Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα πρὸς Θαλάσσιον

Μάξιμος ὁ Ὁμολογητής

Ερωτήσεις 1-10

Ερμηνευτικές αποκρίσεις σε γραφικά ζητήματα, μεταξύ των οποίων η φύση των παθών, η συνεχιζόμενη ενέργεια του Θεού, τα ιμάτια του Χριστού, το βάπτισμα και ο φόβος του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 3 από 14

ΕΡΩΤΗΣΙΣ Αʹ Τὰ πάθη αὐτὰ καθ᾽ αὑτὰ κακὰ ἢ παρὰ τὴν χρῆσιν κακά; Λέγω δὲ ἡδονὴν καὶ λύπην, ἐπιθυμίαν καὶ φόβον, καὶ τὰ τούτοις ἑπόμενα. Ἀπόκρισις. Τὰ πάθη ταῦτα, ὥσπερ καὶ τὰ λοιπά, τῇ φύσει τῶν ἀνθρώπων προηγουμένως οὐ συνεκτίσθη, ἐπεὶ καὶ εἰς τὸν ὅρον ἂν συνετέλουν τῆς φύσεως. Λέγω δέ, παρὰ τοῦ Νυσσαέως μεγάλου Γρηγορίου μαθών, ὅτι διὰ τὴν τῆς τελειότητος ἔκπτωσιν ἐπεισήχθη ταῦτα, τῷ ἀλογωτέρῳ μέρει προσφυέντα τῆς φύσεως· δι᾽ ὧν, ἀντὶ τῆς θείας καὶ μακαρίας εἰκόνος, εὐθὺς ἅμα τῇ παραβάσει διαφανὴς καὶ ἐπίδηλος ἐν τῷ ἀνθρώπῳ γέγονεν ἡ τῶν ἀλόγων ζῴων ὁμοίωσις. Ἔδει γάρ, τῆς ἀξίας τοῦ λόγου καλυφθείσης, ὑφ᾽ ὧν γνωμικῶς ἐπεσπάσατο τῆς ἀλογίας γνωρισμάτων ἐνδίκως τὴν φύσιν τῶν ἀνθρώπων κολάζεσθαι, σοφῶς εἰς συναίσθησιν τῆς λογικῆς μεγαλονοίας ἐλθεῖν οἰκονομοῦντος τοῦ θεοῦ τὸν ἄνθρωπον.

Πλὴν καλὰ γίνεται καὶ τὰ πάθη ἐν τοῖς σπουδαίοις, ὁπηνίκα σοφῶς αὐτὰ τῶν σωματικῶν ἀποστήσαντες, πρὸς τὴν τῶν οὐρανίων μεταχειρίζονται κτῆσιν· οἷον, τὴν μὲν ἐπιθυμίαν τῆς νοερᾶς τῶν θείων ἐφέσεως ὀρεκτικὴν ἐργάσονται κίνησιν, τὴν ἡδονὴν δὲ τῆς ἐπὶ τοῖς θείοις χαρίσμασι τοῦ νοῦ θελκτικῆς ἐνεργείας εὐφροσύνην ἀπήμονα, τὸν δὲ φόβον τῆς μελλούσης ἐπὶ πλημμελήμασι τιμωρίας προφυλακτικὴν ἐπιμέλειαν, τὴν δὲ λύπην διορθωτικὴν ἐπὶ παρόντι κακῷ μεταμέλειαν, καὶ συντόμως εἰπεῖν, κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν, σώματι φθαρτικοῦ θηρὸς τῆς ἐχίδνης τὴν οὖσαν ἢ μελετωμένην ἀφαιρουμένους λώβωσιν, τοῖς πάθεσι τούτοις πρὸς ἀναίρεσιν χρώμενοι παρούσης κακίας ἢ προσδοκωμένης, καὶ κτῆσιν καὶ φυλακὴν ἀρετῆς τε καὶ γνώσεως. Καλὰ οὖν, ὡς ἔφην, ταῦτα τυγχάνει διὰ τὴν χρῆσιν ἐν τοῖς πᾶν νόημα αἰχμαλωτίζουσιν εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.

Εἰ δὲ καὶ ἐπὶ θεοῦ τι τούτων εἴρηται τῇ γραφῇ ἢ ἐπὶ ἁγίων, ἐπὶ μὲν θεοῦ, δι᾽ ἡμᾶς, ὡς ἡμῖν προσφυῶς διὰ τῶν ἡμετέρων παθῶν τὰς σωστικὰς ἡμῶν καὶ ἀγαθουργοὺς τῆς προνοίας προόδους ἐκφαίνοντος, ἐπὶ δὲ τῶν ἁγίων, ὡς οὐκ ἄλλως δυναμένων τὰς περὶ θεὸν νοερὰς αὐτῶν σχέσεις τε καὶ διαθέσεις διὰ φωνῆς προενέγκαι σωματικῆς, χωρὶς τῶν ἐγνωσμένων τῇ φύσει παθῶν.

ΕΡΩΤΗΣΙΣ Βʹ Εἰ πάντα τὰ εἴδη τὰ συμπληροῦντα τὸν κόσμον ἐν ταῖς ἓξ ἡμέραις ὁ δημιουργὸς ἐποίησεν, τί μετὰ ταῦτα ὁ πατὴρ ἐργάζεται; Λέγει γὰρ ὁ σωτὴρ ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Μή τι ἆρα τὴν τῶν ἅπαξ γεγονότων εἰδῶν συντήρησιν λέγει;

