Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα πρὸς Θαλάσσιον

Μάξιμος ὁ Ὁμολογητής

Ερωτήσεις 56-60

Απαντήσεις περί της ανοικοδόμησης του ναού, της προσευχής του δικαίου, της διπλής φύσης της λύπης, της προφητικής έρευνας και του μυστηρίου της υποστατικής ενώσεως του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 9 από 14

Ἐρώτησις νϛʹ Πάλιν γέγραπται ἐν τῷ δευτέρῳ Ἔσδρα· Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμὶν ἐληλύθασιν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι τὸν ναὸν τῷ κυρίῳ θεῷ Ἰσραήλ, καί, προσελθόντες τῷ Ζοροβάβελ καὶ τῷ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν, λέγουσιν αὐτοῖς· Συνοικοδομήσωμεν ὑμῖν, ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν ἀφ᾽ ἡμερῶν Ἀσβακαφὰθ βασιλέως Ἀσσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα. Καὶ εἶπεν αὐτοῖς Ζοροβάβελ καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ Ἰσραήλ· Οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίῳ θεῷ ἡμῶν· ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ κυρίῳ τοῦ Ἰσραήλ. Τί ἄρα σημαίνει ταῦτα, καὶ μάλιστα ὁ φθόνος, δι᾽ ὃν οὐκ ἠθέλησαν συνοικοδομῆσαι αὐτοῖς τοὺς τῷ αὐτῷ θρησκεύοντας θεῷ;

Ἀπόκρισις. Ἰούδας 〈ἐξομολόγησις〉 ἑρμηνεύεται· διττὸς δὲ τῆς φωνῆς ταύτης ὁ λόγος· ὁ μὲν ἐπ᾽ εὐχαριστίᾳ τῶν δεδωρημένων ἀγαθῶν γινόμενος, ὁ δὲ ἐπ᾽ ἐλέγχῳ καὶ ἐτασμῷ τῶν κακῶς πεπραγμένων λεγόμενος. Ἐξομολόγησις γὰρ λέγεται καὶ ἡ παρὰ τῶν εὖ πεπονθότων μετ᾽ εὐχαριστίας τῶν θείων εὐεργεσιῶν ἀπαρίθμησις καὶ ἡ τῶν κακῶς πεπραγμένων παρὰ τῶν ὑπαιτίων ἐξαγόρευσις. Ἀμφότερα δὲ ταπεινώσεως ὑπάρχει ποιητικά· ὅ τε γὰρ ἐπ᾽ ἀγαθοῖς εὐχαριστῶν ὁμοῦ καὶ ὁ ἐπ᾽ ἐγκλήμασιν ἐταζόμενος ταπεινοῦται, ὁ μὲν ἑαυτὸν κρίνων ἀνάξιον τῶν δοθέντων καλῶν, ὁ δὲ λαβεῖν ἄφεσιν τῶν πλημμεληθέντων δεόμενος. Βενιαμὶν δὲ 〈πένθος ἢ στεναγμὸς μητρὸς ἢ μέτρον μητρὸς ἢ υἱὸς δεξιᾶς ἢ οἰκοδομὴ λαοῦ〉 κατὰ τὴν ἀκριβῆς τῆς παρ᾽ Ἑβραίοις φωνῆς ἑρμηνεύεται δύναμιν. Οὐκοῦν πᾶς ἐξομολογούμενος καθ᾽ ἕνα τῶν εἰρημένων τρόπων τῆς φυλῆς ἐστι τοῦ Ἰούδα, καὶ πᾶς ὑπὲρ ἀρετῆς πενθῶν ἤ, μητρὸς δίκην, ἔχων τὴν δικαιοσύνην τὸν ἑαυτοῦ βίον τε καὶ λόγον δεξιῶς ὁρίζουσαν ἢ πολλῶν ὑπάρχων δι᾽ ἀρετῆς περιουσίαν καὶ χύσιν τῆς ἐν λόγῳ διδασκαλίας πρὸς σωτηρίαν ὁδὸς καὶ οἰκοδομὴ τῆς φυλῆς ὑπάρχει τοῦ Βενιαμίν.

Τοιούτους γὰρ οἶδεν ὁ λόγος τοὺς ἐλευθερίαν λαμβάνοντας τῆς τῶν παθῶν αἰχμαλωσίας καὶ τῆς τῶν αἰσθητῶν ἐκβαίνοντας σχέσεως καὶ οἶκον τῷ κυρίῳ, κατὰ τὴν ἕξιν τῆς ἀπαθείας γενομένους, οἰκοδομεῖν δυναμένους· οἶκον δὲ λέγω τὸν ἐξ ἀρετῶν διαφόρων καὶ λόγων κατά τε πρᾶξιν καὶ θεωρίαν οἰκοδομούμενον νοῦν εἰς κατοικητήριον θεοῦ ἐν πνεύματι.

Ἐχθροὶ δὲ τούτων εἰσὶ τὰ τέσσαρα ἔθνη τὰ μετοικισθέντα εἰς τὴν γῆν τοῦ Ἰσραὴλ ὑπὸ Ἀσβακαφὰθ βασιλέως Ἀσσούρ· οὖτος γὰρ πρῶτος εἰς τὴν γῆν τοῦ Ἰσραὴλ κατῴκισεν ἄνδρας Βαβυλωνίους καὶ ἄνδρας Χοὺθ καὶ ἄνδρας Αἱμὰθ καὶ τοὺς Εὐαίους. Οἱ μὲν οὖν Βαβυλώνιοι τὴν ὑπερηφανίαν δηλοῦσιν, 〈συγκεχυμένη φρόνησις〉 ἑρμηνευόμενοι, Χουθαῖοι δὲ τὴν κενοδοξίαν, πρὸς τὴν ἄκαρπον οἴησιν ἀπὸ τῆς ἀρετῆς μεταβάλλοντες τὴν διάνοιαν —〈ἔκστασις〉 γὰρ καὶ τούτων ἑρμηνευόμενον τὸ ὄνομα σημαίνει—, οἱ δὲ ἄνδρες Αἱμὰθ τὴν ἀνθρωπαρέσκειαν— Αἱμὰθ γὰρ 〈ὅρασις φαινομένων〉 ἑρμηνεύεται—, δι᾽ ἧς τὰ ἁδρότερα τῶν λημμάτων τοῖς ψευδῶς μετιοῦσι δι᾽ ἀνθρώπους τὴν ἀρετὴν ἐπινενόηται. Οἱ δὲ Εὐαῖοι τὴν ἀπάτην δηλοῦσι τῆς ὑποκρίσεως· 〈ὀφιώδεις〉 γὰρ ἑρμηνεύονται, κατὰ τὸν πρῶτον ὄφιν δι᾽ ἀπάτης καὶ ὑποκρίσεως φιλικῆς, ὡς τὸν Ἀδάμ, τοὺς πειθομένους ἀρετῆς ἐξοικίζοντες.

Ἀσβακαφὰθ δέ, ὁ τούτους εἰς τὴν γῆν τοῦ Ἰσραὴλ μετοικίσας, 〈αἰχμαλωτεύων ὀπίσθιος〉 ἑρμηνεύεται, τουτέστιν ἀφανῶς ἢ λανθανόντως, ἢ πάλιν 〈αἰχμαλωτεύων δεσμοῖς.〉 Οὗτος δὲ σαφῶς ἐστιν ὁ διάβολος, ὁ πάντα λανθανόντως ποιῶν πρὸς καθαίρεσιν τῆς ἀνθρωπίνης φύσεως καὶ σειραῖς ἕκαστον τῶν οἰκείων ἁμαρτιῶν διασφίγγων.

Οὗτος εἰς τὴν γῆν τοῦ Ἰσραήλ, τὴν ἕξιν λέγω τῆς ἀρετῆς καὶ τῆς γνώσεως, μετῴκισε τὴν ὑπερηφανίαν καὶ τὴν κενοδοξίαν καὶ τὴν ἀνθρωπαρέσκειαν καὶ τὴν ὑπόκρισιν, παραζεύξας αὐτὰς τοῖς ἐναρέτοις τε καὶ γνωστικοῖς, ἵνα κλέψῃ τῶν κοπιώντων ἐν ἀγαθοῖς τοὺς πόνους, ἐπ᾽ ἄλλα παρὰ τὴν αἰτίαν τὸν σκοπὸν σοφιστικῶς ἀπάγων τῶν γινομένων.

Καὶ τάχα τούτους γινώσκων τοὺς πονηροὺς δαίμονας παρέπεσθαι τοῖς ἐναρέτοις ὁ θεῖος ἀπόστολος Κορινθίους ἔπειθε, γράφων ὡς οὐκ ἐν λόγῳ κολακείας γέγονε πρὸς αὐτούς, ὡς ὑποκριτής, τοῦτο τυχὸν ἐκείνων περὶ αὐτοῦ νομιζόντων, οὔτε προφάσει πλεονεξίας, ὡς ἀνθρωπάρεσκος, οὔτε ζητῶν δόξαν παρά τινος, ὡς κενόδοξος· τὴν γὰρ ὑπερηφανίαν παρεσιώπησεν, φανεροὺς ἔχων τῆς ταπεινοφροσύνης τοὺς ἀληθεῖς χαρακτῆρας τούς τε μυρίους διωγμοὺς καὶ τὰ τοῦ σώματος παθήματα καὶ τὴν ἄγαν ἀκτημοσύνην καὶ τὴν ἐν τῷ λόγῳ τῷ κατὰ προφορὰν ἰδιωτείαν· εἰ γὰρ καὶ ἰδιώτης τῷ λόγῳ, φησίν, ἀλλ᾽ οὐ τῇ γνώσει.

Οὗτοι, ἀκούσαντες τῆς φωνῆς τῶν σαλπίγγων, ἐληλύθασιν ἐπιγνῶναι τίς ἡ φωνή· καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι τὸν ναὸν τῷ κυρίῳ θεῷ Ἰσραήλ. Σάλπιγγές εἰσιν, ὧν τῆς φωνῆς ἀκούουσιν οἱ ἀκάθαρτοι δαίμονες, οἱ περὶ ἀρετῆς καὶ γνώσεως λόγοι. Φωνὴ δὲ τούτων ὑπάρχει τῶν λόγων τὰ ἔργα τῶν ἀρετῶν καὶ ἡ κατ᾽ ἦθος τῶν τρόπων εὐστάθεια τῶν διὰ μετανοίας πρὸς ἀρετὴν ἀπὸ κακίας ἐπανελθόντων καὶ ἐξ ἀγνοίας πρὸς ἐπίγνωσιν θεοῦ ἐπαναβεβηκότων.

Καὶ προσῆλθον τῷ Ζοροβάβελ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν, καὶ λέγουσιν αὐτοῖς· Συνοικοδομήσωμεν ὑμῖν, ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν. Ζοροβάβελ ἐστὶν ὁ πρακτικὸς νοῦς καὶ Ἰησοῦς ὁ θεωρητικός, ἡγούμενοι δὲ τῶν πατριῶν εἰσιν αἱ τῆς ψυχῆς δυνάμεις, ἐξ ὧν ὥρμηνται τῆς ἀρετῆς οἱ τρόποι καὶ οἱ λόγοι τῆς γνώσεως, οἷς προσέρχονται τῆς ὑπερηφανίας καὶ τῆς κενοδοξίας ἀνθρωπαρεσκείας τε καὶ ὑποκρίσεως οἱ ἀκάθαρτοι δαίμονες, λέγοντες· Συνοικοδομήσωμεν ὑμῖν τὸν ναὸν κυρίου. Οὐδεὶς γὰρ τούτων τῶν πονηρῶν δαιμόνων τοῦ ἐναρέτου ποτὲ κωλύει τὸ πρόθυμον, ἀλλὰ καὶ μᾶλλον, τὰς ἐλλείψεις δολερῶς περικόψας τῶν ἀρετῶν, τὰς ἐπιτάσεις ὑπαγορεύει, τοῖς ἀγωνισταῖς συμπροθυμούμενος, ἵνα πρὸς ἑαυτὸν ὅλην ποιήσηται τοῦ ἀσκουμένου τὴν ἔννοιαν, παραπολέσασαν τὸ ἶσον τῆς μεσότητος στάθμιον, καὶ λάθῃ πρὸς ἄλλο παρὰ τὸ δοκοῦν ὁδεύουσα καταγώγιον. Διὸ φασὶν οἱ κακοῦργοι· ὁμοίως ὑμῖν ἀκούομεν τοῦ κυρίου ὑμῶν. Οὔτε γὰρ μισοῦσι σωφροσύνην οὔτε νηστείαν βδελύσσονται, οὐ χρημάτων διάδοσιν, οὐ φιλοξενίαν, οὐ ψαλμῳδίαν, οὐ σχολὴν ἀναγνώσεως, οὐ τῶν μαθημάτων τὰ ὑψηλότερα, οὐ χαμευνίαν, οὐκ ἀγρυπνίαν, οὐ τὰ λοιπὰ πάντα, δι᾽ ὧν ὁ κατὰ θεὸν χαρακτηρίζεται βίος, ἕως πρὸς αὐτοὺς νένευκεν ὁ σκοπὸς καὶ ἡ αἰτία τῶν γινομένων.

