Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα πρὸς Θαλάσσιον

Μάξιμος ὁ Ὁμολογητής

Πίνακες περιεχομένων

Κατάλογος των εξήντα πέντε ερωτημάτων επί διαφόρων χωρίων της Αγίας Γραφής που αναπτύσσονται στα δύο βιβλία του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 14

Τάδε ἔνεστιν ἐν τῷδε τῷ πρώτῳ βιβλίῳ τῶν ἀπόρων τῆς θείας γραφῆς αʹ πρόλογος εἰς τὰ παρατεθέντα σχόλια. βʹ προοίμιον πρὸς τὸν ἐπιτάξαντα τὴν συγγραφήν. αʹ περὶ λύπης καὶ ἡδονῆς ἐπιθυμίας τε καὶ φόβου

βʹ περὶ τοῦ τί σημαίνει ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται γʹ περὶ τοῦ ἐν τῷ εὐαγγελίῳ βαστάζοντος τὸ κεράμιον τοῦ ὕδατος δʹ περὶ τοῦ μὴ κτήσασθαι δύο χιτῶνας εʹ περὶ τῆς καταραθείσης γῆς ἐν τοῖς ἔργοις τοῦ Ἀδάμ

ϛʹ περὶ τοῦ ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ ζʹ περὶ τοῦ εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ηʹ περὶ τοῦ ὁ θεὸς φῶς ἐστιν θʹ περὶ τοῦ ἀδελφοί, νῦν τέκνα θεοῦ ἐσμεν καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα

ιʹ περὶ τοῦ ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ ιαʹ περὶ τοῦ τίς ἡ ἀρχὴ τῶν μὴ τηρησάντων αὐτὴν ἀγγέλων ιβʹ περὶ τοῦ τίς ὁ ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένος χιτών ιγʹ περὶ τοῦ τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται

ιδʹ περὶ τοῦ καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα ιεʹ περὶ τοῦ τὸ γὰρ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσιν ιϛʹ περὶ τοῦ χωνευθέντος μόσχου ἐν τῇ ἐρήμῳ ιζʹ περὶ τοῦ ἀγγέλου τοῦ ἀπειλήσαντος τῷ Μωυσῇ θάνατον ἐν τῇ ὁδῷ Αἰγύπτου

ιηʹ περὶ τοῦ εἰ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται, πῶς ἐκπίπτει τῆς χάριτος ὁ ἐν νόμῳ δικαιούμενος ιθʹ περὶ τοῦ ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται κʹ περὶ τῆς ἐν τῷ εὐαγγελίῳ ξηρανθείσης συκῆς

καʹ περὶ τοῦ ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας κβʹ περὶ τοῦ εἰ ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις δείξει τὸν πλοῦτον αὐτοῦ ὁ θεός, πῶς εἰς ἡμᾶς τὰ τέλη τῶν αἰώνων κατήντησεν κγʹ περὶ τοῦ καὶ δώσει αὐτῷ ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ

κδʹ περὶ τοῦ διελθὼν πρώτην καὶ δευτέραν φυλακήν κεʹ περὶ τοῦ παντὸς ἀνδρὸς κεφαλὴ ὁ Χριστός, καὶ τὰ ἑξῆς κϛʹ περὶ τοῦ βασιλέως Βαβυλῶνος καὶ Ἰούδα καὶ τῶν ἐθνῶν· κζʹ περὶ τῆς ἀποκαλύψεως Πέτρου τῆς ἐπὶ Κορνηλίῳ

κηʹ περὶ τοῦ δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας κθʹ περὶ τοῦ οἵτινες διὰ τοῦ πνεύματος ἔλεγον τῷ Παύλῳ μὴ ἀναβαίνειν εἰς Ἱεροσόλυμα λʹ περὶ τοῦ τίς ἡ διαφορὰ ποτηρίου καὶ βαπτίσματος λαʹ περὶ τοῦ εἰ οὐκ ἐν χειροποιήτοις ναοῖς ὁ θεὸς κατοικεῖ

λβʹ περὶ τοῦ εἰ ἄρα ψηλαφήσαιεν καὶ εὕροιεν θεόν λγʹ περὶ τοῦ ἀμὴν λέγω ὑμῖν ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ λδʹ περὶ τοῦ διὰ τοῦτο λέγω ὑμῖν ὅτι πάντα ὅσα ἂν προσευχόμενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε

