Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν Ἀποκάλυψιν
Υπόθεση Α': Το όραμα της Πάτμου και οι επιστολές προς τις επτά εκκλησίες
Εμφάνιση του Υιού του Ανθρώπου και ερμηνευτικός σχολιασμός των επιστολών προς τις επτά εκκλησίες της Μικράς Ασίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Υπόθεση Α': Το όραμα της Πάτμου και οι επιστολές προς τις επτά εκκλησίες
Εμφάνιση του Υιού του Ανθρώπου και ερμηνευτικός σχολιασμός των επιστολών προς τις επτά εκκλησίες της Μικράς Ασίας.
Apoc. 1-3 Ὑπ(όθεσις) Αʹ. Πε(ρὶ) τῶν ἐν τῇ Ἀσίᾳ ἑπτὰ ἐκκλησιῶν. «Ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ κοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ δι’ ὑπομονῆς ἐν Χριστῷ Ἰησοῦ, ὅς ἐστι τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος, ὃς ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ’ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ,» ἤτοι διὰ τὸν λόγον τοῦ Θεοῦ ἐξωρίσθην ὑπὸ Δομετιανοῦ βασιλέως ἐν τῇ νήσῳ Πάτμῳ, «ἐν ᾗ καὶ ἐν ἡμέρᾳ κυριακῇ ἐγενόμην ἐν πνεύματι,» ἤτοι ἐν ἐκστάσει, «καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην λέγουσαν, Γράψον ὃ βλέπεις καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς τὰς λοιπάς.» Κἀγὼ ἐπιστρέψας ἰδεῖν πόθεν ἡ φωνὴ καὶ τίς ὁ λαλῶν μετ’ ἐμοῦ, ἑπτὰ λυχνίας εἶδον χρυσᾶς, καὶ ἐν μέσῳ αὐτῶν υἱὸν ἀνθρώπου, ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαζοῖς ζώνην χρυσῆν· αἱ δὲ τρίχες τῆς κεφαλῆς αὐτοῦ λευκαὶ ὡσεὶ χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, καὶ οἱ πόδες αὐτοῦ ὥσπερ χαλκολιβάνῳ ἐν καμίνῳ πεπυρωμένοι, καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν ἐν δὲ τῇ δεξιᾷ αὐτοῦ χειρὶ ἀστέρες ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡς ἥλιος φαίνων ἐν τῇ δυνάμει αὐτοῦ. «
Καὶ ὅτε ταῦτα εἶδον, ἔπεσον πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· ὁ δέ, τὴν αὐτοῦ δεξιὰν ἐπιθεὶς ἐπ’ ἐμέ, λέγοι μοι, Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος καὶ ὁ ζῶν, ἐγενόμην δὲ νεκρὸς καὶ ἰδοὺ ζῶ εἰς τοὺς αἰῶνας, ἔχω δὲ τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου. Σὺ δὲ γράψον ἃ βλέπεις καὶ ἃ μετὰ ταῦτα μέλλει γενέσθαι. Τὸ δὲ μυστήριον ὃ εἶδες, ἑπτὰ λυχνίας χρυσάς, αἱ ἑπτά εἰσιν ἐκκλησίαι, οἱ δὲ ἑπτὰ ἀστέρες οἱ ἐν τῇ δεξιᾷ μου οἱ ἑπτά εἰσιν ἄγγελοι τῶν ἐκκλησιῶν.» «Γράψον δὲ τῷ ἐν Ἐφέσῳ ἀγγέλῳ τῆς ἐκκλησίας·
Τάδε λέγει ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν καὶ τοὺς ἑπτὰ ἀστέρας κρατῶν ἐν τῇ δεξιᾷ αὐτοῦ· Οἶδα τὰ ἔργα σου καὶ τὴν ὑπομονήν σου καὶ τὸ κόπον σου, ὅτι ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους καὶ εὗρες αὐτοὺς ψευδεῖς· καὶ ἔδειξας ὑπομονὴν διὰ τὸ ὄνομά μου, καὶ οὐκ ἐκοπίασας. Ἀλλὰ ἔχω τι κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες. Ἀλλὰ μνημόνευσον πόθεν ἐκπέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτά σου ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, ἐὰν μὴ μετανοήσῃς, καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς. Καλῶς δὲ ποιεῖς μισῶν τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ».
