάστης αἰσθήσεως ἐκ τοῦ κατ᾽ αὐτὴν αἰσθητοῦ παραπεμπόμενά τε καὶ εἰσρέοντα τῇ ψυχῇ νοήματα· ἐξ ὧν ὁ διερχόμενος ὡς πόλιν τὴν ψυχήν, τῆς τῶν αἰσθητῶν ἐπιστήμης, ποταμοῦ δίκην, ἀποτελεῖται λόγος· ὃν ἕως ἔχῃ διερχόμενον αὐτὴν ἡ ψυχή, οὐκ ἀποβάλλεται τὰς τῶν αἰσθητῶν εἰκόνας τε καὶ φαντασίας, δι᾽ ὧν ἐφισταμένη πολεμεῖν αὐτὴν πέφυκεν ἡ πονηρὰ καὶ ὀλέθριος δύναμις.
Διό φησιν Ἐζεκίας· μὴ ἔλθῃ βασιλεὺς Ἀσσοὺρ καὶ εὕρῃ ὕδωρ πολὺ καὶ κατισχύσῃ, ὡσανεὶ ἔλεγεν ὁ διαγνωστικὸς νοῦς ταῖς ἑαυτοῦ δυνάμεσιν ἐν τῷ καιρῷ τῆς τῶν παθῶν ἐπαναστάσεως· «παυσώμεθα τῆς φυσικῆς θεωρίας καὶ μόνῃ προσχωρήσωμεν τῇ προσευχῇ καὶ τῇ κατὰ τὴν πρακτικὴν φιλοσοφίαν κακοπαθείᾳ τοῦ σώματος —ὧν τῆς μὲν προσευχῆς ἡ εἰς τὸν ναὸν τοῦ θεοῦ ἄνοδος τοῦ βασιλέως ἔφερε τύπον, τῆς δὲ σωματικῆς κακοπαθείας ἡ τοῦ σάκκου περιβολή—, μήπως τοῖς τῶν αἰσθητῶν νοήμασι συνεισβάλῃ κακούργως λαθὼν ὁ πονηρὸς τὰ τῶν αἰσθητῶν εἴδη καὶ σχήματα, δι᾽ ὧν πέφυκε τὰ πάθη δημιουργεῖσθαι περὶ τὰς ἐπιφανείας τῶν ὁρατῶν, στάσιν λαμβανούσης διὰ τῆς μέσης αἰσθήσεως τῆς περὶ τὰ νοητὰ διαβάσεως τῆς ἐν ἡμῖν λογικῆς ἐνεργείας, καὶ κατισχύσῃ πορθῆσαι τὴν πόλιν, τουτέστι τὴν ψυχήν, καὶ εἰς Βαβυλῶνα, λέγω δὲ τὴν τῶν παθῶν σύγχυσιν, κατασύρῃ.»
Ὁ τοίνυν ἐν καιρῷ τῆς τῶν παθῶν ἐπαναστάσεως γενναίως μύσας τὰς αἰσθήσεις, καὶ τὴν τῶν αἰσθητῶν φαντασίαν τε καὶ μνήμην παντελῶς ἀπωσάμενος, καὶ συστείλας πάντῃ τὰς τοῦ νοῦ περὶ τὴν τῶν ἐκτὸς ἔρευναν φυσικὰς κινήσεις, κατὰ τὸν Ἐζεκίαν ἐνέφραξε τὰ ὕδατα τῶν πηγῶν, ἅ ἐστιν ἔξω τῆς πόλεως, καὶ τὸν διορίζοντα διὰ μέσου τῆς πόλεως ποταμὸν διέκοψεν, συνεπισχυσασῶν αὐτῷ τῶν εἰρημένων δυνάμεων καὶ τοῦ συναχθέντος πολλοῦ λαοῦ, φημὶ δὲ τῶν καθ᾽ ἑκάστην δύναμιν εὐσεβῶν λογισμῶν, καὶ κατῄσχυνε, νικήσας διὰ τῆς θείας χειρός, τὴν ἐπαναστᾶσαν αὐτῷ πονηρὰν καὶ τυραννικὴν δυναστείαν, καὶ διὰ τοῦ θείου προστάγματος, ὡς δι᾽ ἀγγέλου τινός, τοῦ διαφθείρειν τὰ πάθη πεφυκότος λόγου, ἀποκτείνας τὰς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ πέντε χιλιάδας, τουτέστι τὴν ποιητικὴν τῆς κακίας ἕξιν, τὴν παραλόγως ταῖς τρισὶ τῆς ψυχῆς διὰ τῶν αἰσθητῶν ἐπιφυομένην δυνάμεσι, καὶ τὴν ἐπ᾽ αὐταῖς ἐνέργειαν τῶν αἰσθήσεων.
Χρὴ τοιγαροῦν μήτε φυσικὴν μετιέναι θεωρίαν τὸν γνωστικῶς τὰς ἀοράτους συμπλοκὰς ὑπαλύσκειν ἐπιστάμενον νοῦν μὴδ᾽ ἄλλό τι ποιεῖν ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων προσβολῆς ἢ μόνον προσεύχεσθαι καὶ τὸ σῶμα πόνοις καταδαμάζειν καὶ τὴν τοῦ χοϊκοῦ φρονήματος διὰ πάσης σπουδῆς ποιεῖσθαι καθαίρεσιν καὶ φυλάττειν τὰ τείχη τῆς πόλεως—λέγω δὲ τὰς φρουρητικὰς τῆς ψυχῆς ἀρετὰς ἢ τὰς τῶν ἀρετῶν φυλακτικὰς μεθόδους, ἐγκράτειαν λέγω καὶ ὑπομονήν—διὰ τῶν ἐμφύτων ἀγαθῶν λογισμῶν, μηδενὸς τὸ σύνολον λογισμοῦ ἀντιρρητικῶς τινι τῶν ἐκτὸς νοητῶν πολεμίων ἀποκρινομένου, μήπως, διὰ τῶν δεξιῶν ἀπατήσας, ἀποστήσῃ θεοῦ, κλέψας τὴν ἔφεσιν, ὁ τὴν ψυχὴν ποτίζων ἀνατροπὴν θολεράν, καὶ διὰ τῶν νομιζομένων καλῶν πρὸς τὰ χείρονα τὴν τὰ καλὰ ζητοῦσαν ὑποσύρῃ διάνοιαν λαλῶν Ἰουδαϊστὶ Ῥαψάκης ὁ ἀρχιστράτηγος Σενναχειρὶμ βασίλεως Ἀσσούρ. Ῥαψάκης δὲ ἑρμηνεύεται 〈πολὺς ποτισμῷ μετὰ φιλημάτων ἢ μεγάλα ἔχων φιλήματα.〉 Ὁ πονηρὸς γὰρ δαίμων, ὁ διὰ τῶν δεξιῶν τὸν νοῦν εἰωθὼς πολεμεῖν, Ἰουδαϊστὶ λαλεῖ διὰ τῆς νομιζομένης ἀλλ᾽ οὐκ οὔσης ἀρετῆς, τὴν θολερὰν ἀνατροπὴν τὴν ψυχὴν ποτίζων, δεικνὺς αὐτῇ τὴν ἠπατημένην καὶ ὀλέθριον φιλίαν, ἧς τοῦ πλήττοντος μᾶλλον φίλου καθέστηκε τὰ τραύματα κρείττονα· φησὶ γὰρ ἀξιοπιστότερα τραύματα φίλου ὑπὲρ φιλήματα ἐχθροῦ.
