Ἔργον
Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα πρὸς Θαλάσσιον
Ερωτήσεις 51-55
Πνευματική θεωρία περί των προσφερόμενων δώρων, της υπερηφάνειας του Εζεκία, της ταφής στους τάφους του Δαβίδ, της προσευχής του Ζοροβάβελ και της επιστροφής από την αιχμαλωσία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερωτήσεις 51-55
Πνευματική θεωρία περί των προσφερόμενων δώρων, της υπερηφάνειας του Εζεκία, της ταφής στους τάφους του Δαβίδ, της προσευχής του Ζοροβάβελ και της επιστροφής από την αιχμαλωσία.
ΕΡΩΤΗΣΙΣ ΝΑʹ Καὶ πολλοὶ ἔφερον δῶρα τῷ κυρίῳ εἰς Ἱερουσαλὴμ καὶ δόματα τῷ Ἐζεκίᾳ βασιλεῖ Ἰούδα, καὶ ὑπερήρθη κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν. Τί τὰ δῶρα, καὶ τί τὰ δόματα; καὶ διὰ τί τῷ μὲν θεῷ δῶρα, τῷ δὲ βασιλεῖ δόματα; καὶ τί τὸ ὑπεραρθῆναι κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν;
Ἀπόκρισις. Τὴν ὁρωμένην ἅπασαν φύσιν ὁ θεὸς ὑποστήσας, οὐκ ἀφῆκεν αὐτὴν κατὰ μόνην κινεῖσθαι τὴν αἴσθησιν, ἀλλ᾽ ἐγκατέσπειρεν ἑκάστῳ τῶν αὐτὴν συμπληρούντων εἰδῶν καὶ σοφίας λόγους πνευματικοὺς καὶ ἀγωγῆς ἀστείας τρόπους, ὥστε μὴ μόνον διὰ τῶν σιγώντων κτισμάτων μεγαλοφώνως κηρύττεσθαι τὸν ποιητὴν τῶν κτισμάτων τοῖς τῶν γεγονότων μηνυόμενον λόγοις, ἀλλὰ καὶ τὸν ἄνθρωπον, τοῖς κατὰ φύσιν τῶν ὁρωμένων θεσμοῖς τε καὶ τρόποις παιδαγωγούμενον, εὐμαρῶς τὴν πρὸς αὐτὸν ἄγουσαν ὁδὸν τῆς δικαιοσύνης εὑρεῖν.
Τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος ἴδιον, μὴ μόνον τὰς θείας καὶ ἀσωμάτους τῶν νοητῶν οὐσίας τῆς ἀπορρήτου καὶ θείας ἀπεικονίσματα καταστῆσαι δόξης, ὅλην κατὰ τὸ θεμιτὸν ἀναλόγως αὐταῖς εἰσδεχομένας τὴν ἀπερινόητον ὡραιότητα τοῦ ἀπροσίτου κάλλους, ἀλλὰ καὶ τοῖς αἰσθητοῖς καὶ τῶν νοητῶν οὐσιῶν κατὰ πολὺ ἀποδέουσιν ἀπηχήματα τῆς οἰκείας ἐγκαταμίξαι μεγαλειότητος, δυνάμενα τὸν ἀνθρώπινον νοῦν ἐπιχούμενον αὐτοῖς πρὸς τὸν θεὸν ἀπλανῶς διαπορθμεύειν, ὑπεράνω πάντων τῶν ὁρωμένων γινόμενον, οἷα τῆς ἄκρας ἐπιβάντα μακαριότητος καὶ τὰ μέσα πάντα, δι᾽ ὧν τὴν τοιαύτην τεμὼν ἐξήνυσε πορείαν, κατόπιν ἑαυτοῦ ποιησάμενον· οὐ μόνον δέ, ἀλλ᾽ ἵνα καὶ μηδεὶς τῶν λατρευσάντων τῇ κτίσει παρὰ τὸν κτίσαντα πρόφασιν ἀπολογίας ἔχῃ τὴν ἄγνοιαν, φωνῆς πάσης τρανότερον τὸν οἰκεῖον ποιητὴν κηρυττούσης ἀκούων τῆς κτίσεως.
Οὐκοῦν ἐπειδὴ καὶ λόγους σοφίας πνευματικοὺς καὶ τρόπους ἀγωγῆς ἀστείας ἐγκατασπαρέντας αὐτῇ φυσικῶς ἔχει παρὰ τοῦ δημιουργοῦ τῶν ὁρωμένων ἡ φύσις, πᾶς νοῦς, εἰκότως ἀρετῇ καὶ γνώσει κατεστεμμένος, οἷα δὴ κατὰ τὸν μέγαν Ἐζεκίαν βασιλεύειν λαχὼν τῆς Ἱερουσαλήμ, τουτέστι τῆς εἰρήνην μόνην ὁρώσης ἕξεως ἤγουν τῆς παντοίων ἐστερημένης παθῶν καταστάσεως—〈ὅρασις〉 γὰρ 〈εἰρήνης〉 Ἱερουσαλὴμ ἑρμηνεύεται—, πᾶσαν ἔχει τὴν κτίσιν ὑποχείριον διὰ τῶν αὐτὴν συμπληρούντων εἰδῶν ὁ τοιοῦτος νοῦς, τῷ μὲν θεῷ δι᾽ αὐτοῦ τοὺς ἐν αὐτῇ πνευματικοὺς τῆς γνώσεως καθάπερ δῶρα προσκομίζουσαν λόγους, αὐτῷ δὲ καθάπερ δόματα τοὺς ἐνυπάρχοντας αὐτῇ κατὰ τὸν φυσικὸν νόμον πρὸς ἀρετὴν τρόπους παρέχουσαν, καὶ διὰ τῶν ἀμφοτέρων δεξιουμένην τὸν κατ᾽ ἀμφότερα κρατίστως εὐδοκιμεῖν δυνάμενον, λέγω δὲ τὸν κατὰ λόγον καὶ βίον πράξεώς τε καὶ θεωρίας τελειωθέντα φιλόσοφον νοῦν. Δῶρα μὲν οὖν τῷ κυρίῳ καὶ δόματα τῷ βασιλεῖ φέρεσθαι προσδιωρισμένως εἴρηκεν ὁ λόγος, ἐπειδή, καθώς φασιν οἱ περὶ ταῦτα τὴν σπουδὴν ἐσχηκότες, δῶρα σεσημειωμένως ἐκεῖνα λέγεται τὰ τοῖς ἀπροσδεέσιν εἰσκομιζόμενα, δόματα δὲ τὰ τοῖς δεομένοις διδόμενα.
Διὸ καὶ ἡ καθόλου συνήθεια τῶν ἀνθρώπων τὰ τοῖς βασιλεῦσι προσφερόμενα προσηγόρευσε δῶρα, τυχὸν τὸ ἀπροσδεὲς τῶν δεχομένων σκοπήσασα. Φήσειε δ᾽ ἄν τις τῶν πάντα φιλοτίμων ταύτης ἕνεκεν τῆς αἰτίας καὶ τὰ παρὰ τῶν μάγων προσενεχθέντα τῷ κυρίῳ, καθ᾽ ἡμᾶς γενομένῳ διὰ φιλανθρωπίαν, δῶρα προσηγορεῦσθαι, μηδὲν τῆς ἀληθείας τοῦτο λέγων παραμείβων τὸ σύνολον.
Προσκομίζοντες οὖν τοὺς ἐκ τῶν γεγονότων πνευματικοὺς τῷ κυρίῳ λόγους, δῶρα προσφέρομεν, καθότι πάντων τούτων ἐστὶν κατὰ φύσιν ἀπροσδεής· οὐ γὰρ ὡς δεομένῳ πρὸς ἄλλοις καὶ τοὺς τῶν ὄντων τῷ κυρίῳ προσκομίζομεν λόγους, ἀλλ᾽ ἵνα ποσῶς ἡμεῖς κατὰ δύναμιν ἐκ τῶν αὐτοῦ κτισμάτων χρεωστούμενον αὐτὸν ἀνυμνήσωμεν.
Δόματα δὲ λαμβάνει ὁ τὴν θείαν προθύμως μετερχόμενος φιλοσοφίαν, ὡς καὶ τρόπων πρὸς ἀρετὴν καὶ λόγων πρὸς γνῶσιν κατὰ φύσιν δεόμενος. Ἢ καὶ ἄλλως ἐκληπτέον τὰ δῶρα. Ἐπειδὴ δῶρον πάλιν ἐστὶ τὸ τοῖς μηδὲν προεισενεγκοῦσι διδόμενον, δῶρα μὲν λαμβάνει ὁ γνωστικὸς νοῦς ἐκ τῆς τῶν ὄντων θεωρίας δι᾽ αὐτοῦ προσαγομένους τῷ κυρίῳ τοὺς ἄνευ λογικῆς ἀποδείξεως συνεκτικοὺς λόγους τῆς πίστεως, ὑπὲρ ἧς οὐδεὶς οὐδαμῶς οὐδὲν προεισφέρει, φυσικῶς καὶ δίχα πάσης τῆς ἐν λόγοις τεχνικῆς μεθοδείας τὸν ἴδιον ποιητὴν θεώμενος, μηνυούσης τῆς κτίσεως (Τί γὰρ καὶ προεισενέγκαι δυνήσεταί τις πίστει παρισωθῆναι δυνάμενον, ὥστε ὡς χρέος, ἀλλὰ μὴ δῶρον, τὴν εἰς τὸν θεὸν πίστιν κομίσασθαι;), δόματα δὲ λαμβάνει τοὺς τῶν ὄντων φυσικοὺς νόμους τοῖς τρόποις μιμούμενος, δηλαδὴ τῆς τούτων προεισφέρων κτήσεως τοὺς κατὰ τὴν μετάνοιαν πόνους, δι᾽ ὧν ἐκδύεσθαι πρότερον τὸν παλαιὸν πέφυκεν ἄνθρωπον καὶ οὕτως πρὸς συλλογὴν καρπῶν δικαιοσύνης ἐξιέναι, τοὺς ἐν τοῖς οὖσι πεποιημένους πρὸς ἀρετὴν ἀναλεγόμενος τρόπους· οἷς οὐκ ἄν ποτε προσεγγίσειεν, μὴ πρότερον πόνοις καὶ ἱδρῶσι πολλοῖς, καθάπερ ὄφις τὴν λεβηρίδα, φημὶ δὴ τὸν παλαιὸν εἰς ἄγαν καταπιέσας ἄνθρωπον καὶ ἀποδυσάμενος.
Διὸ τῷ μὲν θεῷ δῶρα τοὺς ἐκ τῶν ὄντων εἰκότως συνεκτικοὺς τῆς πίστεως λόγους ὁ γνωστικὸς δέχεται νοῦς, μηδὲν τὸ σύνολον τούτων προεισφέρων καὶ προδιδούς (Τίς γάρ φησι προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;), λαμβάνει δὲ δόματα τοὺς κατὰ φύσιν τῶν ὄντων τοῖς τρόποις ἐκμιμούμενος νόμους.
Οἷόν τι λέγω· μιμούμενος μὲν ὁ διαγνωστικὸς νοῦς τὸν κατὰ φύσιν τοῦ οὐρανοῦ νόμον δόματα λαμβάνει, ὁμαλωτάτην καὶ ὡσαύτως ἔχουσαν ἀεὶ τῆς ἀρετῆς ἐν ἑαυτῷ καὶ τῆς γνώσεως διαφυλάττων τὴν κίνησιν, παγίως φέρουσαν καθάπερ ἀστέρας τοὺς περὶ τῶν ὄντων φωτεινοὺς καὶ διαυγεστάτους λόγους. Μιμούμενος δὲ τοῦ ἡλίου τὸν κατὰ φύσιν νόμον, ἄλλους ἐξ ἄλλων πρὸς τὰς χρείας τοῦ παντὸς ἀμειβομένου τόπους, ἕτερον δόμα λαμβάνει τὴν πρὸς τὸ πᾶσι τοῖς συμβαίνουσι δεόντως μετὰ σοφίας ἁρμόζεσθαι σύνεσιν, μηδὲν ὑφιεὶς ἑαυτοῦ τῆς φωτιστικῆς κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ταυτότητος.
Λαμβάνει δὲ πάλιν καὶ τοῦ ἀετοῦ τὸ πρὸς τὴν θείαν τοῦ ἀκηράτου φωτὸς μαρμαρυγὴν εὐθυτενὲς τῶν ὀμμάτων, κατὰ μηδὲν ὑπὸ τῆς παμφαοῦς ἀκτῖνος τὴν νοερὰν δριμυσσόμενος κόρην. Μιμεῖται καὶ τὴν ἔλαφον, καθάπερ ὄρη τὰ ὕψη τῶν θείων θεωρημάτων μεταδιώκων, καὶ τὰ ἐμφωλεύοντα τῇ φύσει τῶν ὄντων πάθη, ἰοβόλων δίκην, τῷ λόγῳ διαφθείρων τῆς διακρίσεως, καὶ τὸν τῇ μνήμῃ κατὰ περίστασιν ἐναπολαμβανόμενον τῆς κακίας ἰὸν ταῖς πολλαῖς καὶ διαφόροις πηγαῖς κατασβεννύων τῆς γνώσεως.
Μιμεῖται καὶ τῆς δορκάδος τὴν ὀξυωπίαν καὶ τοῦ ὀρνέου τὴν ἀσφάλειαν, τοὺς βρόχους τῶν πολεμούντων τῇ ἀρετῇ δαιμόνων ὡς δορκὰς ὑπερπηδῶν καὶ διαλλόμενος, καὶ τὰς παγίδας τῶν τῇ γνώσει μαχομένων πνευμάτων ὡς ὄρνεον ὑπεριπτάμενος.
Φασί τινες τοῦ λέοντος ἀλλήλοις τὰ ὀστᾶ συγκρουόμενα πῦρ ἀποβάλλειν. Μιμεῖται καὶ τούτου τὸ φύσει πεφυκὸς ὁ γνωστικὸς νοῦς καὶ θεοφιλής, διὰ τῆς κατὰ τὴν ἀλήθειαν συζητήσεως ἀλλήλοις τοὺς εὐσεβεῖς ὀστέων δίκην συγκρούων λογισμοὺς καὶ τὸ πῦρ ἐξάπτων τῆς γνώσεως.
Γίνεται φρόνιμος ὡς ὁ ὄφις καὶ ἀκέραιος ὡσεὶ περιστερά, διὰ πάντων ἄθλαστον ὡς κεφαλὴν τὴν πίστιν συντηρῶν καὶ τοῦ θυμοῦ τὴν πικρίαν ἐξ ἑαυτοῦ σαφῶς κατὰ τὴν περιστερὰν ἀποθέμενος, ὡς τοῖς θλίβουσι καὶ ἐπηρεάζειν σπουδάζουσι μνησικακεῖν οὐκ εἰδώς.
Δέχεται κἀκ τῆς τρυγόνος καθάπερ δόμα τὴν τῆς σωφροσύνης ἐκμίμησιν, γνώμης ἔργα ποιούμενος πάντα τὰ ἐξ ἀνάγκης προσόντα ταῖς φύσεσιν. Οὕτω μὲν οὖν, κατὰ τὸν ἑκάστου λόγον τε καὶ τρόπον τῆς φύσεως, μετὰ γνώσεως ἐπελθὼν τὴν τῶν ὄντων γένεσιν ὁ φιλοσοφώτατος νοῦς, ὡς μὲν γνωστικὸς τοὺς τῶν ὄντων πνευματικοὺς λόγους καθάπερ δῶρα δέχεται τῷ θεῷ προσφερομένους παρὰ τῆς κτίσεως, ὡς δὲ πρακτικὸς τοὺς τῶν ὄντων φυσικοὺς νόμους τοῖς τρόποις μιμούμενος δόματα δέχεται, πᾶσαν ἐκκαλύπτων ἐν ἑαυτῷ κατὰ τὸν βίον τῆς ἐμφερομένης ἀοράτως τοῖς οὖσι θείας σοφίας τὴν μεγαλοπρέπειαν.
Εἰ δὲ καὶ τοῦτο φαίη τις ὅτι δῶρα τῷ θεῷ προσφέρεσθαι διωρίσατο φήσας ὁ λόγος, ἵνα παραστήσῃ τὸ τῆς θείας ἀγαθότητος ἄπειρον, ὡς μηδὲν προεισενεγκούσης, δέχεσθαι παρ᾽ ἡμῶν ὡς δῶρα τὰ δόματα, τὸ πᾶν ἡμῖν λογιζομένης τῆς εἰσφορᾶς, οὐκ ἔξω τοῦ πρέποντος γέγονε τοῦτο φήσας, πολλὴν καὶ ἄφατον εἶναι περὶ ἡμᾶς τοῦ θεοῦ δείξας τὴν ἀγαθότητα, δεχομένου ὡς ἡμῶν τὰ ἑαυτοῦ ἐξ ἡμῶν αὐτῷ προσφερόμενα, καὶ τὴν ὑπὲρ αὐτῶν ὡς ἀλλοτρίων ὀφειλὴν ὁμολογοῦντος.
Καὶ ὑπερήρθη, φησίν, Ἐζεκίας κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν. Ὁ διὰ πράξεως καὶ θεωρίας κατορθώσας εἰς ἄκρον τὴν ἀρετὴν καὶ τὴν γνῶσιν κατὰ τὸν Ἐζεκίαν, εἰκότως ὑπεραίρεται πάντων τῶν ἐθνῶν, τῶν τε σαρκικῶν καὶ διαβεβλημένων λέγω· παθῶν ὑπεράνω κατὰ τὴν πρᾶξιν γινόμενος καὶ τῶν φυσικῶν λεγομένων σωμάτων, καὶ ἁπλῶς, ἵνα συνελὼν εἴπω, πάντων τῶν ὑπὸ αἴσθησιν εἰδῶν κατὰ τὴν θεωρίαν τοὺς ἐν αὐτοῖς πάντας γνωστικῶς διαπεράσας λόγους, ἐθνῶν καὶ αὐτῶν τῇ γραφῇ τροπικῶς ὀνομαζομένων διὰ τὸ πρὸς τὴν ψυχὴν καὶ τὸν νοῦν κατὰ φύσιν ἀλλογενὲς καὶ ἀλλόφυλον· ἅπερ, μὴ πολεμοῦντα τὸν νοῦν, πολεμεῖσθαι παντελῶς ὁ θεὸς οὐ προσέταξεν.
Οὐ γὰρ τοῖς ἔξω περὶ τὴν αἴσθησιν πολεμεῖν ἐπετάγημεν κτίσμασιν, ἀλλὰ τοῖς ἐν ἡμῖν αὐτοῖς παρὰ φύσιν κατὰ τὴν γῆν τῆς καρδίας οἰκοῦσι τῆς ἀτιμίας ἀεὶ διαμάχεσθαι πάθεσιν ἐκελεύσθημεν, ἕως ἂν ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ αὐτῆς, καὶ κατάσχωμεν μόνοι τὴν γῆν, ἀσάλευτον μένουσαν τῇ ἀναιρέσει τῶν ἀλλοτρίων παθῶν. Διὸ καὶ τετηρημένως, κατὰ μὲν τὸν τόπον τῆς εἰσφορᾶς τῶν δώρων τοῦ θεοῦ καὶ τῶν δομάτων τοῦ βασιλέως, οὐχ ἁπλῶς ἡ γραφὴ 〈πάντες〉 ἔφερον εἶπεν δῶρα τῷ θεῷ καὶ δόματα τῷ βασιλεῖ ἀλλὰ 〈πολλοί,〉 τουτέστιν οὐ πάντα τὰ ἔθνη, ἀλλὰ πολλὰ ἔθνη, δήλου ὄντος ἐντεῦθεν ὅτι εἰσὶ λεγόμενα ἔθνη, ἐξ ὧν οὐδὲν τῷ θεῷ ἢ τῷ βασιλεῖ προσάγεται. Τὰ γὰρ συμπληροῦντα τὴν τῶν γεγονότων φύσιν κτίσματα μόνα φέρειν εἰκότως φησὶν τῷ τε θεῷ δῶρα τοὺς ἐν αὐτοῖς θειοτέρους, καθ᾽ οὓς καὶ ἐκτίσθησαν, λόγους, ὡς ἐκ θεοῦ γεγενημένα, καὶ δόματα τῷ βασιλεῖ τοὺς οἰκείους αὐτῶν καὶ κατὰ φύσιν δηλονότι νόμους, ὡς δι᾽ αὐτὸν ὑποστάντα, καθ᾽ οὓς ῥυθμιζόμενος ὁ ἀνθρώπινος νοῦς τοὺς συνεκτικοὺς τῆς ἀρετῆς συνίστησι τρόπους. Ἀλλ᾽ οὐχὶ τῶν ἐκ θεοῦ μὴ γεγονότων ἐν ἡμῖν ἐθνῶν, λέγω δὲ τῶν παθῶν, παρυπόστασις προσφέρει θεῷ ἢ ἀνθρώποις, διότι οὐκ ἐκ θεοῦ γεγένηται.
Ἐξ ἡμῶν γὰρ τῆς θείας παρακουσάντων ἐντολῆς, ἀλλ᾽ οὐκ ἐκ θεοῦ τὰ πάθη τῆς ἀτιμίας ἔσχε τὴν γένεσιν· ἐξ ὧν οὐδεὶς οὐδαμῶς οὐδὲν προσφέρει θεῷ, μὴ ἐχόντων τὸ σύνολον λόγον σοφίας ἢ γνώσεως, ἅτε τῇ τῆς σοφίας ἀποβολῇ καὶ τῆς γνώσεως παρυποστάντα.