Ἑρμ(ηνεία): Ἄγγελον λέγει τὸν ἐπίσκοπον τῆς ἐν Ἐφέσῳ ἐκκλησίας, ὃς τάχα ἐκ τῶν πρώτων ἔργων καὶ τῆς πίστεως χαυνωθείς. Ἀνάγει αὐτὸν μνημονεῦσαι πόθεν ἐκπέπτωκεν, καὶ ἐπαπειλεῖ αὐτὸν ἐξεῶσαι τῆς ἐκκλησίας, εἰ οὐ μετανοήσει. «Καὶ τῷ ἀγγέλῳ,» ἤτοι τῷ ἐπισκόπῳ, «τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον·
Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος καὶ <ὁ> νεκρὸς καὶ ζῶν· Οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ. Ἀπὸ δὲ τῶν λεγόντων εἶναι Ἰουδαίους, καὶ οὐκ εἰσὶν ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ, μηδὲν φοβηθῇς· μέλλουσι γὰρ τινὲς ἐξ ὑμῶν ἐκ διαβολικοῦ πειρασμοῦ βληθῆναι εἰς φυλακὴν ἡμέρας δέκα. Γίνου πιστὸς μέχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς».
Ἑρμηνεία: Προσεπῄνεσε τῷ ἐπισκόπῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας, καὶ προδεδήλωκε τὴν ἐξ Ἰουδαίων κατ’ αὐτοῦ σκαιωρίαν, ἣν καὶ συναγωγὴν ἐκάλεσεν τοῦ Σατανᾶ. «Γράψον δέ, φησί, καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας·
Οἶδά σου τὰ ἔργα, καὶ ὅτι κατοικεῖς ὅπου ἐστὶν ὁ θρόνος τοῦ Σατανᾶ, κρατεῖς δὲ τὸ ὄνομά μου καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου. Ἔχω δὲ κατὰ σοῦ ὀλίγα τινά, ὅτι ἀνέχει τινῶν κρατούντων τὴν διδαχὴν τῶν Νικολαϊτῶν.
Μετανοείτωσαν οὖν· εἰ δὲ μή, ἔρχομαι πολεμῆσαι αὐτοὺς ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. Τῷ δὲ νικῶντι,» δηλονότι τοὺς εἰδωλολάτρας, «δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ ψῆφον λευκὴν καὶ ἐν τῇ ψήφῳ ὄνομα καινὸν γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαβών».
Ἑρμ(ηνεία): Τάχα ἐν τῇ <ἐν> Περγάμῳ ἐκκλησίᾳ ἔτι ἐπλεονέκτει εἰδωλικὸν θυσιαστήριον, διὸ καὶ θρόνος ἐκλήθη τοῦ Σατανᾶ. Τῷ δὲ ἐπισκόπῳ ἐπαινετὰ μὲν τὰ κατ’ αὐτόν, φαῦλα δὲ τὰ τῶν εἰδωλολατρῶν καὶ τὰ τῶν Νικολαϊτῶν· εἷς γὰρ τῶν ἐν ταῖς Πράξεσιν ἑπτὰ διακόνων ὁ Νικόλαος, ἐκπεσὼν τῆς ἑπτάδος, ὡς καὶ Ἰούδας τῆς δωδεκάδος, οἱ <δὲ> τῆς αὐτοῦ αἱρέσεως κοινωνοὶ Νικολαΐται καλοῦνται, οὓς ὁ νικῶν καὶ τὴν εἰς Χριστὸν πίστιν κρατῶν, καταξιωθῆναι ὑπισχνεῖται τοῦ μάννα τοῦ κεκρυμμένου καὶ τῆς λευκῆς ψήφου τῆς γεγραμμένης ὄνομα καινόν, ἅ ἐστι τεκμήρια τῆς γλυκύτητος <τῆς> τοῦ Ἁγίου Πνεύματος μετουσίας, καὶ τῆς ἀφράστου ζωῆς ἀπόλαυσις. «Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον·
Τάδε λέγει ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ τοὺς ὀφθαλμοὺς ἔχων ὡς φλόγα πυρός, καὶ τοὺς πόδας ὁμοίους χαλκολιβάνῳ· Οἶδά σου τὰ ἔργα καὶ τὴν πίστιν καὶ τὴν ἀγάπην, ἀλλ’ ἔχω τι κατὰ σοῦ, ὅτι ἀνέχει τῇ γυναικί σου Ἰεζάβελ προφήτιδα ἑαυτὴν ὀνομάζειν, τοὺς ἐμοὺς δούλους διδάσκουσα καὶ πλανῶσα τοῦ πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα. Καὶ μακροθυμῶ αὐτῇ ἵνα μετανοήσῃ.