Τοὺς μὲν γὰρ ἄλλους τάχιον ἴσως ὁ ἀσκητὴς καταλαβόμενος δαίμονας, ῥᾳδίως τὴν ἐξ αὐτῶν βλάβην διαδιδράσκει. Τούτους δέ, δοκοῦντας συνεργεῖν τῷ δρόμῳ τῆς ἀρετῆς καὶ οἷον συνοικοδομεῖν βουλομένους τὸν ναὸν κυρίῳ, τίς ἂν τῶν ἄγαν ὑψηλῶν καταλάβοι νοῦς, χωρὶς τοῦ διὰ πάντων χωροῦντος ἐνεργοῦς λόγου καὶ ζῶντος καὶ διϊκνουμένου ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, τουτέστι διαγινώσκοντος τίνα τῶν ἔργων ἢ νοημάτων εἰσὶ ψυχικά, τουτέστι εἴδη φυσικὰ τῆς ἀρετῆς ἢ κινήματα, καὶ τίνα τυγχάνει πνευματικά, τουτέστιν ὑπὲρ φύσιν καὶ θεὸν χαρακτηρίζοντα, τῇ φύσει δὲ κατὰ χάριν διδόμενα, ἁρμῶν τε καὶ μυελῶν τὴν πρὸς τοὺς πνευματικοὺς λόγους τῶν κατ᾽ ἀρετὴν τρόπων ἁρμόδιον ἢ ἀναρμόδιον διόλου σύννευσιν ἐπισταμένου, κρίνοντός τε τὰς ἐνθυμήσεις καὶ τὰς ἐννοίας τῶν καρδιῶν, τουτέστι τὰς ἐπὶ τοῖς εἰρημένοις ἀφανεῖς κατὰ τὸ βάθος σχέσεις καὶ τὰς κατὰ ψυχὴν ἀοράτους τούτων αἰτίας, ᾧ οὐκ ἔστι κτίσις ἀφανής, ἐν ἡμῖν δηλονότι τοῖς λανθάνειν δοκοῦσιν, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα, οὐ μόνον τὰ γεγενημένα τε καὶ νενοημένα, ἀλλ᾽ ἤδη καὶ τὰ γενησόμενα παρ᾽ ἡμῶν καὶ τὰ νοηθησόμενα;

Περὶ γὰρ μελλούσης τυχὸν πράξεως καὶ νοήσεως τὸ οὐκ ἔστι κτίσις ἀφανὴς ὁ λόγος φησίν· οὐ γὰρ περὶ γεγενημένης, ἥτις καὶ ἡμῖν αὐτοῖς καὶ ἄλλοις πεφανέρωται, σχολῇ γ᾽ ἂν θεῷ, τῷ πάντας τοὺς ἀπείρους τούς τε προγενομένους καὶ ὄντας καὶ ἐσομένους αἰῶνας προεγνωκότι καὶ τῆς πάντων γενέσεως προειληφότι κατὰ φύσιν τὴν γνῶσιν καὶ οὐκ ἐκ τῶν ὄντων, ἐξ ἑαυτοῦ δὲ τὴν τῶν ὄντων ἐν ἑαυτῷ προσυνειληφότι γνῶσιν. Μόνος γὰρ αὐτὸς τῶν ὄντων ὑπάρχει κατὰ φύσιν γνῶσις, ὡς τῶν ὄντων αἴτιος, καὶ πάλιν αὐτογνῶσις, ὡς ὑπὲρ αἰτίαν φύσει τὴν ἑαυτοῦ γνῶσιν ἔχων, καὶ ταύτης ἔτι κατὰ τὸν πάντα καὶ πάμπαν τῆς ἀπειρίας ὑπεράπειρον ἀπειράκις λόγον ἀνῳκισμένος, ὅτι καὶ τῆς οὕτω λεγομένης γνώσεως δημιουργὸς παντὶ λόγῳ τε καὶ τρόπῳ, καὶ πάσης ἄλλης λεχθῆναι ἢ νοηθῆναι δυναμένης γνώσεως, ὑπάρχων ἀπρόσιτος.

Τίς, τοῦτον οὐκ ἔχων ἐνοικοῦντα τὸν λόγον τῷ βάθει τῆς καρδίας, δυνήσεται, τοὺς ἀφανεῖς δόλους τῆς καθ᾽ ἡμῶν ὑποκρίσεως τῶν δαιμόνων ὑπαλύξας, στῆναι καθ᾽ ἑαυτὸν μονώτατος, χωρίς τινος ἐπιμιξίας, καὶ οἰκοδομῆσαι τοῦ κυρίου τὸν ναὸν κατὰ τὸν μέγαν Ζοροβάβελ καὶ τὸν Ἰησοῦν καὶ τοὺς ἡγουμένους τῶν πατριῶν, φάσκοντας διαρρήδην μεγάλῃ τῇ φωνῇ τοῖς ἀπαταιῶσι πνεύμασι τῆς ὑπερηφανίας καὶ τῆς κενοδοξίας καὶ τῆς ἀνθρωπαρεσκείας καὶ τῆς ὑποκρίσεως· Οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίῳ τῷ θεῷ ἡμῶν· ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ κυρίῳ τοῦ Ἰσραήλ, γινώσκων ὡς ἡ τούτων ἐπιμιξία τῆς ὅλης οἰκοδομῆς ποιεῖται φθορὰν καὶ καθαίρεσιν, καὶ συλᾷ τῆς τῶν θείων ἀναθημάτων εὐπρεπείας τὴν χάριν; Οὐδεὶς γὰρ δύναται, τινὰ τῶν εἰρημένων δαιμόνων ἔχων τὴν ἀρετὴν συμμετερχόμενον, ταύτην τῷ κυρίῳ οἰκοδομῆσαι· οὐ γὰρ ἔχει τὸν θεὸν τῶν γινομένων τέλος, ὃν θεώμενος ταύτην διέξεισιν, ἀλλὰ τὸ πάθος, ὅπερ διὰ ταύτης συνίστησι. Οὐ φθονοῦντες οὖν οἱ ἀπὸ τῆς αἰχμαλωσίας οὐ κατεδέξαντο τοὺς Βαβυλωνίους καὶ τοὺς Χουθαίους καὶ τοὺς Αἱμαθαίους καὶ τοὺς Εὐαίους συνοικοδομοῦντας αὐτοῖς τὸν τοῦ κυρίου ναόν, ἀλλ᾽ ἐπεγνωκότες τοὺς φιλικοὺς δόλους τῆς τῶν δαιμόνων κακουργίας, διὰ τοῦ ἀγαθοῦ λεληθότως αὐτοῖς βουλομένης κατεργάσασθαι τῆς ἁμαρτίας τὸν θάνατον.

Γένοιτο δὲ καὶ ἡμᾶς ἀεὶ λέγειν τοῖς ἐν πλάσματι φιλίας πνευματικῆς ἀοράτως προσβάλλουσι πνεύμασι τῆς πονηρίας καὶ λέγουσι Συνοικοδομήσωμεν ὑμῖν τὸν ναὸν τῷ κυρίῳ ὑμῶν· Οὐχ ὑμῖν καὶ ἡμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίῳ τῷ θεῷ ἡμῶν· ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ κυρίῳ τοῦ Ἰσραήλ. Μόνοι μέν, ὅτι τῶν κατ᾽ ἔλλειψιν τῇ ἀρετῇ πολεμούντων ἐλευθερωθέντες πνευμάτων, ὧν καὶ ἐκβεβήκαμεν, οὐ βουλόμεθα ταῖς ὑπερβολαῖς δι᾽ ὑμῶν ἐπαρθέντας πάλιν περιπαρῆναι καὶ πεσεῖν πτῶσιν τοσοῦτον τῆς προτέρας χαλεπωτέραν, ὅσον τῆς μὲν ἦν ἐπανόδου ἐλπὶς εὐχερὴς συγγνωσθεῖσι διὰ τὴν ἀσθένειαν, τῆς δὲ ἢ οὐκ ἔστιν ἢ δυσχερὴς ἔσται μισηθεῖσι διὰ τὴν ὑπερηφανίαν καὶ τοῦ δεξιοῦ ποιουμένοις ἕτερόν τι δεξιώτερον· οὐ μόνοι δὲ πάλιν, ὅτι τοὺς ἁγίους ἀγγέλους ἔχομεν τῶν καλῶν συλλήπτορας, μᾶλλον δὲ τὸν θεὸν αὐτὸν ἐν ἡμῖν ἑαυτὸν ἐμφανίζοντα διὰ τῶν ἔργων τῆς δικαιοσύνης καὶ ἡμᾶς ἑαυτῷ ναὸν ἅγιον οἰκοδομοῦντα καὶ παντὸς πάθους ἐλεύθερον.

Ἐρώτησις νζʹ Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. Τί ἐστι τὸ ἐνεργουμένη; Ἀπόκρισις. Κατὰ δύο τρόπους ἐνεργουμένην οἶδα τοῦ δικαίου τὴν δέησιν· καθ᾽ ἕνα μέν, ὁπόταν μετὰ τῶν κατ᾽ ἐντολὴν ἔργων τῷ θεῷ τὴν ταύτης ποιεῖται προσαγωγὴν τῆς δεήσεως ὁ εὐχόμενος καὶ μή, μόνον ἐν ψιλῷ λόγῳ καὶ διακένῳ φωνῆς ἤχῳ τῆς γλώττης ἐκπίπτουσαν, ἀργὴν κεῖσθαι τὴν δέησιν καὶ ἀνυπόστατον, ἀλλ᾽ ἐνεργὸν καὶ ζῶσαν, τοῖς τρόποις τῶν ἐντολῶν ψυχουμένην—εὐχῆς γὰρ καὶ δεήσεως ὑπόστασις ἡ διὰ τῶν ἀρετῶν ὑπάρχει προδήλως ἐκπλήρωσις, καθ᾽ ἣν ἰσχυρὰν καὶ πάντα δυναμένην ὁ δίκαιος ἔχει τὴν δέησιν, ἐνεργουμένην ταῖς ἐντολαῖς—· καθ᾽ ἕτερον δὲ τρόπον, ὁπόταν ὁ τῆς εὐχῆς τοῦ δικαίου δεόμενος τὰ ἔργα τῆς εὐχῆς διαπράττεται, τόν τε πρότερον διορθούμενος βίον καὶ τὴν δέησιν ἰσχυρὰν τοῦ δικαίου ποιούμενος, διὰ τῆς οἰκείας καλῆς ἀναστροφῆς δυναμουμένην.

Οὐ γὰρ ὄφελος τῆς τοῦ δικαίου δεήσεως, τοῦ ταύτης χρῄζοντος πλέον τῶν ἀρετῶν ἡδομένου τοῖς πλημμελήμασιν, ἐπεὶ καὶ ὁ μέγας ποτὲ Σαμουὴλ ἐπένθει πλημμελοῦντα τὸν Σαούλ, ἀλλ᾽ οὐκ ἴσχυσε τὸν θεὸν ἱλεώσασθαι, μὴ λαβὼν συλλήπτορα τοῦ πένθους τὴν καθήκουσαν τοῦ πλημμελοῦντος διόρθωσιν. Διὸ τοῦ ἀνονήτου πένθους ὁ θεὸς καταπαύων τὸν ἑαυτοῦ θεράποντά φησι πρὸς αὐτόν· ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ, καὶ ἐγὼ ἐξουδένωκα αὐτὸν τοῦ μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ; Καὶ πάλιν Ἱερεμίας ὁ συμπαθέστατος ὑπὲρ τοῦ λαοῦ τῶν Ἰουδαίων, περὶ τὴν πλάνην μανέντος τῶν δαιμονίων, οὐκ εἰσακούεται προσευχόμενος, οὐκ ἔχων εἰς προσευχῆς δύναμιν τὴν ἀπὸ τῆς πλάνης τῶν ἀθέων Ἰουδαίων ἐπιστροφήν. Ὅθεν τοῦ διακενῆς προσεύχεσθαι καὶ τοῦτον ἀπάγων ὁ θεός φησι· καὶ σύ, μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτούς, καὶ μὴ εὔχου καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἔτι, ὅτι οὐκ εἰσακούσομαι.