Ἀπόκρισις. Τοὺς μὲν πρώτους τῶν γεγονότων λόγους ὁ θεὸς καὶ τὰς καθόλου τῶν ὄντων οὐσίας ἅπαξ, ὡς οἶδεν αὐτός, συμπληρώσας, ἔτι ἐργάζεται οὐ μόνον τὴν τούτων αὐτῶν πρὸς τὸ εἶναι συντήρησιν, ἀλλὰ καὶ τὴν κατ᾽ ἐνέργειαν τῶν ἐν αὐτοῖς δυνάμει μερῶν δημιουργίαν πρόοδόν τε καὶ σύστασιν, ἔτι μὴν καὶ τὴν διὰ τῆς προνοίας πρὸς τὰ καθόλου τῶν μερικῶν ἐξομοίωσιν, ἕως ἄν, τῷ κατὰ φύσιν γενικωτέρῳ λόγῳ τῆς λογικῆς οὐσίας διὰ τῆς πρὸς τὸ εὖ εἶναι κινήσεως τῶν μερικῶν τὴν αὐθαίρετον ἑνώσας ὁρμήν, ποιήσειεν ἀλλήλοις τε καὶ τῷ ὅλῳ σύμφωνα καὶ ταὐτοκίνητα, μὴ ἐχόντων τὴν γνωμικὴν πρὸς τὰ καθόλου τῶν ἐπὶ μέρους διαφοράν, ἀλλ᾽ εἷς καὶ ὁ αὐτὸς ἐφ᾽ ὅλων θεωρηθήσεται λόγος, μὴ διαιρούμενος τοῖς τῶν καθ᾽ ὧν ἴσως κατηγορεῖται τρόποις, καὶ οὕτως ἐνεργουμένην τὴν ἐκθεωτικὴν τῶν ὅλων ἐπιδείξηται χάριν· δι᾽ ἣν γενόμενος ἄνθρωπος ὁ θεὸς καὶ λόγος φησὶν ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, ὁ μὲν εὐδοκῶν, ὁ δὲ αὐτουργῶν, καὶ τοῦ ἁγίου πνεύματος οὐσιωδῶς τήν τε τοῦ πατρὸς ἐπὶ πᾶσιν εὐδοκίαν καὶ τὴν αὐτουργίαν τοῦ υἱοῦ συμπληροῦντος, ἵνα γένηται διὰ πάντων καὶ ἐν πᾶσι εἷς ὁ ἐν τριάδι θεός, ἀναλόγως ὅλος ἑκάστῳ κατὰ χάριν τῶν ἀξιουμένων καὶ ὅλοις ἐνθεωρούμενος, ὡς ὅλῳ καὶ ἑκάστῳ μέλει τοῦ σώματος δίχα μειώσεως ἐνυπάρχει φυσικῶς ἡ ψυχή.

ΕΡΩΤΗΣΙΣ Γʹ. Τίς ἐστι κατὰ τὸ εὐαγγέλιον ὁ ἐν τῇ πόλει τὸ κεράμιον βαστάζων τοῦ ὕδατος, καὶ διὰ τί ὕδατος, ᾧ οἱ ὑπὸ Χριστοῦ πεμπόμενοι μαθηταὶ ἀπαντῶσι καὶ κελεύονται ἀκολουθεῖν; Τίς τε ὁ οἰκοδεσπότης; Καὶ διὰ τί παρὰ τοῖς εὐαγγελισταῖς σιωπᾶται τὸ ὄνομα; Καὶ τί τὸ ἀνώγαιον τὸ μέγα καὶ ἐστρωμένον, ἐν ᾧ τὸ φρικτὸν τοῦ θείου δείπνου ἐκτελεῖται μυστήριον;

Ἀπόκρισις. Οὐ μόνον ἡ γραφὴ παρεσιώπησε τοῦ ἀνθρώπου τὸ ὄνομα, πρὸς ὃν ἀπέστειλεν ὁ σωτὴρ τοὺς δύο μαθητὰς εἰς τὴν τοῦ πάσχα παρασκευήν, ἀλλὰ καὶ τῆς πόλεως εἰς ἣν ἀπεστάλησαν. Ὅθεν, κατὰ πρώτην ἐπιβολήν, ὑπονοῶ τοῦτο δηλοῦσθαι διὰ τῆς πόλεως τὸν αἰσθητὸν κόσμον, τὸν ἄνθρωπον δὲ τὴν καθόλου φύσιν τῶν ἀνθρώπων, πρὸς ἣν ἀποστέλλονται, ὥσπερ μαθηταὶ τοῦ θεοῦ καὶ λόγου, καὶ πρόδρομοι τῆς αὐτοῦ πρὸς τὴν φύσιν τῶν ἀνθρώπων μυστικῆς εὐωχίας ἑτοιμασταί, ὁ τῆς πρώτης διαθήκης νόμος καὶ ὁ τῆς καινῆς, ὁ μὲν διὰ τῆς πρακτικῆς φιλοσοφίας παντὸς μολυσμοῦ τὴν φύσιν ἀποκαθαίρων, ὁ δὲ διὰ τῆς θεωρητικῆς μυσταγωγίας ἀπὸ τῶν σωματικῶν πρὸς τὰ συγγενῆ τῶν νοητῶν θεάματα τὸν νοῦν γνωστικῶς ἀναβιβάζων. Καὶ τούτου τεκμήριον τὸ τοὺς πεμφθέντας μαθητὰς εἶναι Πέτρον καὶ Ἰωάννην· ἔστι γὰρ ὁ μὲν Πέτρος πράξεως, ὁ δὲ Ἰωάννης θεωρίας σύμβολον.

Διὸ προσφόρως ὑπαντᾷ πρῶτος αὐτοῖς ὁ τὸ κεράμιον βαστάζων τοῦ ὕδατος, σημαίνων δι᾽ ἑαυτοῦ πάντας τοὺς κατὰ τὴν πρακτικὴν φιλοσοφίαν τοῖς ὤμοις τῶν ἀρετῶν, ὡς ἐν κεραμίῳ, τῇ νεκρώσει τῶν ἐπὶ γῆς μελῶν τοῦ σώματος φρουρουμένην βαστάζοντας τὴν διὰ τῆς πίστεως τῶν μολυσμῶν αὐτοὺς ἐκκαθαίρουσαν χάριν τοῦ πνεύματος, εἶτα μετὰ τοῦτον δεύτερος ὁ τὸ ἀνώγαιον τὸ ἐστρωμένον δεικνὺς οἰκοδεσπότης, διδάσκων ὡσαύτως δι᾽ ἑαυτοῦ πάντας τοὺς κατὰ τὴν θεωρίαν τὸ ὕψος τῆς ἑαυτῶν καθαρᾶς καὶ μεγαλοφυοῦς διανοίας, ὥσπερ ἀνώγαιον, πρὸς ὑποδοχὴν τοῦ μεγάλου λόγου θεοπρεπῶς γνωστικοῖς νοήμασί τε καὶ δόγμασι καταστρώσαντας. Ἡ δὲ οἰκία ἐστὶν ἡ κατ᾽ εὐσέβειαν ἕξις, πρὸς ἣν ὁ μὲν πρακτικὸς ὁδεύει νοῦς τὴν ἀρετὴν διέπων, δεσπόζει δὲ ταύτης, ὡς ἰδίαν λοιπὸν φύσει κτησάμενος, ὁ τῷ θείῳ φωτὶ τῆς μυστικῆς γνώσεως καταλαμπόμενος νοῦς καὶ διὰ τοῦτο, σὺν τῷ πρακτικῷ, τῆς ὑπερφυοῦς τοῦ σωτῆρος λόγου παρουσίας τε καὶ εὐωχίας ἀξιούμενος.

Εἷς μὲν οὖν ὁ ἄνθρωπος εἴρηται καὶ δύο, εἴπερ ὁ μὲν κεράμιον βαστάζων γέγραπται, ὁ δὲ οἰκοδεσπότης ἀνηγόρευται· εἷς μέν, ὡς ἔφην, τυχόν, διὰ τὴν μίαν φύσιν, δύο δὲ διὰ τὸ ταύτην τὴν φύσιν τοῖς πρακτικοῖς κατ᾽ εὐσέβειαν διῃρῆσθαι καὶ θεωρητικοῖς· οὓς πάλιν διὰ τοῦ πνεύματος μιγνὺς ὁ λόγος ἕνα καλεῖ τε καὶ ποιεῖ.