Κατὰ δὲ τὸν τόπον τοῦ καὶ ἐπήρθη κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν Ἐζεκίας ὁ βασιλεύς, σεσημειωμένως εἴρηκεν πάντων τῶν ἐθνῶν τοῦ λόγου δηλοῦντος ὡς ὁ τὴν ἀπάθειαν καθάπερ Ἱερουσαλὴμ οἰκεῖν διὰ τῶν κατὰ τὴν πρᾶξιν πόνων λαχὼν καὶ πάσης τῆς καθ᾽ ἁμαρτίαν ἀπηλλαγμένος ὀχλήσεως καὶ μόνην εἰρήνην καὶ πράττων καὶ λαλῶν καὶ ἀκούων καὶ λογιζόμενος, μετὰ τὸ δέξασθαι διὰ τῆς φυσικῆς θεωρίας τὴν φύσιν τῶν ὁρατῶν, τοὺς ἐν αὐτῇ θειοτέρους, καθάπερ δῶρα, τῷ κυρίῳ δι᾽ αὐτοῦ προσκομίζουσαν λόγους καὶ τοὺς ἐν αὐτῇ νόμους αὐτῷ καθάπερ βασιλεῖ δόματα φέρουσαν, κατ᾽ ὀφθαλμοὺς ἐπαίρεται πάντων τῶν ἐθνῶν, ὑπεράνω γινόμενος πάντων δηλονότι τῶν τε κατὰ τὴν σάρκα παθῶν διὰ τῆς πράξεως τῶν τε φυσικῶν σωμάτων καὶ τῶν ὑπὸ τὴν αἴσθησιν πάντων εἰδῶν διὰ τῆς θεωρίας, τοὺς ἐν αὐτοῖς πνευματικοὺς διαβὰς λόγους τε καὶ τρόπους. Οὕτως νενόηταί μοι καὶ τὸ ἔφερον πολλοί, ἀλλ᾽ οὐ 〈πάντες,〉 τουτέστι τὰ ἐκτὸς ἔθνη ἤγουν κτίσματα, ἀλλ᾽ οὐ τὰ ἐντὸς ἐν ἡμῖν ἔθνη ἤγουν πάθη. Πάντα γὰρ τὰ συμπληροῦντα τὸν κόσμον κτίσματα θεὸν ὑμνεῖ καὶ δοξάζει φωναῖς ἀλαλήτοις. Καὶ ὁ ἐκείνων ὕμνος ἡμέτερος γίνεται· δι᾽ ὧν ἐγὼ τὸ ὑμνεῖν λαμβάνω φησὶ Γρηγόριος, ὁ μέγας τῆς θεολογίας ἐπώνυμος.
Οὐκοῦν ἡ ἁγία γραφή, καθὼς δέδεικται, πᾶσιν ἄνετον προθεῖσα τοῖς βουλομένοις σωθῆναι τὸ ἑαυτῆς βούλημα, ἑνὶ προσώπῳ παντελῶς ἑαυτὴν οὐ συνέκλεισεν. Ἕκαστος γὰρ δύναται Ἐζεκίας γενέσθαι, τὸν Ἐζεκίαν κατὰ πνεῦμα μιμούμενος, καὶ διὰ προσευχῆς βοῆσαι πρὸς τὸν θεὸν καὶ εἰσακουσθῆναι καὶ δέξασθαι ἄγγελον, λέγω δὲ σοφίας μείζονος λόγον καὶ γνώσεως, ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεως, καὶ ἐκτρίψαι πάντα δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγόν, τουτέστι τὰς ἐμπαθεῖς τῆς ἐπιθυμίας καὶ τοῦ θυμοῦ κινήσεις καὶ τῶν αἰσθητῶν τὴν προσπάθειαν καὶ τὸν καθάπερ στρατηγὸν ἐπινοοῦντα τοὺς καθ᾽ ἁμαρτίαν τρόπους λογισμόν, καὶ οὕτως ἐν εἰρήνῃ γενέσθαι διὰ τῆς ἀπαλλαγῆς τῶν παθῶν καὶ σχολάσαι τῇ τῶν ὄντων θεωρίᾳ, καὶ δέξασθαι τοὺς συνεκτικοὺς τῆς γνώσεως λόγους καθάπερ δῶρα καὶ τοὺς τῶν ἀρετῶν συστατικοὺς τρόπους καθάπερ δόματα πρός τε δόξαν θεοῦ καὶ προκοπὴν ἑαυτοῦ παρὰ πάσης αὐτῷ προσφερομένους τῆς κτίσεως, καὶ μετὰ τοῦτο πρεπόντως κατ᾽ ὀφθαλμοὺς ὑπεραρθῆναι πάντων τῶν ἐθνῶν, τουτέστι ὑπεράνω πάντων τῶν παθῶν κατὰ τὴν ἀρετὴν καὶ πάντων τῶν κτισμάτων γενέσθαι κατὰ τὴν γνῶσιν, καὶ φυλάξαι διὰ μετριοφροσύνης τὴν χάριν τῆς σωτηρίας, καὶ μὴ παθεῖν τὰ τούτοις κατὰ τὴν γραφὴν ἑπόμενα.
ΕΡΩΤΗΣΙΣ ΝΒʹ Καὶ οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ ὁ θεὸς ἀνταπέδωκεν Ἐζεκίας, ἀλλ᾽ ὑψώθη ἡ καρδία αὐτοῦ· καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ὀργὴ κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου. Τί τὸ ἀνταπόδομά ἐστι, καὶ τὰ ἑξῆς;
Ἀπόκρισις. Ἐπειδὴ γὰρ μετὰ πολλὰς καὶ διαφόρους εὐεργεσίας, ἃς κατὰ καιροὺς ὁ θεὸς χορηγήσας τῷ Ἐζεκίᾳ διέσωσεν, ἐκ πάσης ἀνάγκης αὐτὸν λυτρωσάμενος καὶ περιστάσεως, αὐτὸς δὲ τὴν ὅλην τῷ θεῷ τῆς σωτηρίας, ὡς ἐχρῆν, οὐκ ἀνέθετο χάριν, ἀλλ᾽ ἥψατό τις αὐτοῦ μῶμος ἀνθρώπινος καὶ τὴν τῶν κατορθωθέντων ἐπεμερίσατο δύναμιν, εἰκότως κατὰ τὸ ἀνταπόδομα, ὃ ἀνταπέδωκεν αὐτῷ ὁ θεός, οὐκ ἀνταπέδωκεν Ἐζεκίας. Οὐ γὰρ ἀντεσήκωσε τῷ μεγέθει τῶν ἐπ᾽ αὐτῷ θείων κατορθωμάτων εὐγνωμόνως τὴν εὐχαριστίαν, ἀλλ᾽ ὑψώθη ἡ καρδία αὐτοῦ, μὴ διαδρὰς τὸ νόσημα τῆς ἐπ᾽ ἀρετῇ καὶ γνώσει φυσιούσης οἰήσεως.
Καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Ὀργὴ θεοῦ ἐστι, κατὰ μίαν ἐπιβολήν, ἡ τῶν παιδαγωγουμένων ἐπίπονος αἴσθησις. Ἐπίπονος δὲ καθέστηκεν αἴσθησις ἡ τῶν ἀκουσίων πόνων ἐπαγωγή· δι᾽ ἧς τὸν ἐπ᾽ ἀρετῇ καὶ γνώσει φυσιούμενον νοῦν ὁ θεὸς πολλάκις ἄγει πρὸς συστολὴν καὶ ταπείνωσιν, αὐτὸν ἑαυτοῦ γενέσθαι διδοὺς ἐπιγνώμονα καὶ τῆς οἰκείας ἀσθενείας συνίστορα· ἧς ἐπαισθόμενος, τὸ μάταιον οἴδημα τῆς καρδίας ἀποτίθεται. Φησὶ γάρ· μετὰ τὸ γενέσθαι τὴν ὀργήν, καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ὀργὴ κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου.
Ἢ πάλιν ὀργὴ κυρίου ἐστὶν ἡ ἀνακωχὴ τῆς τῶν θείων χαρισμάτων χορηγίας, ἥτις συμφερόντως ἐπὶ πάντα γίνεται νοῦν ὑψηλὸν καὶ μετέωρον καὶ τοῖς δοθεῖσιν αὐτῷ θεόθεν καλοῖς ὡς ἐπ᾽ ἰδικοῖς κατορθώμασι μεγαλαυχούμενον. Ἄξιον δέ ἐστιν ἐπιστῆσαι καὶ ἰδεῖν τί δήποτε μὴ ἐπὶ μόνον τὸν Ἐζεκίαν ὑψωθέντα τὴν καρδίαν ἦλθεν ἡ ὀργή, ἀλλὰ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Τοῦτο μάλιστα πείσει τοὺς τῷ γράμματι μόνῳ τῆς γραφῆς φιλοπόνως παρακαθημένους ὅτι χρὴ τοὺς φιλοθέους περὶ τὴν πνευματικὴν θεωρίαν τῶν γεγραμμένων τὴν πᾶσαν ποιείσθαι σπουδήν, εἴπερ ὁ τῆς ἀληθείας λόγος αὐτοῖς πάντων ἐστὶ τιμιώτερος. Εἰ γὰρ μόνῳ τῷ γράμματι στοιχήσομεν, πολλήν, ὡς εἰκός, ἀδικίαν τῆς θείας καταψηφιζόμεθα κρίσεως, τῷ ἁμαρτήσαντι συγκολαζούσης ἀδίκως τοὺς μηδαμῶς ἁμαρτήσαντας. Καὶ πῶς ἀληθὴς ὁ φάσκων ἔσται λόγος οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ υἱοῦ, οὔτε υἱὸς ὑπὲρ πατρός, ἕκαστος ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται, καὶ σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, πρὸς τὸν θεὸν παρὰ τοῦ Δαυὶδ λεγόμενον;
Καὶ ὑψώθη, φησίν, ἡ καρδία Ἐζεκίου. Καὶ οὐκ ἐπήγαγε 〈καὶ ἡ καρδία τῶν οἰκούντων Ἱερουσαλὴμ καὶ Ἰουδαίαν.〉 Πῶς οὖν συνεκόλασε τῷ αἰτίῳ τοὺς ἀναιτίους κατ᾽ αὐτοὺς ἐκείνους συνιδεῖν οὐκ ἔχω. Λέγει γάρ· Καὶ ὑψώθη ἡ καρδία Ἐζεκίου· καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ, περὶ ὧν οὐ γέγραφεν ὁ λόγος ὅτι ὑψώθησαν. Οὐκοῦν ἐπειδὴ ἀμήχανος ἡ λύσις τῶν ἀπορουμένων τοῖς προεστηκόσι τοῦ γράμματος καὶ τὸ ῥητὸν τῆς διανοίας προκρίνουσιν, ἐπὶ τὴν πνευματικὴν τῶν γεγραμμένων κατανόησιν ἔλθωμεν καὶ εὑρήσομεν ἀκμητὶ τὴν τῷ γράμματι κεκαλυμμένην ἀλήθειαν, φωτὸς δίκην τοῖς φιλαληθέσι προλάμπουσαν.
Πᾶς τοιγαροῦν γνωστικὸς καὶ φιλόσοφος νοῦς καὶ τὸν Ἰούδαν ἔχει καὶ τὴν Ἱερουσαλήμ· τὸν μὲν Ἰούδαν, εἰς τὸν κατ᾽ ἐξομολόγησιν τρόπον πνευματικῶς λαμβανόμενον ἤγουν τὴν ἕξιν τῆς μετανοίας μετὰ τῶν αὐτῆς συνεκτικῶν λογισμῶν τῇ προκοπῇ τῆς κατὰ νοῦν ἀναβάσεως πρακτικῶς συναυξάνουσαν—〈ἐξομολόγησις〉 γὰρ Ἰούδας ἑρμηνεύεται—, τὴν δὲ Ἱερουσαλήμ, εἰς τὴν εἰρηνικὴν τῆς ἀπαθείας ἕξιν μετὰ τῶν συμπληρούντων αὐτὴν θείων θεωρημάτων ἀλληγορικῶς νοουμένην· καὶ συντόμως εἰπεῖν, τὴν μὲν Ἰουδαίαν ὡς πρακτικὴν ἔχει φιλοσοφίαν, τὴν δὲ Ἱερουσαλὴμ ὡς θεωρητικὴν μυσταγωγίαν.
Ὁπηνίκα γοῦν διὰ τῆς θείας χάριτος ὁ φιλόθεος νοῦς, κατά τε τὴν πρακτικὴν καὶ τὴν θεωρητικὴν φιλοσοφίαν πᾶσαν ἀντικειμένην ἀρετῇ τε καὶ γνώσει διακρουσάμενος δύναμιν, τελείως τὸ κατὰ τῶν πνευμάτων τῆς πονηρίας ἀναδήσεται κράτος καὶ μὴ τὴν δέουσαν εὐχαριστίαν ἀνάθηται τῷ αἰτίῳ τῆς νίκης θεῷ, ἀλλ᾽ ὑψωθῇ τὴν καρδίαν, ἑαυτὸν τοῦ παντὸς κατορθώματος ἡγησάμενος αἴτιον, τηνικαῦτα, ὡς μὴ ἀνταποδοὺς τῷ θεῷ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ, δέχεται οὐ μόνον αὐτὸς γινομένην ἐπ᾽ αὐτὸν τὴν ὀργὴν τῆς ἐγκαταλείψεως, ἀλλὰ καὶ Ἰούδας καὶ Ἱερουσαλήμ, τουτέστιν ἡ τῆς πράξεως ἕξις καὶ τῆς θεωρίας, παθῶν ἀτιμίας εὐθέως, συγχωρήσει θεοῦ, κατεπανισταμένων τῆς πράξεως, καὶ τὴν τέως καθαρὰν μολυνόντων συνείδησιν καὶ ψευδῶν ἐννοιῶν συνεπιπλεκομένων τῇ θεωρίᾳ τῶν ὄντων καὶ τὴν τέως ὀρθὴν διαστρεφουσῶν δόξαν τῆς γνώσεως.
Θεῖος γὰρ ὡς ἀληθῶς ὅρος τε καὶ νόμος κατὰ πρόνοιαν ἐνυπάρχει τοῖς οὖσι, παιδεύεσθαι διὰ τῶν ἐναντίων ἐπιτρέπων πρὸς εὐγνωμοσύνην τοὺς ἐπὶ κρείττοσι φανέντας ἀγνώμονας καὶ τὴν πεῖραν τῶν ἀντικειμένων τῆς τῶν καλῶν κατορθωτικῆς θείας ἐπίγνωσιν ποιεῖσθαι δυνάμεως, ὡς ἂν μή, παντελῶς ἐπὶ τοῖς ἀμείνοσι ἀκαθαίρετον παρὰ τῆς προνοίας ἔχειν συγχωρηθέντες τὴν οἴησιν, εἰς τὴν ἀντίθεον τῆς ὑπερηφανίας διάθεσιν κατολισθήσωμεν, ἑαυτῶν κατὰ φύσιν, ἀλλ᾽ οὐκ ἐπίκτητον χάριτι, τὴν τῆς ἀρετῆς καὶ τῆς γνώσεως κτῆσιν εἶναι νομίζοντες, καὶ εὑρεθῶμεν τῷ καλῷ πρὸς τὴν τοῦ κακοῦ χρώμενοι γένεσιν, καὶ δι᾽ ὧν ἔδει πλέον διασφιγχθεῖσαν ἐν ἡμῖν ἀσάλευτον μένειν τὴν θείαν ἐπίγνωσιν, δι᾽ ἐκείνων, ὡς οὐκ ὤφελον, τὴν ταύτης νοσήσαντες ἄγνοιαν.
Ὁ γὰρ οἰόμενος ἑαυτὸν κατειληφέναι τὸ τέλος τῆς ἀρετῆς, οὐδαμῶς ἐπιζητήσει λοιπὸν τὴν πηγαίαν τῶν καλῶν αἰτίαν, ἑαυτῷ μόνῳ περιγράψας τὴν τῆς ἐφέσεως δύναμιν, αὐτὸν τῆς σωτηρίας τὸν ὅρον ὑφ᾽ ἑαυτοῦ, φημὶ δὲ τὸν θεόν, ζημιούμενος. Ὁ δὲ τῆς ἑαυτοῦ περὶ τὰ καλὰ φυσικῆς συναισθόμενος πενίας οὐ παύεται προτροπάδην τρέχων πρὸς τὸν δοῦναι δυνάμενον τῆς ἐνδείας τὴν πλήρωσιν.
Γίνεται τοίνυν δικαίως ἐπὶ τὸν ὑψηλόφρονα νοῦν ὀργή, τουτέστιν ἐγκατάλειψις, ἤγουν ἡ τοῦ διοχληθῆναι αὐτὸν κατά τε τὴν πρᾶξιν ὡς Ἰουδαίαν, κατά τε τὴν θεωρίαν ὡς Ἱερουσαλήμ, ὑπὸ δαιμόνων συγχώρησις, ἵνα λάβῃ τῆς μὲν ἑαυτοῦ φυσικῆς ἀσθενείας συναίσθησιν, τῆς δὲ σκεπούσης αὐτὸν καὶ τὸ πᾶν κατορθούσης τῶν ἀγαθῶν θείας δυνάμεώς τε καὶ χάριτος τὴν ἐπίγνωσιν, καὶ ταπεινωθῇ, πόρρω παντελῶς ἑαυτοῦ τὸ ἀλλότριον καὶ παρὰ φύσιν ὕψος ποιούμενος, ὥστε μὴ ἐπελθεῖν ἐπ᾽ αὐτὸν τὴν ἄλλην ὀργὴν τῆς τῶν δοθέντων χαρισμάτων ἀφαιρέσεως, ἥτις ἐπὶ τὸν Ἐζεκίαν οὐκ ἐπῆλθεν, εὐθέως ἐκ τῆς ἐπ᾽ αὐτὸν γενομένης πρώτης ὀργῆς, ἤγουν ἐγκαταλείψεως, ταπεινωθέντα καὶ γενόμενον τῆς τοῦ παρέχοντος τὰ καλὰ συναισθήσεως.
Φησὶ γὰρ μετὰ τὸ καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ· καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ὀργὴ κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου, ἡ ἄλλη δηλονότι ὀργή, τῆς τῶν χαρισμάτων ἀφαιρέσεως, διὰ τὸ τὴν πρώτην ἐγκατάλειψιν τῆς καλῆς ἐπιγνωμοσύνης αὐτῷ γενέσθαι διδάσκαλον. Ὁ γὰρ μὴ σωφρονισθεὶς τῷ πρώτῳ εἴδει τῆς ὀργῆς, ἤγουν ἐγκαταλείψεως, ἐλθεῖν πρὸς ταπείνωσιν, τὴν ἄλλην δέχεται σαφῶς ἐπ᾽ αὐτὸν ἐρχομένην ὀργήν, ἀφαιρουμένην αὐτοῦ τὴν τῶν χαρισμάτων ἐνέργειαν, καὶ ἔρημον αὐτὸν καθιστῶσαν τῆς τέως φρουρούσης δυνάμεως—καὶ ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, φησὶ περὶ τοῦ ἀγνώμονος Ἰσραὴλ ὁ θεός, λέγων καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτόν—, καθάπερ ἀνηγόρευται παθὼν καὶ Σαοὺλ ὁ πρῶτος τοῦ Ἰσραὴλ βασιλεύς. Ἐκεῖνος γὰρ ἅμα τῇ βασιλείᾳ λαβὼν διὰ τοῦ χρίσματος καὶ τῆς προφητείας τὴν χάριν, ἐπειδὴ ταύτην μὴ ἐφύλαξεν, ὀργὴν δέχεται πρώτην τὴν τοῦ πονηροῦ πνεύματος ἐνέργειαν· ἧς μηδεμίαν λαβὼν συναίσθησιν, τῇ ἄλλῃ ταμιευθεὶς ὀργῇ συγκατέληξε, πάσης διὰ τὴν ἄνοιαν γυμνὸς πρὸ θανάτου θεοσεβείας γενόμενος.
Καὶ δηλοῖ τοῦτο παθών, πρῶτον μὲν ὑπὸ τοῦ δαίμονος ἐνεργούμενος, εἶθ᾽ ὕστερον πρὸς αὐτοὺς αὐτομολῶν ἑκουσίως διὰ τῆς ἐγγαστριμύθου τοὺς δαίμονας καί, ἴσως τοῖς ἀθέοις, τὴν τῆς μαντείας τοῖς δαίμοσιν ἐπιτελῶν τελετήν.
Οὐκοῦν ἐπειδὴ τὸν Ἐζεκίαν εἰς τὸν φιλόσοφον ἐλάβομεν νοῦν, τὴν δὲ Ἰουδαίαν εἰς τὴν πρᾶξιν, τὴν δὲ Ἱερουσαλὴμ εἰς τὴν θεωρίαν, ὅταν τι καθ᾽ οἱονδήποτε τρόπον τὸν νοῦν πεπονθέναι νοήσωμεν, τῷ τοιούτῳ νοῖ τήν τε πρακτικὴν αὐτοῦ καὶ τὴν θεωρητικὴν δύναμιν κατὰ τοὺς συνεκτικοὺς αὐτῶν λόγους συμπεπονθέναι πάντως πιστεύσομεν· οὐ γάρ ἐστι δυνατὸν παθεῖν τὸ ὑποκείμενον, τῶν ἐν ὑποκειμένῳ μὴ συμπασχόντων.