Σενναχειρὶμ δὲ 〈πειρασμὸς ξηρασίας〉 ἑρμηνεύεται ἢ 〈ὀδόντες ἠκονημένοι,〉 ὅς ἐστιν ὁ διάβολος, ὁ κατ᾽ ἀλήθειαν διὰ τῶν πρὸς κακίαν ἠκονημένων λογισμῶν— τοῦτο γάρ μοι νοεῖται ὀδόντες ἠκονημένοι—τὴν ἐν ἡμῖν τῶν θείων ναμάτων τῆς γνώσεως καταξηραίνων ἐπιρροήν, κατὰ τὴν ἐνέργειαν ἣν πέφυκε τοῖς αὐτὸν παραδεχομένοις ἐμποιεῖν, λαχὼν τὴν κλῆσιν τοῦ ὀνόματος πρόσφορον, πειρασμὸς ὄντως ξηρασίας καὶ ὢν καὶ καλούμενος, ὡς ἐρήμους καθιστῶν πάσης τῆς ἐν πνεύματι ζωτικῆς διαδόσεως τοὺς ὑποπεσόντας τοῖς δόλοις αὐτοῦ.
Ἢ τυχὸν πειρασμὸς κέκληται ξηρασίας ὁ Σενναχειρίμ, τουτέστι ὁ διάβολος, ὡς ἄπορος καὶ πένης καὶ πάσης ἐστερημένος πρὸς τὴν καθ᾽ ἡμῶν ἐπανάστασιν ἰδικῆς δυναστείας, καὶ χωρὶς τῶν αἰσθητῶν, δι᾽ ὧν εἴωθε τὴν ψυχὴν πολεμεῖν, οὐδὲν ἡμᾶς βλάψαι δυνάμενος καὶ διὰ τοῦτο δεόμενος τῆς καθ᾽ ἡμῶν περινενοημένης τυραννίδος τῶν ἔξω τῆς πόλεως πηγῶν, τουτέστι τῶν ὑλικῶν νοημάτων, οἷς πέφυκεν συνεισβάλλειν τῇ ψυχῇ τὰ σχήματα καὶ τὰ εἴδη τῶν αἰσθητῶν· δι᾽ ὧν τυπουμένη φυσικῶς διὰ τὴν σχέσιν ἡ αἴσθησις πολλάκις γίνεται τῷ διαβόλῳ πρὸς καθαίρεσιν τῆς κατὰ ψυχὴν θείας εὐπρεπείας ὅπλον πονηρὸν καὶ ὀλέθριον, ὅλην προδιδοῦσα τῷ ἐχθρῷ, διὰ τῆς καθ᾽ ἡδονὴν θωπείας, τοῦ ἐν ἡμῖν λόγου τὴν δύναμιν.
Ἀλλ᾽ ὁ γενναίως διὰ τῆς λελογισμένης ἐγκρατείας μύσας τὰς αἰσθήσεις καὶ διὰ τῶν κατὰ ψυχὴν δυνάμεων τὰς πρὸς τὸν νοῦν τῶν αἰσθητῶν σχημάτων ἀποτειχίσας εἰσόδους εὐχερῶς τοῦ διαβόλου τὰς πονηρὰς διόλλυσι μηχανάς, ὑποστρέφων αὐτὸν μετ᾽ αἰσχύνης τῇ ὁδῷ ᾖ ἦλθεν—ὁδὸς δέ, δι᾽ ἧς ὁ διάβολος ἔρχεται, ἔστι τὰ πρὸς σύστασιν τοῦ σώματος εἶναι δοκοῦντα ὑλικά—εἰς τὴν ἑαυτοῦ γῆν, φημὶ δὲ τὴν σύγχυσιν, καὶ τοῖς ἐξ αὐτοῦ γεννηθεῖσι πονηροῖς λογισμοῖς αὐτὸν ἀποκτέννων, μεταφέρων αὐτοὺς πρὸς τὴν παράθεσιν τῆς ἀναπαύσεως. Ὁ γὰρ δυνηθεὶς τὸν διάβολον τοῖς αὐτοῦ χειρώσασθαι λογισμοῖς διὰ τῆς πρὸς τὸ κρεῖττον κατὰ τὴν θεωρίαν συγχρήσεως τὸν Σενναχειρὶμ ἀπέκτεινε διὰ τῶν αὐτοῦ υἱῶν καὶ πρὸς τὴν γῆν αὐτοὺς ἐφυγάδευσεν Ἀρμενίας, μεταθέμενος δηλονότι πρὸς τὴν παράθεσιν τῆς ἀναπαύσεως τοὺς τὴν ψυχὴν διὰ τῆς αἰσθήσεως συγχέοντας λογισμούς. 〈Παράθεσις〉 γὰρ 〈ἀναπαύσεως〉 Ἀρμενία ἑρμηνεύεται. Παράθεσις δὲ τῆς ἀναπαύσεώς ἐστιν ἡ προβολὴ τῶν θείων ἀρετῶν· πρὸς ἣν μεταφέρων ὁ νοῦς τοὺς ποτὲ πρὸς τὰ κατ᾽ αἴσθησιν πάθη τῆς ἀτιμίας αὐτὸν ὑποσύροντας λογισμοὺς ἀποκτείνει τὸν ἐπ᾽ ὀλέθρῳ τῆς ἀνθρωπίνης φύσεως τούτους γεννῶντα διάβολον.
