Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα πρὸς Θεόπεμπτον

Μάξιμος ὁ Ὁμολογητής

Ερμηνεία των λογίων προς τη Μαρία Μαγδαληνή και επίλογος

Θεολογική ανάλυση των κυριακών ρήσεων μετά την ανάσταση, αναφορά στην πνευματική ανάβαση και καταληκτική ευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 4

Τὸ δέ, Μή μου ἅπτου, πρὸς τὴν Μαγδαληνὴν λέλεκται Μαρίαν παρὰ τοῦ κυρίου, κηπουρὸν αὐτὸν εἶναι νομίσασαν, δηλοῦντος τοῦ μυστηρίου καὶ ὑποφαίνοντος, ὡς ψυχὴ πᾶσα νοερά, μήπω τὸ συμφυὲς σκῆνος ὑπεραναβᾶσα, καὶ διὰ τοῦτο τῶν ἐν γενέσει καὶ φθορᾷ μόνων, οὐδὲν οὐδαμῶς διαφερόντων λαχάνων κηπευομένων—ἴση γὰρ ἐπ’ ἀμφοῖν ἥ τε ῥοὴ καὶ ἀπορροὴ καὶ ἡ τοῦ χρόνου περιγραφὴ καὶ περίοδος—, δημιουργὸν εἶναι τὸν Λόγον ὑπολαμβάνουσα διὰ τὴν περὶ ταῦτα καὶ ἕως τούτων πρόοδον αὐτοῦ καὶ συγκατάβασιν, οὐκ ἀξία τῆς τούτου κατὰ πνεῦμα καθέστηκεν ἐπαφῆς ἐν νεκροῖς καὶ ταῦτα τοῖσδε τοῖς φαινομένοις αὐτὸν ἐπιζητοῦσα, καὶ σάρκα δι’ ἡμᾶς γεγενημένον γινώσκουσα μόνον αὐτόν, ἀλλ’ οὐχὶ πρεπόντως καὶ θεὸν ἐκ θεοῦ τοῦ πατρὸς γεγεννημένον γινώσκουσα.

Τοῦτο γὰρ κατὰ τὸ εἰκὸς νοεῖν ὑποβάλλει τό, Οὔπω ἀναβέβηκα πρὸς τὸν πατέρα μου, τὸ μὴ δι’ ἄκρας θεολογίας καὶ πίστεως, οἷς ἡ τῶν ὁρωμένων περιγράφεται φύσις, ὑψωθῆναι πρὸς τῆς οὕτω διακειμένης ψυχῆς, ἀλλ’ ἔτι παιδαγωγικῶς δεομένης εἰς ἐντελεστέραν τούτου κατάληψιν, ἐπὶ τὴν ἀποκαλυπτικὴν ἕξιν τῶν θείων ὡς εἴς τινα Γαλιλαίαν διὰ θεωρίας ἀναδραμεῖν, καὶ σὺν τοῖς ὑπ’ αὐτοῦ προτετυπωμένοις καὶ προβεβλημένοις λόγοις ὅλον ὡς θέμις κατὰ πίστιν περιλαβεῖν, καὶ ὑφ’ ὅλου κατὰ χάριν περιληφθῆναι, καὶ γενέσθαι τοσοῦτον ὅπερ αὐτὸς ἦν ὁ γενόμενος ὅπερ ἡμεῖς, ὅσον ἐδείχθη τοῦτο γενόμενος πλὴν μόνης τῆς ἁμαρτίας, ὡς καὶ ἡμεῖς ἐκείνῳ δίχα μόνης τῆς φύσεως, ἡνίκα τῆς δωρεᾶς ἐπιτύχοιμεν, ἣν δι’ ἐλπίδος νῦν προσδεχόμενος, καὶ προσήκουσι τῶν ἐντολῶν ἔργοις δεόντως ἀποσεμνύνων, ἀπολαύσῃς ὅσον ἐπίστευσας, καὶ τρυφήσῃς ὅσον ἐπόνησας, μᾶλλον δὲ πλέον καὶ ἀπειράκις καθ’ ὅσον καὶ ὁ ταύτης δοτὴρ ὑπερουσίως ὑπερανέστηκεν καὶ φύσεως κίνησιν καὶ παντὸς αἰῶνος περίληψιν.