Πολλῆς γὰρ ὄντως ἐστὶν ἀβελτερίας, ἵνα μὴ λέγω παραφροσύνης, δι᾽ εὐχῆς δικαίων ἐπιζητεῖν σωτηρίαν τὸν κατὰ διάθεσιν τοῖς ὀλεθρίοις ἡδόμενον κἀκείνων αἰτεῖσθαι συγχώρησιν, οἷς ἐγκαυχᾶται κατ᾽ ἐνέργειαν προθέσει σπιλούμενος, δέον μὴ ἀργὴν ἐᾶν γίνεσθαι καὶ ἀκίνητον τοῦ δικαίου τὴν δέησιν τὸν ταύτης δεόμενον, εἴπερ ἀληθῶς τοῖς πονηροῖς ἀπεχθάνεται, ἀλλ᾽ ἐνεργὸν ποιεῖν καὶ ἰσχυράν, ταῖς οἰκείαις ἀρεταῖς πτερουμένην καὶ φθάνουσαν τὸν συγχώρησιν διδόναι τῶν πλημμεληθέντων δυνάμενον.

Εἴτε οὖν ἐκ τοῦ ποιουμένου τὴν δέησιν δικαίου, εἴτε ἐκ τοῦ γίνεσθαι ταύτην αἰτουμένου τὸν δίκαιον ἐνεργουμένη, πολὺ ἰσχύει τοῦ δικαίου ἡ δέησις· ὑπὸ μὲν γὰρ τοῦ δικαίου ἐνεργουμένη δίδωσιν αὐτῷ παρρησίαν πρὸς τὸν δοῦναι δυνάμενον τὰ τῶν δικαίων αἰτήματα, ὑπὸ δὲ τοῦ ταύτην αἰτουμένου τὸν δίκαιον τῆς προτέρας αὐτὸν μοχθηρίας ἀφίστησιν, μεταβάλλουσα πρὸς ἀρετὴν αὐτῷ τὴν διάθεσιν.

Ἐρώτησις νηʹ Ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι εἰ δέον ἐστὶ λυπηθέντας ἡμᾶς ἐν ποικίλοις πειρασμοῖς. Πῶς τις λυπούμενος ἐν πειρασμοῖς δύναται ἀγαλλιᾶσθαι ἐν ᾧ λυπεῖται; Ἀπόκρισις. Τὴν λύπην διττὴν οἶδε τῆς ἀληθείας ὁ λόγος· τὴν μὲν κατὰ ψυχὴν ἀφανῶς, τὴν δὲ κατ᾽ αἴσθησιν φανερῶς συνισταμένην, καὶ τὴν μὲν ὅλον τῆς ψυχῆς τὸ βάθος περιλαμβάνουσαν, τῇ μάστιγι τῆς συνειδήσεως αἰκιζόμενον, τὴν δὲ πᾶσαν τὴν αἴσθησιν περιγράφουσαν, τῷ βάρει τῶν ἀλγεινῶν συστελλομένην τῆς φυσικῆς διαχύσεως, καὶ τὴν μὲν τῆς κατ᾽ αἴσθησιν ἡδονῆς, τὴν δὲ τῆς κατὰ ψυχὴν εὐφροσύνης τέλος ὑπάρχουσαν· μᾶλλον δέ, τὴν μὲν τῶν κατ᾽ αἴσθησιν γνωμικῶν, τὴν δὲ τῶν κατ᾽ αὐτὴν συμπέρασμα παρὰ γνώμην παθῶν τυγχάνουσαν.

Λύπη γάρ ἐστιν, κατ᾽ ἐμὲ φάναι, διάθεσις ἡδονῶν ἐστερημένη· στέρησις δὲ καθέστηκεν ἡδονῶν πόνων ἐπαγωγή· πόνος δὲ σαφῶς ἐστι φυσικῆς ἕξεως ἔλλειψις ἢ ὑποχώρησις· ἔλλειψις δὲ φυσικῆς ἐστιν ἕξεως πάθος τῆς κατὰ φύσιν ὑποκειμένης τῇ ἕξει δυνάμεως· πάθος δὲ τῆς κατὰ φύσιν ὑποκειμένης τῇ ἕξει δυνάμεώς ἐστιν ὁ κατὰ τὴν παράχρησιν τῆς φυσικῆς ἐνεργείας τρόπος· παράχρησις δὲ τοῦ κατ᾽ ἐνέργειαν τρόπου καθέστηκεν ἡ πρὸς τὸ μὴ πεφυκὸς κατὰ φύσιν καὶ ὑφιστάμενον τῆς δυνάμεως κίνησις.

Ὥσπερ δὲ τὴν λύπην διττήν, ὡς ἔφην, οἶδεν ὁ λόγος, οὕτως καὶ τῶν πειρασμῶν διττὸν ἐπίσταμαι τὸν τρόπον· τὸν μὲν κατὰ γνώμην, τὸν δὲ παρὰ γνώμην, καὶ τὸν μὲν ἑκουσίων ἡδονῶν δημιουργόν, τὸν δὲ ἀκουσίων ὀδυνῶν ἐπακτικόν. Ὁ γὰρ κατὰ γνώμην πειρασμὸς τὰς κατὰ προαίρεσιν ἑκουσίους σαφῶς συνίστησιν ἡδονάς, ὁ δὲ παρὰ γνώμην προδήλως τοὺς ἀκουσίους παρὰ προαίρεσιν ἐφίστησι πόνους, καὶ ὁ μὲν τῆς κατὰ ψυχήν, ὁ δὲ τῆς κατ᾽ αἴσθησιν λύπης καθέστηκεν αἴτιος.

Ὅθεν οἶμαι τὸν μὲν κύριον καὶ θεόν, πῶς δεῖ προσεύχεσθαι τοὺς οἰκείους διδάσκοντα μαθητάς, τὸ κατὰ γνώμην εἶδος τῶν πειρασμῶν ἀπεύχεσθαι φάσκειν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, τῶν ἡδονικῶν δηλονότι καὶ γνωμικῶν καὶ ἑκουσίων πειρασμῶν μὴ ἐγκαταλειφθῆναι πεῖραν λαβεῖν εὔχεσθαι τοὺς οἰκείους διδάσκοντα μαθητάς, τὸν δὲ μέγαν Ἰάκωβον, τὸν τοῦ κυρίου λεγόμενον ἀδελφόν, πρὸς τὸ τῶν ἀκουσίων πειρασμῶν εἶδος διδάσκοντα μὴ συστέλλεσθαι τοὺς ὑπὲρ ἀληθείας ἀγωνιζομένους φάναι· πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, δηλονότι τοῖς ἀκουσίοις καὶ παρὰ γνώμην καὶ πόνων ποιητικοῖς πειρασμοῖς. Καὶ δηλοῦσι σαφῶς, ἐκεῖ μὲν ἐπάγων ὁ κύριος· ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, ἐνταῦθα δὲ ὁ μέγας Ἰάκωβος· γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. Τέλειός ἐστιν ὁ τοῖς ἑκουσίοις δι᾽ ἐγκρατείας μαχόμενος καὶ τοῖς ἀκουσίοις δι᾽ ὑπομονῆς ἐγκαρτερῶν πειρασμοῖς, καὶ ὁλόκληρός ἐστιν ὁ καὶ τὴν πρᾶξιν μετὰ γνώσεως καὶ τὴν θεωρίαν οὐκ ἄπρακτον διανύων.

Διῃρημένης γὰρ εἰς ψυχήν τε καὶ αἴσθησιν τῆς τε λύπης καὶ τῆς ἡδονῆς, ὁ τὴν ψυχῆς περιποιούμενος ἡδονήν, τὴν δὲ τῆς αἰσθήσεως μεθ᾽ ὑπομονῆς καταδεχόμενος λύπην, δόκιμος γίνεται καὶ τέλειος καὶ ὁλόκληρος· δόκιμος μὲν διὰ τὴν πεῖραν τῶν κατ᾽ αἴσθησιν ἐναντίων, τέλειος δὲ ὡς τῇ κατ᾽ αἴσθησιν ἡδονῇ τε καὶ λύπῃ δι᾽ ἐγκρατείας καὶ ὑπομονῆς ἀνενδότως μαχόμενος, ὁλόκληρος δὲ ὡς τὰς μαχομένας ταῖς κατ᾽ αἴσθησιν ἀλλήλαις ἀντικειμέναις διαθέσεσιν ἕξεις ἐν τῇ σταθερότητι τῆς κατὰ τὸν λόγον ταυτότητος ἀλωβήτους διαφυλάττων, φημὶ δὲ τὴν πρᾶξιν καὶ τὴν θεωρίαν ἀλλήλαις συνεχομένας καὶ μηδεμίαν τῆς ἑτέρας διεζευγμένην, ἀλλὰ τὴν μὲν πρᾶξιν τῆς θεωρίας τὴν γνῶσιν διὰ τῶν τρόπων προφαίνουσαν, τὴν δὲ θεωρίαν οὐχ ἧττον τοῦ λόγου τὴν ἀρετὴν τεθωρακισμένην τῆς πράξεως.

Οὐκοῦν ἐπειδὴ τήν τε λύπην καὶ τὴν ἡδονὴν διττὴν οὖσαν ἀπέδειξεν ὁ λόγος καὶ τὴν μὲν κατὰ ψυχήν, τὴν δὲ κατ᾽ αἴσθησιν συνισταμένην, φέρε καὶ τὰς τούτων συνοπτικωτέρας κατὰ δύναμιν θεωρήσωμεν αἰτίας. Τῆς μὲν οὖν κατὰ ψυχὴν λύπης διττὸς ὁ τρόπος, ὁ μὲν ἐπὶ τοῖς οἰκείοις, ὁ δὲ ἐπὶ τοῖς ἀλλοτρίοις πλημμελήμασι συνιστάμενος, αἰτία δὲ τῆς τοιαύτης λύπης ἡ κατ᾽ αἴσθησιν τοῦ λυπουμένου σαφῶς ἢ τῶν δι᾽ οὓς λυπεῖται καθέστηκεν ἡδονή· κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐκ ἔστι παντελῶς ἁμαρτία σχεδὸν ἐν ἀνθρώποις μὴ τὴν ψυχῆς πρὸς αἴσθησιν, ἡδονῆς ἕνεκεν, ἀλόγιστον σχέσιν ἀρχὴν τῆς οἰκείας γενέσεως ἔχουσα. Τῆς δὲ κατὰ ψυχὴν ἡδονῆς αἰτία πρόδηλός ἐστιν ἡ κατ᾽ αἴσθησιν τοῦ ἐπὶ ταῖς οἰκείαις ἢ ταῖς ἀλλοτρίαις ἀρεταῖς ἡδομένου τε καὶ χαίροντος λύπη· κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐκ ἔστι παντελῶς ἀρετὴ σχεδὸν ἐν ἀνθρώποις μὴ τὴν ψυχῆς πρὸς αἴσθησιν λελογισμένην ἀποδιάθεσιν ἀρχὴν τῆς οἰκείας γενέσεως ἔχουσα.

Τῆς δὲ ψυχῆς ὑπὲρ ἀρετῆς πρὸς τὴν αἴσθησιν ἀποδιάθεσιν κτησαμένης, ἐξ ἀνάγκης ἡ αἴσθησις ἐν πόνοις ἔσται, τὴν τῶν ἡδέων ἐπινοητικήν, συνημμένην αὐτῇ κατὰ τὴν γνωμικὴν σχέσιν, τῆς ψυχῆς οὐκ ἔχουσα δύναμιν, τοὐναντίον δὲ τῶν μὲν αὐτῆς φυσικῶν ἡδονῶν τὴν ἐπανάστασιν δι᾽ ἐγκρατείας ἀνδρικῶς ἀπορραπίζουσαν, πρὸς δὲ τὴν τῶν παρὰ φύσιν καὶ ἀκουσίων πόνων ἐπαγωγὴν διὰ τῆς ὑπομονῆς ἀμείλικτον παντελῶς διαμένουσαν καὶ τῆς κατ᾽ ἀρετὴν θεοπρεποῦς ἀξίας τε καὶ δόξης διὰ τὴν ἀνυπόστατον ἡδονὴν οὐκ ἐξισταμένην καὶ πρὸς τὴν τῶν πόνων ἀντίληψιν φειδοῖ τῆς σαρκὸς διὰ τὴν ὀδύνουσαν αἴσθησιν τοῦ ὕψους τῶν ἀρετῶν οὐκ ἀποπίπτουσαν.