Εἰ δὲ καὶ εἰς τὸν καθέκαστον ἄνθρωπον θέλοι τις τὰ εἰρημένα θεωρῆσαι, τῆς ἀληθείας οὐκ ἐκβέβηκε. Πόλις γάρ ἐστιν ἡ τοῦ καθέκαστον ψυχή, εἰς ἣν διαπαντὸς ἀποστέλλονται, ὡς μαθηταὶ τοῦ λόγου καὶ θεοῦ, οἱ περὶ ἀρετῆς καὶ γνώσεως λόγοι. Ὁ δὲ τὸ κεράμιον βαστάζων τοῦ ὕδατός ἐστιν ὁ ἀνέχων τοῖς ὤμοις τῆς ἐγκρατείας ἀκαθαίρετον τὴν ἐν τῷ βαπτίσματι δοθεῖσαν χάριν τῆς πίστεως καρτερικὸς τρόπος τε καὶ λογισμός. Ἡ δὲ οἰκία ἐστὶν ἡ ἐκ πολλῶν καὶ διαφόρων, ὥσπερ λίθων, στερρῶν τε καὶ ἀνδρικῶν ἠθῶν τε καὶ λογισμῶν οἰκοδομηθεῖσα κατάστασίς τε καὶ ἕξις τῶν ἀρετῶν. Τὸ δὲ ἀνώγαιον ἡ πλατεῖα καὶ εὐρύχωρός ἐστι διάνοιά τε καὶ ἐπιτηδειότης τῆς γνώσεως, θείοις μυστικῶν τε καὶ ἀπορρήτων δογμάτων κατακοσμηθεῖσα θεάμασιν. Ὁ δὲ οἰκοδεσπότης ἐστὶν ὁ νοῦς ὁ τῷ λαμπρῷ τῆς κατ᾽ ἀρετὴν οἰκίας καὶ τῷ ὕψει κάλλει τε καὶ μεγέθει τῆς γνώσεως ἐμπλατυνόμενος· πρὸς ὃν μετὰ τῶν αὐτοῦ μαθητῶν, τουτέστι τῶν περὶ φύσεως καὶ χρόνου πρώτων καὶ πνευματικῶν νοημάτων, ἐνδημῶν ὁ λόγος ἑαυτὸν μεταδίδωσιν. Πάσχα γὰρ ἀληθῶς ἐστιν ἡ πρὸς τὸν ἀνθρώπινον νοῦν τοῦ λόγου διάβασις, καθ᾽ ἣν τὸ πλῆρες ἅπασι χαρίζεται τοῖς ἀξίοις διὰ τῆς τῶν οἰκείων ἀγαθῶν μετοχῆς παραγινόμενος μυστικῶς ὁ τοῦ θεοῦ λόγος.

ΕΡΩΤΗΣΙΣ Δʹ Πῶς τοῖς μαθηταῖς ἐνετείλατο ὁ κύριος μὴ κτήσασθαι δύο χιτῶνας, αὐτὸς πέντε κεκτημένος κατὰ τὸν ἅγιον εὐαγγελιστὴν Ἰωάννην, ὡς ἐκ τῶν μερισαμένων αὐτὰ δῆλόν ἐστι. Καὶ τίνα ταῦτα τυγχάνει τὰ ἱμάτια;

Ἀπόκρισις. Ὁ σωτὴρ οὐκ ἔσχε πέντε χιτῶνας ἀλλ᾽ ἕνα τὸν ἐπὶ τοῦ σώματος καὶ τὴν ἔξω περιβολήν, ὧν τὸ μὲν ἐντὸς ἐπὶ τοῦ σώματος καλοῦσι χιτώνιον, τὴν ἔξω δὲ περιβολὴν προσαγορεύουσιν ἱμάτιον. Ἀλλὰ μυστικῶς τῷ ῥητῷ τῆς ἱστορίας τὸ τῆς θεωρίας ἄρρητον ὁ μέγας ἐξέδωκε διὰ τοῦ πνεύματος εὐαγγελιστὴς Ἰωάννης, ἵνα τὸν ἡμέτερον νοῦν διὰ τῶν ἱστορουμένων ἐπὶ τὴν ἀλήθειαν ὁδηγήσῃ τῶν νοουμένων. Ὁ μὲν οὖν ἄνωθεν ὑφαντὸς διόλου χιτὼν τοῦ σωτῆρος, ὃν οὐκ ἔσχισαν οἱ σταυρώσαντες, κἂν ἐκδύσαι συνεχωρήθησαν, ἡ διάλληλος τῶν ἀρετῶν ἀδιάστατός ἐστι συνοχή τε καὶ συμπλοκὴ καὶ παρ᾽ ἡμῶν τῷ λόγῳ κατάλληλος καὶ πρέπουσα σκέπη, ἢ ἡ ἄνωθεν κατ᾽ αὐτὸν τοῦ νέου ἀνθρώπου διὰ τοῦ πνεύματος ὑφασμένη χάρις. Ἡ ἔξω δὲ περιβολὴ ὁ αἰσθητός ἐστι κόσμος, στοιχείοις τέσσαρσι διαιρούμενος, ὃν ὡς τέσσαρα ἱμάτια μερίζονται οἱ νοητῶς ἐν ἡμῖν σταυροῦντες τὸν κύριον.

Μερίζονται τοίνυν οἱ δαίμονες τὴν φαινομένην κτίσιν τῶν τεσσάρων στοιχείων, πρὸς πάθος ὁρᾶν κατ᾽ αἴσθησιν ἡμᾶς παρασκευάζοντες τοὺς ἐν αὐτῇ θείους ἀγνοήσαντας λόγους. Τὸν δὲ χιτῶνα τῶν ἀρετῶν κἂν ἐπαίρουσιν ἐξ ἡμῶν διὰ τῆς τῶν καλῶν ἀπραξίας, ἀλλὰ τὴν ἀρετὴν κακίαν εἶναι πεῖσαι οὐ δύνανται.

Μὴ τοίνυν πλεονεξίας ἀφορμὴν ποιήσωμεν τὰ πέντε τοῦ σωτῆρος ἱμάτια, ἀλλὰ γνῶμεν τί τῆς γραφῆς ὑπάρχει τὸ βούλημα, καὶ πῶς ἐν ἡμῖν ἀμελοῦσι τῶν καλῶν ὁ κύριος σταυροῦται καὶ γυμνοῦται διὰ τῆς ἡμῶν ἐν τοῖς καλοῖς ἀργίας, καὶ πρὸς ὑπηρεσίαν παθῶν δι᾽ ἡμῶν, ὥσπερ ἱμάτια, μερίζονται τὴν αὐτοῦ κτίσιν οἱ δαίμονες· καὶ ἀσφαλεῖς γενώμεθα φύλακες τῶν ἐκ θεοῦ χαρισθέντων ἡμῖν ἀγαθῶν· καὶ τὴν κτίσιν καλῶς πρὸς μόνην τὴν αὐτοῦ θεασώμεθα δόξαν· καὶ τὸν χιτῶνα τοῦ λόγου τῆς γνώσεως, φημὶ δὲ τὰς ἀρετάς, διὰ τῆς σπουδῆς τῶν ἀγαθῶν ἔργων ἀναφαίρετον τηρήσωμεν.