Καλῶς οὖν τῷ ῥητῷ τῆς γραφῆς συμφέρεται τῆς θεωρίας ὁ λόγος, μὴ φέρων διαβολὴν τῇ θείᾳ ψήφῳ τῶν κριμάτων, μηδὲ ἄλλης ἀνατροπὴν ποιούμενος ἐντολῆς. Μόνος γὰρ κατὰ τὴν ἀποδοθεῖσαν τοῦ λόγου θεωρίαν Ἐζεκίας, τουτέστιν ὁ νοῦς, ὑψοῦται μεγαλοφρονῶν ἐπὶ τοῖς κατορθώμασι, μὴ συνυψουμένων αὐτῷ τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλήμ, ἤγουν πράξεως καὶ θεωρίας, ὅτι μηδὲ πεφύκασι τοῦτο πάσχειν, καθ᾽ ἑαυτὰς ὑποστατικῶς μὴ θεωρούμεναι. Καὶ ἐπὶ μόνον τὸν Ἐζεκίαν, τουτέστι τὸν νοῦν, οὐ γίνεται ὀργή, ἀλλὰ καὶ ἐπὶ Ἰούδαν καὶ Ἱερουσαλήμ. Ἡ γὰρ πρᾶξις καὶ ἡ θεωρία τῷ νῷ κατά τι μολυνομένῳ πάντως συγχραίνονται, καὶ μὴ οὖσαι τῆς πρὸς ὀργὴν αἰτίας συμμέτοχοι.
Γενώμεθα τοίνυν καὶ ἡμεῖς τῆς τῶν γεγραμμένων ἐννοίας. Κἂν γὰρ ἐκείνοις συνέβη τυπικῶς κατὰ τὴν ἱστορίαν, ἀλλὰ δι᾽ ἡμᾶς ἐγράφη πρὸς νουθεσίαν πνευματικήν, οἷς διαπαντὸς συμβαίνει τὰ γεγραμμένα, νοητῶς τῆς ἀντικειμένης καθ᾽ ἡμῶν ἀεὶ παραταττομένης δυνάμεως, ἵνα πᾶσαν, εἰ δυνατόν, πρὸς τὸν νοῦν τὴν γραφὴν μεταβιβάσαντες, αὐτὸν μὲν φωτίσωμεν τοῖς θείοις νοήμασι, τὸ δὲ σῶμα τοῖς τῶν νοηθέντων θειοτέρων λόγων τρόποις φαιδρύνωμεν, ἀρετῆς αὐτὸ ποιοῦντες λογικὸν ἐγραστήριον τῇ ἀποβολῇ τῶν ἐμφύτων παθῶν.
Πᾶς οὖν θεοφιλὴς καὶ ἐνάρετος ἄνθρωπος, κατὰ τὸν Ἐζεκίαν γνωστικῶς τὸ κατὰ δαιμόνων διαζωσάμενος κράτος, εἰ γένηταί τις αὐτῷ προσβολὴ πνευμάτων πονηρῶν ἀοράτως κατὰ νοῦν πρὸς αὐτὸν συμπλεκόντων τὸν πόλεμον, καὶ διὰ προσευχῆς δέξηται θεόθεν αὐτῷ πεμπόμενον ἄγγελον, λέγω δὲ σοφίας λόγον μείζονα, καὶ πᾶσαν ἐκτρίψας διασκεδάσῃ τοῦ διαβόλου τὴν φάλαγγα, καὶ τῆς τοιαύτης νίκης τε καὶ σωτηρίας αἴτιον τὸν θεὸν μὴ ἐπιγράψηται, ἀλλ᾽ ἑαυτῷ τὴν ὅλην ἀνάθηται νίκην, ὁ τοιοῦτος οὐκ ἀνταπέδωκε τῷ θεῷ κατὰ τὸ ἀνταπόδομα αὐτοῦ, μὴ ἐξισώσας τῷ μεγέθει τῆς σωτηρίας τὸ πλῆθος τῆς εὐχαριστίας, μηδὲ τῇ εὐεργεσίᾳ τοῦ σώσαντος ἀντιμετρήσας τὴν οἰκείαν διάθεσιν—ἀνταπόδοσις γάρ ἐστιν ἡ πρὸς τὸν σώσαντα τοῦ σωθέντος δι᾽ ἔργων ἀντιμετρουμένη διάθεσις—ἀλλ᾽ ὕψωσεν ἑαυτοῦ τὴν καρδίαν, ἐφ᾽ οἷς ἔλαβε χαρίσμασι μεγαλοφρονήσας ὡς μὴ λαβών, ὁ τοιοῦτος ἐνδίκως δέχεται γινομένην ἐπ᾽ αὐτῷ τὴν ὀργήν, συγχωροῦντος τοῦ θεοῦ τῷ διαβόλῳ νοητῶς αὐτῷ συμπλακῆναι καὶ τοὺς κατὰ τὴν πρᾶξιν παρασαλεῦσαι τρόπους τῆς ἀρετῆς καὶ τοὺς κατὰ θεωρίαν διαυγεῖς ἐπιθολῶσαι λόγους τῆς γνώσεως, ἵνα, μαθὼν τὴν οἰκείαν ἀσθένειαν, ἐπιγνῷ τὴν μόνην δύναμιν τὴν τὰ πάθη ἐν ἡμῖν καταπαλαίουσαν, καὶ ταπεινωθῇ μετανοήσας, τὸν ὄγκον ἀποβαλὼν τῆς οἰήσεως, καὶ τὸν θεὸν ἱλεώσηται καὶ ἀποστρέψῃ τὴν ἐπερχομένην τοῖς μὴ μετανοοῦσιν ὀργήν, τὴν ἀφαιρουμένην τὴν φρουροῦσαν τὴν ψυχὴν χάριν καὶ ἔρημον καταλιμπάνουσαν τὸν ἀγνώμονα νοῦν.
Ἡμέρας δὲ τοῦ βασιλέως Ἐζεκίου τυχὸν προσηγόρευσεν ἡ γραφὴ τοὺς διαφόρους φωτισμούς, οὓς δέχεται πᾶς εὐσεβὴς καὶ φιλόθεος νοῦς, ἐπιβάλλων τῇ θεωρίᾳ τῶν γεγονότων πρὸς κατανόησιν τῆς διὰ πάντων ποικίλως μηνυομένης σοφίας· οἷς ἕως ἡ πρᾶξις καὶ ἡ θεωρία ῥυθμίζεται, στέρησις ἀρετῆς καὶ γνώσεως αὐταῖς οὐ πέφυκε γίνεσθαι, τοῦ ἡλίου τῆς δικαιοσύνης ἐν τῷ τοιούτῳ νοῖ διὰ τῆς ἰδίας ἀνατολῆς τὰς τοιαύτας ἡμέρας δημιουργοῦντος.
ΕΡΩΤΗΣΙΣ ΝΓʹ Πάλιν περὶ Ἐζεκίου φησί· καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυίδ, καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. Τί ἐστι τὸ ἐν ἀναβάσει τάφων υἱῶν Δαυὶδ καὶ τὰ ἑξῆς;
Ἀπόκρισις. Δαυίδ ἐστι νοητὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ λίθος ὃν ἐξουδένωσαν ἀποδοκιμάσαντες οἱ οἰκοδομοῦντες ἱερεῖς τῶν Ἰουδαίων καὶ ἄρχοντες, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας, τουτέστι τῆς ἐκκλησίας. Γωνία γάρ ἐστιν ἡ ἐκκλησία κατὰ τὴν γραφήν.
Ὡς γὰρ ἡ γωνία δύο τοίχων ἕνωσις γίνεται, πρὸς ἀλλήλους αὐτοὺς διασφίγγουσα πρὸς ἀδιάλυτον συνοχήν, οὕτω καὶ ἡ ἁγία ἐκκλησία τῶν δύο λαῶν γέγονεν ἕνωσις, τοὺς ἐξ ἐθνῶν καὶ Ἰουδαίων καθ᾽ ἕνα πίστεως λόγον ἀλλήλοις συνδέουσα καὶ πρὸς μίαν ἐνδιασφίγγουσα σύμπνοιαν, ἧς ἀκρογωνιαῖος λίθος ἐστὶν ὁ Χριστός, ὡς κεφαλὴ τοῦ παντὸς σώματος, 〈Ἐξουδένωσις〉 γὰρ ἑρμηνευόμενον δηλοῖ τοῦ Δαυὶδ τὸ ὄνομα, ὅς ἐστιν ὁ τοῦ θεοῦ λόγος καὶ υἱός, ὁ δι᾽ ἐμὲ τὴν δουλικὴν μορφὴν ὑποδὺς καὶ γενόμενος ὄνειδος ἀνθρώπων ἀπιστούντων τῇ ἀληθείᾳ καὶ ἐξουδένωμα λαοῦ πλήρους ἁμαρτιῶν, ὁ ποιμὴν ὁ καλὸς ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ ἡμῶν τῶν προβάτων, ὁ ἀποκτείνας τὸν λέοντα καὶ τὴν ἄρκον, τὸν θυμὸν λέγω καὶ τὴν ἐπιθυμίαν ἐξηλώσας τῆς φύσεως, τὰ σπαράττοντα τῆς ἐν ἡμῖν κατὰ τὸν λόγον θείας εἰκόνος τὴν μορφήν, ὁ πυρράκης, διὰ τὸ πάθημα τοῦ θανάτου, μετὰ κάλλους ὀφθαλμῶν, τουτέστι μετὰ δόξης τῶν κατὰ πρόνοιαν καὶ κρίσιν ὑψηλοτέρων λόγων—ὀφθαλμοὶ γὰρ τοῦ λόγου ἡ κρίσις ἂν εἴη καὶ ἡ πρόνοια, δι᾽ ὧν καὶ πάσχων ὑπὲρ ἡμῶν ποιεῖται τοῦ παντὸς τὴν ἐπισκοπήν—, ὁ τοῦ νοητοῦ Γολιὰθ καὶ ὑπερηφάνου, φημὶ δὲ τοῦ διαβόλου, σφαγεύς, τοῦ πεντάπηχυν ἔχοντος τὴν ἡλικίαν διὰ τὴν ἐμπάθειαν τῆς ἐν ἡμῖν πενταπλῆς αἰσθήσεως—ἐπὶ τοσοῦτον γὰρ ἔχει τὸ μέγεθος τῆς κατὰ κακίαν ἡλικίας ὑψούμενον ὁ διάβολος, ἐφ᾽ ὅσον τοῖς αἰσθητοῖς ἐμπαθῶς ἐν ἡμῖν ἡ τῆς αἰσθήσεως ἐπεκτείνεται δύναμις—, ὁ βασιλεὺς τοῦ ἀληθινοῦ Ἰσραὴλ καὶ ὁρῶντος θεόν, κἂν Σαούλ, ὁ παλαιὸς κατὰ τὸν νόμον λαός, μαίνεται φθόνῳ διὰ τὴν ἀπιστίαν τηκόμενος—οὐ φέρει γὰρ τῆς προσκαίρου δόξης τὴν στέρησιν —, οὖ ἀφαιρεῖται τὸ δόρυ καὶ τοῦ ὕδατος τὸν φακὸν Δαυὶδ ὁ ἐμὸς βασιλεὺς καὶ διωκόμενος, τουτέστι τὸ κράτος τῆς πρακτικῆς ἀρετῆς καὶ τὴν χάριν τῆς γνωστικῆς θεωρίας (κἂν πάλιν ταῦτα κιχρῶν δίδωσι τοῖς πρὸς αὐτὸν κατὰ τὴν πίστιν διαβαίνουσι διὰ τοὺς ἐξ Ἰουδαίων μέλλοντας κληρονομεῖν σωτηρίαν, δεχομένους τῆς βασιλείας τὸ κήρυγμα), οὗπερ πάλιν ἐν τῷ σπηλαίῳ πρὸς τὴν τῶν περιττωμάτων ἀποβολὴν καθημένου τὸ τῆς διπλοΐδος ἀφαιρεῖται πτερύγιον, τουτέστι τὸ ὕψος τῆς κατὰ τὴν ἠθικὴν φιλοσοφίαν εὐσχημοσύνης ἢ τὸ ἐν νοήμασιν ὑψηλὸν τῆς τῶν νομικῶν συμβόλων καὶ αἰνιγμάτων περιβολῆς, οὐκ ἄξιον οὔτε μὴν δίκαιον κρίνας εἰς φθορὰν τῇ ἀποχρήσει τὸν ὡς ἐν σπηλαίῳ τῷ αἰῶνι τούτῳ ἢ τῷ σκοτεινῷ τοῦ νόμου γράμματι καθήμενον λαὸν τῶν Ἰουδαίων, τὸν γήϊνον ὄντως καὶ φιλοσώματον καὶ τῇ φθορᾷ τῶν παρερχομένων περιγράφοντα τὰς θείας τῶν ἀφθάρτων ἐπαγγελίας, ἔχειν τῆς μυστικῆς τῶν νομικῶν διαταγμάτων, καθάπερ διπλοΐδος πτερύγιον, τὴν νοουμένην εὐπρέπειαν.
Οὗτός ἐστι Δαυὶδ ὁ νοητός, ὁ ἀληθινὸς ποιμὴν καὶ βασιλεὺς καὶ τῶν ἀντικειμένων ἀναιρέτης δυνάμεων, ποιμὴν μὲν τῶν ἔτι τὴν πρακτικὴν μετερχομένων φιλοσοφίαν καὶ πόας δίκην νεμομένων τὴν φυσικὴν θεωρίαν, βασιλεὺς δὲ τῶν νόμοις καὶ λόγοις πνευματικοῖς ἀνακαινισάντων πρὸς τὸ ἀρχέτυπον τῆς δοθείσης εἰκόνος τὸ κάλλος καὶ αὐτῷ τῷ μεγάλῳ βασιλεῖ τῶν αἰώνων ἀμέσως κατὰ νοῦν παρισταμένων καὶ τὸ ἀπρόσιτον κάλλος, ὡς θέμις εἰπεῖν, ἐσοπτριζομένων.
Υἱοὶ μὲν οὖν τούτου τοῦ Δαυὶδ τυγχάνουσι πάντες οἱ ἀπὸ τοῦ αἰῶνος ἅγιοι, ἐξ αὐτοῦ γεννηθέντες ἐν πνεύματι. Τάφοι δὲ τούτων τῶν υἱῶν εἰσιν αἱ μνῆμαι τῆς κατὰ θεὸν αὐτῶν ἐπὶ γῆς πολιτείας. Ἀνάβασις δὲ τούτων τῶν τάφων ἐστὶ τὸ ὕψος τῆς αὐτῶν περὶ θεὸν γνώσεως καὶ ἀγάπης, ἔνθα πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ θάπτουσι, ἐνιδρύοντες ἐν τῷ κατ᾽ ἀξίαν τόπῳ τῆς μακαρίας μονῆς οἵ τε κατὰ πρᾶξιν τρόποι καὶ οἱ τὴν ἀληθῆ θεωρίαν οἰκοῦντες λόγοι τῆς γνώσεως, τὸν τοῖς οὖσιν ἅπασιν ἐπαινετῶς ἀποθανόντα νοῦν, τοῖς μὲν αἰσθητοῖς τῇ ἀποθέσει τῆς κατ᾽ αἴσθησιν ἐνεργείας, τοῖς δὲ νοητοῖς τῇ τῆς νοερᾶς ἀποπαύσει κινήσεως.
Τὸν τοίνυν Ἐζεκίαν, 〈κράτος θεοῦ〉 ἑρμηνευόμενον, ὡς νοῦν κραταιὸν περὶ πρᾶξιν καὶ περὶ γνῶσιν λαμπρότατον, θάπτουσιν ἀποθανόντα, τουτέστι πάντων τῶν ὄντων κατὰ τὴν γνώμην ἀπογενόμενον καὶ πρὸς τὸν ὑπὲρ τὰ ὄντα γενόμενον, πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, ἡ κατ᾽ ἀρετὴν πρᾶξις αὐτοῦ δηλονότι καὶ ἡ κατὰ τὴν γνῶσιν ἀληθὴς θεωρία, ἐν ἀναβάσει τάφων υἱῶν Δαυίδ, ἐν τῷ ὕψει λέγω τῆς τῶν ἀπ᾽ αἰῶνος ἁγίων μνήμης, δεδωκότες αὐτῷ δόξαν καὶ τιμήν, δόξαν μὲν ὡς πάντων ὑπεράνω κατὰ τὴν νοερὰν γνῶσιν τῶν ἐν τοῖς οὖσι λόγων, τιμὴν δὲ ὡς πάντων γενομένῳ παθῶν καθαρῷ καὶ τῶν ἐν τοῖς οὖσι φυσικῶν νόμων ἀνεύθυνον κατὰ τὴν αἴσθησιν κτησαμένῳ τὴν κίνησιν.
Τυχὸν δέ τις τῶν σφόδρα φιλοκάλων ἐρεῖ φιλοτιμούμενος δόξαν μὲν εἶναι τὸ ἀκρότατον κατ᾽ εἰκόνα κάλλος, τιμὴν δὲ τὸ καθ᾽ ὁμοίωσιν ἀπαράλλακτον μίμημα· τὸ μὲν γὰρ λόγων πνευματικῶν ἀληθὴς πέφυκε ποιεῖν θεωρία, τὸ δὲ πρᾶξις ἐντολῶν ἀκριβὴς καὶ ἀνόθευτος· ἃς ὁ μέγας ἐσχηκὼς Ἐζεκίας ἐν ἀναβάσει τάφων υἱῶν Δαυὶδ ἐτάφη, ὡς ἂν εἴ τις ἐπὶ τὸ σαφέστερον λαβὼν εἴποι τὸ ῥητόν, ἀντὶ τοῦ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυίδ, 〈καὶ ἔθηκαν τὴν μνήμην Ἐζεκίου ἐν τῷ ὕψει τῆς μνήμης τῶν ἀπ᾽ αἰῶνος ἁγίων.〉 Σκοπήσωμεν δὲ ὡς οὐκ εἴρηται 〈ἐν τάφοις Δαυὶδ ἢ ἐν ἀναβάσει τάφων Δαυίδ·〉 ἀσύγκριτος γὰρ τοῖς οὖσιν, οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀγγέλοις, καὶ παντελῶς ἀχώρητος καὶ αὐτὸς ὁ τοῦ κυρίου κατὰ σάρκα λόγος καὶ ὁ τοῦ βίου τρόπος, μὴ ὅτι γε τῆς ἀπείρου θεότητος αὐτοῦ ἡ ἀνέφικτος ἔννοια. Οὐκοῦν ἀγαπητὸν παντὶ τῷ καὶ λίαν ἐπῃσθημένῳ μεγαλειότητος τὸ κἂν 〈ἐν τάφοις υἱῶν Δαυίδ,〉 ἢ τὸ κράτιστον ἐν ἀναβάσει τάφων υἱῶν Δαυίδ. Ἐν γὰρ τάφοις Δαυὶδ οὐδεὶς φέρεται τῇ γραφῇ τεθαμμένος, μὴ ὅτι ἐν ἀναβάσει τάφων Δαυίδ· τοῦ γὰρ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀσύγκριτος, ὡς ἔφην, κατὰ πάντα καὶ λόγον καὶ τρόπον ὁ κατὰ σάρκα βίος.