Τῆς δὲ κατ᾽ αἴσθησιν λύπης αἰτία καθέστηκεν ἡ πρὸς τὰ κατὰ φύσιν τῆς ψυχῆς παντελὴς ἀσχολία· τὴν δὲ κατ᾽ αἴσθησιν ἡδονὴν ἡ παρὰ φύσιν ἐνέργεια τῆς ψυχῆς προδήλως ὑφίστησιν, ἄλλην ἀρχὴν ἔχειν οὐ δυναμένην συστάσεως ἢ τὴν ψυχῆς τῶν κατὰ φύσιν ἀπόθεσιν. Νοῦς γὰρ καὶ αἴσθησις ἀντικειμένην ἔχουσι πρὸς ἄλληλα τὴν κατὰ φύσιν ἐνέργειαν διὰ τὴν τῶν αὐτοῖς ὑποκειμένων ἀκροτάτην διαφορὰν καὶ ἑτερότητα. Ὁ μὲν γὰρ ὑποκειμένας ἔχει τὰς νοητὰς καὶ ἀσωμάτους οὐσίας, ὧν κατ᾽ οὐσίαν ἀντιλαμβάνεσθαι πέφυκεν, ἡ δὲ τὰς αἰσθητὰς καὶ σωματικὰς φύσεις, ὧν καὶ αὐτὴ φυσικῶς ἀντιλαμβάνεται.

Ἐπεὶ οὖν οὐκ ἔστι δυνατὸν πρὸς τὰ συγγενῆ νοητὰ τὸν νοῦν διαβῆναι δίχα τῆς τῶν διὰ μέσου προβεβλημένων αἰσθητῶν θεωρίας, ταύτην δὲ γενέσθαι παντελῶς ἀμήχανον χωρὶς τῆς, αὐτῷ μὲν συγκειμένης τοῖς αἰσθητοῖς δὲ κατὰ φύσιν συγγενοῦς, αἰσθήσεως, εἰκότως, εἰ μὲν προσβαλὼν ἐνσχεθῇ ταῖς ἐπιφανείαις τῶν ὁρατῶν, ἐνέργειαν εἶναι φυσικὴν τὴν συγκειμένην οἰόμενος αἴσθησιν, τῶν μὲν κατὰ φύσιν ἐκπέπτωκε νοητῶν, τῶν δὲ παρὰ φύσιν ἀμφοῖν ταῖν χεροῖν, τὸ δὴ λεγόμενον, ἐπελάβετο σωμάτων—οἷς παρὰ τὸν λόγον ἐνεργούμενος διὰ τὴν αὐτὸν ἐκνικήσασαν αἴσθησιν τῆς μὲν κατὰ ψυχὴν λύπης γεννήτωρ καθίσταται, συχναῖς ταῖς κατὰ συνείδησιν μάστιξιν αἰκιζομένην, τῆς δὲ κατ᾽ αἴσθησιν ἡδονῆς ἀρίδηλος γίνεται ποιητής, ταῖς ἐπινοίαις τῶν περιποιητικῶν τῆς σαρκὸς τρόπων λιπαινομένης—, εἰ δέ, τὴν πρὸς αἴσθησιν ἅμα τῇ προσβολῇ τῶν ὁρωμένων διατεμὼν ἐπιφάνειαν, τοὺς πνευματικοὺς τῶν ὄντων καθαροὺς τῶν ἐπ᾽ αὐτοῖς σχημάτων θεάσηται λόγους, τὴν μὲν τῆς ψυχῆς ἡδονὴν κατειργάσατο, μηδενὶ τῶν αἰσθήσει θεωρουμένων κρατουμένης, τὴν δὲ τῆς αἰσθήσεως συνεστήσατο λύπην, πάντων κατὰ φύσιν τῶν αἰσθητῶν ἐστερημένης· ἔνθα γὰρ ὁ λόγος προκαθηγεῖται τῆς αἰσθήσεως κατὰ τὴν τῶν ὁρατῶν θεωρίαν, πάσης ἐστέρηται τῆς κατὰ φύσιν ἡ σὰρξ ἡδονῆς, οὐκ ἔχουσα τὴν αἴσθησιν ἄφετον καὶ τῶν λογικῶν ἀπολελυμένην δεσμῶν εἰς ὑπηρεσίαν τῶν κατ᾽ αὐτὴν ἡδονῶν.

Οὐκοῦν, ὡς ἔφην, ἐπειδὴ τὴν μὲν τῆς ψυχῆς λύπην, ἤγουν τὸν πόνον—ταὐτὸν γὰρ ἀλλήλοις ἀμφότερα—, ἡ κατ᾽ αἴσθησιν ἡδονὴ συνίστησιν, τὴν δὲ τῆς αἰσθήσεως λύπην, ἤγουν τὸν πόνον, ἡ κατὰ ψυχὴν ποιεῖν ἡδονὴ πέφυκεν, εἰκότως ὁ τῆς κατ᾽ ἐλπίδα ζωῆς, τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δι᾽ ἀναστάσεως νεκρῶν εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς, ἐφιέμενος κατὰ μὲν τὴν ψυχὴν ἀγαλλίασιν ἔχει καὶ χαρὰν ἀνεκλάλητον, διηνεκῶς τῇ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι γανυμένην, κατὰ δὲ τὴν σάρκα καὶ τὴν αἴσθησιν λύπην, ἤγουν τοὺς ἐκ τῶν ποικίλων πειρασμῶν ἐπιγινομένους αὐτῇ πόνους καὶ τὰς ἐπ᾽ αὐτοῖς ὀδύνας. Πάσῃ γὰρ ἀρετῇ ἡδονὴ καὶ πόνος παρέπεται· πόνος μὲν σαρκός, ἐστερημένης τῆς προσηνοῦς καὶ λειοτέρας αἰσθήσεως, ἡδονὴ δὲ ψυχῆς, παντὸς αἰσθητοῦ καθαροῖς ἐντρυφώσης τοῖς ἐν πνεύματι λόγοις.

Δέον οὖν ἐστι τὸν νοῦν κατὰ τὴν παροῦσαν ζωήν— τοῦτο γάρ μοι νοεῖται τὸ νῦν—κατὰ σάρκα λυπούμενον διὰ τοὺς πολλοὺς πόνους τῶν ὑπὲρ ἀρετῆς αὐτῷ προσαγομένων πειρασμῶν ἀεὶ χαίρειν κατὰ ψυχὴν καὶ ἥδεσθαι διὰ τὴν ἐλπίδα τῶν αἰωνίων ἀγαθῶν, κἂν ἔχῃ καταπονουμένην τὴν αἴσθησιν· οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν εἰς ἡμᾶς ἀποκαλύπτεσθαι, φησὶν ὁ θεῖος ἀπόστολος.

Οὕτως οὖν, κατ᾽ ἐμὲ φάναι, δύναται χαίρειν ἄνθρωπος ἐν ᾧ λυπεῖται. Τῇ γὰρ ἀρετῇ κατὰ σάρκα μὲν διὰ τοὺς πόνους λυπούμενος ἐν αὐτῇ χαίρει τῇ ἀρετῇ κατὰ ψυχήν, ὡς παροῦσαν θεώμενος τὴν τῶν μελλόντων εὐπρέπειαν, ὑπὲρ ἧς, κατὰ τὸν μέγαν Δαυίδ, τῇ κατὰ γνώμην ἀπογενέσει τῆς σαρκὸς καθ᾽ ἑκάστην ἀποθνῄσκει τὴν ἡμέραν ὁ κατὰ τὴν τῆς ψυχῆς ἐν πνεύματι γένεσιν ἀεὶ καινιζόμενος, ἅτε δὴ καὶ τὴν ἡδονὴν ἔχων σωτήριον καὶ τὴν λύπην ὠφέλιμον. Λύπην γάρ φαμεν οὐ τὴν παράλογον καὶ τῶν πολλῶν ἐπὶ στερήσει παθῶν ἢ πραγμάτων ὑλικῶν τὴν ψυχὴν βασανίζουσαν, ὡς τὰς ὁρμὰς παρὰ φύσιν ἐφ᾽ ἃ μὴ δεῖ, καὶ τὰς ἀποφυγὰς ἀφ᾽ ὧν μὴ δεῖ, ποιουμένων, ἀλλὰ τὴν λελογισμένην καὶ τοῖς τὰ θεῖα σοφοῖς ἐγκριθεῖσαν καὶ τὸ παρὸν κακὸν ὑποσημαίνουσαν. Παρὸν γὰρ κακόν φασιν εἶναι τὴν λύπην, συνισταμένην μὲν κατὰ ψυχήν, ὅταν ἡ κατ᾽ αἴσθησιν ἡδονὴ τῆς λογικῆς κρατῇ διακρίσεως, ὑφισταμένην δὲ κατ᾽ αἴσθησιν, ὅταν τῆς ψυχῆς κατ᾽ ἀρετὴν ἀκωλύτως ὁ δρόμος ἀνύηται, τοσοῦτον ἐπάγων τῇ αἰσθήσει τοὺς πόνους, ὅσον ἡδονὴν ἐμποιεῖ καὶ χαρὰν τῇ ψυχῇ τῷ θεῷ προσαγομένῃ διὰ τῆς συγγενοῦς κατ᾽ ἀρετήν τε καὶ γνῶσιν ἐλλάμψεως.

Ἐρώτησις νθʹ Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ἡμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας. Ἐὰν αὐτοὶ οἱ μακάριοι προφῆται ἅπερ ἐκ πνεύματος ἁγίου ἐνηχήθησαν ἡμῖν ἐγγράφως κατέλιπον ἐκζητῆσαι καὶ ἐξερευνῆσαι, πῶς αὐτοὶ ἐκ πνεύματος ἁγίου ἐνηχούμενοι καὶ τὰ ἀποκαλυπτόμενα αὐτοῖς συγγράφοντες; ποίαν ἐκζήτησιν ἢ ἐξερεύνησιν ἐξεζήτουν ἢ ἐξηρεύνων;

Ἀπόκρισις. Τὰς μὲν ζητητικάς τε καὶ ἐρευνητικὰς τῶν θείων δυνάμεις οὐσιωδῶς ἔχει καταβεβλημένας αὐτῇ παρὰ τοῦ κτίσαντος κατ᾽ αὐτὴν τὴν εἰς τὸ εἶναι πάροδον ἡ τῶν ἀνθρώπων φύσις, τὰς δὲ τῶν θείων ἀποκαλύψεις κατὰ χάριν ἡ τοῦ παναγίου πνεύματος ἐπιφοιτῶσα ποιεῖται δύναμις.

Ἐπειδὴ δὲ κατ᾽ ἀρχὰς διὰ τῆς ἁμαρτίας τῇ φύσει τῶν ὁρατῶν ταύτας ὁ πονηρὸς προσήλωσε τὰς δυνάμεις, καὶ οὐκ ἦν ὁ συνιῶν ἢ ἐκζητῶν τὸν θεόν, πάντων τῶν μετειληφότων τῆς φύσεως τὴν νοεράν τε καὶ λογικὴν δύναμιν ἐχόντων περιγεγραμμένην τῇ ἐπιφανείᾳ τῶν αἰσθητῶν καὶ μηδεμίαν κεκτημένων ἔννοιαν τῶν ὑπὲρ αἴσθησιν, εἰκότως ἡ τοῦ παναγίου πνεύματος χάρις τοῖς μὴ κατὰ πρόθεσιν ἐνδιαθέτως ὑπὸ τὴν ἀπάτην γενομένοις, τῶν ὑλικῶν ἀφηλώσασα, τὴν προσηλωμένην ἀποκατέστησε δύναμιν· ἣν καθαρὰν ἀπολαβόντες διὰ τῆς χάριτος, πρῶτον ἐζήτησαν καὶ ἠρεύνησαν, καὶ οὕτως ἐξεζήτησαν καὶ ἐξηρεύνησαν, διὰ τῆς αὐτῆς δηλαδὴ τοῦ πνεύματος χάριτος.

Οὐ γὰρ θέμις εἰπεῖν ὡς μόνη καθ᾽ ἑαυτὴν ἡ χάρις ἐνήργει τοῖς ἁγίοις τὰς γνώσεις τῶν μυστηρίων χωρὶς τῶν τῆς γνώσεως δεκτικῶν κατὰ φύσιν δυνάμεων, ἐπεὶ μὴ συνιέντας εἰσάγομεν τοὺς ἁγίους προφήτας τῶν δοθέντων αὐτοῖς ὑπὸ τοῦ παναγίου πνεύματος φωτισμῶν τὴν δύναμιν—καὶ πῶς ἀληθὴς ὁ φάσκων ἔσται λόγος ὅτι ὁ σοφὸς νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος; —οὔτε μὴν δίχα τῆς τοῦ παναγίου πνεύματος χάριτος μόνῃ τῇ κατὰ φύσιν δυνάμει ζητήσαντες τὴν ἀληθῆ τῶν ὄντων ἀπειλήφασιν γνῶσιν, ἐπεὶ περιττὴ δειχθήσεται τοῖς ἁγίοις ἡ τοῦ πνεύματος ἐπιφοίτησις, κατὰ μηδὲν αὐτοῖς συνεργοῦσα πρὸς τὴν τῆς ἀληθείας φανέρωσιν—καὶ πῶς ἀληθὴς ὁ φάσκων ἔσται λόγος ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων καὶ τὸ ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον; —· ᾧ μὲν γάρ, φησίν, διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων καὶ τὰ ἑξῆς· οἷς ἐπάγει· πάντα δὲ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· βούλεται δὲ τὸ ἑκάστῳ δηλονότι συμφέρον εἰς πληροφορίαν τῆς ἀπαθοῦς τῶν ἐπιζητούντων τὰ θεῖα ἐφέσεως.

