Ἐπειδὴ δὲ περὶ τῶν διοχλούντων ἡμῖν παθῶν πρῶτον εἰπεῖν ἐκελεύσατε, πόσα τε καὶ ποῖα τυγχάνει, καὶ ἐκ ποίας ἀρχῆς καὶ εἰς οἷον διὰ τῆς οἰκείας μεσότητος καταντᾷ πέρας, καὶ ποίας ἕκαστον δυνάμεως ψυχῆς ἢ μέλους σώματος ἐμφυόμενον πρὸς ἑαυτὸ ἀοράτως μορφοῖ τὸν νοῦν καὶ τὸ σῶμα ποιοῖ, βαφῆς δίκην, ὅλην διὰ τῶν λογισμῶν πρὸς τὴν ἁμαρτίαν χρῶσαν τὴν ἀθλίαν ψυχήν, τῆς τε προσηγορίας ἑκάστου τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, τούς τε καιροὺς καὶ τὰ σχήματα καὶ τοὺς δι᾽ αὐτῶν δόλους τῶν ἀκαθάρτων δαιμόνων καὶ τὰς ἀοράτους συμπλοκὰς καὶ τὰς ὑποκρίσεις, καὶ πῶς δι᾽ ἄλλων ἄλλα λεληθότως προβάλλονται καὶ ἐπ᾽ ἄλλα δι᾽ ἄλλων πιθανῶς ὑποσύρουσιν, τάς τε λεπτότητας καὶ τὰς σμικρότητας καὶ τὰ μεγέθη καὶ τοὺς ὄγκους αὐτῶν, ὑφέσεις τε καὶ ἐφέσεις ἐπαγωγάς τε καὶ καταδρομάς, καὶ ὑποχωρήσεις καὶ συστολὰς ἐπιμονάς τε καὶ προσεδρείας ταχυτέρας ἢ βραδυτέρας, καὶ οἷον τὰς ὡς ἐν δικαστηρίῳ πρὸς τὴν ψυχὴν δικαιολογίας καὶ τὰς δῆθεν κατὰ διάνοιαν γινομένας ψήφους τάς τε φαινομένας ἥττας ἢ νίκας, τίς τε ἡ ἐφ᾽ ἑκάστῳ διάθεσις καὶ διὰ ποίαν αἰτίαν ἓν ἢ πολλὰ πάθη τῇ ψυχῇ συγχωροῦνται προσβάλλειν καὶ τοῦτο ἢ καθ᾽ ἑαυτοὺς ἢ σὺν ἀλλήλοις, καὶ ποίῳ λόγῳ συναναφέρουσιν ἑαυτοῖς ἀχρόνως τὰς οἰκείας ὕλας, δι᾽ ὧν κεκρυμμένως πρὸς ἡμᾶς τὸν πικρὸν συμπλέκουσι πόλεμον, ὡς ἐπὶ παροῦσιν ἐργωδῶς τοῖς μηδαμῶς οὖσι διαπονουμένους καὶ οἷον ὁρμῶντας ταῖς ὕλαις ἢ φεύγοντας, τὸ μὲν δι᾽ ἡδονήν, τὸ δὲ δι᾽ ὀδύνην πάσχοντας, τόν τε τρόπον τῆς ἐν ἡμῖν ὑπάρξεως αὐτῶν καὶ τῆς πολυπλόκου καὶ διαφόρου κατὰ τὸν ὕπνον αὐτῶν ἐν ὀνείροις φαντασίας, καὶ εἰ ἔν τινι μέρει καθείργνυνται τῆς ψυχῆς ἢ τοῦ σώματος ἢ ἐν ὅλῃ τῇ ψυχῇ καὶ ὅλῳ τῷ σώματι, καὶ εἰ, ἐντὸς ὄντες, διὰ τῶν φυσικῶν παθῶν τὰ ἐκτὸς ἐπισπᾶσθαι πείθουσι τὴν ψυχὴν διὰ μέσου τοῦ σώματος καὶ πλανῶσι τῆς αἰσθήσεως μόνης ὅλην γενέσθαι, τῶν κατὰ φύσιν οἰκείων ἀφεμένην, ἤ, ἐκτὸς ὄντες, διὰ τῆς ἔξωθεν ἐπαφῆς τοῦ σώματος τὴν ἀόρατον ψυχὴν πρὸς τὰ ὑλικὰ σχηματίζουσι, σύνθετον