Φησὶ γὰρ ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, τουτέστι καὶ αὐτὴ ἡ κατὰ ἄνθρωπον διὰ σαρκὸς τοῦ κυρίου δικαιοσύνη καὶ τὰς ἄνω δυνάμεις ἐκάλυψε τῇ ὑπερβολῇ τῆς ἐν πᾶσι κατὰ δικαιοσύνην ὑπεροχῆς. Οὐ γὰρ ἦν ψιλὸς ἄνθρωπος, ἀλλὰ θεὸς ἐνανθρωπήσας πρὸς τὸ καινίσαι δι᾽ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ τὴν παλαιωθεῖσαν ὑφ᾽ ἑαυτῆς τῶν ἀνθρώπων φύσιν καὶ ποιῆσαι θείας κοινωνὸν φύσεως, ἀποθεμένην δηλαδὴ πᾶσαν φθορὰν καὶ ἀλλοίωσιν, δι᾽ ὧν, ὁμοιωθεῖσα τοῖς κτήνεσι, πλεονεκτοῦσαν τὸν λόγον εἶχε τὴν αἴσθησιν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
ΕΡΩΤΗΣΙΣ ΝΔʹ Ἐν τῷ πρώτῳ Ἔσδρα γέγραπται περὶ τοῦ Ζοροβάβελ· Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ, εὐλόγησε τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων· Παρὰ σοῦ ἡ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης. Εὐλογητὸς εἶ, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, δέσποτα τῶν πατέρων, Τί σημαίνει τὸ ἄραι τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλὴμ καὶ τὰ ἑξῆς;
Ἀπόκρισις. Ζοροβάβελ κατὰ τὴν ἀκρίβειαν τῆς ἑβραΐδος καὶ δασεῖαν δέχεται καὶ ψιλὴν καὶ σύνθεσιν καὶ διαίρεσιν καὶ στιχισμόν. Καὶ δασυνόμενον μὲν τοῦτο τὸ ὄνομα δηλοῖ 〈σπορὰν συγχύσεως·〉 ψιλούμενον δὲ 〈ἀνατολὴν συγχύσεως·〉 συντιθέμενον δὲ 〈ἀνατολὴν ἐν συγχύσει·〉 διαιρούμενον δὲ 〈ἀνατολὴν διασπορᾶς·〉 στιχιζόμενον δὲ 〈αὐτὸς ἀνάπαυσις.〉 Ζοροβάβελ οὖν ἐστι νοῦς φιλόσοφος, πρῶτον διὰ μετανοίας ἐν τῇ 〈συγχύσει〉 τῆς τῶν παθῶν αἰχμαλωσίας κατὰ 〈δικαιοσύνην σπειρόμενος, δεύτερον, ἀνατολὴ συγχύσεως,〉 φανερὰν ποιούμενος τῶν συγκεχυμένων παθῶν τὴν αἰσχύνην, τρίτον, 〈ἀνατολὴ ἐν συγχύσει,〉 διδοὺς φωτισμὸν διὰ γνώσεως ἐν τῇ συγχύσει τῆς πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων ἐνεργείας καὶ οὐκ ἐῶν λόγου χωρὶς αὐτὰς προσβάλλειν τοῖς αἰσθητοῖς, τέταρτον, 〈ἀνατολὴ διασπορᾶς,〉 παρέχων ταῖς διασπαρείσαις περὶ τὰ αἰσθητὰ δυνάμεσι τῆς ψυχῆς ἔργων δικαιοσύνης ἀνατολήν, καθ᾽ ἣν ἡ μετὰ λόγου πρᾶξις συνέστηκεν οὐκ ἀμοιροῦσα γνωστικῆς θεωρίας, τῆς πρὸς τὰ νοητὰ ἐπαναγούσης τὰς διεσπαρμένας δυνάμεις, καὶ πέμπτον, 〈αὐτὸς ἀνάπαυσις,〉 ὡς πᾶσαν ποιήσας εἰρήνην, καὶ συνάψας τὸ μὲν πρακτικὸν τῷ κατὰ φύσιν ἀγαθῷ, τὸ δὲ θεωρητικὸν τῇ κατὰ φύσιν ἀληθείᾳ. Πᾶσα γὰρ πρᾶξις διὰ τὸ ἀγαθὸν γίνεσθαι πέφυκε, καὶ πᾶσα θεωρία τὴν γνῶσι διὰ μόνην ἐπιζητεῖ τὴν ἀλήθειαν.
Ὧν διανυσθέντων, οὐδὲν ἔσται τὸ σύνολον τὸ πλῆττον τῆς ψυχῆς τὸ πρακτικόν, οὔτε μὴν τὸ θεωρητικὸν αὐτῆς διὰ ξένων δριμύττον θεωρημάτων, παντὸς ἐπέκεινα γενομένης καὶ ὄντος καὶ νοουμένου, καὶ εἰς αὐτὸν εἰσδυσάσης τὸν θεόν, τὸν μόνον ἀγαθὸν καὶ ἀληθινὸν καὶ ὑπὲρ πᾶσαν οὐσίαν ὄντα καὶ νόησιν.
Ὁ τοιοῦτος ταῖς διαφόροις προκοπαῖς τῶν ἀρετῶν γενόμενος νοῦς, ὅταν ἐξέλθῃ μετὰ τὴν νίκην ἀπὸ Δαρείου τοῦ βασιλέως, τουτέστι τοῦ φυσικοῦ νόμου, δείξας αὐτῷ τῆς ἀγάπης καὶ τῆς ἀληθείας τὴν δύναμιν κατὰ τὴν τῶν ἀρετῶν πρὸς τὰ πάθη σύγκρισιν, καὶ λάβῃ ψῆφον νομίμως, τὴν μὲν αὐτοῦ προβολὴν ἐπικυροῦσαν, τὰς δὲ τῶν ἄλλων ἀκυροῦσαν, διαγινώσκων πόθεν τῆς νίκης αὐτῷ γέγονεν ἡ χάρις, αἴρει τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλὴμ καὶ εὐλογεῖ τὸν βασιλέα τοῦ οὐρανοῦ.
Πρόσωπον οὖν ἐστι τοῦ τοιούτου νοὸς ἡ κατὰ τὸ κρυπτὸν τῆς ψυχῆς νοουμένη διάθεσις, ἐν ᾗ τῶν ἀρετῶν πάντες ὑπάρχουσιν οἱ χαρακτῆρες· ἣν αἴρει πρὸς τὸν οὐρανόν, τὸ ὕψος δηλαδὴ τῆς θεωρίας, ἐναντίον Ἱερουσαλήμ, τουτέστι τῆς κατὰ τὴν ἕξιν ἀπαθείας, ἢ πάλιν, εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ, τὸ οἰκητήριον τὸ ἐν οὐρανῷ ἐπιζητῶν καὶ τὴν πόλιν τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς, περὶ ἧς τὰ δεδοξασμένα ἐλαλήθη φησὶν ὁ Δαυίδ. Οὐ γὰρ ἄλλως ἠδύνατο τὸν θεὸν εὐλογεῖν, μὴ ἄρας πρὸς ὕψος θεωρίας καὶ γνώσεως κατὰ τὴν ἕξιν τῆς ἀπαθείας, ἤγουν τῆς ἀπήμονος καὶ εἰρηνικῆς καταστάσεως, τὸ κατὰ ψυχὴν τῆς διαθέσεως πρόσωπον, τὸ ἐκ πολλῶν καὶ διαφόρων ἀρετῶν, χαρακτήρων δίκην, συγκείμενον.
Καὶ τί λέγων αἴρει τὸ πρόσωπον; Παρὰ σοῦ ἡ νίκη, τὸ κατὰ τῶν παθῶν τῆς πρακτικῆς τέλος διὰ τῆς νίκης δηλῶν καὶ οἷον ἔπαθλον τῶν κατὰ τῆς ἁμαρτίας θείων ἀγώνων, καὶ παρὰ σοῦ ἡ σοφία, τὸ διὰ θεωρίας, κατὰ τὴν γνῶσιν δηλαδή, τέλος, τὸ πᾶσαν τῆς ψυχῆς ἀφαιρούμενον ἄγνοιαν, καὶ σὴ ἡ δόξα, τὸ ἐκ τούτων ἀναδεικνύμενον κάλλος τῆς θείας κατὰ τὸ θεμιτὸν ὡραιότητος δόξαν καλέσας, ὅπέρ ἐστιν ἕνωσις νίκης καὶ σοφίας, καὶ πράξεως καὶ θεωρίας, ἀρετῆς τε καὶ γνώσεως, ἀγαθότητός τε καὶ ἀληθείας. Αὗται γὰρ ἀλλήλαις ἑνούμεναι μίαν ἀπαστράπτουσιν δόξαν καὶ αὐγὴν τοῦ θεοῦ. Διὸ προσφόρως ἐπάγει φάσκων καὶ ἐγὼ σὸς οἰκέτης, εἰδὼς ὅτι πᾶσαν ἐν ἡμῖν ὡς ὀργάνοις ὁ θεὸς ἐπιτελεῖ πρᾶξιν καὶ θεωρίαν, ἀρετήν τε καὶ γνῶσιν καὶ νίκην καὶ σοφίαν καὶ ἀγαθότητα καὶ ἀλήθειαν, μηδὲν ἡμῶν συνεισφερόντων τὸ σύνολον πλὴν τῆς θελούσης τὰ καλὰ διαθέσεως. Ἣν ἔχων ὁ μέγας Ζοροβάβελ πρὸς τοῖς εἰρημένοις φησίν· εὐλογητὸς εἶ, πρὸς τὸν θεὸν λέγων, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, δέσποτα τῶν πατέρων.
Ὡς εὐγνώμων οἰκέτης πάντα τῷ θεῷ ἀνέθετο, τῷ πάντα δωρησαμένῳ, ἐξ οὗ λαβὼν εἶχε τὴν σοφίαν, αὐτῷ ὁμολογῶν ὡς δεσπότῃ πατέρων τῶν κεχαρισμένων ἀγαθῶν τὴν δύναμιν. Εὐλογητὸν δὲ καλεῖ τὸν θεὸν ὡς ἄπειρον ἔχοντα τὴν σοφίαν, μᾶλλον δὲ αὐτοσοφίαν· ἐξ οὗ λαβὼν ὁμολογεῖ τὴν χάριν. Δεσπότην δὲ πατέρων αὐτὸν προσαγορεύει, παραστῆσαι θέλων ὅτι πάντα τὰ τῶν ἁγίων κατορθώματα θεοῦ προδήλως ὑπῆρχον χαρίσματα, μηδενὸς τὸ παράπαν ἔχοντος μηδὲν ἢ τὸ δοθὲν ἀγαθὸν ὡς παρὰ δεσπότου τοῦ θεοῦ πρὸς ἀναλογίαν τῆς εὐγνωμοσύνης τε καὶ εὐνοίας τοῦ δεχομένου μετρούμενον, κἀκεῖνα μόνα κεκτημένου, ὅσα τῷ δεσπότῃ δωρουμένῳ παρίσταται.
Πατέρας δὲ καλεῖ τοὺς ἀπ᾽ αἰῶνος ἁγίους, ὧν τὴν πίστιν δεξάμενος καὶ μιμησάμενος τὸν βίον, τὸ ἐξ ἐκείνων γεννηθῆναι τῷ πνεύματι θέλων κατώρθωσε, γονέων υἱὸς γεγενημένος αὐθαιρέτων αὐθαίρετος, ὅπερ τῶν παρὰ βούλησιν γινομένων ἀπὸ σαρκὸς πατέρων τε καὶ υἱῶν τοσοῦτόν ἐστι τῷ θεῷ τιμιώτερον, ὅσον σαρκὸς ψυχὴ κατ᾽ οὐσίας ὑπεροχὴν διενήνοχεν.
Οὗτος ὁ Ζοροβάβελ εἷς ὑπάρχει τῶν παρισταμένων νεανίσκων Δαρείῳ τῷ βασιλεῖ, τῷ φυσικῷ λέγω νόμῳ, καὶ πᾶσαν τῶν ἐν ἀνθρώποις θείων ἀγαθῶν δυσὶ περιγράψας λόγοις τὴν δύναμιν, καὶ τὴν τῶν ἄλλων διασκεδάσας προπέτειαν, καὶ εἰς ἑαυτὸν ἑλκύσας τὸν βασιλεύοντα νόμον τῆς φύσεως, ἄφεσιν θεσπίζοντα ταῖς κρατουμέναις εἰς δουλείαν τῆς τῶν παθῶν ἀλλοιώσεως τῆς ψυχῆς δυνάμεσιν.
Τῶν γὰρ προϊσταμένων, ὡς ὑλικωτέρου τοῦ σώματος, πονηρῶν πνευμάτων δύο τυγχανόντων, δι᾽ αὐτῆς τῆς τοῦ ἀριθμοῦ ἰδιότητος ἐδηλοῦτο τὸ ἐμπαθὲς καὶ ἐπίκηρον. Ὁ δὲ τῆς ψυχῆς ὑπερασπίζων νοῦς, ἁπλῆς οὔσης κατὰ τὴν οὐσίαν, εἶς ὑπάρχων, τῆς ἀδιαιρέτου μονάδος ἔφερεν ἔμφασιν, ἧς καθοτιοῦν τὸ σύνολον οὐ πέφυκεν ἅπτεσθαι θάνατος, ὅτι μήτε διαιρέσεως καθόλου τομή.
Φησὶ γὰρ ὁ εἷς, ἤγουν ὁ πρῶτος νεανίσκος, τὴν ἐμπαθῆ τοῦ σώματος εἰσφέρων εὐζωΐαν, ὑπερισχύει ὁ οἶνος, οἶνον καλῶν πᾶσαν ὁμοῦ κατὰ περιγραφὴν τὴν ἐν ἡδοναῖς παθῶν παραφορὰν καὶ μέθην, ὡς ἐκστατικὴν τῆς διανοίας, καὶ τῶν κατὰ φύσιν λογισμῶν τὴν χρῆσιν παραχαράττουσαν, Θυμὸς γὰρ δρακόντων, φησίν, ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος, τὴν ζέσιν τῶν σαρκικῶν ἡδονῶν οἶνον δρακόντων φήσας, καὶ τῆς παρακοῆς τὴν τυραννικὴν καὶ ὑπερήφανον καταφρόνησιν καλέσας οἶνον ἀσπίδων. Τοῦτο γάρ, ὥς φασι, τὸ θηρίον παρὰ πάντα τὰ θηρία τῆς γῆς ἐμφράττει τὰ ὦτα πρὸς ἐπᾴσματα, ἐξ ὑπερηφανίας τυραννοῦν τοὺς ἐπᾴδοντας.
Ὁ ἕτερος ἤγουν ὁ δεύτερός φησιν ὑπερισχύει ὁ βασιλεύς, βασιλέα καὶ οὗτος καλῶν πᾶσαν ὁμοῦ τὴν ἐν πλούτῳ καὶ δυναστείᾳ καὶ ταῖς ἄλλαις περιφανείαις κενὴν δόξαν, τὴν γεννητικὴν τῆς ἀγνοίας, καθ᾽ ἣν ὁ τῆς φύσεως γίνεται σκεδασμός, πάντων ἀγνοούντων ἀλλήλους καὶ πᾶσι πάντων προσρηγνυμένων ὑπὲρ ἑνός, τοῦ πλέον ἀλλήλων θέλειν δοξάζεσθαι δυνάμει ἢ πλούτῳ ἢ τρυφῇ καὶ τοῖς ἄλλοις τρόποις, οἷς δοξάζεσθαι θέλουσιν οἱ τὴν θείαν καὶ μένουσαν ἠγνοηκότες δόξαν καὶ τὸ κατ᾽ αὐτὴν κράτος περιφρονοῦντες.
Οὗτοι μὲν πᾶσαν, ὡς εἰπεῖν, τὴν ἰλὺν τοῦ βυθοῦ τῶν παρὰ φύσιν παθῶν τοῖς δυσὶ τούτοις προβλήμασι περιγράψαντες, κριτὴν ἐποιοῦντο τῶν λεγομένων τὸν βασιλέα Δαρεῖον, τόν, ὡς ἔφην, κρατοῦντα νόμον τῆς φύσεως, ἐπικλιθῆναι τοῖς αὐτῶν ἐλπίζοντες δόγμασιν.
Ὁ δὲ τρίτος, ὅς ἐστιν ὁ τῆς ἀρετῆς καὶ τῆς γνώσεως προϊστάμενος νοῦς, καὶ τῆς κακῆς τῶν παθῶν δουλείας στερηθῆναι τὴν ψυχὴν βεβουλημένος, φησὶν ὑπερισχύουσιν αἱ γυναῖκες καὶ ὑπερνικᾷ ἡ ἀλήθεια, γυναῖκας μὲν εἰπὼν τὰς θεοποιοὺς ἀρετάς, ἐξ ὧν ἡ πρὸς θεὸν καὶ ἀλλήλους τοῖς ἀνθρώποις ἑνοποιὸς ἀγάπη συνέστηκε, πάντων τὴν ψυχὴν ἐξαρπάζουσα τῶν ὑπὸ γένεσιν καὶ φθορὰν καὶ τῶν ὑπὲρ αὐτὰ νοητῶν οὐσιῶν, καὶ αὐτῷ τῷ θεῷ κατ᾽ ἐρωτικήν τινα σύγκρασιν περιπλέκουσα, καθ᾽ ὅσον ἐστὶ δυνατὸν ἀνθρωπίνῃ φύσει, καὶ τὴν ἄχραντον καὶ θείαν μυστικῶς δημιουργοῦσα συμβίωσιν, ἀλήθειαν δὲ φήσας τὴν μίαν καὶ μόνην αἰτίαν τῶν ὄντων καὶ ἀρχὴν καὶ βασιλείαν καὶ δύναμιν καὶ δόξαν, ἐξ ἧς καὶ δι᾽ ἣν πάντα γέγονέ τε καὶ γίνεται, καὶ πρὸς τὸ εἶναι ὑπ᾽ αὐτῆς τε καὶ δι᾽ αὐτῆς συγκρατεῖται, καὶ ὑπὲρ ἧς πᾶσα τοῖς φιλοθέοις ἐστὶ σπουδή τε καὶ κίνησις.
Καὶ συντόμως εἰπεῖν, διὰ μὲν τῶν γυναικῶν τὸ τέλος ἐνεδείξατο τῶν ἀρετῶν τὴν ἀγάπην, ὅπέρ ἐστι ἡ κατ᾽ ἔφεσιν τοῦ φύσει ἀγαθοῦ τῶν μετεχόντων ἀδιάπτωτος ἡδονὴ καὶ ἀδιαίρετος ἕνωσις, διὰ δὲ τῆς ἀληθείας τὸ πέρας πασῶν ἐπεσήμανε τῶν γνώσεων καὶ αὐτῶν πάντων τῶν γινωσκομένων, εἰς ὅπερ, ὡς ἀρχὴν καὶ πέρας πάντων τῶν ὄντων, αἱ κατὰ φύσιν κινήσεις γενικῷ τινι λόγῳ συνέλκονται, πάντα νικώσης κατὰ φύσιν, ὡς ἀληθείας, τῆς τῶν ὄντων ἀρχῆς καὶ αἰτίας, καὶ πρὸς ἑαυτὴν συνελκούσης τῶν γεγονότων τὴν κίνησιν.
Οὕτω διαλεχθεὶς ὁ φιλόσοφος νοῦς τῷ κατὰ φύσιν νόμῳ πᾶσαν αὐτοῦ τῶν πονηρῶν δαιμόνων ἀποκρούεται πλάνην, ψηφίσασθαι πείθων ἐλευθερίαν τοῖς πρὸς δουλείαν παθῶν κεκρατημένοις λογισμοῖς τε τῆς ψυχῆς καὶ δυνάμεσι, καὶ τῶν τῆς νοουμένης αἰχμαλωσίας δεσμῶν λύσιν καὶ ἄφεσιν κηρύξαι τοῖς καθειργμένοις ἐν τῷ σκότει, τῇ προσπαθείᾳ λέγω τῶν αἰσθητῶν, ὥστε ἀναβάντας αὐτοὺς εἰς τὴν Ἰουδαίαν, φημὶ δὲ τὴν ἀρετήν, οἰκοδομῆσαι ἐν Ἱερουσαλήμ, τῇ ἕξει λέγω τῆς ἀπαθείας, τὸν ναὸν κυρίου, τουτέστι τὴν δεκτικὴν τῆς σοφίας γνῶσιν.
Σοφὸς οὖν καὶ πάνυ σοφὸς ὁ μέγας ἐστὶ Ζοροβάβελ, οἷα παρὰ θεοῦ τὴν σοφίαν λαβών, καὶ δι᾽ αὐτῆς δυνηθεὶς ἑκάστῳ τῶν πρὸς ἀπάτην προβεβλημένων ἐπὶ φθορᾷ τοῦ γένους τῶν ἀνθρώπων ὑπὸ τῶν ὑπεραγωνιζομένων τοῦ σώματος πονηρῶν πνευμάτων ἀντιπροβαλέσθαι καὶ νικῆσαι καὶ ἀνατρέψαι καὶ δι᾽ ἑκατέρου τῶν οἰκείων προβλημάτων τὸ ἑκατέρου τῶν ἀντικειμένων πρόβλημα παντελῶς ἐξαφανίσαι καὶ τὴν ψυχὴν πονηρᾶς λυτρώσασθαι δουλείας παθῶν. Ἐπειδὴ γὰρ ἐκεῖνοι διὰ μὲν τοῦ οἴνου τὴν ζέσιν τιμᾶσθαι τῶν σαρκικῶν ἡδονῶν ἐπεζήτουν, διὰ δὲ τοῦ βασιλέως τῆς κοσμικῆς δόξης τὸ κράτος ἐπεκύρουν, οὗτος τὴν πνευματικὴν καὶ πέρας οὐκ ἔχουσαν διὰ τῶν γυναικῶν εἰσήγαγεν ἡδονήν, καὶ διὰ τῆς ἀληθείας τὸ μὴ σαλευόμενον ἐνεδείξατο κράτος, καὶ ἔπεισε τῶν μὲν παρόντων καταφρονεῖν ἀγαθῶν, τῶν δὲ μελλόντων ἀντέχεσθαι.