Καί, εἰ οὐ μετανοήσει, ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην, καὶ οὓς ἀπεπλάνησεν εἰς θλῖψιν μεγάλην. Καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι <αἱ> ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν καρδίας καὶ νεφρούς, καὶ δώσω ὑμῖν κατὰ τὰ ἔργα ὑμῶν».
Ἑρμ(ηνεία): Οὗτος ὁ Θυατείρων ἐπίσκοπος ὑπογύναιος ἦν· ἡ δὲ γυνὴ αὐτοῦ ἐκέκλητο Ἰεζάβελ, τῆς τοῦ Ἀχαὰβ Ἰεζάβελ μηδὲν ἀποδέουσα τῷ τρόπῳ καὶ τῇ κλήσει. Ἐκ διαβολικῆς δὲ ἐνεργουμένη γλώττης πολλοὺς τῶν πιστῶν, ὡς προφῆτις δῆθεν, ἀπεπλάνα μοιχεύειν καὶ προσανέχειν εἰδώλοις· πρὸς ἣν καὶ δεδήλωται ὅτι, εἰ οὐ μετανοήσει, αὐτήν τε καὶ τὰ τέκνα αὐτῆς καὶ οὓς ἀπεπλάνησεν ὀλεθρίῳ παραδοθῆναι θανάτῳ. «Καὶ τῷ ἀγγέλῳ, φησί, τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον·
Τἄδε λέγει ὁ ἔχων τοὺς ἑπτὰ ἀστέρας καὶ τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ». Ἑρμ(ηνεία): Ἐνυπόστατον καὶ τέλειόν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ὁ Πατὴρ καὶ ὁ Υἱός· πνεύματα δὲ ἑπτά εἰσι τὰ ἑπτὰ τοῦ Ἁγίου Πνεύματος χαρίσματα, ἤτουν πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας καὶ πνεῦμα φόβου Θεοῦ, ἃ ἐπανεπαύθησαν εἰς Χριστόν, λαβόντα τὴν τοῦ δούλου μορφήν, καθὼς καὶ νῦν λέγει ὁ «ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ». «Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα μὲν ἔχεις καὶ ζῆς, νεκρὸς δὲ εἶ.
Γρηγόρησον οὖν καὶ μνημόνευσον τί εἴληφας, καὶ μετανόησον. Εἰ δὲ μή, ἥξω πρὸς σὲ ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς τὴν ὥραν ἐν ἧ ἥξω ἐπὶ σέ. Ἔχεις δὲ ἐν Σάρδεσιν ὀνόματα ὀλιγοστὰ ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καί, ἀξίως λευσχημονοῦντες, περιπατήσουσι μετ’ ἐμοῦ, καὶ τὸ ὄνομα αὐτῶν οὐ μῆ ἐξαλειφθῇ ἐκ τῆς βίβλου τῆς ζωῆς».