Καλῶς οὖν καὶ πάνυ σοφῶς κατὰ τὸ νοούμενον τῆς γραφῆς Ἐζεκίας πεποίηκεν, ἐμφράξας τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω Ἱερουσαλήμ, διὰ Σενναχειρὶμ βασιλέα τῶν Ἀσσυρίων. Πηγαὶ οὖν εἰσιν ἔξω τῆς πόλεως, τουτέστι τῆς ψυχῆς, τὰ αἰσθητὰ πάντα· ὕδατα δὲ τούτων τυγχάνουσι τῶν πηγῶν τὰ τῶν αἰσθητῶν νοήματα· ποταμὸς δὲ διορίζων διὰ μέσου τῆς πόλεώς ἐστιν ἡ κατὰ τὴν φυσικὴν θεωρίαν ἐκ τῶν αἰσθητῶν νοημάτων συναγομένη γνῶσις, διὰ μέσης διερχομένη τῆς ψυχῆς, ὡς νοῦ καὶ αἰσθήσεως οὖσα μεθόριος. Ἡ γὰρ γνῶσις τῶν αἰσθητῶν οὔτε πάντῃ τῆς νοερᾶς ἀπεξένωται δυνάμεως οὔτε διόλου μόνῃ προσνενέμηται τῇ κατ᾽ αἴσθησιν ἐνεργείᾳ, ἀλλ᾽ οἷον τῆς τε τοῦ νοῦ πρὸς τὴν αἴσθησιν καὶ πρὸς τὸν νοῦν τῆς αἰσθήσεως συνόδου μέση τυγχάνουσα, δι᾽ ἑαυτῆς ποιεῖται τὴν πρὸς ἄλληλα τούτων συνάφειαν, κατὰ μὲν τὴν αἴσθησιν κατ᾽ εἶδος τυπουμένη τοῖς σχήμασι τῶν αἰσθητῶν, κατὰ δὲ τὸν νοῦν εἰς λόγους τῶν σχημάτων τοὺς τύπους μεταβιβάζουσα.
Διὸ ποταμὸς διορίζων διὰ μέσης τῆς πόλεως εἰκότως προσηγορεύθη τῶν ὁρωμένων ἡ γνῶσις, ὡς τῶν ἄκρων, λέγω δὲ νοῦ καὶ αἰσθήσεως, οὖσα μεταίχμιος. Ταύτην ἐμφράττων ἐν καιρῷ τῆς τῶν παθῶν διοχλήσεως διὰ τὴν ἐπήρειαν τῆς πρὸς τὸν νοῦν τῶν ὑλικῶν σχημάτων ἐμπτώσεως, ὁ μετὰ γνώσεως τὰς ἀφανεῖς τῶν πονηρῶν δαιμόνων συμπλοκὰς διαλύων ἀποκτείνει τὰς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ πέντε χιλιάδας, λέγω δὲ τὴν ποιητικὴν τῆς κακίας ἕξιν, τὴν παραλόγως, ὡς ἔφην, ταῖς τρισὶ τῆς ψυχῆς διὰ τῶν αἰσθητῶν ἐπιφυομένην δυνάμεσι, καὶ τὴν ἐπ᾽ αὐταῖς ἐνέργειαν τῶν αἰσθήσεων, ἤτοι τὴν τῶν φυσικῶν δυνάμεων ἐπ᾽ αἰσθήσεσι παράλογον ἐνέργειαν. Ὁ γὰρ ἑξαδικὸς ἀριθμός, εἴτε ἐκ μονάδων ἔχει τὴν σύνθεσιν εἴτε ἐκ δεκάδων εἴτε ἐξ ἑκατοντάδων εἴτε ἐξ ἑτέρου τινὸς ἀριθμοῦ, τὴν ποιητικὴν ἕξιν δηλοῖ τῆς ἀρετῆς ἢ τῆς κακίας κατὰ τὴν ἀναλογίαν τοῦ πολλαπλασιασμοῦ τῆς συνθέσεως, τὴν ἀπαρτίζουσαν τήνδε ἢ τήνδε τὴν ἕξιν διάθεσιν τοῖς μετ᾽ ἐπιστήμης τοῖς ἀριθμοῖς ἐπιβάλλουσι παριστῶν· ᾧτινι ἑξαδικῷ ἀριθμῷ συναφθεὶς ἢ προστεθεὶς ἢ συντεθεὶς ὁ πέντε ἀριθμὸς παραδηλοῖ τὰς αἰσθήσεις, ἤγουν τὴν τῶν αἰσθητῶν δύναμιν ἢ ἕξιν ἢ ἐνέργειαν, παρακειμένην ἢ ἐπικειμένην ἢ συγκειμένην ταῖς κατὰ φύσιν τῆς ψυχῆς δυνάμεσιν.
Οἷον, εἰ μὲν συνῆπται κατὰ τὰς μονάδας, ὡς ἁπλοῦς ἁπλῷ, ὁ πέντε ἀριθμὸς τῷ ἕξ, τὴν ἐπ᾽ αἰσθήσεσι μόνῃ δυνάμει ποιητικὴν ἐπιτηδειότητα παρίστησιν· εἰ δὲ προστέθειται συνθέτῳ ἐκ πολλῶν τῷ ἓξ ἀριθμῷ ὁ ἁπλοῦς ἐκ μονάδων πέντε ἀριθμός, τὴν ἐπ᾽ αἰσθήσεσι κατὰ τὴν δύναμιν ποιητικὴν ἕξιν δηλοῖ· εἰ δὲ συντέθειται συνθέτῳ τῷ ἐκ πολλῶν ἓξ ἀριθμῷ ὁ ἐκ πολλῶν πέντε σύνθετος, τὴν ἐπ᾽ αἰσθήσεσι κατά τε τὴν δύναμιν καὶ τὴν ἕξιν καὶ τὴν ἐνέργειαν ἀποτελεστικὴν σημαίνει ποίησιν, ἤγουν περαίωσιν τῆς ἀρετῆς ἢ τῆς κακίας, ὡς δ᾽ ἂν ὁ ἀριθμὸς ἔχων τύχοι εἴτε ψεκτῶς εἴτε ἐπαινετῶς, κατὰ τὸν θεωρούμενον τῆς γραφῆς ἤγουν ἐξεταζόμενον τόπον.