Ὁ γὰρ ἀπαθῶς τὰ θεῖα ζητῶν πάντως λήψεται τὸ ζητούμενον· ὁ δὲ μετά τινος πάθους αἰτῶν ὡς κακῶς ζητῶν ἀποτεύξεται τοῦ ζητουμένου· φησὶ γάρ· αἰτεῖσθε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε.

Οὐκοῦν οὔτε ἡ χάρις τοῦ παναγίου πνεύματος ἐνεργεῖ σοφίαν ἐν τοῖς ἁγίοις χωρὶς τοῦ ταύτην δεχομένου νοός, οὔτε γνῶσιν χωρὶς τῆς δεκτικῆς τοῦ λόγου δυνάμεως, οὔτε πίστιν ἄνευ τῆς κατὰ νοῦν καὶ λόγον τῶν μελλόντων καὶ πᾶσι τέως ἀδήλων πληροφορίας, οὔτε ἰαμάτων χαρίσματα δίχα τῆς κατὰ φύσιν φιλανθρωπίας, οὔτε τι ἕτερον τῶν λοιπῶν χαρισμάτων χωρὶς τῆς ἑκάστου δεκτικῆς ἕξεώς τε καὶ δυνάμεως· οὔτε μὴν πάλιν ἓ τῶν ἀπηριθμημένων ἄνθρωπος κτήσεται κατὰ δύναμιν φυσικὴν δίχα τῆς χορηγούσης ταῦτα θείας δυνάμεως. Καὶ δηλοῦσι τοῦτο σαφῶς πάντες οἱ ἅγιοι μετὰ τὰς ἀποκαλύψεις τῶν θείων ζητοῦντες τῶν ἀποκαλυφθέντων τοὺς λόγους. Ἀβραὰμ γάρ, λαβὼν τὴν ἐπαγγελίαν τῆς κληρονομίας τῆς δειχθείσης αὐτῷ γῆς, φάσκοντος πρὸς αὐτὸν τοῦ θεοῦ· ἐγὼ ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι αὐτήν, οὐκ ἠρκέσθη λαβὼν ὅπερ ἐκζητῶν ἐξῆλθεν ἐκ γῆς Χαλδαίων, ἀλλ᾽ ἠρεύνησε μαθεῖν ποθῶν καὶ τὸν τρόπον τῆς κληρονομίας, λέγων πρὸς τὸν θεόν· δέσποτα κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν;

Καὶ Μωυσῆς, λαβὼν τῶν σημείων καὶ τῶν τεράτων τὴν δύναμιν, ἐζήτει καὶ τοὺς τρόπους διδαχθῆναι καὶ τοὺς λόγους, καθ᾽ οὓς ἔδει τῶν δοθέντων σημείων ἀποδειχθῆναι τὴν πίστωσιν· καὶ ἔθετο ἐν αὐτοῖς, φησὶν ὁ μέγας Δαυίδ, τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων αὐτοῦ ἐν γῇ Χάμ. Καὶ πάλιν αὐτὸς περὶ ἑαυτοῦ πρὸς τὸν θεὸν βοῶν φησιν ὁ Δαυίδ· ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου καὶ λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. Καὶ Δανιὴλ ὁ μέγας ἀνὴρ τῶν ἐπιθυμιῶν τῶν θείων ὁράσεων, ὑπὲρ ὧν τρεῖς ἑβδομάδας ἡμερῶν ἐτέλεσεν ἄσιτος, τοὺς λόγους ἐκζητῶν ἀκούει ἀγγέλου πρὸς ἄγγελον λέγοντος· συνέτισον ἐκεῖνον τὴν ὅρασιν. Καὶ Ζαχαρίας ὁ μέγας προφήτης δι᾽ ὅλης τῆς αὐτοῦ προφητείας καθ᾽ ἑκάστην ὅρασιν τὸν ἐν αὐτῷ λαλοῦντα ἄγγελον εἰσάγει, δεικνύοντά τε τὰς ὁράσεις καὶ διδάσκοντα τοὺς τῶν ὁράσεων λόγους, φάσκων· καὶ ἔδειξέν μοι ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· καὶ εἶπέ μοι ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· καὶ εἶπα τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοί· κύριε, τί ἐστι ταῦτα;

Καὶ δῆλον ἐντεῦθεν ὅτι πάντες οἱ ἅγιοι καὶ ἐδέχοντο ὑπὸ τοῦ πνεύματος ἀποκαλύψεις καὶ ἐζήτουν ἀποκαλυφθῆναι τῶν ἀποκαλυφθέντων τοὺς λόγους, καὶ ὅτι τοῦ πνεύματος ἡ χάρις οὐδαμῶς τῆς φύσεως καταργεῖ τὴν δύναμιν, ἀλλὰ μᾶλλον καταργηθεῖσαν τῇ χρήσει τῶν παρὰ φύσιν τρόπων ἐνεργὸν ἐποίει πάλιν, τῇ χρήσει τῶν κατὰ φύσιν πρὸς τὴν τῶν θείων κατανόησιν ἄγουσα. Ζητεῖ γὰρ ἐν ἡμῖν τὴν τῶν ὄντων γνῶσιν τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐρευνᾷ, ἀλλ᾽ οὐχ ἑαυτῷ ζητεῖ τὸ ζητούμενον, ὅτι θεὸς καὶ πάσης ἐπέκεινα γνώσεως, ἀλλ᾽ ἡμῖν τοῖς δεομένοις τῆς γνώσεως, ὥσπερ ἀμέλει καὶ ὁ λόγος γίνεται σὰρξ οὐχ ἑαυτῷ, ἀλλ᾽ ἡμῖν τὸ διὰ τῆς σαρκώσεως ἐξανύων μυστήριον. Ὡς γὰρ χωρὶς σαρκὸς νοερῶς ἐψυχωμένης οὐκ ἐνήργει θεοπρεπῶς τὰ κατὰ φύσιν τῆς σαρκὸς ὁ λόγος, οὕτως οὐδὲ τὸ πνεῦμα τὸ ἅγιον ἐν τοῖς ἁγίοις ἐνεργεῖ τὰς γνώσεις τῶν μυστηρίων χωρὶς τῆς κατὰ φύσιν ζητούσης τε καὶ ἐρευνώσης τὴν γνῶσιν δυνάμεως.

Εἴτε οὖν ἐζήτουν ἢ ἐξεζήτουν, εἴτε ἠρεύνων ἢ ἐξηρεύνων οἱ ἅγιοι, τὴν χάριν εἶχον τοῦ πνεύματος κινοῦσαν αὐτῶν τὴν νοερὰν καὶ λογικὴν δύναμιν πρὸς ζήτησιν καὶ ἔρευναν τῆς τῶν ψυχῶν σωτηρίας, καὶ χωρὶς τοῦ πνεύματος οὐδὲν παντελῶς ἐθεώρουν πνευματικόν, ὅτι μηδὲ πέφυκεν ὁ ἀνθρώπινος νοῦς ἄνευ θείου φωτὸς τῶν θείων καὶ νοητῶν ἀντιλαμβάνεσθαι. Ὡς γὰρ οὐκ ἔστι χωρὶς ἡλιακοῦ φωτὸς ὀφθαλμὸν ἀντιλαμβάνεσθαι τῶν αἰσθητῶν, οὕτω δίχα πνευματικοῦ φωτὸς νοῦς ἀνθρώπινος οὔποτ᾽ ἂν δέξαιτο θεωρίαν πνευματικήν· τὸ μὲν γὰρ φωτίζει κατὰ φύσιν τὴν αἴσθησιν πρὸς τὴν τῶν σωμάτων ἀντίληψιν, τὸ δὲ πρὸς τὴν θεωρίαν τὸν νοῦν καταυγάζει πρὸς κατανόησιν τῶν ὑπὲρ αἴσθησιν.

Σωτηρία δὲ τῶν ψυχῶν κυρίως ἐστὶ τὸ τέλος τῆς πίστεως· τέλος δὲ πίστεώς ἐστιν ἡ τοῦ πιστευθέντος ἀληθὴς ἀποκάλυψις· ἀληθὴς δὲ τοῦ πιστευθέντος ἐστὶν ἀποκάλυψις ἡ κατὰ ἀναλογίαν τῆς ἐν ἑκάστῳ πίστεως ἄρρητος τοῦ πεπιστευμένου περιχώρησις· περιχώρησις δὲ τοῦ πεπιστευμένου καθέστηκεν ἡ πρὸς τὴν ἀρχὴν κατὰ τὸ τέλος τῶν πεπιστευκότων ἐπάνοδος· ἡ δὲ πρὸς τὴν οἰκείαν ἀρχὴν κατὰ τὸ τέλος τῶν πεπιστευκότων ἐπάνοδός ἐστιν ἡ τῆς ἐφέσεως πλήρωσις· ἐφέσεως δὲ πλήρωσίς ἐστιν ἡ περὶ τὸ ἐφετὸν τῶν ἐφιεμένων ἀεικίνητος στάσις· ἀεικίνητος δὲ στάσις ἐστὶν ἡ τοῦ ἐφετοῦ διηνεκής τε καὶ ἀδιάστατος ἀπόλαυσις· ἀπόλαυσις δὲ διηνεκὴς καὶ ἀδιάστατος ἡ τῶν ὑπὲρ φύσιν θείων καθέστηκε μέθεξις· μέθεξις δὲ τῶν ὑπὲρ φύσιν θείων ἐστὶν ἡ πρὸς τὸ μετεχόμενον τῶν μετεχόντων ὁμοίωσις· ἡ δὲ πρὸς τὸ μετεχόμενον τῶν μετεχόντων ὁμοίωσίς ἐστιν ἡ κατ᾽ ἐνέργειαν πρὸς αὐτὸ τὸ μετεχόμενον τῶν μετεχόντων δι᾽ ὁμοιότητος ἐνδεχομένη ταυτότης· ἡ δὲ τῶν μετεχόντων ἐνδεχομένη κατ᾽ ἐνέργειαν δι᾽ ὁμοιότητος πρὸς τὸ μετεχόμενον ταυτότης ἐστὶν ἡ θέωσις τῶν ἀξιουμένων θεώσεως· ἡ δὲ θέωσίς ἐστι καθ᾽ ὑπογραφῆς λόγον πάντων τῶν χρόνων καὶ τῶν αἰώνων καὶ τῶν ἐν χρόνῳ καὶ αἰῶνι περιοχὴ καὶ πέρας· περιοχὴ δὲ καὶ πέρας τῶν χρόνων καὶ τῶν αἰώνων ἐστὶ καὶ πάντων τῶν ἐν αὐτοῖς ἡ τῆς ἀκραιφνοῦς καὶ κυρίως ἀρχῆς πρὸς τὸ κυρίως τέλος καὶ ἀκραιφνὲς ἐν τοῖς σῳζομένοις ἀδιάστατος ἑνότης· ἀδιάστατος δὲ τῆς ἀκραιφνοῦς ἀρχῆς τε καὶ τέλους ἑνότης ἐν τοῖς σῳζομένοις ἐστὶν ἡ κρείττων τῶν οὐσιωδῶς ἀρχῇ τε καὶ τέλει μεμετρημένων τῶν κατὰ φύσιν ἔκβασις· ἔκβασις δὲ τῶν κατ᾽ ἀρχὴν καὶ τέλος περιγεγραμμένων ἐστὶν ἡ ἄμεσος καὶ ἄπειρος καὶ ἐπ᾽ ἄπειρον ἐν τοῖς ἀξιωθεῖσι τῆς κατὰ τὸ κρεῖττον νοουμένης τῶν κατὰ φύσιν ἐκβάσεως ἐνέργεια τοῦ θεοῦ πανσθενὴς καὶ ὑπερδύναμος· ἄμεσος δὲ καὶ ἄπειρος καὶ ἐπ᾽ ἄπειρον ἐνέργεια τοῦ θεοῦ πανσθενής ἐστι καὶ ὑπερδύναμος ἡ κατὰ τὴν ἄφθεγκτον καὶ ὑπὲρ νόησιν ἕνωσιν ἄρρητός τε καὶ ὑπεράρρητος ἡδονὴ καὶ χαρὰ τῶν ἐνεργουμένων, ἧς οὐκ ἔστι νοῦν ἢ λόγον παντάπασιν ἢ νόησιν ἢ ῥῆσιν ἐν τῇ φύσει τῶν ὄντων εὑρεῖν.