λεʹ περὶ τοῦ πῶς κελευόμεθα ἐσθίειν τὴν σάρκα τοῦ λόγου καὶ πίνειν τὸ αἷμα, μὴ συντρίβειν δὲ τὰ ὀστᾶ λϛʹ περὶ τοῦ τίνα εἰσὶ τὰ τῶν θυομένων ζῴων σώματα λζʹ περὶ τῆς δηξάσης τὸν Παῦλον ἐχίδνης ληʹ περὶ τῆς πρὸς τὸν κύριον ἐρωτήσεως τῶν Σαδδουκαίων

λθʹ περὶ τῶν τριῶν ἡμερῶν ἃς προσέμειναν οἱ ὄχλοι τῷ κυρίῳ μʹ περὶ τῶν ἓξ ὑδριῶν τῶν ἐν Κανᾶ τῆς Γαλιλαίας μαʹ περὶ τῶν πέντε ἀνδρῶν τῆς Σαμαρείτιδος μβʹ περὶ τοῦ πῶς ἡμεῖς μὲν λεγόμεθα ποιῆσαι τὴν ἁμαρτίαν, ὁ δὲ κύριος γενέσθαι μὲν ἁμαρτία, μὴ εἰδέναι δὲ αὐτήν

μγʹ περὶ τοῦ ξύλου τῆς ζωῆς καὶ τοῦ ξύλου τῆς παρακοῆς μδʹ περὶ τοῦ ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν μεʹ περὶ τοῦ στηθυνίου καὶ περὶ τοῦ βραχίονος τοῦ ἀφαιρέματος μϛʹ περὶ τοῦ ἐσόπτρου καὶ τοῦ αἰνίγματος

μζʹ περὶ τοῦ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ μηʹ περὶ τῶν λάκκων καὶ πύργων Ὀζίου βασιλέως Ἰούδα μθʹ περὶ τοῦ καὶ εἶδεν Ἐζεκίας ὅτι ἥκει Σενναχειρίμ νʹ περὶ τῆς προσευχῆς Ἐζεκίου καὶ Ἡσαΐα ναʹ περὶ τοῦ καὶ πολλοὶ ἔφερον δῶρα τῷ κυρίῳ καὶ δόματα τῷ βασιλεῖ

νβʹ περὶ τοῦ οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ ὁ θεὸς ἀνταπέδωκεν Ἐζεκίας νγʹ περὶ τοῦ καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυίδ νδʹ περὶ τοῦ Ζοροβάβελ καὶ τῆς αὐτοῦ προσευχῆς νεʹ περὶ τοῦ ἀριθμοῦ τῶν ἐξελθόντων ἐκ Βαβυλῶνος ἀνθρώπων τε καὶ κτηνῶν

Ἀπὸ ὧδε κεῖνται ἐν τῇ δευτέρᾳ βίβλῳ· νϛʹ περὶ τῶν ἐληλυθότων ἐχθρῶν Ἰούδα καὶ Βενιαμεῖν νζʹ περὶ τοῦ πολὺ ἰσχύει εὐχὴ δικαίου ἐνεργουμένη νηʹ περὶ τοῦ ἐν ᾧ ἀγαλλιᾶσθε ὀλίγον ἄρτι. εἰ δέον ἐστὶ λυπηθέντας

νθʹ περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξερεύνησαν προφῆται ξʹ περὶ τοῦ ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ ξαʹ περὶ τοῦ ὅτι καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ ξβʹ περὶ τοῦ δρεπάνου, οὗ εἶδεν Ζαχαρίας ὁ προφήτης

ξγʹ περὶ τῆς λυχνίας ἣν εἶδεν ὁ αὐτὸς προφήτης ξδʹ περὶ τοῦ Ἰωνᾶ καὶ τῆς αὐτοῦ προφητείας ξεʹ περὶ τῶν ἀναιρεθέντων ἐκ τοῦ σπέρματος Σαοὺλ ὑπὸ τῶν Γαβαονιτῶν ἐπὶ Δαυὶδ βασιλέως