Ταύτην ἔχει τὰ προβλήματα, κατ᾽ ἐμὲ φάναι, τὴν ἔννοιαν καλήν τε καὶ σοφὴν καὶ τοῦ γραφῆναι πρὸς νουθεσίαν ἡμῶν οὐκ ἀναξίαν τοῦ πνεύματος. Εἰ δέ τις ὑψηλότερον τὸν τῶν γεγραμμένων νοῦν σκοπῆσαι δυνηθῇ κατὰ τὴν χορηγουμένην αὐτῷ τοῦ νοεῖν τὰ θεῖα δύναμιν, φθόνος οὐδείς, ὅτι μηδὲ πέφυκεν ἐλαττοῦσθαι τοῦ πνεύματος ἡ χάρις ἐν τοῖς συμμετέχουσι—δι᾽ ὃ μάλιστα τὸ τοῦ φθόνου τίκτεται πάθος—, κἂν ὁ μὲν πλέον ὁ δὲ ἔλαττον ἔχῃ τῆς χάριτος. Ἕκαστος γὰρ κατὰ τὴν ἀναλογίαν τῆς ἐν αὐτῷ πίστεως φανερουμένην κέκτηται τοῦ πνεύματος τὴν ἐνέργειαν, ὥστε ταμίας ὑπάρχει τῆς χάριτος ἕκαστος ἑαυτοῦ, καὶ οὔποτ᾽ ἂν εὖ φρονῶν ἄλλῳ φθονήσειεν ἐνευδοκιμοῦντι ταῖς χάρισι, ἐπ᾽ αὐτῷ κειμένης τῆς δεκτικῆς τῶν θείων ἀγαθῶν διαθέσεως.
Ἔλθωμεν δὲ καὶ ἐπ᾽ ἄλλην μυστικὴν θεωρίαν, τὴν ἀρχικὴν τῶν γεγραμμένων ἀλήθειαν προδεικνύουσαν. Ζοροβάβελ ἐστὶν ἀληθινός τε καὶ νέος καὶ διὰ τοῦ παλαιοῦ τυπικῶς μηνυόμενος ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστός, ὁ ἐν τῇ συγχύσει τῆς φύσεως ἡμῶν συλληφθεὶς καὶ κυηθεὶς καὶ τεχθείς, καὶ τέλειος κατὰ φύσιν γενόμενος ἄνθρωπος, ἵνα πρὸς ἑαυτὸν τῆς συγχύσεως ἀποστᾶσαν ἐπαναγάγῃ τὴν φύσιν, ὁ μὴ γενόμενος μὲν σὺν ἡμῖν αἰχμάλωτος καὶ πρὸς τὴν τῶν παθῶν ἀποικισθεὶς σύγχυσιν—οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ—, ἐν ἡμῖν δὲ τοῖς αἰχμαλώτοις ὡς αἰχμάλωτος γεννηθεὶς καὶ μεθ᾽ ἡμῶν τῶν ἀνόμων λογισθείς, διὰ φιλανθρωπίαν γενόμενος ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας· ἐν ὁμοιώματι μὲν σαρκὸς ἁμαρτίας, ὅτι, φύσει θεὸς ὑπάρχων ἀπαθής, ἀτρέπτως κατ᾽ οἰκονομίαν φύσει παθητὸς γενέσθαι κατηξίωσεν ἄνθρωπος, περὶ ἁμαρτίας δέ, ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν ἤχθη εἰς θάνατον καὶ ὑπὲρ ἡμῶν ὠδυνήθη καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν ἐτραυματίσθη καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν, ἵνα ἡμεῖς τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν. Πνεῦμα γὰρ πρὸ προσώπου ἡμῶν φησιν χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, οὗ εἴπαμεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν.
Οὖτός ἐστιν ἡ δικαία 〈ἀνατολὴ〉 τῆς ἡμῶν ἐκ τῆς ἁμαρτίας 〈διασπορᾶς〉, περὶ ἧς διὰ τοῦ προφήτου φησὶ τὸ πνεῦμα τὸ ἅγιον ὅτι ἀνατελεῖ ὑμῖν ἀνατολὴ δικαία, καὶ ἰδοὺ ἀνήρ —ἀνατολὴ ὄνομα αὐτῷ—καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, τοῦ ὑποκάτωθεν δηλοῦντος τὸ ἀπόρρητον μυστήριον τῆς τοῦ λόγου σαρκώσεως, ἐξ ἧς ἀνέτειλεν ἡ τῶν ὅλων σωτηρία· πτέρυγες δὲ ἂν εἶεν τοῦ ἡλίου τῆς δικαιοσύνης αἱ δύο διαθῆκαι, δι᾽ ὧν ἱπτάμενος ἐν ἡμῖν ὁ λόγος τὴν πληγὴν θεραπεύει τῆς παραβάσεως καὶ τὴν κατ᾽ ἀρετὴν τελείαν χαρίζεται ῥῶσιν, διὰ μὲν τῆς παλαιᾶς ποιούμενος τὴν τῆς κακίας ἀναίρεσιν, διὰ τῆς νέας δὲ τὴν θέσιν τῆς ἀρετῆς ἐργαζόμενος. Ἢ πάλιν, πτέρυγές εἰσιν ἡ πρόνοια καὶ ἡ κρίσις, δι᾽ ὧν ἱπτάμενος ὁ λόγος ἀγνώστως ἐπιβατεύει τοῖς οὖσι, σοφίας μὲν λόγοις θεραπεύων τοὺς θέλοντας, παιδείας δὲ τρόποις τοὺς πρὸς ἀρετὴν δυσκινήτους ἰώμενος, καὶ τοῖς μὲν σαρκὸς μολυσμὸν ἐκκαθαίρων, τοῖς δὲ ψυχῶν κηλίδας ἰώμενος.
Οὗτός ἐστιν ὁ τὴν αἰχμαλωσίαν τοῦ ἀληθινοῦ Ἰσραὴλ ἐπανάγων, οὐκ ἀπὸ γῆς εἰς γῆν, καθὼς ὁ παλαιὸς πέπραχε Ζοροβάβελ, ἀπὸ Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν τὸν λαὸν μεταβιβάσας, ἀλλ᾽ ἀπὸ γῆς εἰς οὐρανὸν καὶ ἀπὸ κακίας εἰς ἀρετὴν καὶ ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν ἀληθείας θεοῦ καὶ ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν καὶ εἰς ἀθανασίαν ἀπὸ θανάτου, καὶ συντόμως εἰπεῖν, ἀπὸ τοῦ φαινομένου κόσμου καὶ ῥέοντος εἰς τὸν σταθερὸν καὶ νοούμενον καὶ ἀπὸ τῆς διαλυομένης ζωῆς εἰς τὴν ἀδιάλυτον καὶ μένουσαν. Οὗτός ἐστιν ὁ ἀληθινὸς οἰκοδόμος τοῦ διαρρυέντος τοῖς παραπτώμασι λογικοῦ ναοῦ καὶ ἐμπρησθέντος ἀλλοτρίῳ πυρί, ὅπερ ἡμεῖς ἐξεκαύσαμεν, πορευθέντες τῷ φωτὶ τοῦ πυρὸς ἡμῶν καὶ τῇ φλογί, ᾗ ἐξεκαύσαμεν, οὐ μόνον τῷ σαρκικῷ φρονήματι τὸ τῆς ψυχῆς νοερὸν ἕπεσθαι δουλικῶς παρασκευάσαντες, ἀλλὰ καὶ τὴν τῶν παθῶν ὕλην ἀνέδην δι᾽ ἐνεργείας ἐξάψαντες. Οὗτός ἐστιν ὁ πείσας διὰ σοφίας Δαρεῖον τὸν βασιλέα, τουτέστι τὸν νόμον τῆς φύσεως· οὐ γὰρ θέμις κατὰ τὸν τόπον τοῦτον εἰς τὸν διάβολον λαμβάνειν τὸν Δαρεῖον, συνεργὸν μὲν γεγενημένον ἑκουσίως τῆς κατὰ τὴν ἄφεσιν τοῦ λαοῦ χάριτος, πεισθέντα δὲ μηδὲν ἰσχυρότερον εἶναι μηδὲ τῇ φύσει πρὸς σωτηρίαν λυσιτελέστερον πίστεως καὶ ἀγαθῆς συνειδήσεως.
Ἀληθείας γὰρ λόγον ἡ πίστις ἐπέχει, καὶ τῆς διὰ τῶν γυναικῶν ἀλληγορικῶς νοουμένης θείας ἀγάπης ἡ ἀγαθὴ συνείδησις ἐπιφέρεται τόπον, ἐν ᾗ τὸ παράπαν θείων ἐντολῶν οὐκ ἔστι παράβασις. Οὗτός ἐστιν ὁ δειμάμενος ἐν ἑαυτῷ καθ᾽ ἕνωσιν ἄρρητόν τε καὶ ἀδιαίρετον τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν, λέγω δὲ τὴν διὰ τὴν ἁμαρτίαν τῷ θανάτῳ διαφθαρεῖσαν φύσιν. Οὗτός ἐστιν Ζοροβάβελ, ὁ μετὰ δόξης ἐγείρας πεπτωκότα τὸν οἶκον τοῦ θεοῦ, περὶ οὗ φησι τὸ πνεῦμα τὸ ἅγιον· Ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν προτέραν. Δευτέραν γὰρ κοινωνίαν ὁ λόγος ἐκοινώνησε τῇ φύσει, πολὺ τῆς προτέρας παραδοξοτέραν· ὅσῳ πρῶτον τοῦ κρείττονος μεταδούς, ὕστερον μετέλαβε θέλων τοῦ χείρονος, ἵνα καὶ τὴν εἰκόνα σώσῃ καὶ τὴν σάρκα ἀθανατίσῃ καί, τὸν ἐνηχηθέντα τῇ φύσει λόγον τοῦ ὄφεως παντελῶς ἐξαφανίσας, ὡς ἐξ ἀρχῆς καθαρὰν κακίας πάλιν παραστήσῃ τὴν φύσιν, τῇ θεώσει πλεονεκτοῦσαν τὴν πρώτην διάπλασιν, καί, ὥσπερ ἐξ ἀρχῆς μὴ οὖσαν ὑπεστήσατο, οὕτω διαρρυεῖσαν ἀνασώσηται, στομώσας πρὸς ἀπτωσίαν τῇ ἀτρεψίᾳ, καὶ τὴν ἐπ᾽ αὐτῇ πᾶσαν βουλὴν τοῦ θεοῦ καὶ πατρὸς ἐπιτελέσῃ, θεώσας αὐτὴν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως.
Αἱ χεῖρες γάρ φησι Ζοροβάβελ τοῦ νοητοῦ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, τουτέστι τὸν ἄνθρωπον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, τὴν προτέραν λέγων διάπλασιν καὶ τὴν ἐν αὐτῷ καθ᾽ ἕνωσιν ἄρρητον τελευταίαν ἀνάπλασιν. Οὗτός ἐστιν ὁ ἀληθινὸς Ζοροβάβελ, ὁ τῶν αἰχμαλώτων λυτρωτής, ὁ ἔχων ἐν τῇ χειρὶ τὸν λίθον τὸν κασσιτήρινον, τὸν τοῖς ἑπτὰ τοῦ κυρίου κοσμούμενον ὀφθαλμοῖς, δι᾽ ὧν ὁ θεὸς ἐπιβλέπει ἐπὶ πᾶσαν τὴν γῆν.
Κατὰ μὲν τὴν ἱστορίαν οὐδαμῶς ἐσχηκὼς φαίνεται Ζοροβάβελ ἐν τῇ χειρὶ κασσιτήρινον λίθον ἑπτὰ ὀφθαλμοὺς ἔχοντα, καὶ αὐτοὺς τοῦ κυρίου, ἐπιβλέποντας ἐπὶ πᾶσαν τὴν γῆν. Οὐκοῦν, ἐπειδὴ παντελῶς ἀμήχανον τοῦτο στῆναι κατὰ τὴν λέξιν, ἐπὶ τὴν τῶν γεγραμμένων χωρῶμεν διάνοιαν.
Ζοροβάβελ ἐστίν, καθὼς πολλάκις προλαβὼν ἔφην, ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστός. Τούτου δὲ λίθος ἐστὶν ἡ πίστις ἡ εἰς αὐτόν· ἐν τῇ χειρὶ δέ, ὅτι τῇ πράξει τῶν ἐντολῶν ἡ πίστις τοῦ Χριστοῦ διαφαίνεται· πίστις γὰρ χωρὶς ἔργων νεκρά, ὥσπερ καὶ ἔργα δίχα πίστεως. Πράξεως δὲ σύμβολόν ἐστι προδήλως ἡ χείρ.
Φέρων οὖν ἐν τῇ χειρὶ τὸν λίθον ὁ κύριος ἔμπρακτον ἡμᾶς διδάσκει τὴν εἰς αὐτὸν πίστιν ἔχειν τοῖς ἑπτὰ τοῦ κυρίου κοσμουμένην ὀφθαλμοῖς, τουτέστι ταῖς ἑπτὰ τοῦ ἁγίου πνεύματος ἐνεργείαις. Καὶ ἐπαναπαύσεται, φησίν, ἐπ᾽ αὐτὸν ἑπτὰ πνεύματα· πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα γνώσεως, πνεῦμα ἐπιστήμης, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα φόβου θεοῦ.
Ἔστι δὲ τὸ μὲν πνεῦμα τοῦ φόβου τοῦ θεοῦ ἡ τῶν κατ᾽ ἐνέργειαν κακῶν ἀποχή· τὸ δὲ πνεῦμα τῆς ἰσχύος ἐστὶν ἡ πρὸς ἐνέργειαν καὶ πρᾶξιν τῶν ἐντολῶν πρόθυμος ὁρμὴ καὶ κίνησις· τὸ δὲ πνεῦμα τῆς βουλῆς ἐστιν ἡ ἕξις τῆς διακρίσεως, καθ᾽ ἣν σὺν λόγῳ τὰς θείας πράττομεν ἐντολὰς καὶ τῶν κρειττόνων διαιροῦμεν τὰ χείρονα· τὸ δὲ πνεῦμα τῆς ἐπιστήμης ἐστὶν ἡ τῶν κατ᾽ ἀρετὴν τῆς πράξεως τρόπων ἄπτωτος εἴδησις, καθ᾽ οὓς πράττοντες τῆς ὀρθῆς τοῦ λόγου κρίσεως οὐδαμῶς διαπίπτομεν· τὸ δὲ πνεῦμα τῆς γνώσεώς ἐστιν ἡ τῶν ἐν ταῖς ἐντολαῖς λόγων περίληψις, καθ᾽ οὓς οἱ τρόποι τῶν ἀρετῶν συνεστήκασι· πνεῦμα δὲ συνέσεώς ἐστιν ἡ πρὸς τοὺς τρόπους καὶ τοὺς λόγους τῶν ἀρετῶν συγκατάθεσις ἤ, κυριώτερον εἰπεῖν, μεταποίησις, καθ᾽ ἣν σύγκρασις γίνεται τῶν φυσικῶν δυνάμεων πρὸς τοὺς τρόπους καὶ τοὺς λόγους τῶν ἐντολῶν· πνεῦμα δὲ σοφίας ἐστὶν ἡ πρὸς τὴν αἰτίαν τῶν ἐν ταῖς ἐντολαῖς πνευματικωτέρων λόγων ἀνάληψίς τε καὶ ἕνωσις, καθ᾽ ἥν, ἀγνώστως τοὺς ἐν θεῷ, κατὰ τὸ θεμιτὸν ἀνθρώποις, ἁπλοῦς μυούμενοι τῶν ὄντων λόγους, ὡς ἔκ τινος βλυστανούσης πηγῆς τῆς καρδίας τὴν ἐν τοῖς ὅλοις ἀλήθειαν ποικίλως τοῖς ἄλλοις ἀνθρώποις προφέρομεν, ἀπὸ μὲν τῶν ἐκ θεοῦ τελευταίων, ἡμῖν δὲ προσεχῶν, ἐπὶ τὰ πρῶτα, καὶ ἡμῶν μὲν πόρρω, τῷ δὲ θεῷ προσεχῆ, καθ᾽ ὁδὸν καὶ τάξιν ἀναβαίνοντες.
Ἀπὸ γὰρ τῆς ἀργίας τῶν κακῶν διὰ φόβου ἐπὶ τὴν τῶν ἀρετῶν δι᾽ ἰσχύος ἐρχόμεθα πρᾶξιν, ἀπὸ δὲ τῆς τῶν ἀρετῶν πράξεως ἐπὶ τὴν διάκρισιν τῆς βουλῆς, ἀπὸ δὲ τῆς διακρίσεως ἐπὶ τὴν ἕξιν τῶν ἀρετῶν ἤγουν ἐπιστήμην, ἀπὸ δὲ τῆς ἕξεως τῶν ἀρετῶν ἐπὶ τὴν γνῶσιν τῶν ἐν αὐταῖς ταῖς ἀρεταῖς λόγων, ἀπὸ δὲ ταύτης εἰς τὴν πρὸς τοὺς ἐγνωσμένους λόγους τῶν ἀρετῶν μεταποιητικὴν ἕξιν, φημὶ δὲ τὴν σύνεσιν, καὶ ἀπὸ ταύτης εἰς τὴν ἁπλῆν τῆς ἐν ὅλοις ἀληθείας ἀκριβῆ θεωρίαν· ἀφ᾽ ἧς ὁρμώμενοι, πολλοὺς καὶ ποικίλους ἐκ τῆς τῶν ὄντων αἰσθητῶν τε καὶ νοητῶν οὐσιῶν σοφῆς θεωρίας εὐσεβεῖς λόγους περὶ τῆς ἀληθείας ἀποδώσομεν. Διὰ τούτων οὖν ἀναβαίνοντες τῶν ὀφθαλμῶν τῆς πίστεως, ἤγουν φωτισμῶν, πρὸς τὴν θείαν τῆς σοφίας συναγόμεθα μονάδα, τὴν γεγενημένην δι᾽ ἡμᾶς τῶν χαρισμάτων διαίρεσιν πρὸς τὴν αἰτίαν τῶν χαρισμάτων συνάγοντες ταῖς κατὰ μέρος τῶν ἀρετῶν ἀναβάσεσι, μηδὲν τῶν εἰρημένων, συνεργίᾳ θεοῦ, παραλιμπάνοντες, ἵνα μή, κατ᾽ ὀλίγον ἀμελοῦντες, τυφλὴν ἡμῶν τὴν πίστιν καὶ ἀνόμματον καταστήσωμεν, οὐκ ἔχουσαν τοὺς διὰ τῶν ἔργων τοῦ πνεύματος φωτισμούς, καὶ κολασθῶμεν δικαίως εἰς ἀπείρους αἰῶνας, ὡς ἐν ἑαυτοῖς κατὰ τὴν πίστιν, ὅσον τὸ ἐφ᾽ ἡμῖν, τοὺς θείους ἐκτυφλώσαντες ὀφθαλμούς.
Πᾶς γὰρ ὁ τῆς πίστεως ἐν ἑαυτῷ διὰ τῆς ἀργίας τῶν ἐντολῶν τοὺς τοιούτους ἀνορύξας ὀφθαλμούς, πάντως κατάκριτος, μηκέτι τὸν θεὸν ἔχων εἰς αὐτὸν ἐπιβλέποντα. Καὶ οἶμαί γε ταύτης ἕνεκα τῆς αἰτίας λίθον κασσιτήρινον τῇ γραφῇ προσηγορεῦσθαι τὴν πίστιν, διὰ τὸ τὴν αὐτὴν καὶ τιμωρητικὴν εἶναι τῶν μὴ κοσμούντων αὐτὴν ταῖς ἐντολαῖς καὶ περιποιητικὴν τῶν διατηρούντων αὐτὴν κατηγλαϊσμένην ταῖς ἐνεργείαις τοῦ πνεύματος. Ἔσται γάρ, φησὶ Συμεὼν ὁ μέγας περὶ τοῦ κυρίου λέγων, εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, πτῶσιν μὲν τῶν ἀπιστούντων, ἀνάστασιν δὲ τῶν πιστευόντων. Φασὶ γάρ τινες ἐξ ἀργύρου καὶ μολίβου σύνθετον εἶναι τὸν κασσίτηρον. Οὐκοῦν, ὁ μὲν μόλιβος παιδείας καὶ τιμωρίας καὶ κολάσεως καὶ τοῦ βάρους τῆς κατακρίσεως φέρει σύμβολον, ὁ δὲ ἄργυρος λαμπρότητος καὶ δόξης καὶ περιφανείας ὡσαύτως τύπος ἐστίν.
Εἰ δὲ τοῦτο, καὶ ἡ πίστις ἡ διὰ τοῦ κασσιτήρου σημαινομένη καὶ παιδεύει καὶ τιμωρεῖται καὶ κολάζει καὶ κατακρίνει τοὺς ἀδοκίμους ἐν αὐτῇ γενομένους διὰ τῆς ἀργίας τῶν ἐντολῶν, ὡς μόλιβον ἔχουσα τυχὸν τῆς σαρκὸς τὴν ἀσθένειαν ἐν τῷ λόγῳ δυναμωθεῖσαν κατὰ τὴν ἕνωσιν, καὶ λαμπρύνει πάλιν καὶ δοξάζει καὶ φωτίζει καὶ πρὸς ἐκθέωσιν ἄγει τοὺς ἐν αὐτῇ γενομένους δοκίμους διὰ τῆς ἐργασίας τῶν ἐντολῶν, ὡς ἄργυρον ἔχουσα τάχα τὴν τοῦ λόγου θεότητα τοῖς ἀξίοις ὁλικῶς κατὰ τὸ δυνατὸν ἐναστράπτουσαν.