Εἰ δὲ βούλεσθε, πρὸς τοῖς εἰρημένοις, χιτῶνα μὲν νοεῖν ἄνωθεν ὑφαντὸν τὸν τῶν ἀσωμάτων καὶ νοητῶν οὐσιῶν κόσμον, τὴν ἔξω δὲ περιβολήν, ἣν εἰς τέσσαρα μέρη ὡς στοιχεῖα διεῖλεν ὁ λόγος, εἰς τὴν σωματικὴν φύσιν νοεῖν, οὐχ ἁμαρτήσεσθε τῆς ἀληθείας· ὧν τὸ μὲν σῶμα τῇ φθορᾷ διέλυσαν, ἰσχὺν λαβόντες καθ᾽ ἡμῶν τοῦ νόμου τῆς ἐντολῆς τὴν παράβασιν, τὴν δὲ ψυχήν, ὡς τῆς ἄνωθεν συγγενείας ὑπάρχουσαν, οὐ κατέσχισαν.

ΕΡΩΤΗΣΙΣ Εʹ Τίς ἡ καταρωμένη γῆ ἐν τοῖς ἔργοις τοῦ Ἀδὰμ κατὰ τὴν ἀναγωγήν; Καὶ τί τὸ ἐν λύπαις αὐτὴν φαγεῖν; Καὶ τί τὸ μετὰ τὸ ἀνατεῖλαι ἀκάνθας καὶ τριβόλους τὸν χόρτον ἐσθίειν; Καὶ τί τὸ τελευταῖον ἐν ἱδρῶτι τοῦ προσώπου αὐτοῦ τὸν ἄρτον φαγεῖν; Καὶ μέντοι οὐδέποτε ὤφθη ἄνθρωπος γῆν ἐσθίων οὔτε χόρτον· οὐδὲ οἱ τὸν ἄρτον ἐσθίοντες κατὰ τὴν ἀπόφασιν τῆς ἱστορίας ἐν ἱδρῶτι τοῦ προσώπου ἐσθίουσιν.

Ἀπόκρισις. Ἡ κατηραμένη γῆ ἐν τοῖς ἔργοις τοῦ Ἀδάμ ἐστιν ἡ σὰρξ τοῦ Ἀδάμ, ἀεὶ γινομένη διὰ τῶν ἔργων τοῦ Ἀδάμ, λέγω δὲ τῶν παθῶν τοῦ γεωθέντος νοῦ, κατηραμένη τῇ τῶν ἀρετῶν, ὡς ἔργων θεοῦ, ἀκαρπίᾳ· ἣν μετ᾽ ὀδύνης πολλῆς καὶ λύπης ἐσθίει τῆς κατ᾽ αὐτὴν μικρᾶς ἡδονῆς ἀπολαύων. Ἥτις σὰρξ ὑπὲρ ταύτης τῆς φθαρτῆς ἀπολαύσεως ἀνατέλλει αὐτῷ μερίμνας καὶ φροντίδας, καθάπερ ἀκάνθας, καὶ μεγάλους πειρασμοὺς καὶ κινδύνους, ὥσπερ τριβόλους, κατά τε λόγον καὶ θυμὸν καὶ ἐπιθυμίαν ἀλγεινῶς αὐτὸν πανταχόθεν κατακεντοῦντας, ἵνα μόλις δυνηθῇ τὴν ταύτης ὑγείαν τε καὶ εὐεξίαν, ὡς χόρτον μαραινόμενον, περιποιήσασθαι καὶ φαγεῖν, τουτέστι τυχεῖν, καὶ τότε μετὰ πολλὴν τῶν δεινῶν ἐπανακύκλησιν ἐν ἱδρῶτι τοῦ προσώπου, τουτέστιν ἐν τῷ κατ᾽ αἴσθησιν καμάτῳ τε καὶ κόπῳ τῆς περιέργου κατασκοπῆς τῶν αἰσθητῶν, ὥσπερ ἄρτον, τὴν πρὸς σύστασιν ἔχειν τῆς παρούσης ζωῆς ἀφορμήν, ἢ διὰ τέχνης ἢ δι᾽ ἄλλης τινὸς περινενοημένης τῷ βίῳ μεθοδίας.

Ἢ μᾶλλον γῆ τοῦ Ἀδάμ ἐστιν ἡ καρδία, κατάραν λαβοῦσα διὰ τῆς παραβάσεως τὴν τῶν οὐρανίων ἀγαθῶν ἀφαίρεσιν. Ἥντινα γῆν κατὰ τὴν πρακτικὴν φιλοσοφίαν διὰ πολλῶν θλίψεων ἐσθίει, καθαρθεῖσαν τῆς κατὰ συνείδησιν [τῆς] κατάρας τῶν ἔργων τῆς αἰσχύνης. Καὶ πάλιν τοὺς ἀνατέλλοντας ἐν αὐτῇ δίκην ἀκανθῶν λογισμοὺς περὶ τῆς τῶν σωμάτων γενέσεως καί, ὥσπερ τριβόλους, τοὺς περὶ τῶν ἀσωμάτων προνοίας τε καὶ κρίσεως περισκελεῖς λογισμοὺς ἀποκαθαίρων τῷ λόγῳ, τὴν φυσικήν, ὥσπερ χόρτον, δρέπεται πνευματικῶς θεωρίαν. Καὶ οὕτως, ὡς ἐν ἱδρῶτι τοῦ προσώπου, τῷ ἐπιστημονικῷ τῆς διανοίας κατὰ τὴν γνῶσιν τρόπῳ τὸν ἄφθαρτον τῆς θεολογίας ἄρτον ἐσθίει, τὸν μόνον ὄντως ζωτικόν, καὶ τῶν ἐσθιόντων αὐτὸν συντηροῦντα πρὸς ἀφθαρσίαν τὴν γένεσιν. Γῆ τοίνυν ἐστίν, καλῶς ἐσθιομένη, ἡ διὰ πράξεως τῆς καρδίας κάθαρσις, χόρτος δὲ ἡ κατὰ τὴν φυσικὴν θεωρίαν ἐπιστήμη τῶν γεγονότων, ἄρτος δὲ ἡ κατὰ τὴν θεολογίαν ἀληθὴς μυσταγωγία.

