Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν Ἀποκάλυψιν

Νεόφυτος ὁ Ἔγκλειστος

Προοίμιο στο υπόμνημα της Αποκαλύψεως

Εισαγωγικές παρατηρήσεις του Νεοφύτου του Εγκλείστου για το ύφος και τη δομή του ιερού κειμένου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 1 από 9

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΠΕΡΙ ΤΗΣ ΑΠΟΚΑΛΥΨΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΣΑΦΗΝΕΙΑ ΔΙΑ ΒΡΑΧΕΩΝ Μόλις περιτυχὼν ἣν εἶχον ἐξ ἀκοῆς Ἀποκάλυψιν τοῦ ἁγίου Ἰωάννου τοῦ Θεολόγου, καὶ διελθὼν αὐτήν, ἐν ἑνὶ μὲν ὁρμαθῷ λόγου ἐφεῦρον αὐτὴν συγκειμένην, ἔγνων δὲ αὐτὴν εἰς δεκατέσσαρας ὑποθέσεις ὑποδιαιρουμένην, ἃς καὶ διακρῖναι σὺν Θεῷ προειλόμην, οὐ μὴν δέ, ἀλλὰ καί τινα τῶν δυσλήπτων πνευματοδότως ἀνακαλῦψαι.

Οὗτος γοῦν ὁ τοῦ Χριστοῦ ἐπιστήθιος Ἰωάννης ὁ Θεολόγος, ὁ καὶ τῆς Ἀποκαλύψεως ταύτης εἰσηγητής, ξένα μὲν καὶ οὐράνια ἤκουσε καὶ εἶδεν ἐν τῇ Ἀποκαλύψει, πεζολογίαν δὲ εἰς τὰ πολλὰ κατεδέξατο λέγειν. Εἰ δὲ αἰτία, ὡς ἔοικεν, <ζητεῖται,> ἧ τοῦ τότε λαοῦ ἀγροικία αἴτιος· ὁ γὰρ λέγων, οὐ λέγει, πολλάκις, ὡς βούλεται, ἀλλὰ καθὼς ὁ ἀκούων δύναται ἀκούειν· ἔνθεν καὶ πολλοὶ συμψελλίζουσι τοῖς νηπίοις, διὰ τὸ αὐτῶν ἀτελές. Διὰ τοῦτο, οἶμαι, καὶ ὁ πυρίγλωσσος οὗτος ἐν τῇ ἀποκαλύψει ταύτῃ πεζολογεῖν κατεδέξατο.

Ἐμοὶ δὲ τῷ ἀμαθεῖ καὶ παντελῶς ἀπαιδεύτῳ, Χριστὲ βασιλεῦ, λιταῖς τοῦ Θεολόγου καὶ ἀγαπητοῦ σου Ἰωάννου, μὴ ἔστω ἔγκλημα, εἴ γε καταλείψω τι διὰ τὸ εὐσύνοπτον, ἢ παραμείψω τι πρὸς τὸ εὔληπτον, ἢ σαφηνίσω τι πρὸς τὸ εὐδιάλυτον, ὅτι οὐχ ὡς ὑπέρφρων, ἀλλ’ ὡς τῶν τοῦ Ἁγίου σου Πνεύματος ῥήσεων ζηλωτής, δράσω καθώς μοι αὐτὸ δᾳδουχήσει τὸ ὄμμα τῆς διανοίας.