Ὁ μὲν οὖν ἑξαδικὸς ἀριθμὸς ἐκ δεκάδων συντεθεὶς ποιεῖ τὸν ἑξήκοντα· ὁ δὲ ἑξήκοντα τριπλασιασθεὶς διὰ τὰς γενικὰς τρεῖς τῆς ψυχῆς δυνάμεις, προστεθέντων πέντε διὰ τὰς ἐμφύτους αἰσθήσεις, ποιεῖ τὸν ἑκατὸν καὶ ὀγδοήκοντα καὶ πέντε ἀριθμὸν καὶ δηλοῖ τὴν ἐπ᾽ αἰσθήσεσι τῶν κατὰ φύσιν δυνάμεων ποιητικὴν τῆς κακίας ἕξιν, ἐπειδὴ ψεκτῶς κεῖται κατὰ τοῦτον τῆς ἁγίας γραφῆς τὸν τόπον οὗτος ὁ ἀριθμός, ἣν ἀποκτείνει, ὡς δι᾽ ἀγγέλου τινὸς τοῦ θείου λόγου τῆς γνώσεως, ὁ τῆς οἰκείας δυνάμεως τῇ προσευχῇ πλέον ἐπερειδόμενος νοῦς καὶ παντὸς κατορθώματος καὶ πάσης κατὰ δαιμόνων νίκης αἴτιον τὸν θεὸν μόνον ἐπιγραφόμενος.
Ὁ τοίνυν κατὰ τὸν καιρὸν τῆς τῶν πειρασμῶν ἐπαναστάσεως τῆς μὲν φυσικῆς ἀπεχόμενος θεωρίας, τῆς δὲ προσευχῆς κατὰ τὴν ἐκ πάντων πρὸς ἑαυτόν τε καὶ τὸν θεὸν τοῦ νοῦ συστολὴν ἀντεχόμενος, ἀποκτείνει τὴν ἐπ᾽ αἰσθήσεσι τῶν φυσικῶν τῆς ψυχῆς δυνάμεων παρὰ φύσιν κινουμένων ποιητικὴν τῆς κακίας ἕξιν καὶ ἀποστρέφει μετ᾽ αἰσχύνης τὸν διάβολον ἀποβαλόμενον τὴν εἰρημένην ἕξιν, ἐφ᾽ ᾗ πεποιθὼς μετὰ τῆς οἰκείας ἀλαζονείας ἦλθε πρὸς τὴν ψυχήν, διὰ τῶν ὑπερηφάνων λογισμῶν τῆς ἀληθείας κατεπαιρόμενος.
Ὅπερ τυχὸν καὶ γνοὺς καὶ παθὼν καὶ ποιήσας ὁ μέγας Δαυίδ, ὁ πάντων μάλιστα πεῖραν ἔχων τῆς τῶν νοητῶν πολέμων παρατάξεως, ἐν τῷ συστῆναι, φησί, τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ μετ᾽ αὐτὸν ὁ θεῖος Ἱερεμίας, προστάσσων τῷ λαῷ μὴ ἐκβῆναι τῆς πόλεως διὰ τὴν κυκλόθεν παροικοῦσαν τῶν ἐχθρῶν ῥομφαίαν. Καὶ τοῦτο εἴπερ Ἄβελ ὁ μακάριος ἐφυλάξατο καὶ μὴ συνεξῆλθε τῷ Κάϊν ἐν τῷ πεδίῳ, τουτέστιν ἐν τῷ πλάτει τῆς φυσικῆς θεωρίας πρὸ τῆς ἀπαθείας, οὐκ ἂν ἐπαναστὰς ἀπέκτεινεν αὐτὸν μετὰ δόλου, κλέψας τοῖς δεξιοῖς κατὰ τὴν τῶν ὄντων θεωρίαν πρὸ τῆς τελείας ἕξεως, ὁ τῆς σαρκὸς νόμος ὁ Κάϊν καὶ ὢν καὶ καλούμενος· ὃν πρῶτον ἐκτήσατο καρπὸν τῆς παραβάσεως, κατὰ τὴν δύναμιν τῆς αὐτοῦ προσηγορίας, ὁ πρῶτος ἄνθρωπος Ἀδάμ, γεννήσας νόμον ἁμαρτίας, ὃν κατὰ τὸν παράδεισον αὐτῷ ὁ θεὸς οὐκ ἐδημιούργησε· 〈κτῆσις〉 γὰρ ἑρμηνεύεται ὁ Κάϊν. Ὁμοίως δὲ καὶ Δίνα, ἡ τοῦ μεγάλου θυγάτηρ Ἰακώβ, εἰ μὴ συνεξῆλθε ταῖς θυγατράσι τῶν ἐγχωρίων, τουτέστι ταῖς αἰσθητικαῖς φαντασίαις, οὐκ ἂν Συχὲμ υἱὸς Ἐμμὸρ ἐπαναστὰς αὐτὴν ἐταπείνωσε. Συχὲμ δὲ ἑρμηνεύεται 〈νῶτος〉, Ἐμμὸρ δὲ 〈ὄνος,〉 τουτέστι τὸ σῶμα. Ὁ μὲν οὖν νῶτος, τουτέστιν ὁ Συχέμ, τοῦ Ἐμμόρ, ἤγουν τοῦ σώματος, ὀπίσθιος νόμος ἐστίν, ἀλλ᾽ οὐκ ἐμπρόσθιος, τουτέστιν ὕστερος, ἀλλ᾽ οὐ πρῶτος.