Οὐκ ἔχει γὰρ ἡ φύσις τῶν ὑπὲρ φύσιν τοὺς λόγους, ὥσπερ οὐδὲ τῶν παρὰ φύσιν τοὺς νόμους· ὑπὲρ φύσιν δὲ λέγω τὴν θείαν καὶ ἀνεννόητον ἡδονήν, ἣν ποιεῖν πέφυκεν ὁ θεὸς φύσει κατὰ τὴν χάριν τοῖς ἀξίοις ἑνούμενος, παρὰ φύσιν δὲ τὴν κατὰ στέρησιν ταύτης συνισταμένην ἀνεκλάλητον ὀδύνην, ἣν ποιεῖν εἴωθεν ὁ θεός, φύσει παρὰ τὴν χάριν τοῖς ἀναξίοις ἑνούμενος. Κατὰ γὰρ τὴν ὑποκειμένην ἑκάστῳ ποιότητα τῆς διαθέσεως ὁ θεός, τοῖς πᾶσιν ἑνούμενος ὡς οἶδεν αὐτός, τὴν αἴσθησιν ἑκάστῳ παρέχεται καθώς ἐστιν ἕκαστος ὑφ᾽ ἑαυτοῦ διαπεπλασμένος πρὸς ὑποδοχὴν τοῦ πάντως πᾶσιν ἑνωθησομένου κατὰ τὸ πέρας τῶν αἰώνων.

Σωτηρίαν δὲ ψυχῶν, ὡς οἶμαι, τυχὸν ὁ τῶν ἀποστόλων ἀκρότατος ἔφη Πέτρος, ὡς πίστεως τέλος, τῶν ὑπὲρ φύσιν τὴν μέθεξιν· περὶ ἧς σωτηρίας, διὰ πνεύματος ἁγίου δηλαδή, σαφῶς ἐξεζήτησαν προφῆται καὶ ἐξηρεύνησαν εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας.

Οὐκοῦν τοὺς ἐκζητοῦντας ἐν πνεύματι τὴν τῶν ψυχῶν σωτηρίαν καὶ ἐξερευνῶντας τοὺς ταύτης πνευματικοὺς τῆς σωτηρίας λόγους τε καὶ τρόπους ὁδηγεῖ πρὸς κατανόησιν τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἐῶν ἀκίνητον ἐν αὐτοῖς μένειν καὶ ἀνενέργητον τὴν δι᾽ ἧς ἐκζητεῖν τὰ θεῖα πεφύκασι δύναμιν, πρῶτον μὲν αὐτοὺς διδάσκον ζητῆσαι τὴν κατὰ τὴν ἁμαρτίαν τῆς προαιρέσεως ἢ τὴν κατὰ τὴν προαίρεσιν τῆς ἁμαρτίας νέκρωσιν καὶ τὴν κατὰ τὴν ἀρετὴν τῆς προαιρέσεως ἢ τὴν κατὰ τὴν προαίρεσιν τῆς ἀρετῆς ἀναβίωσιν, ἐρευνῆσαι δὲ τῆς κατὰ τὴν ἁμαρτίαν τῆς προαιρέσεως ἢ τῆς κατὰ τὴν προαίρεσιν τῆς ἁμαρτίας νεκρώσεως τοὺς τρόπους, ὡσαύτως δὲ καὶ τῆς κατὰ τὴν ἀρετὴν τῆς προαιρέσεως ἢ τῆς ἀρετῆς κατὰ τὴν προαίρεσιν ἀναστάσεως τοὺς λόγους· δι᾽ ὧν, τρόπων τέ φημι καὶ λόγων, ἡ κατὰ τὴν προαίρεσιν τῆς ἁμαρτίας ἢ ἡ κατὰ τὴν ἁμαρτίαν τῆς προαιρέσεως νέκρωσις καὶ ἡ κατὰ τὴν προαίρεσιν τῆς ἀρετῆς ἢ τῆς προαιρέσεως κατὰ τὴν ἀρετὴν ἀνάστασις γίνεσθαι πέφυκεν, ἔχουσα προδήλως κατὰ τὸν αἰῶνα τοῦτον, ὃν καιρὸν προσηγόρευσεν ὁ λόγος, τὰ εἰς Χριστόν, ἤγουν ὑπὲρ Χριστοῦ, περὶ φύσιν παθήματα, ἅπερ αὐτοῖς προεμαρτύρετο τὸ πνεῦμα τὸ ἅγιον, ἵνα γένωνται σύμφυτοι τοῦ θανάτου τοῦ Χριστοῦ κατὰ τὴν νέκρωσιν τῆς ἁμαρτίας καὶ τῆς ἀναστάσεως κατὰ τὴν ἔγερσιν τῆς ἀρετῆς.

Δεῖ γὰρ ὡς ἀληθῶς τὸν σωθησόμενον μὴ μόνον τῇ προαιρέσει νεκρῶσαι τὴν ἁμαρτίαν, ἀλλὰ καὶ αὐτὴν τὴν προαίρεσιν τῇ ἁμαρτίᾳ, καὶ μὴ μόνον ἀναστῆσαι τῇ ἀρετῇ τὴν προαίρεσιν, ἀλλὰ καὶ αὐτὴν τῇ προαιρέσει τὴν ἀρετήν, ἵνα νεκρὰ νεκρᾶς ὅλης ὅλη διαιρεθεῖσα τῆς ἁμαρτίας μὴ αἰσθάνηται καὶ ζῶσα ζώσης ὅλης ὅλη τῆς ἀρετῆς ἐπαισθάνηται καθ᾽ ἕνωσιν ἀδιάσπαστον ἡ προαίρεσις.

Ταῦτα μὲν τυχὸν πρῶτον ζητήσαντες καὶ ἐρευνήσαντες οἱ ἅγιοι διὰ πνεύματος ἁγίου τὴν πρακτικὴν κατώρθωσαν φιλοσοφίαν· μεθ᾽ ἥν, οἷα δὴ καθαροὶ γεγονότες καὶ παντὸς ἐλεύθεροι μολυσμοῦ, πρὸς τὸ τέλος τῶν ὄντων ὑπὸ τοῦ αὐτοῦ πνεύματος τὸ νοερὸν ἐκίνησαν ὄμμα τῆς ψυχῆς, ἐκζητοῦντες μετὰ τὴν προαιρετικὴν ἀνάστασιν καὶ τὴν τῆς φύσεως ἀφθαρσίαν, καὶ ἐξερευνῶντες τούς τε τρόπους καὶ τοὺς λόγους τῆς κατ᾽ αὐτὴν θεοπρεποῦς ἀθανασίας. Οὐ γὰρ ἐζήτουν ἔτι τὴν ἀνάστασιν τῆς προαιρέσεως, ἣν ἤδη κατὰ τὴν πρακτικὴν λαβόντες εἶχον παρὰ τοῦ πνεύματος, οὐδὲ τοὺς κατ᾽ αὐτὴν ἠρεύνων τρόπους, οὓς φθάσαντες κατώρθωσαν διὰ τῆς χάριτος, ἀλλ᾽ ἣν οὐκ εἶχον τῆς φύσεως ἐξεζήτουν ἀφθαρσίαν, καὶ τοὺς τρόπους καὶ τοὺς λόγους τῆς κατ᾽ αὐτὴν ἐξηρεύνων θεώσεως, πρὸς ἣν ἠπείγοντο τῆς κατ᾽ αὐτὴν ἐν Χριστῷ δόξης ἐπιθυμοῦντες, ἵνα, ὥσπερ συνέπαθον αὐτῷ κατὰ τὸν αἰῶνα τοῦτον, ὅν, ὡς ἔφην, καιρὸν ὠνόμασεν ὁ λόγος, οὕτως καὶ συνδοξασθῶσι κατὰ τὸν αἰῶνα τὸν μέλλοντα, κληρονόμοι μὲν ὑπὲρ φύσιν θεοῦ κατὰ τὴν χάριν, συγκληρονόμοι δὲ Χριστοῦ, κατ᾽ οἰκονομίαν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως τὴν ὅλην οἰκειουμένου φύσιν, γινόμενοι.

Θεὸς γὰρ ὑπάρχων φύσει καὶ ἄνθρωπος ὁ Χριστὸς ὑφ᾽ ἡμῶν ὡς θεὸς ὑπὲρ φύσιν χάριτι κληρονομεῖται κατὰ τὴν ἄρρητον μέθεξιν καί, δι᾽ ἡμᾶς ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς ὡς ἄνθρωπος ἡμᾶς οἰκειούμενος, ἑαυτὸν κληρονομεῖ σὺν ἡμῖν κατὰ τὴν ἀνεννόητον συγκατάβασιν· ὃν τῷ πνεύματι μυστικῶς οἱ ἅγιοι προθεωρήσαντες ἐδιδάχθησαν ὡς χρὴ τῆς κατὰ τὸ μέλλον φανησομένης διὰ τὴν ἀρετὴν ἐν Χριστῷ δόξης τὰ εἰς αὐτὸν ὑπὲρ ἀρετῆς κατὰ τὸ παρὸν προκαθηγεῖσθαι παθήματα· ἐρευνῶντες γάρ, φησίν, εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας.

Οὐκοῦν καὶ ἐξεζήτουν καὶ ἐξηρεύνων οὐ μόνον τὴν ἀφθαρσίαν τῆς φύσεως καὶ τοὺς λόγους τῆς κατ᾽ αὐτὴν ἐκθεώσεως, ἀλλὰ δὴ καὶ τὸν καιρὸν καθ᾽ ὃν ἡ διὰ παθημάτων ὑπὲρ αὐτῆς δοκιμασία γενήσεται, φανερὰν ποιουμένη τῶν τε κατ᾽ ἀλήθειαν αὐτῆς ἐφιεμένων τὴν διάθεσιν καὶ τῶν καθ᾽ ὑπόκρισιν ἐρᾶν αὐτῆς νομιζομένων τὴν πρόθεσιν, καὶ τὸν ἄλλον καιρόν, ἤγουν αἰῶνα, καθ᾽ ὃν παροῦσα φανήσεται κατ᾽ ἐνέργειαν, πάντας ἀναλόγως, καθὼς ἕκαστός ἐστιν αὐτῆς δεκτικός, μεταποιοῦσα πρὸς τὴν θείαν ὁμοίωσιν· ἣν δόξαν τυχὸν τοῖς ὑπὲρ ἀρετῆς μεθεπομένην πόνοις προεῖπεν ὁ λόγος. Ταῦτα μὲν ἐρεῖ τις ἀπολογούμενος πρὸς τὸν λέγοντα τί δήποτε μὴ ζήτησιν καὶ ἐρεύνησιν, ἀλλ᾽ ἐκζήτησιν ἐνταῦθα καὶ ἐξερεύνησιν εἶπεν ἡ γραφή, καὶ τὸν πρόχειρον νοῦν ἐμφαντικῶς προδεικνύμενος.

Ἐγὼ δὲ καὶ ἄλλον οἶδα παρά τινος σοφοῦ λόγον ἀκούσας. Ἕλεγε γὰρ ἐκεῖνος, μυστικώτερον τὸν περὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῆς τε ζητήσεως καὶ τῆς ἐκζητήσεως λόγον ποιούμενος, πρὸς μὲν τὴν ἀρχὴν τετάχθαι φυσικῶς τὴν ζήτησιν, πρὸς δὲ τὸ τέλος τὴν ἐκζήτησιν· οὐ γάρ τις φυσικῶς ἐκζητεῖ τὴν ἀρχήν, ὥσπερ οὐδὲ ζητεῖ φυσικῶς τὸ τέλος, ἀλλὰ τὴν μὲν ἀρχὴν ζητεῖ, τὸ δὲ τέλος ἐκζητεῖ.