Ἔλαβον δέ τινες τὸν κασσιτήρινον λίθον εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὡς ἐκ δύο συγκείμενον φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος. Εἰ δέ τις τὴν τοῦ Χριστοῦ πίστιν ἢ τὸν Χριστὸν αὐτὸν θεωρῆσαι βούλεται γνωστικώτερον, μόλιβός ἐστιν ἡ πίστις καὶ αὐτὸς ὁ Χριστός, ὡς παιδεύων ψυχὴν καὶ κολάζων σάρκα καὶ τιμωρούμενος πάθη καὶ κατακρίνων δαίμονας, ἄργυρος δέ, ὡς νοῦν λαμπρύνων ταῖς ἀρεταῖς καὶ δοξάζων ταῖς γνώσεσι καὶ τῇ θεώσει ποιῶν αὐτὸν φῶς, τοῦ πρώτου φωτὸς ἀπεικόνισμα.
Κατὰ ταύτην τὴν ἔννοιαν ἐκληπτέον καὶ τὴν ἐξ αὐτοῦ γινομένην πτῶσιν καὶ ἀνάστασιν· πτῶσιν γὰρ ποιεῖται σαρκὸς ἤγουν σαρκικοῦ φρονήματος καὶ παθῶν καὶ ἁμαρτίας καὶ δαιμόνων, ἀνάστασιν δὲ νοὸς ἤγουν πνευματικοῦ φρονήματος καὶ φυσικῶν δυνάμεων καὶ ἀρετῆς καὶ τῶν συνεκτικῶν τῆς γνώσεως λογισμῶν. Καὶ ἁπλῶς, ὅλου τοῦ παλαιοῦ κατὰ τὸν Ἀδὰμ ἀνθρώπου καὶ τοῦ γράμματος τοῦ νόμου ἐν τοῖς ἀξίοις ποιεῖται πτῶσιν ὁ λόγος, καὶ τοῦ νέου κατ᾽ αὐτὸν ἀνθρώπου καὶ τοῦ πνεύματος τοῦ νόμου ἀνάστασιν.
Τυχὸν δὲ καὶ διὰ τοῦτο κασσιτηρίνῳ λίθῳ κατὰ τὴν γραφὴν παρεικάζεται ἡ πίστις τῶν ἐν τοῖς μελαίνουσιν αὐτῆς τὴν ἀρετὴν ἢ τὴν γνῶσιν δυναμένων πάλιν διὰ μετανοίας κατὰ πρᾶξιν καὶ θεωρίαν λαμπρύνεσθαι καὶ τὴν οἰκείαν αὖθις ἀπολαμβάνειν φωτεινὴν τοῦ βίου διαύγειαν.
ΕΡΩΤΗΣΙΣ ΝΕʹ οἱ δὲ πάντες ἦσαν ἐξ Ἰσραὴλ ἀπὸ δωδεκαετοῦς, χωρὶς παίδων καὶ γυναικῶν, μυριάδες τέσσαρες τρισχίλιοι τριακόσιοι ἑξήκοντα· παῖδες τούτων καὶ παιδίσκαι, ἑπτακισχίλιοι τριακόσιοι ἑπτά· ψάλται καὶ ψαλτῳδοὶ ὀκτακόσιοι πεντηκονταπέντε· κάμηλοι τετρακόσιαι τριακονταπέντε, καὶ ἵπποι ἑπτακισχίλιοι ἑπτακόσιοι τριακονταέξ· ἡμίονοι ὀκτακόσιοι τεσσαρακονταπέντε· ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε. Ποίησον ἀγάπην τοιούτων μεγάλων καὶ ὑψηλῶν περὶ τῆς ἐκ τῆς αἰχμαλωσίας ἐπανόδου ὑπὸ τοῦ ἁγίου πνεύματος διὰ τῶν προφητῶν εἰρημένων· τίς ἡ τοσαύτη ταπεινότης καὶ ἀκαιρόγραφος ἐξήγησις καὶ ἀναξιότης τοῦ πνεύματος, καμήλων μνημονεῦσαι καὶ ἵππων καὶ ἡμιόνων καὶ ὄνων καὶ ταῦτα μετὰ ἀκριβείας ἀριθμοῦ;
Ἀπόκρισις. Τὸ μὲν δι᾽ ἀκριβείας περὶ τούτων εἰπεῖν μόνων ἐκείνων ἐστὶ τῶν διὰ πολλὴν καθαρότητα νοῦ θεόθεν ὅλην εἰληφότων τὴν ἐφικτὴν ἀνθρώποις χάριν τοῦ πνεύματος· καθ᾽ ἣν τῷ πελάγει τῶν μυστικῶν θεαμάτων γνωστικῶς ἐνδιαθέοντες, τοὺς λόγους μόνον ὁρῶσι τῶν γεγραμμένων γυμνοὺς τῶν ἐπ᾽ αὐτοῖς τυπικῶν συνθημάτων, μηδενὸς τὸ σύνολον ποιούμενοι λόγον τῶν τυπούντων αὐτοὺς συμβόλων, εἰ μή που βουληθῶσι σοφῶς αὐτοὺς τυπῶσαι σωματικῶς τοῖς διὰ νηπιότητα νοῦ γενέσθαι μὴ δυναμένοις ὑπὲρ τὴν αἴσθησιν, ἵνα τοῖς τύποις πρότερον ἐγγυμνασθέντες κατὰ τὴν αἴσθησιν, πρὸς τοὺς ἄνευ αἰσθήσεως ἀρχετύπους ἐλθεῖν ποθήσωσι λόγους. Τὸ δὲ στοχασμῷ τοῖς ὑψηλοτέροις ἐπιβάλλειν διὰ τὴν φυσικῶς ἐν ἡμῖν ἐφιεμένην τῆς τῶν θείων γνώσεως δύναμιν οὐκ ἄτοπον, δύο καλῶν ἐκ τοῦ στοχασμοῦ τοῖς εἰλικρινὲς περὶ τὰ θεῖα κεκτημένοις τὸ σέβας ἀναδεικνυμένων. Ἢ γὰρ ἐπιτυγχάνει τῆς ἀληθείας τῶν νοουμένων ὁ στοχαστικὴν τὴν ἔφοδον τῶν θείων ποιούμενος καὶ προσφέρει χαίρων θυσίαν αἰνέσεως τὴν εὐχαριστίαν τῷ δεδωκότι τοῦ ζητουμένου τὴν εἴδησιν, ἢ διαφεύγουσαν εὑρίσκει τῶν γεγραμμένων τὴν ἔννοιαν καὶ τὰ θεῖα πλέον σεβάζεται, τὴν τῆς οἰκείας δυνάμεως ὑπερβαίνοντα μανθάνων κατάληψιν.
Τοίνυν κἀγώ, στοχαστικῶς ἐπιβάλλων τοῖς προκειμένοις, τὸν θεὸν ἐπικαλοῦμαι γενέσθαι τῶν λεχθησομένων συλλήπτορα, κατὰ πάντα τρόπον πρὸς τὸ ὕψος τῶν γραφικῶν αἰνιγμάτων ἀσθενοῦσαν εὑρίσκων τῆς ἐμαυτοῦ διανοίας τὴν δύναμιν. Κἄν τε γὰρ ἐπιτύχω, τοῦ θεοῦ τὸ πᾶν ὑπάρχει κατόρθωμα, διὰ τῆς καταλήψεως ἐνάγοντός με πρὸς εὐχαριστίαν· κἄν τε γὰρ μή, καὶ οὕτω πάλιν τοῦ θεοῦ τὸ τῆς ἀκαταληψίας ὑπάρχει καλόν, τὸν ὡς εἰκὸς ἐκ τῆς γνώσεως τεχθησόμενόν μοι κατὰ πρόνοιαν τῦφον προανακόπτοντος καὶ τὴν ἀκαταληψίαν ποιουμένου μοι μετριοφροσύνης ὑπόθεσιν.
Οὐκοῦν στοχασμῷ, καθὼς εἴρηται, τὴν τῶν γεγραμμένων διάνοιαν ἐπερχόμενος, ἐντεῦθεν ἄρχομαι τῆς τῶν προκειμένων γραφῆς. Ἐν τῷ πρὸ τούτου κεφαλαίῳ γέγραπται περὶ τοῦ Ζοροβάβελ· καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον αὐτοῦ εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ, εὐλόγησε τῷ βασιλεῖ τοῦ οὐρανοῦ. Δῆλόν ἐστιν ὅτι μετὰ τὴν τῶν προβλημάτων τῶν πρὸς Δαρεῖον τὸν βασιλέα γεγενημένων προαγωγήν, ἐξῆλθεν ἀπὸ προσώπου, δηλονότι Δαρείου τοῦ βασιλέως. Δαρεῖος μὲν οὖν ἐστιν, ὡς ἤδη φθάσας πρὸ τούτων ἔφην τῶν λόγων, ὁ κρατῶν τῆς φύσεως νόμος.
Καὶ συνᾴδει γε σαφῶς οὕτω νοούμενος τῇ τοῦ οἰκείου ὀνόματος ἑρμηνείᾳ. 〈Γενεὰ〉 γὰρ ἢ 〈γενεαλογία ἢ γενεαλογούμενος〉 δηλοῖ τὸ τοῦ Δαρείου ὄνομα, καθώς φασιν οἱ τὴν ἀκρίβειαν τῆς τοιᾶσδε φωνῆς ἐπιστάμενοι.
Φυσικοῦ δὲ νόμου καθέστηκεν ἴδιον τὸ τῆς γενεᾶς καὶ τῆς γενεαλογίας ὄνομα· τῶν γὰρ ὑπὸ φύσιν τὸ γένος καὶ τὰ γενεαλογούμενα, καὶ τῶν περὶ φύσιν ἡ γενεαλογία. Οὐκοῦν καλῶς ὁ Δαρεῖος εἰς τὸν τῆς φύσεως ἐλήφθη νόμον.
Περιέχει γὰρ ὁ νόμος τῆς φύσεως καὶ τὰ ὑπὸ τὴν φύσιν ἀναγόμενα γένη καὶ εἴδη καὶ τὰ περὶ τὴν φύσιν θεωρούμενα, τὸν χρόνον φημὶ καὶ τὸν τόπον. Παντὸς γὰρ γενητοῦ τὰ ὧν οὐκ ἄνευ φυσικῶς συνεπιθεωρεῖται.
Δαρεῖος οὖν ἐστι, ὡς ἔφην, ὁ νόμος τῆς φύσεως, Ζοροβάβελ δὲ ὁ θεωρητικὸς νοῦς ὁ ἐξελθὼν ὡς ἀπὸ Δαρείου, τοῦ νόμου τῆς φύσεως, καὶ τὴν ὑπὸ χρόνον καὶ τόπον τῶν φαινομένων ὑπερβὰς διακόσμησιν καὶ ἄρας τὸ πρόσωπον τῆς κατ᾽ ἀρετὴν γνωστικῆς διαθέσεως εἰς τὸν οὐρανόν, τουτέστι τὸ ὕψος τῶν νοητῶν οὐσιῶν, ἐναντίον τῆς ἐν οὐρανοῖς νοουμένης Ἱερουσαλήμ, ἐκείνης λέγω τῆς Ἱερουσαλὴμ τῆς ἐπὶ τῶν χειρῶν κυρίου ἐχούσης ἐζωγραφημένα τὰ τείχη, ἐν ᾗ πάντων εὐφραινομένων ἐστὶν ἡ κατοικία, πρὸς ἣν ἡ ἀληθινὴ τῶν αἰχμαλώτων ἐπάνοδος γίνεται, τῶν ἐπιζητούντων τὸ ἐξ οὐρανοῦ κατὰ τὸν θεῖον ἀπόστολον οἰκητήριον, τῶν μετὰ τοῦ μεγάλου Δαυὶδ δυναμένων λέγειν ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου· κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ, δεξιὰν λέγοντος τυχὸν τὴν πνευματικὴν τῶν θείων καὶ ἐπαινουμένων πρᾶξιν, γλῶσσαν δὲ κολλωμένην τῷ λάρυγγι τὴν ἐν ἡμῖν τοῦ λόγου γνωστικὴν ἐνέργειαν, κολλωμένην ἐξ ἀγνοίας τῷ λαιμῷ, τουτέστι τῷ περὶ τὸν λαιμὸν πηγνυμένην πάθει καὶ ἀκίνητον μένουσαν περὶ τὴν ἔφεσιν τῶν ἀρρήτων ἀγαθῶν καὶ διὰ τοῦτο γεύσασθαι μὴ δυναμένην τῆς τοῦ κυρίου χρηστότητος.
Εἰ δὲ χρόνου καὶ φύσεως πρὸς Ἱερουσαλὴμ ἐπειγόμενος ἐκβαίνει τοὺς λόγους ὁ Ζοροβάβελ, εἴτε ὁ καθ᾽ ἡμᾶς θεωρητικὸς νοῦς εἴτε ὁ ὑπὲρ ἡμᾶς δημιουργὸς λόγος ἐν ἡμῖν καθ᾽ ἡμᾶς γενόμενος καὶ διὰ τοῦτο γενόμενος ἄνθρωπος, ἵνα πρὸς ἑαυτὸν ἐπαναγάγῃ διὰ σαρκώσεως τοὺς πρὸς τὰ πάθη καὶ τὸν θάνατον τῆς σαρκὸς ἑαυτοὺς ἀπὸ τῆς ἀπαθείας καὶ τῆς ζωῆς ἐξώσαντας, εἰκότως τοὺς αὐτῷ γεγενημένους κατὰ τὸ θεμιτὸν παραπλησίους ἑαυτῷ συνεξάγει καὶ πρὸς τὴν Ἱερουσαλὴμ ἄγει τὴν ἐπουράνιον, ὧν τῆς ἀρετῆς τὴν ἀκρότητα καὶ τῆς γνώσεως τοῖς προκειμένοις εἴδεσί τε καὶ ἀριθμοῖς συμβολικῶς διαποικίλας ὁ λόγος παρείκασε. Πᾶς γὰρ θεοφιλὴς καὶ δίκαιος ἄνθρωπος, νοητῶς τὴν ἐπάνοδον πρὸς τὴν ἄνω ποιούμενος Ἱερουσαλήμ, τοὺς προκειμένους τῶν διαφόρων εἰδῶν ἀριθμοὺς συμπληροῖ, τοὺς ἑκάστου καὶ εἴδους καὶ ἀριθμοῦ λόγους εἰς μίαν ἀρετῆς τε καὶ γνώσεως συνάγων ἐκπλήρωσιν.
Καὶ δηλοῖ τοῦτο σαφῶς τῆς προκειμένης ἡμῖν εἰς ἐξέτασιν γραφῆς ὁ λόγος, ἔχων οὕτως οἱ δὲ πάντες ἦσαν ἐξ Ἰσραὴλ ἀπὸ δωδεκαετοῦς, χωρὶς παίδων καὶ γυναικῶν, μυριάδες τέσσαρες τρισχίλιοι τριακόσιοι ἑξήκοντα. Εὖγε τῆς ἀκριβείας τῶν λογίων τοῦ πνεύματος, ἐπισημηναμένου μηδένα τῶν ἀριθμουμένων ἐν Ἰσραὴλ καὶ τῆς Βαβυλωνίας ἐκβεβηκότων—ταύτην δὲ λέγω τοῦ παρόντος αἰῶνος τὴν σύγχυσιν—εἶναι παντελῶς ὑπὸ τὸν δωδεκαετῆ χρόνον, δηλοῦντος τοῦ λόγου μυστικῶς ὅτι μόνος ὁ γενόμενος ὑπὲρ αἴσθησιν καὶ χρόνον—τοῦτο γὰρ ὁ δώδεκα σημαίνει σαφῶς ἀριθμός, ἐκ πέντε διὰ τὰς αἰσθήσεις καὶ ἑπτὰ διὰ τὸν χρόνον συναγόμενος—καὶ τὴν πρὸς ταῦτα τῆς ψυχῆς διακόψας σχέσιν ἐκβαίνει τῆς αὐτῶν συγχύσεως, πρὸς τὴν ἄνω πόλιν ἐπειγόμενος, ἔχων, χωρὶς παίδων καὶ γυναικῶν, μυριάδας τέσσαρας τρισχιλίους τριακοσίους ἑξήκοντα.
Παῖδές εἰσι τυχὸν οἱ περὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων καὶ οὐκ ἐφ᾽ ἡμῖν παθῶν λογισμοί, γυναῖκες δὲ ἢ αἱ ἐνθυμήσεις ἢ αἱ κατὰ φύσιν ὀρέξεις καὶ ἡδοναί, μὴ φέρουσαι τοῖς κεκτημένοις διαβολήν, ὡς ἀναγκαῖον παρακολούθημα καθεστῶσαι φυσικῆς ὀρέξεως. Ἡδονὴν γὰρ ποιεῖ κατὰ φύσιν, καὶ μὴ βουλομένων ἡμῶν, καὶ ἡ τυχοῦσα τροφή, προλαβοῦσαν ἔνδειαν παραμυθουμένη, καὶ πόσις, ἀποκρουομένη τοῦ δίψους τὴν ὄχλησιν, καὶ ὕπνος, τὴν ἐκ τῆς ἐγρηγόρσεως δαπανηθεῖσαν ἀνανεούμενος δύναμιν, καὶ ὅσα τῶν καθ᾽ ἡμᾶς φυσικῶν ἕτερα τυγχάνει, πρὸς μὲν σύστασιν φύσεως ἀναγκαῖα, πρὸς δὲ κτῆσιν ἀρετῆς ὑπάρχοντα χρήσιμα τοῖς σπουδαίοις· ἅπερ κἂν μὴ συναριθμῆται τοῖς ἀνδράσιν, ἀλλὰ συνεκβαίνει παντὶ νοῒ φεύγοντι τῆς ἁμαρτίας τὴν σύγχυσιν, ἵνα μὴ δι᾽ αὐτὰ μείνῃ κρατούμενος εἰς δουλείαν τῶν ἐφ᾽ ἡμῖν καὶ διαβεβλημένων καὶ παρὰ φύσιν παθῶν, οὐκ ἐχόντων ἄλλην ἀρχὴν ἐν ἡμῖν πλὴν τῆς κινήσεως τῶν κατὰ φύσιν παθῶν. Οὐ συναριθμεῖται δέ, ὅτι μὴ πέφυκε πρὸς τὴν ἀθάνατον καὶ μακραίωνα ζωὴν συμμεταβαίνειν ἡμῖν τὰ τὴν φύσιν πρὸς τὴν παροῦσαν ζωὴν συνέχοντα πάθη.
Τέσσαρες δὲ μυριάδες εἰσὶν ἡ τετρὰς τῶν γενικῶν ἀρετῶν· μεθ᾽ ὧν φύσιν καὶ χρόνον διαβὰς ὁ νοῦς πρὸς τὴν μακαρίαν τῆς ἀπαθείας ἀποκαθίσταται λῆξιν. Ὡς γὰρ ἡ μυριὰς τῷ τῆς μονάδος στοιχείῳ μόνη γνωρίζεται, παντελῶς δι᾽ ἄλλου γράμματος σημανθῆναι μὴ δυναμένη, ὡς ταὐτὸν οὖσα κατὰ τὸ ὑποκείμενον τῇ μονάδι, κἂν δέχεται μόνῃ τῇ ἐπινοίᾳ διαφοράν, ὡς πρὸς ἀρχὴν τέλος —τέλος γὰρ μονάδος ἐστὶν ἡ μυριὰς καὶ ἀρχὴ μυριάδος ἐστὶν ἡ μονάς, ἤ, κυριώτερον εἰπεῖν, κινουμένη μονάς ἐστιν ἡ μυριὰς καὶ ἀκίνητος μυριάς ἐστιν ἡ μονάς—, οὕτω καὶ πᾶσα τῶν γενικῶν ἀρετὴ τὴν θείαν καὶ ἄρρητον μονάδα, φημὶ τὸν θεόν, ἀρχὴν ἔχει καὶ τέλος, ὡς ἐξ αὐτοῦ καὶ εἰς αὐτὸν ἀρχομένη καὶ λήγουσα, καὶ ταὐτὸν ὑπάρχουσα τῷ θεῷ, κατὰ μόνον τῆς ἐπινοίας διαφέρουσα τὸν λόγον, παρ᾽ οὗ καὶ ἐν ᾧ καὶ εἰς ὃν πᾶσα γένεσις ἀρετῆς προδήλως ὑφέστηκεν.
Ἢ τυχὸν τὰς τέσσαρας προκοπὰς τῶν ἐν τῇ δεκάδι τῶν θείων ἐντολῶν, εἰς μῆκος θεωρίας καὶ γνώσεως προβαινόντων, φησὶν εἶναι τὰς τέσσαρας μυριάδας ὁ λόγος. Οἷον, πρώτη προκοπή ἐστιν ἡ ἁπλῶς ἐν τοῖς εἰσαγομένοις μετὰ τὴν ἀποφυγὴν τῆς κακίας πρᾶξις τῶν ἐντολῶν, πλήρη ποιοῦσα τὴν πρώτην δεκάδα, τὴν αὐτὴν καὶ μονάδα.
Δευτέρα προκοπή ἐστιν ἡ δι᾽ ἑκάστης ἐντολῆς ἐνεργουμένης τῶν λοιπῶν συμπερίληψις, τὴν αὐτὴν δεκάδα ποιουμένη καὶ ἑκατοντάδα τῇ δι᾽ ἀλλήλων ἑκάστης ἐντολῆς ἐνεργείᾳ συμπληρουμένην. Ἡ γὰρ δεκὰς δεκαχῶς ἐνεργηθεῖσα ποιεῖ τὴν ἑκατοντάδα. Τρίτη προκοπή ἐστιν ἡ κατὰ τὸν νόμον τῆς φύσεως ταύτης τῆς ἑκατοντάδος δεκάπλωσις.