Κατ᾽ ἀρχὰς γάρ, ἤτουν ἔμπροσθεν, πρὶν γενέσθαι τῆς θείας ἐντολῆς τὴν παράβασιν, οὐκ εἶχε τὸ σῶμα τοῦτο τὸ ἀνθρώπινον, τουτέστιν ὁ Ἐμμόρ, τὸν νόμον τῆς ἁμαρτίας, λέγω δὲ τὸν Συχέμ, ἀλλ᾽ ὕστερον ἐπεφύη τῷ σώματι διὰ τὴν παρακοὴν τῆς ἁμαρτίας ὁ νόμος· ὃν ὁ ἀληθὴς διασκοπήσας λόγος διὰ τὴν ὕστερον γένεσιν προσηγόρευσε Συχέμ, τουτέστι νῶτον, ὅπέρ ἐστιν ὀπίσθιος· τὸ γὰρ ὀπίσθιον δηλοῖ σαφῶς κατὰ φύσιν ὁ νῶτος. Ὥστε καλόν ἐστι πρὸ τῆς τελείας ἕξεως μὴ ἅπτεσθαι τῆς φυσικῆς θεωρίας, ἵνα μή, λόγους ἐπιζητοῦντες πνευματικοὺς ἐκ τῶν ὁρωμένων κτισμάτων, λάθωμεν πάθη συλλέγοντες. Πλέον γὰρ ἐν τοῖς ἀτελέσι δυναστεύει πρὸς τὴν αἴσθησιν τὰ φαινόμενα σχήματα τῶν ὁρωμένων ἢ πρὸς τὴν ψυχὴν οἱ ἐγκεκρυμμένοι τοῖς σχήμασι λόγοι τῶν γεγονότων.
ΕΡΩΤΗΣΙΣ Νʹ Τί ἐστι πάλιν τὸ σημαινόμενον ἐν τῇ αὐτῇ βίβλῳ τὸ Καὶ προσηύξατο Ἐζεκίας ὁ βασιλεὺς καὶ Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης περὶ τούτων καὶ ἐβόησαν εἰς τὸν οὐρανόν. Καὶ ἀπέστειλεν κύριος ἄγγελον, καὶ ἐξέτριψεν πάντα δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ, καὶ ἀπέστρεψεν μετ᾽ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ.
Ἀπόκρισις. Ὁ τῆς ἁγίας γραφῆς λόγος, κἂν εἰ δέχεται περιγραφὴν κατὰ τὸ γράμμα, τοῖς χρόνοις τῶν ἱστορουμένων πραγμάτων συναπολήγων, ἀλλὰ κατὰ τὸ πνεῦμα ταῖς τῶν νοουμένων θεωρίαις μένει διαπαντὸς ἀπερίγραφος.
Καὶ μηδεὶς πρὸς τοῦτο δυσανασχετῶν ἀπιστήσειεν, γινώσκων ὡς ὁ λαλήσας θεὸς κατὰ φύσιν ἐστὶν ἀπερίγραφος· ᾧ μᾶλλον ἐοικέναι τὸν ὑπ᾽ αὐτοῦ λαληθέντα λόγον πιστεύειν χρὴ τοὺς γνησίως κατακούειν τοῦ βουλήματος τῆς γραφῆς βουλομένους. Εἰ γὰρ θεὸς ὁ λαλήσας ἐστίν, οὗτος δὲ κατ᾽ οὐσίαν ἀπερίγραφος, δῆλον ὅτι καὶ ὁ λαληθεὶς ὑπ᾽ αὐτοῦ λόγος ἐστὶν ἀπερίγραφος.
Οὐκοῦν τὰ συμβάντα τυπικῶς κατὰ τοὺς Ἐζεκίου χρόνους καὶ λαβόντα πέρας τὴν τότε τῶν ἱστορουμένων ἔκβασιν πνευματικῶς θεωρήσαντες, θαυμάσομεν τὴν σοφίαν τοῦ γράψαντος ἁγίου πνεύματος, πῶς ἑκάστῳ τῶν μετειληφότων τῆς ἀνθρωπίνης φύσεως ἁρμόζουσαν ἔθετο καὶ προσήκουσαν τὴν τῶν γεγραμμένων διάνοιαν, ὥστε πάντα τὸν βουλόμενον τοῦ θείου λόγου γενέσθαι φοιτητὴν καὶ μηδὲν ἔχειν τῶν παρόντων καὶ λυομένων τῆς ἀρετῆς ἰσοστάσιον γενέσθαι δύνασθαι ἄλλον Ἐζεκίαν ἐν πνεύματι καὶ Ἡσαΐαν ἕτερον, ὑπ᾽ οὐδενὸς κωλυόμενον καὶ προσεύξασθαι καὶ βοῆσαι εἰς τὸν οὐρανὸν καὶ εἰσακουσθῆναι καὶ λαβεῖν παρὰ θεοῦ τὴν δι᾽ ἀγγέλου τῶν νοητῶς αὐτὸν πολεμούντων φθορὰν καὶ ἀπώλειαν.
Ἐπειδὴ δὲ χρὴ τὸν γνωστικῶς πρὸς ψυχὴν τὴν ἁγίαν γραφὴν κατὰ Χριστὸν ἐκδεχόμενον ἀσκηθῆναι φιλοπόνως καὶ τῶν ὀνομάτων τὴν ἑρμηνείαν, αὐτόθεν δυναμένην ὅλην τὴν τῶν γεγραμμένων σαφηνίσαι διάνοιαν, εἴπερ μέλει αὐτῷ τῆς ἀκριβοῦς τῶν γεγραμμένων κατανοήσεως, ἀλλ᾽ οὐκ ἰουδαϊκῶς πρὸς σῶμα καὶ γῆν κατάγειν τὸ ὕψος τοῦ πνεύματος καὶ τὰς θείας καὶ ἀκηράτους τῶν νοητῶν ἀγαθῶν τῇ φθορᾷ τῶν παρερχομένων περιγράφειν ἐπαγγελίας, καθώς τινες τῶν παρ᾽ ἡμῖν λεγομένων Χριστιανῶν ὑπειληφότες λελήθασι, ψευδώνυμον ἑαυτοῖς τὴν ἀπὸ Χριστοῦ προσηγορίαν ἐπιφημίζοντες, ἧς δείκνυνται παντελῶς ἠρνημένοι δι᾽ αὐτῶν τῶν πραγμάτων τὴν δύναμιν, καὶ τὴν ἐναντίαν τῷ Χριστῷ προδήλως ὁδεύουσιν, ὡς δείξει κατ᾽ ἐπιτομὴν ὁ λόγος ...