ΕΡΩΤΗΣΙΣ ϛʹ Εἰ κατὰ τὸν ἅγιον Ἰωάννην ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὁ δὲ γεγεννημένος ἐξ ὕδατος καὶ πνεύματος οὗτος ἐκ τοῦ θεοῦ γεγέννηται, πῶς οἱ ἐκ τοῦ θεοῦ διὰ τοῦ βαπτίσματος γεγεννημένοι ἡμεῖς δυνάμεθα ἁμαρτάνειν;

Ἀπόκρισις. Διττὸς ἐν ἡμῖν τῆς ἐκ θεοῦ γεννήσεως ὁ τρόπος· ὁ μὲν πᾶσαν δυνάμει παροῦσαν τοῖς γεννωμένοις διδοὺς τὴν χάριν τῆς υἱοθεσίας, ὁ δὲ κατ᾽ ἐνέργειαν ὅλην παροῦσαν καὶ τὴν τοῦ γεννωμένου πᾶσαν πρὸς τὸν γεννῶντα θεὸν προαίρεσιν γνωμικῶς μεταπλάττουσαν εἰσάγων· καὶ ὁ μὲν κατὰ πίστιν μόνην δυνάμει παροῦσαν τὴν χάριν ἔχων, ὁ δὲ πρὸς τῇ πίστει καὶ τὴν κατ᾽ ἐπίγνωσιν ἐνεργοῦσαν ἐν τῷ ἐπεγνωκότι τὴν τοῦ γνωσθέντος θειοτάτην ὁμοίωσιν ἐμποιῶν. Οἷς μὲν οὖν ὁ πρῶτος τῆς γεννήσεως ἐνθεωρεῖται τρόπος, διὰ τὸ μήπω τὴν γνώμην καθαρῶς ἐξηλωθεῖσαν τῆς σαρκικῆς προσπαθείας ποιωθῆναι διόλου τῷ πνεύματι κατ᾽ αὐτὴν τῶν ἐγνωσμένων θείων μυστηρίων δι᾽ ἐνεργείας τὴν μέθεξιν, τὸ πρὸς ἁμαρτίαν ῥέψαι ποτὲ βουλομένοις οὐκ ἄπεστιν. Οὐ γὰρ γεννᾷ γνώμην τὸ πνεῦμα μὴ θέλουσαν, ἀλλὰ βουλομένην μεταπλάττει πρὸς θέωσιν· ἧς ὁ κατ᾽ ἐπίγνωσιν πείρᾳ μεταλαβὼν οὐ δύναται τοῦ κυρίως κατ᾽ ἀλήθειαν ἅπαξ ἔργῳ διαγνωσθέντος πρὸς ἄλλο τι παρ᾽ ἐκεῖνο κἀκεῖνο εἶναι προσποιούμενον μεταπεσεῖν, ὥσπερ οὔτε ὀφθαλμὸς ἅπαξ τὸν ἥλιον θεασάμενος εἰς τὴν σελήνην ἤ τινας ἄλλους τῶν κατ᾽ οὐρανὸν ἀστέρων παραγνωρίσαι.

Ὧν δὲ κατὰ τὴν γέννησιν τὴν ὅλην προαίρεσιν λαβὸν τὸ πνεῦμα τὸ ἅγιον ἀπὸ τῆς γῆς πρὸς οὐρανοὺς διόλου μετέθηκε καὶ διὰ τῆς κατ᾽ ἐνέργειαν ἀληθοῦς ἐπιγνώσεως ταῖς τοῦ θεοῦ καὶ πατρὸς μακαρίαις ἀκτῖσι τὸν νοῦν μετεποίησεν, ὡς ἄλλον εἶναι θεὸν νομισθῆναι, παθόντα κατὰ τὴν ἕξιν διὰ τῆς χάριτος ὅπερ οὐ πάσχων ἀλλ᾽ ὑπάρχων κατ᾽ οὐσίαν ἐστὶν ὁ θεός, τούτων σαφῶς ἀναμάρτητος κατὰ τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἡ προαίρεσις γέγονεν, μὴ δυναμένων ἀρνήσασθαι τὸ διὰ τῆς πείρας αὐτοῖς κατ᾽ ἐνέργειαν διεγνωσμένον. Κἂν οὖν ἔχωμεν τὸ πνεῦμα τῆς υἱοθεσίας, ὅπέρ ἐστι σπέρμα πρὸς τὴν τοῦ σπείραντος εἰδοποιοῦν τοὺς γεννωμένους ὁμοίωσιν, ἀλλ᾽ οὐ παρέχομεν αὐτῷ τὴν γνώμην τῆς ἐπ᾽ ἄλλο ῥοπῆς τε καὶ διαθέσεως καθαράν, καὶ διὰ τοῦτο καὶ μετὰ τὸ γεννηθῆναι δι᾽ ὕδατος καὶ πνεύματος θέλοντες ἁμαρτάνομεν. Εἰ δὲ τούτων, ὕδατος λέγω καὶ πνεύματος, τὴν ἐνέργειαν δέχεσθαι γνωστικῶς τὴν γνώμην παρεσκευάζομεν, ἄρα ἂν διὰ τῆς πρακτικῆς τὸ μυστικὸν ὕδωρ ἐποιεῖτο τὴν τῆς συνειδήσεως κάθαρσιν, καὶ τὸ ζωοποιὸν πνεῦμα τὴν ἄτρεπτον ἐν ἡμῖν τοῦ καλοῦ διὰ τῆς ἐν πείρᾳ γνώσεως ἐνήργει τελείωσιν. Λείπει τοιγαροῦν ἑκάστῳ ἡμῶν τῶν ἁμαρτεῖν ἔτι δυναμένων τὸ καθαρῶς ἑαυτοὺς ὅλους κατὰ τὴν γνώμην ἐμπαρέχειν βουληθῆναι τῷ πνεύματι.