Δεκαδικὸς γὰρ καὶ ὁ τῆς φύσεως νόμος ἐστίν, ὡς ἐκ δέκα συνεστηκώς, λέγω δὲ τῶν τριῶν τῆς ψυχῆς δυνάμεων καὶ τῶν πέντε αἰσθήσεων καὶ τῆς φωνητικῆς ἐνεργείας καὶ τῆς φυσικῆς γονιμότητος· κέχρηται γὰρ τῷ μὲν λογιστικῷ πρὸς τὴν τῆς αἰτίας καὶ τῶν περὶ τὴν αἰτίαν καλῶν ζήτησιν, τῷ ἐπιθυμητικῷ δὲ πρὸς πόθον τῶν ζητουμένων, τῷ δὲ θυμικῷ πρὸς φυλακὴν καὶ στοργήν, ταῖς αἰσθήσεσι δὲ πρὸς διάκρισιν πενταχῶς καὶ αὐτὴν διαιρουμένην, ἐξ ἧς ἐπιστήμη γίνεσθαι πέφυκε—διαιρεῖται γὰρ ἡ καθόλου διάκρισις τοῖς ἠργμένοις καὶ οὐκ ἠργμένοις, τοῖς νοητέοις καὶ οὐ νοητέοις, τοῖς ῥητέοις καὶ οὐ ῥητέοις, τοῖς ποιητέοις καὶ οὐ ποιητέοις, τοῖς φθαρτοῖς καὶ τοῖς ἀφθάρτοις—, τῷ δὲ φωνητικῷ πρὸς ἔκφανσιν, καὶ τῇ γονιμότητι πρὸς αὔξησιν τῶν ζητηθέντων καὶ ἐπιθυμηθέντων καὶ στερχθέντων καὶ γνωσθέντων καὶ ἐκφανθέντων καλῶν. Γίνεται γοῦν ἡ ἑκατοντάς, κατὰ τὸν νόμον δεκαπλουμένη τῆς φύσεως, χιλιάς. Τετάρτη δὲ προκοπή ἐστιν ἡ διὰ θεωρίας καὶ γνώσεως τοῦ φυσικοῦ νόμου κατὰ τὴν ἀποδοθεῖσαν διαίρεσιν πρὸς τὸν ἑκάστης ἐντολῆς ἀρχικώτερον λόγον ἀνάβασις, καθ᾽ ἣν ἡ μυριὰς συναγομένη θεωρεῖται, τῷ τῆς πρώτης μονάδος στοιχείῳ γνωριζομένη.
Ὁ γὰρ ἁπλῶς ἐνεργήσας τὰς ἐντολάς, καὶ πάλιν κατὰ τὴν ἑκάστης ἐνέργειαν τὰς ἄλλας συμπαραλαβών, καὶ αὖθις τῇ περιλήψει τούτων τὴν τοῦ φυσικοῦ νόμου συζεύξας διάκρισιν, καὶ τοῦτον πάλιν πρὸς τὸν ἑκάστης ἐντολῆς λόγον γνωστικῶς ἀναβιβάσας τὰς τέσσαρας μυριάδας συνήγαγεν, καθ᾽ ἑκάστην προκοπὴν τῷ τῆς μονάδος τιμηθεὶς μυστηρίῳ, πρὸς ἣν ὁ τῆς μυριάδος συνάγεται λόγος.
Ἢ πάλιν, τὰς λεγομένας τέσσαρας γενικὰς ἀπαθείας αἱ τέσσαρες μυριάδες σημαίνουσιν. Πρώτη γάρ ἐστιν ἀπάθεια ἡ παντελὴς ἀποχὴ τῶν κατ᾽ ἐνέργειαν κακῶν, ἐν τοῖς εἰσαγομένοις θεωρουμένη, δευτέρα δὲ ἡ παντελὴς κατὰ διάνοιαν περὶ τὴν τῶν κακῶν συγκατάθεσιν ἀποβολὴ λογισμῶν, ἐν τοῖς μετὰ λόγου τὴν ἀρετὴν μετιοῦσι γινομένη, τρίτη ἡ κατ᾽ ἐπιθυμίαν περὶ τὰ πάθη παντελὴς ἀκινησία ἐν τοῖς διὰ τῶν σχημάτων τοὺς λόγους νοητῶς θεωμένοις τῶν ὁρωμένων, τετάρτη ἀπάθεια ἡ καὶ αὐτῆς τῆς ψιλῆς τῶν παθῶν φαντασίας παντελὴς κάθαρσις, ἐν τοῖς διὰ γνώσεως καὶ θεωρίας καθαρὸν καὶ διειδὲς ἔσοπτρον τοῦ θεοῦ ποιησαμένοις τὸ ἡγεμονικὸν συνισταμένη.
Ὁ τοίνυν καθάρας ἑαυτὸν ἐνεργείας παθῶν καὶ τῆς ἐπ᾽ αὐτοῖς κατὰ διάνοιαν συγκαταθέσεως ἐλευθερώσας καὶ τῆς περὶ αὐτὰ κατ᾽ ἐπιθυμίαν κινήσεως στάσιν λαβὼν καὶ τῆς αὐτῶν ψιλῆς φαντασίας τὸν νοῦν καταστήσας ἀμόλυντον τὰς τέσσαρας μυριάδας ἔχων ἐξέρχεται τῆς ὕλης καὶ τῶν ὑλικῶν, καὶ πρὸς τὴν θείαν καὶ εἰρηνικὴν τῶν νοητῶν ἐπείγεται λῆξιν.
Οὕτω μὲν οὖν νοείσθωσαν ἡμῖν αἱ τέσσαρες μυριάδες. Αἱ δὲ τρεῖς χιλιάδες τὸν τέλειον καὶ ὀρθὸν καὶ εὐσεβῆ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος θεολογικὸν σημαίνουσιν λόγον, καθ᾽ ὃν ἡ ἁγία τρισυπόστατος μονὰς εἷς παρ᾽ ἡμῶν ὑμνεῖται θεὸς καὶ πιστεύεται.
Οἱ δὲ τριακόσιοι τὸν περὶ προνοίας ἐνταῦθα παραδηλοῦσι λόγον, οὐχ ὅτι μόνον τῷ σχήματι τοῦ γράμματος ἡ ἄνωθεν ἐπὶ τὰ κάτω διήκουσα καὶ τῶν ἑκατέρωθεν πλαγίων τὰ ἄκρα περιλαμβάνουσα σημαίνεται δύναμις—ὅπερ τὴν τὸ πᾶν διασφίγγουσαν ἀρρήτως δηλοῖ πρόνοιαν—, ἀλλ᾽ ὅτι καὶ τῷ τοῦ σταυροῦ τύπῳ τετίμηται, ἐν ᾧ τὸ μέγα καὶ πρῶτον καὶ ἀπόκρυφον τῆς προνοίας ἐπετελέσθη μυστήριον. Προνοίας γὰρ καθέστηκε τρόπος ἀπόρρητος τὸ μέγα τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ μυστήριον· ᾧ τύπῳ μετὰ τοῦ ὀνόματος τοῦ ἐπ᾽ αὐτοῦ δι᾽ ἡμᾶς προσηλωθέντος τάχα θαρρήσας ὁ μέγας πατριάρχης Ἀβραὰμ μετὰ τριακοσίων δέκα καὶ ὀκτώ, τουτέστι τύπου καὶ ὀνόματος Ἰησοῦ, τὰς δηλουμένας διὰ τῶν βασιλέων ἀντικειμένας ἐξελθὼν κατεπάλαισε δυνάμεις. Πολλάκις γὰρ οἶδεν ἡ γραφὴ καὶ ἐκ τῶν ἐν τοῖς γράμμασι σχημάτων τὸν ἴδιον φανερῶσαι σκόπον τοῖς ἐπὶ τούτῳ καθαιρομένοις.
Εἰ δὲ καὶ ἐκ τοῦ ἀριθμοῦ βούλεταί τις τὸ βούλημα σκοπῆσαι τῆς ἁγίας γραφῆς, καὶ οὕτω τὴν πρόνοιαν δι᾽ αὐτοῦ μηνυομένην εὑρήσει προνοίας γὰρ ἔργον οὐ μόνον κατὰ τὸν ἑαυτῆς τοῦ εἶναι λόγον φυλάξαι τὴν φύσιν ἀμείωτον, ἀλλὰ καὶ κατὰ τὸν ἐπίκτητον τοῦ εὖ εἶναι χάριτι λόγον ἀνελλιπῶς ἔχουσαν δεῖξαι. Οὐκοῦν τοῖς διακοσίοις τὰ ἑκατὸν συνάψας τις ἀποτελεῖ τὸν τριακόσια, δηλοῦντα φύσιν καὶ ἀρετήν. Φασὶν γὰρ τὸν διακόσια πολλάκις σημαίνειν ἀριθμὸν τὴν φύσιν, ὡς ἐξ ὕλης καὶ εἴδους ὑπάρχουσαν, εἴπερ ἡ ὕλη τετραδικὴ διὰ τὰ τέσσαρα στοιχεῖα, τὸ δὲ εἶδος πενταδικὸν διὰ τὴν αἴσθησιν τὴν τὸ ὑλικὸν πρὸς εἶδος σχηματίζουσαν φύραμα. Πεντάκις γὰρ συνθεὶς τὸν τεσσαράκοντα ἢ τετράκις τὸν πεντήκοντα ποιεῖς τὸν διακόσια. Ὁ δὲ ἑκατὸν ἀριθμὸς τὴν τελείαν ἀρετὴν σημαίνει, ὡς ἔχων δεκαπλουμένην τὴν θείαν δεκάδα τῶν ἐντολῶν· εἰς ἣν φθάσας ὁ Ἀβραὰμ πατὴρ γίνεται τοῦ μεγάλου Ἰσαάκ, νεκρὸς κατὰ φύσιν, ζωῆς καὶ χαρᾶς γεννήτωρ κατὰ πνεῦμα γενόμενος. Συνθεὶς οὖν τοῖς διακοσίοις τὰ ἑκατόν, τὸν τριακόσια πληρώσαις ἂν ἀριθμόν, δηλοῦντα τὴν πρόνοιαν, κατὰ τὸν τοῦ εὖ εἶναι λόγον τὴν φύσιν συνέχουσαν.
Ὁ δὲ ἑξήκοντα τὴν κατὰ φύσιν ποιητικὴν τῶν ἐντολῶν σημαίνει δύναμιν τετελειωμένην τοῖς λόγοις τῶν ἀρετῶν. Εἰ γὰρ ὁ ἓξ τὴν ποιητικὴν σημαίνει τῆς φύσεως δύναμιν, ὡς τέλειος καὶ ἐκ τῶν ἰδίων μερῶν συνιστάμενος—διὸ καὶ ἐν ἓξ ἡμέραις πεποιηκέναι τὸν θεὸν τὸν κόσμον γέγραπται —, ὁ δὲ δέκα τὸ τέλειον τῆς ἐν ταῖς ἐντολαῖς ἀρετῆς δηλοῖ, ἄρα ὁ ἑξήκοντα τὴν κατὰ φύσιν δεκτικὴν τῶν ἐν ταῖς ἐντολαῖς θείων λόγων σαφῶς παραδηλοῖ δύναμιν.
Οὐκοῦν αἱ τέσσαρες μυριάδες πρὸς τοῖς τρισχιλίοις τριακοσίοις καὶ ἑξήκοντα δηλοῦσι τὸν τέλειον περὶ ἀρετῆς λόγον καὶ τὸ σεπτὸν τῆς θεολογίας μυστήριον καὶ τὸν ἀληθῆ τῆς προνοίας σκοπὸν καὶ τὴν ἀρεταῖς ποιωθεῖσαν πρακτικὴν τῆς φύσεως δύναμιν· μεθ᾽ ὧν ὁ σαρκὸς αἰσθήσεώς τε καὶ κόσμου τῷ πνεύματι διακρίνας τὸν νοῦν πάντως ἐξέρχεται, τὴν ἐν ἀλλήλοις τούτων ἀφείς, ὡς τὴν Βαβυλωνίαν οἱ πάλαι, φύρσιν καὶ σύγχυσιν, καὶ πρὸς τὴν ἄνω πόλιν ἐπείγεται, πάσης τὸν νοῦν ἔχων τῆς πρὸς ὁτιοῦν σχέσεως ἄνετον.
Παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι ἑπτά. Ὁ νόμος, ἐν τῷ περὶ παίδων καὶ παιδισκῶν τόπῳ διαγορεύων, φησὶ τοὺς ἑβραίους παῖδας καὶ παιδίσκας ἓξ ἔτη δουλεύειν καὶ τῷ ἑβδόμῳ ἀπολύεσθαι ἐλευθέρους, τοὺς δὲ ἀλλοφύλους παῖδας καὶ παιδίσκας δουλεύειν εἰς τὸν αἰῶνα, τὸ πεντηκοστὸν ἔτος οἶμαι τῆς ἀφέσεως αἰῶνα καλῶν. Ἑβραῖος δὲ παῖς καὶ ἑβραία παιδίσκη εἰσὶν οἱ τῷ πρακτικῷ φιλοσόφῳ δουλεύοντες ἓξ ἔτη λόγος καὶ διάνοια πρὸς ἐπίνοιαν τῆς ἠθικῆς εὐπρεπείας καὶ ἀρετῆς τρόπων ἐξεύρεσιν. Παντὶ γὰρ πρακτικῷ, παιδὸς καὶ παιδίσκης δίκην, ὁ λόγος καὶ ἡ διάνοια μοχθοῦσι, τοὺς κατ᾽ ἀρετὴν τῆς πράξεως τρόπους ἐπινοοῦντές τε καὶ δημιουργοῦντες, καὶ οἷον πᾶσαν ἑαυτῶν κατὰ τῶν ἀντικειμένων τῇ πρακτικῇ πνευμάτων τῆς πονηρίας τὴν δύναμιν ἔχοντες ἀντιτεταγμένην.
Πληρώσαντες οὖν τὴν πρακτικὴν φιλοσοφίαν, ἣν ὁ ἓξ τῶν ἐτῶν παρεδήλωσεν ἀριθμός—εἴρηται γὰρ ὡς ὁ ἓξ ἀριθμὸς τὴν πρακτικὴν σημαίνει φιλοσοφίαν—, ἐλεύθεροι πρὸς τὴν πνευματικὴν ἀπολύονται δηλονότι τῶν ἐν τοῖς οὖσι συγγενῶν λόγων θεωρίαν ἐπανερχόμενοι, ὅ τε λόγος καὶ ἡ διάνοια, ὁπηνίκα κατὰ τὸ ἕβδομον ἔτος γένωνται, τουτέστι τῆς ἀπαθείας τὴν ἕξιν, καθ᾽ ἣν δαμασθέντα τῷ πολλῷ καμάτῳ τοῦ λόγου καὶ τῆς συνημμένης αὐτῷ διανοίας ὑποχωρεῖ τῆς ψυχῆς τὰ πάθη καὶ ὑπεξίσταται.
Ἀλλόφυλος δὲ παῖς ἐστι καὶ παιδίσκη ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, οὓς ὑποζεύγνυσι διαπαντὸς τῇ δεσποτείᾳ τοῦ λόγου πρὸς ὑπηρεσίαν τῶν ἀρετῶν δι᾽ ἀνδρείας καὶ σωφροσύνης ὁ θεωρητικὸς νοῦς, μὴ διδοὺς αὐτοῖς παντελῶς τὴν πρὸς ἐλευθερίαν ἄφεσιν, ἕως ἂν καταποθῇ τῷ νόμῳ τοῦ πνεύματος τελείως ὁ τῆς φύσεως νόμος, καθάπερ ὑπὸ ζωῆς ἀπείρου σαρκὸς δυστήνου θάνατος, καὶ πᾶσα δειχθῇ καθαρῶς ἡ τῆς ἀνάρχου βασιλείας εἰκών, πᾶσαν ἔχουσα τοῦ ἀρχετύπου διὰ μιμήσεως τὴν μορφήν· καθ᾽ ἣν γενόμενος ὁ θεωρητικὸς νοῦς, ἐλευθέρους ποιεῖται τόν τε θυμὸν καὶ τὴν ἐπιθυμίαν, τὴν μὲν πρὸς τὴν ἀκήρατον τοῦ θείου ἔρωτος ἡδονὴν καὶ τὴν ἄχραντον θέλξιν μετασκευάζων, τὸν δὲ πρὸς ζέσιν πνευματικὴν καὶ διάπυρον ἀεικινησίαν καὶ σώφρονα μανίαν μεταβιβάζων· καθ᾽ ἥν, ὡς ἔοικεν, ἡ μεγάλη τοῦ ἀκηράτου φωτὸς ἀκτὶς ὁ μέγας ἀπόστολος Παῦλος γενόμενος ἐν ταῖς Πράξεσιν ἤκουσε παρὰ τοῦ βασιλέως Ἀγρίππα μαίνῃ, Παῦλε, καὶ πάλιν αὐτός, περὶ ἑαυτοῦ πρὸς Κορινθίους γράφων εἴτε ἐξέστημεν, θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν, τὴν κατὰ θεὸν σώφρονα μανίαν ἔκστασιν δηλονότι καλέσας, ὡς ἔξω ποιουμένην τῶν ὄντων τὸν κατ᾽ αὐτὴν σώφρονα νοῦν.
Τὸν δὲ τούτων ἀριθμὸν σημαίνειν ὑπονοῶ τὴν κατὰ τὸν λόγον χρονικὴν μετὰ τῆς ἀπαθείας τῶν τρόπων πρόνοιαν· καθ᾽ ἣν καὶ λόγῳ καὶ διανοίᾳ καθάπερ ἑβραίοις παισὶ καὶ παιδίσκαις δουλεύουσι κατὰ τὴν πρᾶξιν ἐπικείμενος ὁ νοῦς ὁρίζει τὰ μέτρα τῆς κατ᾽ ἀρετὴν τούτων ὑπουργίας, μεταφέρων πρὸς θεωρίαν, καί, θυμοῦ καὶ ἐπιθυμίας ὡς ἀλλοφύλων παίδων καὶ παιδισκῶν ἐπιμελούμενος ὡς δούλων δεσπότης, πρὸς τὴν ἰσότιμον ἄγει κατὰ τὸ τέλος ἐλευθερίαν, τὴν μὲν ἐπιθυμίαν ποιῶν ἔφεσιν τῶν θείων ἀπολαυστικήν, τὸν δὲ θυμόν, τόνον ἀπολαυστικῆς ἐφέσεως ἄληκτον, καὶ ἀποτελῶν ἑβραίους ἀληθινοὺς κατὰ τὴν χάριν τοὺς ἀλλοφύλους δούλους.
Ψάλται καὶ ψαλτῳδοὶ ὀκτακόσιοι πεντηκονταπέντε. Ψάλται εἰσὶν οἱ τὸν θεῖον λόγον τοῖς τῶν ἀρετῶν τρόποις ἄνευ θεωρίας κατὰ τὴν πρᾶξιν ἀναφωνοῦντες. Ψαλτῳδοί εἰσιν οἱ τὸν θεῖον λόγον τοῖς τῶν ἀρετῶν τρόποις μετὰ τῆς κατὰ τὴν θεωρίαν γνωστικῆς τερπνότητος τοῖς ἄλλοις μυσταγωγοῦντες καὶ τὰ νοητὰ αὐτῶν ὦτα καθηδύνοντες. Ὁ δὲ τούτων ἀριθμὸς δηλοῖ τὴν ἐφικτὴν ἀνθρώποις ἐπιστήμην τῶν αἰωνίων. Ὁ γὰρ ὀκτακόσια καὶ ὁ πεντήκοντα ὁ μὲν τοὺς τῆς γνώσεως, ὁ δὲ τοὺς τῶν ἀρετῶν μέλλοντας λόγους ὑποφαίνει· ὁ δὲ πέντε τὴν ἐπὶ τούτοις ἐπιστήμην παρίστησι, καθὼς περὶ τοῦ πέντε μικρῷ πρόσθεν ἀποδεδώκαμεν ἀριθμοῦ.
Κάμηλοι τετρακόσιαι τριακονταπέντε. Κάμηλοι, συνεξιοῦσαι τοῖς υἱοῖς Ἰσραήλ, σὺν ἐλευθερίᾳ πολλῇ τῆς πικρᾶς ἀπολυομένοις αἰχμαλωσίας, εἰσὶν αἱ φυσικαὶ τῶν ὁρωμένων διάφοροι θεωρίαι, κατὰ τὴν κάμηλον ἔχουσαι πρὸς μὲν αἴσθησιν, ὥσπερ πόδας, ἀκαθάρτους τὰς ἐπιφανείας τῶν ὁρατῶν, πρὸς δὲ νοῦν, ὥσπερ κεφαλήν, καθαροὺς τοὺς ἐν αὐτοῖς ὑψηλοτέρους ἐν πνεύματι λόγους.