αὐτῇ μορφὴν ἐπιτιθέντες, τῆς ἀναληφθείσης κατὰ τὴν φαντασίαν ὕλης τὸ εἶδος προσπλάττοντες, καὶ εἰ τάξις ἐστὶν ἐν αὐτοῖς καὶ εἱρμὸς κακούργως ἐπινενοημένος διὰ τῶνδε τῶν παθῶν πρότερον ἀπόπειραν λαβεῖν τῆς ψυχῆς καὶ οὕτως διὰ τῶν ἄλλων ἀκολούθως αὐτῇ μάχεσθαι, καὶ τίνες τίνων προηγοῦνται, τίνες τε τίσι συνέπονται πάλιν ἢ παρέπονται, ἢ φύρδην ἀτάκτως, ὡς ἔτυχεν, δι᾽ οἱωνδήποτε παθῶν τὴν ψυχὴν ἐκταράσσουσιν, καὶ εἰ προνοίας δίχα τὰ τοιαῦτα πάσχειν ὑπ᾽ αὐτῶν ἡ ψυχὴ συγχωρεῖται ἢ κατὰ πρόνοιαν, καὶ τίς ὁ τῆς προνοίας ἐφ᾽ ἑκάστῳ πάθει τῆς ἐγκαταλείψεως τῆς ψυχῆς λόγος, τίς τε τῆς ἑκάστου τῶν ἀπηριθμημένων παθῶν ἀναιρέσεως ὁ τρόπος, καὶ ποίοις ἔργοις ἢ λόγοις ἢ λογισμοῖς ἡ ψυχὴ τούτων ἐλευθεροῦται καὶ τῆς συνειδήσεως τὸν μολυσμὸν ἐκτινάσσεται, ποίῳ δὲ πάθει ποίαν ἀρετὴν ἀντιθεῖσα νικήσει, τὸν πονηρὸν φυγαδεύσασα δαίμονα, συναφανίσασα παντελῶς αὐτῷ καὶ αὐτὴν τοῦ πάθους τὴν κίνησιν, καὶ πῶς μετὰ τὴν τῶν παθῶν ἀπαλλαγὴν τὰ οἰκεῖα καλῶς διασκοπῆσαι δυνήσεται, καὶ διὰ ποίων λόγων ἢ τρόπων, τὰς ἀπαθεῖς τῶν αἰσθητῶν πρὸς τὰς αἰσθήσεις οἰκειωσαμένη διὰ τοῦ κατὰ φύσιν λόγου σχέσεις, μορφώσει πρὸς ἀρετάς, ὡς διὰ τῶν παθῶν αὐτὴ πρότερον ἐμορφοῦτο πρὸς ἁμαρτίαν, καὶ πῶς τὴν καλὴν ποιήσηται δεόντως ἀντιστροφήν, τοῖς δι᾽ ὧν τὸ πρὶν ἐπλημμέλει χρωμένη πρὸς γένεσιν ἀρετῶν καὶ ὑπόστασιν, πῶς τε, τούτων πάλιν ἀπαλλαγεῖσα τῶν σχέσεων, τοὺς τῶν γεγονότων λόγους, διὰ τῆς ἐν πνεύματι φυσικῆς θεωρίας ἀφέτους τῶν ἐπ᾽ αὐτοῖς αἰσθητῶν συμβόλων γενομένους, ἐπιστημονικῶς ἀναλέξηται, πῶς τε αὖ, μετὰ τούτους πάλιν τοῖς νοητοῖς προσβαλοῦσα, καθαρῷ τῆς ἐπ᾽ αἰσθήσεσι διανοίας γενομένῳ τῷ νῷ τὰς ἁπλᾶς δέξηται νοήσεις καὶ τὴν τὰ ὅλα συνδέουσαν ἀλλήλοις κατὰ τὸν ἀρχικὸν τῆς σοφίας λόγον ἁπλῆν ἀναλήψηται γνῶσιν, μεθ᾽ ἥν, ὡς πάντα τὰ ὄντα περάσασα μετὰ τῶν αὐτοῖς προσφυῶν νοημάτων, πάσης ἀπολελυμένη καθαρῶς καὶ αὐτῆς τῆς πρὸς τὸ νοεῖν οἰκείας δυνάμεως, πρὸς αὐτὸν πάθῃ τὸν θεὸν τὴν ὑπὲρ νόησιν ἕνωσιν, καθ᾽ ἥν, ἀφράστως παρ᾽ αὐτοῦ.