Εἰ γὰρ μετὰ τῶν ἄλλων μυστηρίων, ὧν οὐκ ἄν τις ἐφίκοιτο λόγος, καὶ εἰς τοῦτο γενόμενος ἄνθρωπος ὁ θεὸς ἦλθεν, ἵνα πληρώσῃ τὸν νόμον πνευματικῶς ἐν τῇ καταργήσει τοῦ γράμματος, καὶ τὸ ζωοποιοῦν αὐτοῦ, φημὶ δὲ τοῦ νόμου, στήσῃ τε καὶ φανερὸν καταστήσῃ τῇ περιαιρέσει τοῦ ἀποκτέννοντος—τὸ δὲ ἀποκτέννον τοῦ νόμου κατὰ τὸν θεῖον ἀπόστολόν ἐστι τὸ γράμμα, ὥσπερ καὶ τὸ ζωοποιὸν τοῦ νόμου κατ᾽ αὐτὸν τὸ πνεῦμά ἐστι· φησὶ γὰρ τὸ μὲν γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ —, διαρρήδην ἄρα τὴν ἀντίπαλον τῷ Χριστῷ μοῖραν ἀνείλοντο καὶ τὸ πᾶν τῆς αὐτοῦ σαρκώσεως ἠγνόησαν μυστήριον οἱ μόνῳ τῷ γράμματι κατορύξαντες τῆς σφῶν διανοίας τὴν δύναμιν καὶ οὐκ ἐθέλοντες εἶναι κατ᾽ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν, ἀλλὰ μᾶλλον τὸ γῆν εἶναι, κατὰ τὴν ἀπειλήν, καὶ εἰς γῆν ἀπελεύσεσθαι, διὰ τῆς ὡς πρὸς γῆν τὸ γράμμα σχέσεως, τοῦ πρὸς οὐρανόν, λέγω δὲ τὸ πνεῦμα, εἰς ἀέρα, τουτέστι τὸν νοερὸν φωτισμόν, ἐν νεφέλαις, ταῖς ὑψηλαῖς δηλαδὴ θεωρίαις, εἰς ἀπάντησιν ἁρπαγῆναι τοῦ κυρίου καὶ οὕτως πάντοτε σὺν αὐτῷ εἶναι διὰ τῆς γνώσεως προτιμῶντες.
Ὑπὲρ ὧν ἄχθεσθαι μὲν δίκαιον, ἀφόρητον ζημίαν ἐξ ἀγνοίας ὑπομενόντων τὴν τῆς ἀληθείας ἔκπτωσιν, λυπεῖσθαι δέ, ὡς πολλὰς εἰς βεβαίωσιν ἀπιστίας τοῖς Ἰουδαίοις ἀφορμὰς παρεχόντων. Ἀλλ᾽ ἡμεῖς ἐκείνους ἐάσαντες ὡς θέλουσιν ἔχοντας, πρὸς ἑαυτοὺς καὶ τὸν λόγον ἐπανέλθωμεν, τὴν ἀρχὴν τῆς τοῦ προκειμένου κεφαλαίου πνευματικῆς ἐρεύνης ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας ποιησόμενοι.
Ἐζεκίας τοίνυν ἑρμηνεύεται 〈κράτος θεοῦ,〉 Ἄχας δὲ ὁ πατὴρ αὐτοῦ 〈ἰσχύς.〉 Καὶ Ἡσαΐας ἑρμηνεύεται 〈ἔπαρσις θεοῦ,〉 τουτέστιν ὕψος θεοῦ, Ἀμὼς δὲ ὁ πατὴρ αὐτοῦ 〈λαὸς πόνου.〉 Κράτος δὲ θεοῦ καθέστηκεν ἡ ἀναιρετικὴ τῶν παθῶν ἀρετὴ καὶ τῶν εὐσεβῶν φρουρητικὴ λογισμῶν, ἣν γεννᾷ πρᾶξις ἐντολῶν, ἰσχὺς τροπικῶς νοουμένη, δι᾽ ἧς τὰς ἀντικειμένας τῷ ἀγαθῷ πονηρὰς δυνάμεις συνεργίᾳ θεοῦ, μᾶλλον δὲ μόνῃ δυνάμει θεοῦ, διαφθείρομεν, Ὕψος δὲ θεοῦ ἐστιν ἡ γνῶσις τῆς ἀληθείας, ἣν γεννᾷ τῆς τῶν γεγονότων θεωρίας ὁ πόνος καὶ οἱ ἐπὶ τῇ πράξει τῶν ἀρετῶν ἱδρῶτες, πόνου πατέρες γινόμενοι, δι᾽ ἧς τὴν ἀντικειμένην τῇ ἀληθείᾳ τοῦ ψεύδους δύναμιν παντελῶς ἐξαφανίζομεν, πᾶν ὕψωμα τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ πονηρῶν πνευμάτων ταπεινοῦντές τε καὶ καταβάλλοντες.
Προσευχὴ δέ ἐστιν αἴτησις ὧν πέφυκε θεὸς ἀνθρώποις δωρεῖσθαι πρὸς σωτηρίαν. Καὶ μάλα γε εἰκότως. Εἰ γὰρ εὐχή ἐστιν ὑπόσχεσις τῶν ἐξ ἀνθρώπων θεῷ κατ᾽ ἐπαγγελίαν προσαγομένων καλῶν, προσευχὴ κατὰ τὸν εἰκότα λόγον ἔσται σαφῶς ἡ τῶν ἐκ θεοῦ πρὸς σωτηρίαν χορηγουμένων τοῖς ἀνθρώποις ἀγαθῶν ἐξαίτησις, ἀντίδοσιν φέρουσα τῆς τῶν προηυγμένων καλῆς διαθέσεως.
Βοὴ δέ ἐστιν ἡ τῶν κατὰ τὴν πρᾶξιν ἐναρέτων τρόπων καὶ τῶν κατὰ τὴν θεωρίαν γνωστικῶν θεωρημάτων ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεως ἐπίδοσίς τε καὶ ἐπαύξησις, ἧς πάντων οὐχ ἥκιστα φυσικῶς ἀκούει θεός, ἀντὶ μεγάλης φωνῆς τὴν τῶν ἀρετῆς καὶ γνώσεως ἐπιμελουμένων λαμβάνων διάθεσιν.