Καὶ τάχα περὶ τούτων τῶν καμήλων τὴν δόξαν τῆς νοουμένης Ἱερουσαλὴμ προφητικῶς ὁ μέγας προδεικνὺς Ἡσαΐας ἔφη καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ, τουτέστιν αἱ πνευματικαὶ θεωρίαι τῶν κατὰ φύσιν παθῶν. 〈Ἔκκρισις〉 γὰρ Μαδιὰμ ἑρμηνεύεται ἢ 〈πηλὸς αἱματώδης ἢ ἱδρῶτες ἀνθρώπινοι καὶ μητρός,〉 Γεφὰρ δὲ 〈κτῆσις νώτου,〉 ὅπέρ ἐστι θεωρία εἰς ὕψος αἰρομένη τῶν περὶ σάρκα παθῶν, ψυχῆς δὲ νῶτον, ὡς ὀπίσθιον, ἡ σάρξ· οἷς, καθάπερ πόλιν ἁγίαν, τὴν πνευματικὴν τῆς εἰρηνικῆς καὶ ἀστασιάστου τῶν μυστικῶν θεαμάτων γνώσεως λῆξιν, οἷα τείχεσι, καλύπτεσθαί φησιν ὁ λόγος.
Δηλοῖ δὲ τὴν ἀποδοθεῖσαν δύναμιν καὶ αὐτὸς ὁ ἀριθμός, τὴν περὶ φύσιν καὶ χρόνον λογικὴν σημαίνων κίνησιν. Καὶ ἵπποι ἑπτακισχίλιοι ἑπτακόσιοι τριακονταέξ. Ἵππος ἐστὶν ὁ ἐν τῷ δρόμῳ τῶν ἀρετῶν κατὰ τὸν βίον ἔχων ὅλην τοῦ θυμοῦ τὴν εὐτονίαν. Φασὶ γὰρ τοῦ ἵππου τὴν χολὴν εἰς τὰς κατὰ φύσιν τῶν ποδῶν ὠτειλὰς εἶναι. Διὸ καὶ πάντων τῶν λοιπῶν ἡμέρων ζῴων καὶ τῇ φύσει τῶν ἀνθρώπων ὑπεζευγμένων ἐκρίθη μᾶλλον πρὸς δρόμον ἐπιτηδειότερός τε καὶ δυνατώτερος· οἷς παρεικάσας τοὺς ἁγίους ἀποστόλους ὁ μέγας προφήτης Ἀμβακοὺμ διὰ τοῦ πνεύματός φησι καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά, ἵππους καλέσας τοὺς ἁγίους καὶ μακαρίους ἀποστόλους, τὸν σωτήριον τῆς ἀληθείας λόγον βαστάζοντας ἐνώπιον ἐθνῶν καὶ βασιλέων ἐν παντὶ τῷ κόσμῳ, ὃν τροπικῶς ὠνόμασε θάλασσαν· καὶ τὰ ἔθνη παρείκασεν ὕδασι, διὰ τῆς ἐν τῷ λόγῳ τοῦ πνεύματος μεγάλης δυνάμεως ταρασσόμενά τε καὶ σειόμενα, καὶ τῷ σωτηρίῳ σεισμῷ μεταβιβαζόμενα πρὸς πίστιν ἐξ ἀπιστίας καὶ πρὸς ἐπίγνωσιν ἐξ ἀγνωσίας καὶ ἀπὸ κακίας εἰς ἀρετήν.
Δηλοῖ δὲ τοῦτο καὶ αὐτὸς τῶν ἵππων ὁ ἀριθμός, τὴν κατ᾽ ἀρετὴν τῆς πρακτικῆς φιλοσοφίας ἕξιν τυπῶν. Ὁ γὰρ ἑπτακισχίλια ἑπτακόσια ἀριθμὸς ὡς χρονικὸς σημαίνει τὴν ἐν ἀρεταῖς ὀξεῖαν κίνησιν, ὁ δὲ τριακονταὲξ τὴν ταῖς ἀρεταῖς συντρέχουσαν τῆς φύσεως πρᾶξιν.
Ἡμίονοι δὲ ὀκτακόσιοι τεσσαρακονταπέντε. Ἡμίονός ἐστι κατὰ τὸν ἐπαινούμενον λόγον ἡ παντελῶς κατὰ κακίαν ἄγονος ἕξις. Διὸ πάνυ τῷ πνεύματι τῆς γραφῆς προσφυῶς τε καὶ πρεπόντως ὁ βασιλεύειν λαχὼν τοῦ Ἰσραὴλ οὐχ ἵππῳ ἀλλ᾽ ἡμιόνῳ καθέζεσθαι προσετάγη, τοῦ λόγου δηλοῦντος ὅτι δεῖ τὸν θεωρητικὸν νοῦν, βασιλεύοντα τῶν ἐν τοῖς οὖσι νοημάτων τε καὶ θεαμάτων καὶ τῶν οἰκείων κινημάτων, ἕξιν ἄγονον ἔχειν κακίας, τουτέστι κακίαν μήτε συλλαμβάνουσαν παντελῶς μήτε τίκτουσαν· ἐφ᾽ ἧς αὐτὸν δεῖ περὶ θεωρίαν κινούμενον φέρεσθαι, μήπως, πνευματικὴν ποιούμενος τὴν τῶν ὄντων διάσκεψιν, λαθὼν περιπέσῃ τινὶ τῶν παραφθείρειν διά τινος τῶν αἰσθητῶν πεφυκότων πονηρῶν πνευμάτων τὴν ἁγνὴν τῆς καρδίας διάθεσιν.
Οἴδαμεν δὲ καὶ ἐπὶ ψόγῳ κειμένην τῇ γραφῇ τὴν ἡμίονον, ὡς τὸ μὴ γίνεσθε ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις, ἵππον καλέσαντος τοῦ λόγου τὴν χρεμετίζουσαν ἕξιν ταῖς τῶν παθῶν ἡδοναῖς, καὶ ἡμίονον τὴν τὸ καλὸν μήτε συλλαμβάνουσαν μήτε τίκτουσαν ἕξιν, ἃς ἀπηγόρευσεν ὁ λόγος ἰσοτίμως τοῖς σωτηρίας ἐφιεμένοις, τὴν μὲν ὡς ἐνεργητικὴν κακίας, τὴν δὲ ὡς ἀρετῆς ἀπραξίαν ἔχουσαν. Καὶ ἡ Ἀβεσσαλὼμ δὲ ἡμίονος ἐπὶ ψόγῳ λαμβάνεται· ἐφ᾽ ἧς καθίσας ἐξῆλθε τὸν θάνατον ἐπιζητῶν τοῦ γεννήσαντος, δηλοῦντος ἐν τούτοις τοῦ πνεύματος ὡς ὁ κενοδοξίᾳ τινὶ δι᾽ ἀρετὴν ἢ γνῶσιν τρωθείς, τὴν κόμην ματαίως διατρέφων τῆς οἰήσεως ἐπιτετεχνασμένην τε καὶ μικτήν, ὥσπερ ἡμίονον πρὸς ἀπάτην τῶν θεωμένων τὴν ἠθικὴν ἐπιδείκνυται πολιτείαν· ἐφ᾽ ἧς αἰωρούμενος οἴεται τὸν γεννήσαντα διὰ τῆς διδασκαλίας τοῦ λόγου πατέρα χειρώσασθαι, πᾶσαν βουλόμενος τὴν τῷ πατρὶ προσοῦσαν θεόθεν δόξαν τῆς ἀρετῆς καὶ τῆς γνώσεως, ὡς ὑπερήφανος, εἰς ἑαυτὸν τυραννικῶς ἐφελκύσασθαι. Ἀλλ᾽ ὁ τοιοῦτος, ἐξελθὼν εἰς τὸ πλάτος τῆς ἐν πνεύματι φυσικῆς θεωρίας πρὸς τὸν ὑπὲρ ἀληθείας λογικὸν πόλεμον, διὰ τὴν ζῶσαν αἴσθησιν τῷ δάσει τῆς δρυὸς τῶν ὑλικῶν θεαμάτων κρατεῖται τῆς κόμης, αὐτὴν ἔχων δεσμοῦσαν τὸν νοῦν πρὸς θάνατον τὴν διάκενον οἴησιν, τὴν κρεμνῶσαν αὐτὸν ἀναμέσον τοῦ οὐρανοῦ καὶ ἀναμέσον τῆς γῆς.
Οὐ γὰρ ἔχει γνῶσιν ὁ κενόδοξος καθάπερ οὐρανὸν ἀνέλκουσαν αὐτὸν τῆς κατασπώσης οἰήσεως, οὐδ᾽ αὖ πάλιν γῆν—τὴν ἐν τῇ ταπεινώσει λέγω βάσιν τῆς πράξεως—καθέλκουσαν αὐτὸν τῆς ἀνασπώσης αὐτὸν φυσιώσεως· ὃν πενθεῖ καὶ θανόντα, διὰ φιλανθρωπίαν, ὡς φιλόθεος, ὁ γεννήσας διδάσκαλος μιμήσει θεοῦ, μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.
Ἵνα δὲ καὶ κατ᾽ ἄλλον τρόπον θεωρήσωμεν τὸν τόπον, Δαυὶδ τὸν πρακτικὸν νοῦν σαφῶς παραδείκνυσιν, Ἀβεσσαλὼμ δὲ τὴν ἐκ τοῦ πρακτικοῦ κατὰ τὴν τοῦ νοῦ πρὸς αἴσθησιν συνουσίαν τικτομένην οἴησιν. Αἴσθησις γάρ ἐστιν ἡ θυγάτηρ τοῦ βασιλέως Γεσσούρ, ἣν λαβὼν ὁ Δαυὶδ τὸν Ἀβεσσαλὼμ ἐγέννησεν. Ἑρμηνεύεται δὲ Γεσσοὺρ 〈ὁδηγία τοίχου.〉 Τοῖχος δὲ τὸ σῶμα προδήλως καθέστηκεν, ὁδηγία δὲ τοῦ σώματός ἐστιν ὁ νόμος τοῦ σώματος, ἤγουν ἡ αἴσθησις, ἐξ ἧς γεννᾶται Ἀβεσσαλώμ, 〈πατρὸς εἰρήνη νομιζομένη〉 ἑρμηνευόμενος, ὅπέρ ἐστι σαφῶς ἡ οἴησις. Νομίζοντες γὰρ εἰρηνεύειν παθῶν, συνιστῶμεν τὴν οἴησιν· ἣν ἐπαναστᾶσαν αὐτῷ γνοὺς ὁ μέγας Δαυίδ, ἅτε γνώσει τὴν πρᾶξιν διατελῶν καὶ τὴν σκηνὴν καὶ τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν ἀφείς, φεύγει πέραν τοῦ Ἰορδάνου πρὸς τὴν γῆν Γαλαάδ, τουτέστιν εἰς τὴν 〈μετοικίαν τοῦ πένθους〉 ἢ τὴν 〈μετοικίαν τῆς μαρτυρίας〉 ἢ τὴν 〈ἀποκάλυψιν αὐτῶν,〉 ἀνάξιον ἑαυτὸν κρίνας, διὰ τὴν ἐπαναστᾶσαν οἴησιν, τῆς ἁγίας σκηνῆς, τουτέστι τῆς μυστικῆς θεολογίας, καὶ τῆς Ἱερουσαλὴμ τουτέστι τῆς εἰρηνικῆς καὶ τῶν θείων ἐποπτικῆς γνώσεως, καὶ τῆς Ἰουδαίας, τουτέστι τῆς ἐπὶ χαρᾷ τῆς πράξεως ἐξομολογήσεως.
Πρὸς γὰρ τὸ πένθος μετοικίσας ὁ νοῦς τὰς οἰκείας δυνάμεις καὶ τὴν τῶν πρώην πεπραγμένων καθάπερ μαρτυρίαν συνείδησιν καὶ τὴν μνήμην τῶν κατ᾽ εἶδος πλημμεληθέντων—τοῦτο γάρ ἐστιν ἀποκάλυψις αὐτῶν—καὶ ἁπλῶς εἰπεῖν εἰς τὸν πρὸ τῆς χάριτος χρόνον τῇ διανοίᾳ γενόμενος—τοῦτο γάρ ἐστι πέραν τοῦ Ἰορδάνου γενέσθαι—, καθ᾽ ὃν τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν ἠλλοτρίωτο χάριτος, καὶ τὴν ἰδίαν ἐπιγνοὺς ἀσθένειαν καὶ τὴν ἰσχυρὰν καὶ ἀντίθετον τῆς οἰήσεως κτησάμενος ταπεινοφροσύνην, διὰ τῆς τῶν οἰκείων συναισθήσεως διαπερῶσαν πρὸς αὐτόν, ὄντα ἐν πένθει καλῷ, τὴν τύραννον οἴησιν ἀποκτέννει καὶ πρὸς τὴν οἰκείαν πάλιν ἐπανέρχεται δόξαν καὶ τῆς γῆς κρατεῖ τοῦ Ἰούδα καὶ τῆς Ἱερουσαλήμ, βασιλεύει καὶ τῇ ἁγίᾳ σκηνῇ τοῦ θεοῦ λατρεύει τὴν ἀκήρατον καὶ ἄμωμον λατρείαν.
Ἀλλ᾽ ἐπανέλθωμεν πρὸς τὸν ἀριθμὸν τῶν ἡμιόνων τῶν ἀπὸ τῆς αἰχμαλωσίας ἀπολυθέντων Ἰουδαίων, τὸν ἐν αὐτῷ πνευματικὸν κατὰ δύναμιν ἐποψόμενοι λόγον. Ἡμίονοι, φησίν, ὀκτακόσιαι τεσσαρακονταπέντε. Δηλοῖ δὲ ὁ παρὼν ἀριθμὸς τὴν τοῦ νοῦ κατὰ τὴν ἄγονον ἕξιν τῆς κακίας, τουτέστι τὴν μὴ τίκτουσαν κακίαν ἕξιν, πρός τε τὰ αἰσθητὰ καὶ τὴν αἴσθησιν τελείαν ἀπάθειαν. Ὁ γὰρ ὀκτακόσια σημαίνει τὴν χαρακτηριστικὴν τοῦ μέλλοντος αἰῶνος ἀπάθειαν, ἐπαινετῶς λαμβανόμενος, ὁ δὲ τεσσαράκοντα τὰ αἴσθητα, καὶ ὁ πέντε τὰς αἰσθήσεις.
Ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε. Ὑποζύγιόν ἐστι τὸ ὑπεζευγμένον τῇ ψυχῇ σῶμα πρὸς ἀχθοφορίαν τῶν ὑπὲρ ἀρετῆς κατὰ τὴν πρᾶξιν καμάτων τε καὶ πόνων, ἤγουν ἡ κατ᾽ ἀρετὴν τοῦ σώματος ἕξις. Καὶ τάχα τοιούτους ὄνους ἔχοντες οἱ τοῦ μεγάλου Ἰακὼβ υἱοὶ πρὸς ἀποτροφὴν τὸν ἐξ Αἰγύπτου σῖτον μετέφερον πρὸς τὴν γῆν τῆς ἐπαγγελίας, τὴν ἐκ τῆς φυσικῆς θεωρίας, ὡς ἐξ Αἰγύπτου σῖτον, τοῖς μαρσίπποις τῶν διανοιῶν ἀποκλεισθεῖσαν πνευματικὴν γνῶσιν διὰ πράξεως ἐπιτιθέντες τοῖς σώμασι καὶ πρὸς τὴν μέλλουσαν ζωὴν μετακομίζοντες. Ὁ δὲ τούτων ἀριθμὸς τῶν ὄνων, σφαιρικὸς ὅλος ὑπάρχων, δηλοῖ τὴν ὡσαύτως ἔχουσαν κίνησιν τῆς κατ᾽ ἀρετὴν περὶ πρᾶξιν σωματικῆς ἕξεως, καὶ ἀτρέπτως τῷ λόγῳ τῆς γνώσεως συμφερομένην. Μόνην γὰρ καλοῦσιν ἄτρεπτον τὴν σφαιρικὴν κίνησιν, ὡς ὁμαλότητα διὰ πάντων παρὰ τὰς λοιπὰς τῶν ὄντων κινήσεις ἔχουσαν, οἱ περὶ ταῦτα δεινοί.
Ταῦτα μὲν κατὰ τόνδε τὸν τρόπον ἡμῖν εἰρήσθω, τῆς ἡμῶν κατὰ τὸ νοεῖν τε καὶ λέγειν οὐκ ἀπολειπόμενα δυνάμεως. Εἰ δέ τις βούλεται πάλιν τῆς ἐκκλησίας ἐν τούτοις προδιατυποῦσθαι λέγειν τοὺς διαφόρους βαθμοὺς τῶν πιστευόντων, καὶ οἷον εἰπεῖν διαθέσεις, ἄνδρες εἰσὶν οἱ τὸ μέτρον ἐφθακότες κατὰ τὸ ἐφικτὸν τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ καὶ κατ᾽ ἀγάπην αὐθαιρέτῳ γνώμῃ τὴν ἀρετὴν κατορθοῦντες· παῖδές εἰσι καὶ παιδίσκαι οἱ φόβῳ τῶν ἠπειλημένων αἰωνίων κολάσεων ὑπερχόμενοι τὸ βάρος τῆς πρακτικῆς φιλοσοφίας· ψάλται δὲ οἱ καλῶς τὸν περὶ πρακτικῆς ἐξηγούμενοι λόγον καὶ τὰ πάθη τῶν ἄλλων ἐξιώμενοι· ψαλτῳδοὶ δὲ οἱ τὸ κάλλος τῆς γνώσεως τῶν θείων λόγων διὰ θεωρίας ἐκφαίνοντες καὶ τῶν ἄλλων ἀπελαύνοντες ὥσπερ ζόφον τὴν ἄγνοιαν· κάμηλοι δὲ οἱ τὸ σκολιὸν τῆς γνώμης ἐξημεροῦντες τῷ λόγῳ πρὸς ἀρετήν· ἵπποι δὲ οἱ· τὸ στάδιον τοῦ κατὰ θεὸν βίου καλῶς διατρέχοντες· ἡμίονοι δὲ οἱ μιγάδες τὸ ἦθος καὶ ἐν τῷ κοινῷ τὸ φιλόσοφον ἀβλαβῶς ἐπιδεικνύμενοι· ὄνοι ἤγουν ὑποζύγια οἱ κατὰ τὴν πρᾶξιν ἔχοντες τὸ μοχθεῖν καὶ τὸν λόγον ἐπιβαίνοντα διὰ θεωρίας δεχόμενοι. Τούτους γάρ τις συναγαγὼν τῆς ἁγίας ἐκκλησίας ἀθροίσει τὸ πλήρωμα, πολλοῖς καὶ διὰ πολλῶν ἀρετῆς ὡραϊσμένον κάλλεσι.
Τῆς μὲν οὖν τῶν ἀπορηθέντων πνευματικῆς θεωρίας ὁ λόγος ἐνταῦθα, κατ᾽ ἐμὲ φάναι, τὸ πέρας εἴληφεν. Εἰ δέ τις εὑρεθῇ πλούτῳ κομῶν χάριτος γνωστικῆς, καὶ κατὰ τὸν μέγαν Σαμουὴλ νοητῶς βλέπων τὰ ἔμπροσθεν, ἀποκαλύψει σαφῶς ἡμῖν τὴν τῷ ῥητῷ τῶν γεγραμμένων κεκαλυμμένην διάνοιαν τὸ ὑψηλὸν φῶς τῆς ἐν ὅλοις ἀληθείας γνωστικῶς ἀπαστράπτουσαν, πείθων τοὺς μαθεῖν δυναμένους ὡς οὐδὲν ἀκαίρως οὐδὲ μάτην τῷ ἁγίῳ πνεύματι γέγραπται, κἂν ἡμεῖς χωρεῖν οὐ δυνάμεθα, πάντα δὲ μυστικῶς καὶ εὐκαίρως καὶ τῆς ἀνθρωπίνης ἕνεκα σωτηρίας, ἧς ἀρχὴ καὶ τέλος ἐστὶν ἡ σοφία, φόβον μὲν ἀρχομένη πρῶτον δημιουργοῦσα καὶ πόθον ὕστερον τελειουμένη συνιστῶσα, μᾶλλον δὲ φόβος αὐτὴ κατ᾽ ἀρχὰς δι᾽ ἡμᾶς οἰκονομικῶς γινομένη, ἵνα παύσῃ κακίας τὸν ἐραστήν, καὶ πόθος ὕστερον φυσικῶς εὑρισκομένη δι᾽ ἑαυτὴν κατὰ τὸ τέλος, ἵνα πληρώσῃ γέλωτος νοητοῦ τοὺς τὴν αὐτῆς πάντων τῶν ὄντων ἀλλαξαμένους συμβίωσιν.
Τοιούτους ἐγὼ ἀναγράφεσθαι ἄνδρας τῷ πνεύματι πεπίστευκα, τοιούτους παῖδας καὶ παιδίσκας, τοιούτους ψάλτας καὶ ψαλτῳδούς, τοιαύτας καμήλους, τοιούτους ἵππους, τοιαύτας ἡμιόνους καὶ τοιούτους ὄνους, οὓς γράφειν οἷδε τὸ πνεῦμα τὸ ἅγιον, οὐχ οὓς σωματικὴ περιγράφειν πέφυκεν αἴσθησις, ἀλλ᾽ οὓς ὑποδέχεται νοῦς καθαρὸς τῷ καλάμῳ τυπουμένους τῆς χάριτος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.