ΕΡΩΤΗΣΙΣ Ζʹ Τί ἐστιν εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἄνθρωπον σαρκί, ζῶσι δὲ κατὰ θεὸν πνεύματι; Πῶς οἱ νεκροὶ σαρκὶ κρίνονται; Ἀπόκρισις. Ἔθος ἐστὶ τῇ γραφῇ τοὺς χρόνους μεταλλάσσειν καὶ εἰς ἀλλήλους μετεκλαμβάνειν, καὶ τὸν μέλλοντα ὡς παρῳχηκότα καὶ τὸν παρῳχηκότα ὡς μέλλοντα, καὶ τὸν ἐνεστῶτα εἰς τὸν πρὸ αὐτοῦ καὶ μετ᾽ αὐτὸν χρόνον ἐκφωνεῖν, ὡς ἔστι δῆλον τοῖς αὐτῆς πεπειραμένοις. Φασὶν οὖν τινες νεκροὺς λέγειν ἐνταῦθα τὴν γραφὴν τοὺς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ τελειωθέντας ἀνθρώπους, οἷον τοὺς ἐν τῷ κατακλυσμῷ, τοὺς ἐν τῷ χρόνῳ τῆς πυργοποιΐας, τοὺς ἐν Σοδόμοις, τοὺς ἐν Αἰγύπτῳ, καὶ τοὺς ἄλλους τοὺς κατὰ διαφόρους καιρούς τε καὶ τρόπους τὴν πολύτροπον δίκην καὶ τὰς ἐξαισίους ἐπαγωγὰς τῶν θείων κριμάτων δεξαμένους· οἵτινες οὐχ ὑπὲρ ἀγνοίας θεοῦ τοσοῦτον ὅσον τῆς εἰς ἀλλήλους παροινίας τὴν δίκην ἔτισαν· οἷς εὐηγγελίσθαι λέγει τὸ μέγα τῆς σωτηρίας κήρυγμα, κριθεῖσιν ἤδη σαρκὶ κατὰ ἄνθρωπον, τουτέστιν ἀπολαβοῦσι τῶν εἰς ἀλλήλους ἐγκλημάτων τὴν δίκην διὰ τῆς ἐν σαρκὶ ζωῆς, ἵνα ζήσωσι κατὰ θεὸν πνεύματι, τουτέστι ψυχῇ δεχόμενοι, κατὰ τὸν ᾅδην ὄντες, τῆς θεογνωσίας τὸ κήρυγμα, διὰ τοῦ καὶ νεκροὺς σῶσαι κατελθόντος εἰς ᾅδην σωτῆρος πιστεύσαντες.

Ὑπὲρ δὲ τοῦ νοηθῆναι τὸν τόπον οὕτως ἐκλάβωμεν· εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, 〈κριθεῖσι〉 κατὰ ἄνθρωπον σαρκί, ἵνα 〈ζήσωσι〉 κατὰ θεὸν πνεύματι.

Ἢ πάλιν νεκροὺς λέγει τυχὸν ἐπικεκρυμμένως τοὺς τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντας, οἷς εἰκότως κατ᾽ ἀλήθειαν δι᾽ αὐτῶν τῶν ἔργων δέδοται τὸ θεῖον εὐαγγέλιον, εἴπερ τὸ εὐαγγέλιον σαρκικῆς μὲν εἰσηγεῖται ζωῆς ἄρνησιν, πνευματικῆς δὲ ὁμολογίαν, τοὺς ἀεὶ μὲν κατὰ ἄνθρωπον, λέγω δὲ τὴν ἀνθρωπίνην ἐν σαρκὶ κατὰ τὸν αἰῶνα τοῦτον ζωήν, ἀποθνῄσκοντας, ζῶντας δὲ κατὰ θεὸν μόνῳ τῷ πνεύματι, κατὰ τὸν θεῖον ἀπόστολον καὶ τοὺς ἀμφ᾽ αὐτόν, τοὺς ζῶντας μὲν οὐδαμῶς ἰδίαν ζωήν, ζῶντα δὲ τὸν Χριστὸν ἐν ἑαυτοῖς κατὰ μόνην ἔχοντας τὴν ψυχήν. Οὕτως οἱ διὰ τὸν θεὸν ἐν τῷ αἰῶνι τούτῳ νεκροὶ σαρκὶ κρίνονται, θλίψεις καὶ βασάνους πολλὰς καὶ στενοχωρίας ἔχοντες, καὶ διωγμοὺς καὶ μυρία πειρασμῶν εἴδη μετὰ χαρᾶς ὑπομένοντες.

ΕΡΩΤΗΣΙΣ Ηʹ Ἐπειδὴ πάλιν λέγει ὁ ἅγιος Ἰωάννης ὁ θεὸς φῶς ἐστι, καὶ πάλιν μετ᾽ ὀλίγα ἐὰν ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, πῶς καὶ φῶς ὁ αὐτὸς λέγεται, καὶ ἐν τῷ φωτὶ εἶναι, ὡς ἄλλος ἐν ἄλλῳ;

Ἀπόκρισις. Ὁ κατ᾽ οὐσίαν ἀληθῶς φῶς ὑπάρχων θεὸς ἐν τοῖς ἐν αὐτῷ διὰ τῶν ἀρετῶν περιπατοῦσίν ἐστιν, ἀληθῶς φῶς γενομένοις. Ὥσπερ οὖν τὸ κατὰ μέθεξιν φῶς, ὡς οἱ ἅγιοι πάντες διὰ φιλοθεῖαν ἐν τῷ κατ᾽ οὐσίαν γίνονται φωτί, οὕτω τὸ κατ᾽ οὐσίαν ἐν τῷ κατὰ μέθεξιν φωτὶ διὰ φιλανθρωπίαν γίνεται φῶς. Ἐὰν οὖν ἐσμεν κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ὡς ἐν φωτὶ τῷ θεῷ, καὶ αὐτὸς ὁ θεός, ὡς φῶς, ἐν φωτί ἐστιν ἐν ἡμῖν. Ὁ γὰρ φύσει φῶς ὁ θεὸς ἐν τῷ μιμήσει γίνεται φωτί, ὡς ἐν εἰκόνι ἀρχέτυπον.

Ἢ μᾶλλον, φῶς ἐστιν ὁ θεὸς καὶ πατὴρ ἐν φωτί, δηλαδὴ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, οὐκ ἄλλο καὶ ἄλλο καὶ ἄλλο φῶς ὑπάρχων, ἀλλὰ κατ᾽ οὐσίαν ἓν καὶ τὸ αὐτό, κατὰ τὸν τῆς ὑπάρξεως τρόπον τρισσοφαές.

ΕΡΩΤΗΣΙΣ Θʹ Τί λέγει πάλιν ὁ ἅγιος Ἰωάννης ἀδελφοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα; Εἰ οὔπω ἐφανερώθη τί ἐσόμεθα, πῶς ὁ ἅγιος Παῦλος λέγει ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος· τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ; Πῶς δὲ καὶ τοιαῦτα φιλοσοφεῖ περὶ τοῦ τί ἐσόμεθα;