Οὐρανὸς δὲ πολλάκις λέγεται κατὰ τὴν ἁγίαν γραφὴν αὐτὸς ὁ θεός, ὥς πού φησιν ὁ μέγας τῆς ἀληθείας κήρυξ Ἰωάννης ὁ πρόδρομος οὐ δύναται ἄνθρωπος λαμβάνειν ἀφ᾽ ἑαυτοῦ οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ, ἀντὶ τοῦ 〈ἐκ τοῦ θεοῦ,〉 διότι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων· καθ᾽ ὃ σημαινόμενον ἐπὶ τοῦ προκειμένου κεφαλαίου τὸν τῆς γραφῆς τόπον ἐκληπτέον. Οἶδε δὲ πάλιν ἡ γραφὴ καλεῖν οὐρανὸν καὶ τὰς οὐρανίους δυνάμεις, κατὰ τὸ Ὁ οὐρανός μοι θρόνος, ὡς ταῖς ἁγίαις δηλονότι καὶ ἀσωμάτοις ἐπαναπαυομένῳ φύσεσιν. Εἰ δὲ καὶ τὸν νοῦν τὸν ἀνθρώπινον, πάσης μὲν ὑλικῆς καθαιρόμενον φαντασίας, τοῖς δὲ θείοις τῶν νοητῶν κατακοσμούμενον λόγοις, φαίη τις εἶναι οὐρανόν, οὐκ ἔξω τῆς ἀληθείας, ὡς ἔμοιγε δοκεῖ, βέβηκεν.
Εἰ δὲ καὶ τὸ ὕψος τῆς ἐν ἀνθρώποις νοερᾶς γνώσεως οὐρανὸν εἴποι τις, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Τῷ ὄντι γὰρ ὡς οὐρανὸς θρόνος γίνεται τοῦ θεοῦ ἡ ἀληθὴς γνῶσις, δεχομένη τὸν θεὸν ἐνθρονιζόμενον κατὰ τὴν ἀμετάθετον ἕξιν τῆς περὶ τὸ καλὸν παγίας καὶ ὑψηλῆς ἐφέσεως· ὥσπερ καὶ ὑποπόδιον ἡ καθαρὰ λέγεται πρᾶξις τῶν ἀρετῶν, ἐφ᾽ ἑαυτῆς δεχομένη τὰς θείας βάσεις καὶ οὐκ ἐῶσα τὸ σύνολον τοῖς ἀπὸ τοῦ σώματος καθάπερ γῆς μολύνεσθαι ῥύποις.
Οὐκοῦν, ἐπειδὴ τῆς ἀρετῆς ὑποτύπωσιν φέρει κατὰ τὴν ἑρμηνείαν τοῦ οἰκείου ὀνόματος Ἐζεκίας ὁ βασιλεύς— 〈κράτος〉 γὰρ 〈θεοῦ〉 κατὰ τὴν ἑλλάδα φωνὴν λεγόμενον τοῦτο σημαίνει τὸ ὄνομα, θεοῦ δὲ κράτος μόνη κατὰ τῶν ἐναντίων δυνάμεων εἶναι καθέστηκεν ἡ ἀρετή—, Ἄχας δὲ ὁ τοῦ Ἐζεκίου πατὴρ 〈ἰσχὺς〉 ἑρμηνεύεται, ἣν εἰς τὴν πρᾶξιν προλαβὼν ὁ λόγος ἐξέδωκεν, ἐξ ἧς γεννᾶσθαι τὸ κατ᾽ ἀρετὴν θεῖον πέφυκε κράτος, ὁ δὲ προφήτης Ἡσαΐας τὴν τῶν ὑψηλῶν γνῶσιν σημαίνει—〈ὕψος〉 γὰρ 〈θεοῦ〉 ἑρμηνευόμενος λέγεται—, δι᾽ ἑαυτοῦ τὸ ὕψος τῆς κατὰ θεὸν γνώσεως δηλῶν, τῆς γεννωμένης ἐκ τοῦ πόνου τῶν περὶ τὰ ὄντα διαφόρων θεωρημάτων—Ἀμὼς γὰρ 〈λαοῦ πόνος〉 λέγεται, καθὼς προαπεδόθη—, ἐπειδὴ τοίνυν, καθὼς εἴρηται, ταύτην ἔχει τῶν ὀνομάτων ἡ σημασία τὴν δύναμιν, πᾶς δηλονότι φιλόσοφος καὶ εὐσεβής, ἀρετῇ καὶ γνώσει ἢ πράξει καὶ θεωρίᾳ φρουρούμενος, ἐπειδὰν ἴδῃ διὰ τῶν παθῶν ἐπαναστᾶσαν αὐτῷ τὴν πονηρὰν δύναμιν, καθάπερ τῷ Ἐζεκίᾳ τῶν Ἀσσυρίων ὁ βασιλεύς, μίαν ἔχει πρὸς τὴν τῶν κακῶν λύσιν βοήθειαν τὸν θεόν, ὃν ἱλεοῦται βοῶν ἀλαλήτως διὰ τῆς κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν πλείονος ἐπιτάσεως, καὶ δέχεται πρὸς συμμαχίαν, μᾶλλον δὲ πρὸς σωτηρίαν, ἄγγελον, δηλονότι μείζονα σοφίας καὶ γνώσεως λόγον, ἐκτρίβοντα πάντα δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ, καὶ ἀποστρέφοντα αὐτὸν μετ᾽ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ.
Ἡ πονηρὰ καὶ ὀλέθριος τοῦ διαβόλου βασιλεία, διὰ τῆς Ἀσσυρίων τυπουμένη βασιλείας, τὸν κατὰ τῆς ἀρετῆς καὶ τῆς γνώσεως πρὸς ἀνθρώπους συναγείρουσα πόλεμον, διὰ τῶν αὐτοῖς ἐμφύτων δυνάμεων τροποῦσθαι μηχανᾶται τὴν ψυχήν, τὴν μὲν ἐπιθυμίαν πρῶτον εἰς ὄρεξιν τῶν παρὰ φύσιν διερεθίζουσα καὶ τὰ αἰσθητὰ τῶν νοητῶν προτιμᾶν ἀναπείθουσα, τὸν δὲ θυμὸν ὑπεραγωνίζεσθαι τοῦ αἱρεθέντος ὑπὸ τῆς ἐπιθυμίας αἰσθητοῦ διεγείρουσα, τὸ δὲ λογικὸν τοὺς τρόπους ἐπινοεῖν τῶν κατ᾽ αἴσθησιν ἡδονῶν ἐκδιδάσκουσα, καὶ τούτων ἄρχειν τῶν δυνάμεων τὰ αἰσθητά, ἤγουν τῶν τῆς ψυχῆς δυνάμεων κυριεύειν τὸν χοϊκὸν χειροτονοῦσα νόμον.