Ἀφ᾽ οὗ γάρ, ἔφασκεν, ἅμα τῷ εἶναι διὰ τῆς παρακοῆς τὴν οἰκείαν ἀρχὴν ὀπίσω ποιήσας ὁ ἄνθρωπος ζητεῖν οὐκ ἠδύνατο τὸ κατόπιν αὐτοῦ γεγενημένον, καὶ ἐπειδὴ φυσικῶς ἡ ἀρχὴ περιγράφει τῶν ὑπ᾽ αὐτῆς γεγενημένων τὴν κίνησιν, εἰκότως προσηγορεύθη καὶ τέλος, εἰς ὅπερ, ὡς αἰτίαν τῆς τῶν κινουμένων κινήσεως, δέχεται πέρας ὁ δρόμος. Ἐκζητῶν οὖν τὸ ἑαυτοῦ τέλος ὁ ἄνθρωπος εἰς τὴν ἀρχὴν καταντᾷ, φυσικῶς ἐν τῷ τέλει τυγχάνουσαν· ἧς ἀπολιπὼν τὴν ζήτησιν, τὴν αὐτῆς, ὡς τέλους φύσει, μετῆλθεν ἐκζήτησιν. Οὐ γὰρ ἦν αὐτῆς διαφυγεῖν τὴν περιγραφήν, πανταχόθεν αὐτὸν περιϊσταμένην καὶ τὴν αὐτοῦ περιορίζουσαν κίνησιν. Οὐκ ἦν οὖν ζητῆσαι τὴν ἀρχήν, ὡς ἔφην, ὀπίσω γεγενημένην, ἀλλ᾽ ἐκζητῆσαι τὸ τέλος ἐμπρὸς ὑπάρχον, ἵνα γνῷ διὰ τοῦ τέλους τὴν ἀπολειφθεῖσαν ἀρχήν, ἐπειδὴ μὴ ἔγνω τὸ τέλος ἐκ τῆς ἀρχῆς. Καὶ τοῦτο τυχὸν ὁ σοφὸς μυσταγωγῶν Σολομών φησιν· τί τὸ γεγενημένον, αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον, αὐτὸ τὸ ποιηθησόμενον, ὡσανεὶ σαφῶς τὴν ἀρχὴν ἐκ τοῦ τέλους δεικνύς. Οὐκέτι γὰρ μετὰ τὴν παράβασιν δείκνυται τὸ τέλος ἐκ τῆς ἀρχῆς, ἀλλ᾽ ἡ ἀρχὴ ἐκ τοῦ τέλους, οὐδὲ ζητεῖ τις τοὺς τῆς ἀρχῆς λόγους, ἀλλ᾽ ἐκζητεῖ τοὺς πρὸς τὸ τέλος τοὺς κινουμένους ἀπάγοντας.

Εἰ δέ, ὅτι πολλαχοῦ τῆς γραφῆς ἡ ζήτησις εἴρηται, ὡς τὸ ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν, καὶ ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, βεβαίαν οὐχ ἡγεῖται ταύτην ἔννοιαν, αὐτόθεν ἔχει νουνεχῶς ἐπισκήπτων τῶν λεχθέντων τὴν πίστωσιν. Εἰπὼν γὰρ ὁ λόγος ζήτησον εἰρήνην καὶ δίωξον αὐτὴν ἐν τῷ τέλει τὴν ἀρχὴν διῶξαι παρενεγύησε καὶ τὴν βασιλείαν, ἀρχὴν οὖσαν διὰ τῆς δικαιοσύνης, ὡς τέλους τῆς βασιλείας, ἐκζητῆσαι παρεκελεύσατο. Βασιλεία γὰρ θεοῦ πρὸ πάσης ἐστὶ δικαιοσύνης, μᾶλλον δὲ κυριώτερον εἰπεῖν αὐτοδικαιοσύνη, πρὸς ἥν, ὡς τέλος, ἐπείγεται πᾶσα σπουδαίου κίνησις.

Εἰ γὰρ δικαιοσύνη ἐστὶν ἡ τοῦ ἴσου κατ᾽ ἀξίαν ἑκάστῳ διανέμησις, βασιλεία δὲ ἔννομός ἐστιν ἐπιστασία, ἄρα ταὐτὸν τῇ βασιλείᾳ ἡ δικαιοσύνη, δι᾽ ἦς, ὡς τέλους, ὁδεύειν τοῖς βουλομένοις ἐστὶν εὐμαρές, ὡς πρὸς ἀρχὴν τὴν βασιλείαν· δικαιοσύνη γάρ ἐστι βασιλεία ἐνεργουμένη καὶ βασιλεία ἐστὶ δικαιοσύνη δι᾽ ἔργων κεκυρωμένη· τὸ γὰρ ἐννόμως ἐπιστατεῖν τοῖς οὖσι διανέμειν ἐστὶν ἑκάστῳ τὰ πρὸς ἀξίαν, καὶ τὸ διανέμειν ἑκάστῳ τὰ πρὸς ἀξίαν ἔννομός ἐστι τῶν ὄντων ἐπιστασία. Οὐκοῦν οὐδὲν τῆς κατὰ νοῦν τῆς ἁγίας γραφῆς ὁμαλότητος ἡ κατὰ τὴν λέξιν διαφορὰ παρεσάλευσεν, παρὰ τοῖς σοφοῖς δηλαδὴ τῶν θείων νοήμοσιν.

Εἰ δὲ καὶ καθ᾽ ἕτερον βούλοιτό τις ἐκδέχεσθαι τρόπον τήν τε ζήτησιν καὶ ἐρεύνησιν, καὶ τὴν ἐκζήτησιν καὶ τὴν ἐξερεύνησιν, εὑρήσει τὴν μὲν ζήτησιν καὶ τὴν ἐκζήτησιν περὶ τὸν νοῦν κινουμένας, τὴν δὲ ἐρεύνησιν καὶ τὴν ἐξερεύνησιν περὶ τὸν λόγον. Ζητεῖ γὰρ φυσικῶς ὁ νοῦς, ἐρευνᾷ δὲ κατὰ φύσιν ὁ λόγος. Ζήτησις γάρ ἐστιν, ἵν᾽ ὡς ἐν ὅρῳ περιλαβὼν εἴπω, ἁπλῆ τοῦ νοὸς πρός τι γνωστὸν μετ᾽ ἐφέσεως κίνησις· ἐρεύνησις δέ ἐστιν ἁπλῆ τοῦ λόγου περί τι γνωστὸν μετά τινος ἐννοίας διάκρισις· ἐκζήτησις δέ ἐστιν ἡ κατ᾽ ἐπιστήμην τοῦ νοὸς γνωστικὴ πρός τι γνωστὸν μετὰ ποιᾶς, ἤγουν τοιᾶσδε, ἐφέσεως κίνησις· ἐξερεύνησις δέ ἐστιν ἡ τοῦ λόγου κατ᾽ ἐνέργειαν περί τι γνωστὸν μετὰ ποιᾶς, ἤγουν τοιᾶσδε, ἐννοίας διάκρισις· οὕστινας ὅρους ἐπὶ τὰ θεῖα μεταφέροντες, φαμὲν ὅτι ζήτησίς ἐστιν ἡ τοῦ νοῦ πρώτη τε καὶ ἁπλῆ πρὸς τὴν ἰδίαν αἰτίαν μετ᾽ ἐφέσεως κίνησις, ἐρεύνησις δέ ἐστιν ἡ πρώτη τε καὶ ἁπλῆ τοῦ λόγου περὶ τὴν ἰδίαν αἰτίαν μετά τινος ἐννοίας διάκρισις, ἐκζήτησις δὲ πάλιν ἐστὶν ἡ τοῦ νοῦ κατ᾽ ἐπιστήμην γνωστικὴ πρὸς τὴν ἰδίαν αἰτίαν μετά τινος ζεούσης ἐφέσεως κίνησις, ἐξερεύνησις δέ ἐστιν ἡ τοῦ λόγου κατ᾽ ἐνέργειαν τῶν ἀρετῶν περὶ τὴν ἰδίαν αἰτίαν μετά τινος ἔμφρονος καὶ σοφῆς ἐννοίας γινομένη διάκρισις.

Οὐκοῦν καὶ οἱ ἅγιοι προφῆται, περὶ τῆς σωτηρίας τῶν ψυχῶν ἐκζητήσαντές τε καὶ ἐξερευνήσαντες, διάπυρον εἶχον καὶ ζέουσαν μετ᾽ ἐπιστήμης καὶ γνώσεως πρὸς τὸν θεὸν τὴν τοῦ νοῦ κατ᾽ ἔφεσιν κίνησιν, καὶ ἔμφρονα καὶ σοφὴν τὴν τοῦ λόγου κατὰ τὴν ἐνέργειαν τῶν θείων διάκρισιν· οὓς οἱ μιμούμενοι μετὰ γνώσεως καὶ ἐπιστήμης τὴν τῶν ψυχῶν ἐκζητοῦσι σωτηρίαν, καὶ μετὰ φρονήσεως καὶ σοφίας ἐξερευνῶντες μετέρχονται τὴν ἐν τοῖς θείοις ἔργοις διάκρισιν.

Ἐρώτησις ξʹ Ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾽ ἐσχάτων τῶν χρόνων δι᾽ ἡμᾶς. Ὑπὸ τίνος προεγνωσμένου; Ἀπόκρισις. Τὸ τοῦ Χριστοῦ μυστήριον Χριστὸν ὁ τῆς γραφῆς ὠνόμασε λόγος, καὶ μαρτυρεῖ σαφῶς οὑτωσὶ φάσκων ὁ μέγας ἀπόστολος· τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν νῦν ἐφανερώθη, ταὐτὸν λέγων δηλαδὴ τῷ Χριστῷ τὸ κατὰ Χριστὸν μυστήριον. Τοῦτο προδήλως ἐστὶν ἄρρητός τε καὶ ἀπερινόητος θεότητός τε καὶ ἀνθρωπότητος καθ᾽ ὑπόστασιν ἕνωσις, εἰς ταὐτὸν ἄγουσα τῇ θεότητι κατὰ πάντα τρόπον τῷ τῆς ὑποστάσεως λόγῳ τὴν ἀνθρωπότητα καὶ μίαν ἀμφοτέρων ἀποτελοῦσα τὴν ὑπόστασιν σύνθετον, τῆς αὐτῶν κατὰ φύσιν οὐσιώδους διαφορᾶς μηδεμίαν καθοτιοῦν ἐπάγουσα μείωσιν, ὥστε καὶ μίαν αὐτῶν γενέσθαι, καθὼς ἔφην, τὴν ὑπόστασιν καὶ τὴν φυσικὴν διαφορὰν ἀπαθῆ διαμένειν, καθ᾽ ἣν καὶ μετὰ τὴν ἕνωσιν ἀνελάττωτος αὐτῶν καὶ ἡνωμένων ἡ κατὰ φύσιν διασῴζεται ποσότης. Ὅπου γὰρ κατὰ τὴν ἕνωσιν οὐδὲν τὸ παράπαν τροπῆς ἢ ἀλλοιώσεως τοῖς ἑνωθεῖσι παρηκολούθησε πάθος, ἀκραιφνὴς ὁ κατὰ οὐσίαν ἑκατέρου τῶν ἡνωμένων διαμεμένηκε λόγος· ὧν δὲ ἀκραιφνὴς ὁ τῆς οὐσίας καὶ μετὰ τὴν ἕνωσιν διαμεμένηκε λόγος, τούτων ἀλώβητοι κατὰ πάντα τρόπον μεμενήκασιν αἱ φύσεις, μηδεμιᾶς τὸ σύνολον ἀρνησαμένης τὰ ἑαυτῆς διὰ τὴν ἕνωσιν.

Ἔπρεπε γὰρ τῷ ποιητῇ τῶν ὅλων καὶ γινομένῳ φύσει κατ᾽ οἰκονομίαν ὅπερ οὐκ ἦν καὶ ἑαυτὸν ὅπερ ἦν κατὰ φύσιν καὶ ὅπερ γέγονε φύσει κατ᾽ οἰκονομίαν ἄτρεπτον διασώσασθαι. Θεῷ γὰρ οὐ πέφυκεν ἐνθεωρεῖσθαι τροπή, ᾧ μηδεμία καθάπαξ κίνησις ἐπινοεῖται, περὶ ἣν ὑπάρχει τοῖς κινουμένοις τὸ τρέπεσθαι. Τοῦτό ἐστι τὸ μέγα καὶ ἀπόκρυφον μυστήριον. Τοῦτό ἐστι τὸ μακάριον, δι᾽ ὃ τὰ πάντα συνέστησαν, τέλος. Τοῦτό ἐστιν ὁ τῆς ἀρχῆς τῶν ὄντων προεπινοούμενος θεῖος σκοπός, ὃν ὁρίζοντες εἶναί φαμεν προεπινοούμενον τέλος, οὗ ἕνεκα μὲν τὰ πάντα, αὐτὸ δὲ οὐδενὸς ἕνεκεν· πρὸς τοῦτο τὸ τέλος ἀφορῶν τὰς τῶν ὄντων ὁ θεὸς παρήγαγεν οὐσίας. Τοῦτο κυρίως ἐστὶ τὸ τῆς προνοίας καὶ τῶν προνοουμένων πέρας, καθ᾽ ὃ εἰς τὸν θεὸν ἡ τῶν ὑπ᾽ αὐτοῦ πεποιημένων ἐστὶν ἀνακεφαλαίωσις. Τοῦτό ἐστι τὸ πάντας περιγράφον τοὺς αἰῶνας καὶ τὴν ὑπεράπειρον καὶ ἀπειράκις ἀπείρως προϋπάρχουσαν τῶν αἰώνων μεγάλην τοῦ θεοῦ βουλὴν ἐκφαῖνον μυστήριον, ἧς γέγονεν ἄγγελος αὐτὸς ὁ κατ᾽ οὐσίαν τοῦ θεοῦ λόγος, γενόμενος ἄνθρωπος καὶ αὐτόν, εἰ θέμις εἰπεῖν, τὸν ἐνδότατον πυθμένα τῆς πατρικῆς ἀγαθότητος φανερὸν καταστήσας καὶ τὸ τέλος ἐν ἑαυτῷ δείξας, δι᾽ ὃ τὴν πρὸς τὸ εἶναι σαφῶς ἀρχὴν ἔλαβον τὰ πεποιημένα.