Ἀπόκρισις. Ὁ μὲν ἅγιος εὐαγγελιστὴς Ἰωάννης τὸν τρόπον τῆς μελλούσης τῶν γενομένων ἐνταῦθα τέκνων τοῦ θεοῦ διὰ τῶν κατὰ τὴν πίστιν ἀρετῶν θεώσεως ἠγνοηκέναι λέγει, μήπω φανερωθείσης τῆς αὐθυπάρκτου κατὰ τὸ εἶδος τῶν μελλόντων ἀγαθῶν ὑποστάσεως. Διὰ πίστεως γὰρ ἐνταῦθα περιπατοῦμεν, ἀλλ᾽ οὐ διὰ εἴδους. Ὁ δὲ ἅγιος Παῦλος τὸν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς θεῖον σκοπὸν λέγει δι᾽ ἀποκαλύψεως εἰληφέναι, οὐ μὴν αὐτὸν ἐγνωκέναι τὸν κατὰ τὸν θεῖον σκοπὸν τῆς ἐκθεώσεως τρόπον. Διὸ λέγει σαφῶς ἑαυτὸν ἑρμηνεύων κατὰ σκοπὸν διώκω πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, γνῶναι δηλονότι θέλων ἐκ τοῦ παθεῖν τὸν τρόπον τῆς κατ᾽ ἐνέργειαν ἐκπληρώσεως τοῦ θείου καὶ αὐτῷ δι᾽ ἀποκαλύψεως ἐνταῦθα γνωσθέντος σκοποῦ τῆς ἐκθεωτικῆς τῶν ἀξιουμένων δυνάμεως. Συνᾴδουσιν οὖν οἱ ἀπόστολοι, διὰ τῆς δοκούσης ἐναντιοφανοῦς διδασκαλίας ἀλλήλοις συμπνέοντες, ὡς ὑφ᾽ ἑνὸς καὶ τοῦ αὐτοῦ κινούμενοι πνεύματος. Ὁ μὲν γὰρ τοῦ τρόπου τῆς μελλούσης κατὰ τὴν χάριν θεώσεως ὁμολογεῖ τὴν ἄγνοιαν, ὁ δὲ τοῦ σκοποῦ μεγαλοφυῶς εἰσηγεῖται τὴν εἴδησιν.

Ὅτι δὲ ταύτης ἔχεται τῆς γνώμης ὁ μέγας ἀπόστολος, αὐτὸς ἑαυτοῦ διὰ πάντων τῶν θείων αὐτοῦ λόγων μάρτυς καθέστηκεν, ποτὲ μὲν πᾶσαν καταργηθήσεσθαι φάσκων γνῶσιν καὶ προφητείαν, ποτὲ δὲ οὔπω λογιζόμενος ἑαυτὸν κατειληφέναι, ποτὲ δὲ δι᾽ ἐσόπτρου καὶ αἰνιγμάτων βλέπειν λέγων τὰ μέλλοντα καὶ εἶναι καιρὸν ὅτε τῆς πρόσωπον πρὸς πρόσωπον τῶν ἐλπιζομένων μεγάλης καὶ ὑπὲρ νόησιν ἀπολαύειν χάριτος, ποτὲ δὲ ἐκ μέρους γινώσκειν ὁμολογῶν καὶ ἐκ μέρους προφητεύειν, ποτὲ δὲ χρῆν αὐτὸν γνώσεσθαι καθὼς καὶ ἐπεγνώσθη διαρρήδην βοῶν, ὡς οὔπω δηλονότι γνοὺς τὸ γνωσθησόμενον. Καὶ συντόμως εἰπεῖν, τὸ ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται τῷ ἀποστόλῳ εἰρημένον ταὐτὸν εἶναί μοι φαίνεται τῷ οὔπω ἐφανερώθη τί ἐσόμεθα λεχθέντι τῷ θεολόγῳ.

ΕΡΩΤΗΣΙΣ Ιʹ Εἰ ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ, πῶς οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν; Ἐὰν οὐκ ἔστιν ὑστέρημα, δῆλον ὅτι τετελείωται. Πῶς οὖν ὁ φοβούμενος οὐ τετελείωται; Ἀπόκρισις. Ἡ καλὴ τῶν θείων γραφῶν εὐταξία, κατὰ τὸν σωστικὸν τοῦ πνεύματος θεσμὸν τῶν ἀπὸ τῆς ἐκτὸς κατὰ τὰ πάθη πληθύος ἐπὶ τὴν θείαν ἑνότητα κινουμένων τοὺς βαθμοὺς διορίζουσα, τοὺς μὲν εἰσαγομένους καὶ ἐπὶ τὰ πρόπυλά που τυγχάνοντας τῆς θείας αὐλῆς τῶν ἀρετῶν φοβουμένους ἐκάλεσεν, τοὺς δὲ κτησαμένους σύμμετρον ἕξιν τῶν κατὰ τὴν ἀρετὴν λόγων τε καὶ τρόπων οἶδεν ὀνομάζειν προκόπτοντας, τοὺς δὲ κατ᾽ αὐτὴν γνωστικῶς ἤδη γεγενημένους τῆς τῶν ἀρετῶν ἐκφαντικῆς ἀληθείας κορυφὴν προσαγορεύει τελείους. Οὔτε οὖν ὁ φοβούμενος τὸν κύριον, ἀπεστρεμμένος διόλου τὴν κατὰ τὴν φθορὰν τῶν παθῶν ἀρχαίαν ἀναστροφὴν καὶ πᾶσαν ἑαυτοῦ τὴν διάθεσιν διὰ τὸν φόβον ἐκδεδωκὼς τοῖς θείοις προστάγμασι, ὑστερεῖ τινος καλοῦ τῶν εἰσαγομένοις πρεπόντων, κἂν οὔπω τὴν ἐν ἀρεταῖς ἕξιν ἐκτήσατο, καὶ τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφίας γέγονε μέτοχος· οὔτε μὴν ὁ προκόπτων τῶν ἐπιβεβλημένων αὐτοῦ τῷ βαθμῷ καλῶν τινος ὑστερεῖ, κἂν τὴν αὐτὴν οὔπω τοῖς τελείοις ὑπερέχουσαν τῶν θείων ἐκτήσατο γνῶσιν.

Καὶ πάλιν οἱ μὲν τὴν πρακτικὴν ἀνδρικῶς μετιόντες φιλοσοφίαν, φόβου καὶ μνήμης τῶν μελλόντων θείων δικαιωτηρίων οὔπω τὴν ψυχὴν ἀπολύσαντες, νοείσθωσαν ἡμῖν οἱ φοβούμενοι, μηδενὸς μὲν κατὰ τὸν μακάριον Δαυὶδ ὑστεροῦντες καθάπαξ τῶν ὑπὲρ ἀληθείας ἀγωνιζομένων κατὰ τῆς ἀντικειμένης δυνάμεως, ὅμως δ᾽ οὖν ἔτι λειπόμενοι τῆς κατὰ νοῦν τῶν τελείων ἀκραιφνοῦς τῶν μυστικῶν θεαμάτων διαδόσεως. Οἱ δὲ τῆς θεωρητικῆς ἤδη μυστικῶς ἀξιωθέντες θεολογίας καὶ πάσης φαντασίας ὑλικῆς τὸν νοῦν καθαρὸν καταστήσαντες καὶ εἰκόνα τῆς θείας ὡραιότητος ὅλην ἀνελλιπῶς φέρουσαν τὴν ἐκμίμησιν, ἔστωσαν ἡμῖν οἱ ἀγαπῶντες.