Δυνατὸν οὖν ἐκάλεσεν ἡ γραφὴ τὸν ἐπικείμενον τῆς ἐπιθυμίας πονηρὸν δαίμονα καὶ πρὸς τὰς τῶν αἰσχρῶν ἡδονῶν ἀπρεπεῖς ὀρέξεις αὐτὴν ἐκκαίοντα· οὐδὲν γὰρ φυσικῆς ὀρέξεώς ἐστι δυνατώτερον ἢ βιαιότερον. Πολεμιστὴν δὲ τὸν ἐπικαθήμενον τῷ θυμικῷ καὶ ὑπὲρ τῶν ἡδονῶν ἀπαύστως μάχεσθαι παρασκευάζοντα προσηγόρευσε δαίμονα. Ἄρχοντα δὲ τὸν ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν ἀοράτως ἐπιφυόμενον καὶ πρὸς ἑαυτὸν τὰς ὀρέξεις τῆς ψυχῆς δι᾽ ἑκάστης αἰσθήσεως ἀπατηλῶς ἐκκαλούμενον ὠνόμασεν· ἄρχοντα δὲ τοῦτον κέκληκεν ὁ λόγος, ἐπειδὴ παντὸς πέφυκεν ἄρχειν πάθους τὸ προσφυὲς αἰσθητόν· ἄνευ γάρ τινος ὑποκειμένου καὶ τὰς δυνάμεις τῆς ψυχῆς διὰ μέσης τινὸς αἰσθήσεως ἐπικινοῦντος πρὸς ἑαυτὸ πάθος οὐκ ἂν συσταίη ποτέ. Στρατηγὸν δὲ τὸν τῇ δυνάμει τοῦ τῆς ψυχῆς λογιστικοῦ καταχρώμενον εἶπε δαίμονα πρὸς ἐπίνοιαν κακῶν καὶ ἐξεύρεσιν πασῶν τῶν κατὰ κακίαν μεθόδων.
Πρόσωπον δὲ τοῦ διαβόλου τὸ λεῖον ὑπάρχει τῆς ἡδονῆς, δι᾽ οὗ πάσης ἀνεχομένης αὐτοῦ ψυχῆς πέφυκε δυναστεύειν καὶ τὰ θελκτικὰ τῶν αἰσθήσεων αἰσθητὰ τῆς τὸν νοῦν πιαινούσης τῶν νοητῶν θεωρίας προτιμώσης· ὅπερ πρόσωπον καταισχύνει ὁ διὰ προσευχῆς τὸν ἐκτρίβοντα πᾶσαν πονηρὰν δύναμιν παρὰ θεοῦ κομισάμενος τῆς σοφίας λόγον, τουτέστι τὸν τελείως ἀφανιστικὸν τῆς διοχλούσης τῇ ψυχῇ πονηρᾶς τυραννίδος. Ἐξέτριψε γάρ, φησὶν ὁ λόγος, ἀλλ᾽ οὐκ 〈ἔτριψεν.〉 Ἡ μὲν γὰρ τρίψις τῆς ἐμπαθοῦς κατ᾽ ἐνέργειαν μόνης ὑπάρχει πράξεως κατάργησις, ἡ δὲ ἔκτριψις καὶ τῶν κατὰ διάνοιαν πονηρῶν κινημάτων παντελής ἐστιν ἀφανισμός.
Ἡ δὲ χώρα τοῦ βασιλέως Ἀσσούρ, λέγω δὲ τοῦ πονηροῦ καὶ ἀρχεκάκου δαίμονος, ἔστιν ἡ στιβαρὰ καὶ ἀπότομος τῆς κακίας καὶ ἀγνωσίας ἕξις, ἡ πάσης τῆς κατ᾽ ἀρετὴν ζωτικῆς θερμότητος καὶ παντὸς τοῦ κατὰ τὴν γνῶσιν νοεροῦ φωτὸς ἐστερημένη, εἰς ἣν μόνος ὁ διάβολος ἀποστρέφεται, μετὰ τὴν πεῖραν τῆς προσβολῆς μὴ δυνηθεὶς μετοικίσαι εἰς τὴν οἰκείαν ἕξιν, τὴν Ἱερουσαλήμ, τουτέστι τὴν θεοφιλῆ καὶ ἀπαθεστάτην ψυχήν, ἔχουσαν ἐν ἑαυτῇ τόν τε τῆς πράξεως καθάπερ Ἐζεκίαν τέλειον λόγον καὶ τὸν τῆς γνώσεως καθάπερ Ἡσαΐαν πεφωτισμένον νοῦν, τὸν θεὸν ἱλεουμένους καὶ δι᾽ ἀγγέλου τὴν πονηρὰν ἐξαφανίζοντας δύναμιν.
Ἐγὼ μὲν οὕτως τοὺς τόπους ἐνόησα κατὰ τὴν ὑποῦσάν μοι δύναμιν. Εἰ δέ τις ὑψηλοτέρως ἐκδέχεσθαι δύναται τὰ εἰρημένα, καὶ ἑαυτῷ καὶ ἡμῖν χαρίζεται, τιμιώτερον ἐκφαίνων, ὡς δεῖ, τῶν γεγραμμένων τὸν νοῦν. Προέφην γὰρ ὅτι μένει διαπαντὸς ἀπερίγραφος ὁ τῆς θείας γραφῆς λόγος, πάντας μὲν περιγράφων τοὺς λέγοντας, αὐτὸς δὲ τοῖς λέγουσιν οὐδαμῶς περιγραφόμενος, ὥστε κἂν εἶπόν τι κατὰ δύναμιν, καὶ τοῦτο τολμηρῶς, ἀλλ᾽ οὐ περιέλαβον πᾶσαν τῶν γεγραμμένων τὴν δύναμιν, ἀπείρως τῆς ἐμῆς ἀνῳκισμένην δυνάμεως.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.