Διὰ γὰρ τὸν Χριστόν, ἤγουν τὸ κατὰ Χριστὸν μυστήριον, πάντες οἱ αἰῶνες καὶ τὰ ἐν αὐτοῖς τοῖς αἰῶσιν ἐν Χριστῷ τὴν ἀρχὴν τοῦ εἶναι καὶ τὸ τέλος εἰλήφασιν. Ἕνωσις γὰρ προεπενοήθη τῶν αἰώνων ὅρου καὶ ἀοριστίας, καὶ μέτρου καὶ ἀμετρίας, καὶ πέρατος καὶ ἀπειρίας, καὶ κτίστου καὶ κτίσεως, καὶ στάσεως καὶ κινήσεως· ἥτις ἐν Χριστῷ ἐπ᾽ ἐσχάτων τῶν χρόνων φανερωθεῖσα γέγονεν, πλήρωσιν δοῦσα τῇ προγνώσει τοῦ θεοῦ δι᾽ ἑαυτῆς, ἵνα περὶ τὸ πάντῃ κατ᾽ οὐσίαν ἀκίνητον στῇ τὰ κατὰ φύσιν κινούμενα, τῆς πρός τε ἑαυτὰ καὶ πρὸς ἄλληλα παντελῶς ἐκβεβηκότα κινήσεως, καὶ λάβῃ τῇ πείρᾳ τὴν κατ᾽ ἐνέργειαν γνῶσιν τοῦ ἐν ᾧ στῆναι κατηξιώθησαν ἀναλλοίωτον καὶ ὡσαύτως ἔχουσαν τὴν τοῦ γνωσθέντος αὐτοῖς παρεχομένην ἀπόλαυσιν.

Διττὴν γὰρ οἶδε τὴν τῶν θείων γνῶσιν ὁ λόγος· τὴν μὲν σχετικήν, ὡς ἐν λόγῳ μόνῳ κειμένην καὶ νοήμασιν, καὶ τὴν κατ᾽ ἐνέργειαν τοῦ γνωσθέντος διὰ πείρας οὐκ ἔχουσαν αἴσθησιν, δι᾽ ἦς κατὰ τὴν παροῦσαν ζωὴν οἰκονομούμεθα, τὴν δὲ κυρίως ἀληθινὴν ἐν μόνῃ τῇ πείρᾳ κατ᾽ ἐνέργειαν δίχα λόγου καὶ νοημάτων ὅλην τοῦ γνωσθέντος κατὰ χάριν μεθέξει παρεχομένην τὴν αἴσθησιν, δι᾽ ἦς κατὰ τὴν μέλλουσαν λῆξιν τὴν ὑπὲρ φύσιν ὑποδεχόμεθα θέωσιν ἀπαύστως ἐνεργουμένην. Καὶ τὴν μὲν σχετικήν, ὡς ἐν λόγῳ κειμένην καὶ τοῖς νοήμασι, κινητικὴν εἶναί φασι τῆς πρὸς τὴν μεθέξει κατ᾽ ἐνέργειαν γνῶσιν ἐφέσεως, τὴν δὲ κατ᾽ ἐνέργειαν διὰ τῆς πείρας μεθέξει παρεχομένην τοῦ γνωσθέντος τὴν αἴσθησιν ἀφαιρετικὴν εἶναι τῆς ἐν λόγῳ κειμένης καὶ νοήμασι γνώσεως.

Ἀμήχανον γὰρ εἶναί φασιν οἱ σοφοὶ συνυπάρχειν τῇ πείρᾳ τοῦ θεοῦ τὸν περὶ θεοῦ λόγον, ἢ τῇ αἰσθήσει τοῦ θεοῦ τὴν περὶ αὐτοῦ νόησιν. Λόγον δὲ περὶ θεοῦ φημὶ τὴν ἐκ τῶν ὄντων ἀναλογίαν τῆς περὶ αὐτοῦ γνωστικῆς θεωρίας, αἴσθησιν δὲ τὴν ἐν τῇ μεθέξει πεῖραν τῶν ὑπὲρ φύσιν ἀγαθῶν, νόησιν δὲ τὴν ἐκ τῶν ὄντων περὶ αὐτοῦ ἁπλῆν καὶ ἑνιαίαν γνῶσιν. Τάχα δὲ καὶ ἐπ᾽ ἄλλου παντὸς τοῦτο γνωρίζεται, εἴπερ ἡ τοῦδε τοῦ πράγματος πεῖρα τὸν περὶ αὐτοῦ καταπαύει λόγον καὶ ἡ τοῦδε τοῦ πράγματος αἴσθησις τὴν περὶ αὐτοῦ σχολάζουσαν ἐργάζεται νόησιν.

Πεῖραν δὲ λέγω αὐτὴν τὴν κατ᾽ ἐνέργειαν γνῶσιν τὴν μετὰ πάντα λόγον ἐπιγινομένην, αἴσθησιν δὲ αὐτὴν τοῦ γνωσθέντος τὴν μέθεξιν τὴν μετὰ πᾶσαν νόησιν ἐκφαινομένην. Καὶ τοῦτο τυχὸν μυστικῶς διδάσκων ὁ μέγας ἀπόστολός φησιν· εἴτε προφητεῖαι, παύσονται, εἴτε γνώσεις, καταργηθήσονται, περὶ τῆς ἐν λόγῳ κειμένης καὶ νοήμασι γνώσεως δηλονότι φάσκων.

Τοῦτο τὸ μυστήριον προεγνώσθη πρὸ πάντων τῶν αἰώνων μόνῳ τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, τῷ μὲν κατ᾽ εὐδοκίαν, τῷ δὲ κατ᾽ αὐτουργίαν, τῷ δὲ κατὰ συνεργίαν· μία γὰρ ἡ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος γνῶσις, ὅτι καὶ μία οὐσία καὶ δύναμις. Οὐ γὰρ ἠγνόει τοῦ Υἱοῦ τὴν σάρκωσιν ὁ Πατὴρ ἢ τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι ἐν ὅλῳ τῷ Υἱῷ τὸ μυστήριον αὐτουργοῦντι τῆς ἡμῶν σωτηρίας διὰ σαρκώσεως ὅλος κατ᾽ οὐσίαν ὁ Πατήρ, οὐ σαρκούμενος ἀλλ᾽ εὐδοκῶν τοῦ Υἱοῦ τὴν σάρκωσιν, καὶ ὅλον ἐν ὅλῳ τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον κατ᾽ οὐσίαν ὑπῆρχεν, οὐ σαρκούμενον ἀλλὰ συνεργοῦν τῷ Υἱῷ τὴν δι᾽ ἡμᾶς ἀπόρρητον σάρκωσιν. Εἴτε οὖν Χριστὸν εἴποι τις εἴτε μυστήριον τοῦ Χριστοῦ, τούτου τὴν πρόγνωσιν μόνη κατ᾽ οὐσίαν ἔχει ἡ ἁγία Τριάς, Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα ἅγιον. Καὶ μηδεὶς διαπορήσῃ πῶς ὁ Χριστός, εἷς ὢν τῆς ἁγίας Τριάδος, ὑπ᾽ αὐτῆς προγινώσκεται, γινώσκων ὅτι οὐχ ὡς θεὸς ὁ Χριστὸς προεγνώσθη, ἀλλ᾽ ὡς ἄνθρωπος, ἤγουν ἡ κατ᾽ οἰκονομίαν αὐτοῦ διὰ τὸν ἄνθρωπον σάρκωσις.

Τὸ γὰρ ἀεὶ ὂν ἐκ τοῦ ἀεὶ ὄντος ὑπὲρ αἰτίαν καὶ λόγον οὐδέποτε προγινώσκεται· ἡ γὰρ πρόγνωσις τῶν ἀρχὴν ἐχόντων τοῦ εἶναι δι᾽ αἰτίαν ἐστίν. Προεγνώσθη οὖν ὁ Χριστὸς οὐχ ὅπερ ἦν κατὰ φύσιν δι᾽ ἑαυτόν, ἀλλ᾽ ὅπερ ἐφάνη κατ᾽ οἰκονομίαν δι᾽ ἡμᾶς γενόμενος ὕστερον. Ἔδει γὰρ ὡς ἀληθῶς τὸν κατὰ φύσιν τῆς τῶν ὄντων οὐσίας δημιουργὸν καὶ τῆς κατὰ χάριν αὐτουργὸν γενέσθαι τῶν γεγονότων θεώσεως, ἵνα ὁ τοῦ εὖ εἶναι δοτὴρ φανῇ καὶ τοῦ ἀεὶ εὖ εἶναι χαριστικός. Ἐπεὶ οὖν οὐδὲν τῶν ὄντων ἑαυτὸ τὸ παράπαν ἢ ἄλλο γινώσκει ὅ, τι ποτὲ κατ᾽ οὐσίαν ἐστίν, εἰκότως οὐδὲ τῶν γενησομένων οὐδενὸς οὐδὲν τῶν ὄντων ἔχει κατὰ φύσιν τὴν πρόγνωσιν, πλὴν τοῦ ὑπὲρ τὰ ὄντα θεοῦ, τοῦ καὶ ἑαυτὸν γινώσκοντος ὅ,τι ποτὲ κατ᾽ οὐσίαν ἐστὶ καὶ πάντων τῶν ὑπ᾽ αὐτοῦ πεποιημένων καὶ πρὶν γενέσθαι προεγνωκότος τὴν ὕπαρξιν, καὶ μέλλοντος κατὰ χάριν φιλοτιμεῖσθαι τοῖς οὖσι τὴν ἑαυτῶν καὶ ἀλλήλων ὅ,τι ποτὲ κατ᾽ οὐσίαν ὑπάρχουσι γνῶσιν καὶ τοὺς ἐν αὐτῷ μονοειδῶς προόντας τῆς αὐτῶν γενέσεως φανερῶσαι λόγους.

Τὸ γὰρ δὴ λέγειν τινὰς προεγνῶσθαι τὸν Χριστὸν πρὸ καταβολῆς κόσμου ἐκείνοις, οἷς ὕστερον ἐφανερώθη ἐπ᾽ ἐσχάτων τῶν χρόνων, ὡς αὐτῶν ἐκείνων πρὸ καταβολῆς κόσμου ὄντων σὺν τῷ προεγνωσμένῳ Χριστῷ, ὡς τῆς ἀληθείας ἀλλότριον ὄντα τὸν λόγον, οἷα δὴ συναΐδιον τῷ θεῷ τὴν τῶν λογικῶν οὐσίαν εἰσάγοντα, παραγραφόμεθα.

Οὐ γάρ ἐστι παντελῶς σὺν Χριστῷ γενέσθαι καθώς ἐστι καὶ πάλιν αὐτοῦ τὸ σύνολον ἀπογενέσθαι ποτέ, εἴπερ ἐν αὐτῷ πέφυκεν ἡ τῶν αἰώνων ἀποπεράτωσις γίνεσθαι καὶ ἡ στάσις τῶν κινουμένων, καθ᾽ ἣν οὐδὲν ἔσται τὸ παράπαν τῶν ὄντων τρεπόμενον.

Ἄμωμον δὲ καὶ ἄσπιλον ὁ τῆς γραφῆς τὸν Χριστὸν ἔφη λόγος, ὡς κατὰ ψυχὴν καὶ σῶμα φύσει παντελῶς τῆς κατὰ τὴν ἁμαρτίαν φθορᾶς ἀλλότριον· οὐ γὰρ ἔσχεν αὐτοῦ μῶμον κακίας ἡ ψυχή, οὐδὲ τὸ σῶμα σπίλον τῆς ἁμαρτίας.