Οὐκ ἔστιν οὖν ὑστέρημα τοῖς φοβουμένοις κατὰ τὸν μακάριον Δαυίδ, ὡς φοβουμένοις, κἂν οὐκ ἔχῃ τὸ πλῆρες καὶ τέλειον τῆς ἀμέσου πρὸς τὸν λόγον ἑνώσεως κατὰ τὸ ἴσον τοῖς ἀγαπῶσι τὸν κύριον ὁ φοβούμενος. Ἕκαστος γὰρ ἐν τῷ ἰδίῳ τάγματι καὶ τὴν ἠφορισμένην αὐτῷ μονὴν ἔχει τὸ τέλειον, κἂν ἄλλος ἄλλου κατὰ τὸ ποιὸν ἢ ποσὸν τῆς πνευματικῆς ἡλικίας ἐστὶν ὑψηλότερος.

Ἐπειδὴ δὲ διττός ἐστιν ὁ φόβος κατὰ τὸ φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν ἀπολέσαι ἐν γεέννῃ, καὶ κατὰ τὸ ὁ φόβος κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος, καὶ μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ, ζητητέον πῶς ἔξω βάλλει τὸν φόβον ἡ ἀγάπη, εἴπερ εἰς αἰῶνα αἰῶνος διαμένει, πῶς δὲ φοβερὸς ἔσται διαμένων ὁ θεὸς εἰς τοὺς ἀπείρους αἰῶνας ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.

Ἢ μᾶλλον, ἐπειδή, καθὼς ἔφην, διττός ἐστιν ὁ φόβος, ὁ μὲν ἁγνὸς ὁ δὲ οὐχ ἁγνός—οἷον, ὁ μὲν ἐπὶ πλημμελήμασι κατ᾽ ἐκδοχὴν κολάσεως συνιστάμενος φόβος, αἰτίαν ἔχων τῆς οἰκείας γενέσεως τὴν ἁμαρτίαν, ὡς οὐχ ἁγνός, οὐκ ἔσται διαπαντός, τῇ ἁμαρτίᾳ διὰ τῆς μετανοίας συναφανιζόμενος, ὁ δὲ ἁγνὸς φόβος, ὁ δίχα τῆς ἐπὶ πλημμελήμασι μνήμης ἀεὶ συνεστώς, οὐκ ἀπογενήσεταί ποτε, διότιπερ οὐσιωδῶς ἐμπέφυκέ πως τῷ θεῷ πρὸς τὴν κτίσιν, ποιούμενος ἔκδηλον αὐτοῦ πᾶσι τὴν φυσικὴν αἰδεσιμότητα τῆς ὑπὲρ πᾶσαν βασιλείαν τε καὶ δύναμιν ὑπεροχῆς—, ὁ τοίνυν μὴ φοβούμενος τὸν θεὸν ὡς κριτήν, ἀλλ᾽ αἰδούμενος αὐτὸν διὰ τὴν ὑπερβάλλουσαν τῆς ἀπείρου δυνάμεως ὑπεροχήν, οὐκ ἔχει δικαίως ὑστέρημα, τέλειος ὑπάρχων ἐν τῇ ἀγάπῃ, μετ᾽ αἰδοῦς καὶ τῆς πρεπούσης σεβασμιότητος ἀγαπῶν τὸν θεόν, καὶ οὗτός ἐστιν ὁ κτησάμενος τὸν διαμένοντα φόβον εἰς αἰῶνα αἰῶνος, καὶ οὐκ ἔστιν αὐτῷ ὑστέρημα τὸ παράπαν οὐδέν.

Συνᾴδουσιν οὖν ἀλλήλοις ὅ τε προφήτης καὶ ὁ εὐαγγελιστής, ὁ μὲν λέγων μὴ εἶναι τοῖς κατὰ τὸν ἁγνὸν φόβον τὸν κύριον φοβουμένοις ὑστέρημα, ὁ δὲ τὸν φοβούμενον ὡς κριτὴν διὰ τὴν ἐρρυπωμένην συνείδησιν μὴ εἶναι τέλειον ἐν τῇ ἀγάπῃ. Κατὰ ταύτην τὴν ἐκδοχὴν τυχὸν καὶ ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ φοβερός ἐστιν ὁ θεός, ὡς ἐγκεκραμένην φόβῳ ποιῶν τὴν τῶν ἀγαπώντων αὐτὸν καὶ περὶ αὐτὸν γενησομένων ἀγάπην. Φόβου γὰρ καθ᾽ ἑαυτὴν κεχωρισμένη ἡ ἀγάπη εἰς καταφρόνησιν πέφυκεν ὡς τὰ πολλὰ μεταπίπτειν, μὴ οἷον στομουμένης φόβῳ τῆς ἐξ αὐτῆς τικτομένης φυσικῶς παρρησίας.

Τί δὲ βούλεται τὸ περικύκλῳ αὐτοῦ λεγόμενον, εἰ δοκεῖ, κατανοήσωμεν. Ὁ γὰρ κυκλούμενος καὶ ἐμπρὸς καὶ ὀπίσω καὶ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν ἔχει τοὺς περικυκλοῦντας αὐτόν. Ἐπειδὴ τοίνυν καὶ ὁ κύριος ἔχει τοὺς περικυκλοῦντας, νοήσωμεν τοὺς μὲν ὀπίσω τοὺς διὰ τῶν ἐντολῶν κατὰ τὴν πρακτικὴν ἀρετὴν ἀμέμπτως ὀπίσω κυρίου τοῦ θεοῦ πορευθέντας, τοὺς ἐξ ἀριστερῶν δὲ τοὺς τὴν φυσικὴν ἐν πνεύματι θεωρίαν μετὰ τῆς τῶν κριμάτων εὐσεβοῦς ἀναλήψεως κατορθώσαντας—φησὶ γὰρ περὶ τῆς σοφίας ἡ τῶν Παροιμιῶν βίβλος ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα —, τοὺς ἐκ δεξιῶν δὲ τοὺς καθαρὰν αἰσθητῆς φαντασίας δεξαμένους τὴν ἄϋλον γνῶσιν τῶν νοητῶν—ἐν γὰρ τῇ δεξιᾷ αὐτῆς, φησί, ἔτη ζωῆς—, τοὺς δὲ ἐμπρὸς τοὺς δι᾽ ὑπερβάλλουσαν περὶ τὸ θεῖον κάλλος ἐρωτικὴν τῆς κατὰ νοῦν ἐφέσεως ζέσιν ἀξιωθέντας τῆς πρόσωπον πρὸς πρόσωπον ἀπολαύσεως.

Εἰ δὲ καὶ ἄλλος ἐστὶ περὶ τούτου μείζων λόγος καὶ ὑψηλότερος, ὑμῖν καὶ τοῖς καθ᾽ ὑμᾶς θείοις ἀνδράσιν ἐστὶ ληπτός.