Ἑρμ(ηνεία): Οὗτος γὰρ ὁ τῆς Σαρδέων ἐκκλησίας ἐπίσκοπος, ὡς τὰ λόγια προδηλοῦσιν, νεκρὸς ἦν τῇ πίστει καὶ τοῖς ἔργοις· διὸ καὶ δεδήλωται αὐτῷ ὅτι, εἰ οὐ διορθωθῇ ἐξάπινα θνήσκει. Ὀλίγους δέ τινας τῆς αὐτοῦ ἐκκλησίας, μὴ μολυνθέντας εἰς ἁμαρτίαν μετὰ τὸ βάπτισμα, ἀλλὰ λευσχημονοῦντας τῇ καθαρότητι, ὁ ὑπερκάθαρος Χριστὸς ὑπισχνεῖται σὺν αὐτῷ βηματίζειν. Ὄντως μακάριον χρῆμα ἡ καθαρότης, ὡς ἀγχίθεος καὶ ἄφθαρτος. «Εἶτα καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον·
Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθής, ὁ ἔχων τὴν κλεῖν Δαυίδ,» ἤτοι ὁ ἐκ φυλῆς Δαυὶδ καὶ μείζων Δαυίδ· «Οἶδά σου τὰ ἔργα καὶ ἀνέῳξά σοι θύραν, ἣν οὐδεὶς δύναται κλεῖσαι, ὅτι ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω μου τὸ ὄνομα. Ἐκ δὲ τῶν λεγόντων Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ, ποιήσω ἵνα ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνώσονται ὅτι ἠγάπησά σε. Ὅτι ἐν ὑπομονῇ ἐτήρησάς μου τὸν λόγον, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τοῦ μέλλοντος ἐλθεῖν ἐφ’ ὅλην τὴν οἰκουμένην. Διὸ κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου».
Ἑρμ(ηνεία): Ἰδού, ὑπὲρ πάντας τοὺς ἐν τῇ Ἀσίᾳ ἐπισκόπους, ὁ τῆς Φιλαδελφείας ἐπίσκοπος ὑπέρτερος καὶ καλὸς μεμαρτύρηται· διὸ καὶ ἡ σατανικὴ τῶν Ἰουδαίων συναγωγὴ αὐτῷ προσκυνῆσαι δεδήλωται καὶ ἐκ τοῦ καθολικοῦ πειρασμοῦ ἀπήμαντος τηρηθῆναι ἠξίωται. «Καὶ τῷ ἀγγέλῳ, φησίν, τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον·
Τάδε λέγει ὁ ἀμήν, ὁ μάρτυς ὁ ἀληθής, καὶ τῆς τοῦ Θεοῦ κτίσεως δημιουργός· Οἶδα ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός, ἀλλὰ χλιαρός, καὶ μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου, διὰ τὸ λέγειν σε Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδενὸς χρείαν ἔχω, σὺ δὲ εἶ ὁ ἐλεεινὸς καὶ ταλαίπωρος καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός. Διὸ καὶ συμβουλεύω σοι ἀγοράσαι παρ’ ἐμοὶ χρυσίον πεπυρωμένον ἵνα πλουτήσῃς καὶ λάβῃς παρ’ ἐμοὶ ἱμάτια λευκὰ εἰς περιβολήν, πρὸ τοῦ φανερωθῆναι τὴν αἰσχύνην τῆς γυμνότητός σου. Ἐγὼ γὰρ οὓς φιλῶ ἐλέγχω καὶ παιδεύω. Ζήλευσον οὖν καὶ μετανόησον.
Ἰδοὺ ἐπὶ τὴν θύραν ἕστηκα καὶ κρούω· ἐάν τις ἀνοίξῃ μοι, καὶ εἰσελθὼν συνδειπνήσω αὐτῷ καὶ αὐτὸς μετ’ ἐμοῦ». Ἑρμ(ηνεία): Οὖτος γὰρ ὁ τῆς Λαοδικείας ἐπίσκοπος, τυφλὸς καὶ πτωχὸς καὶ γυμνὸς πάσης ἀρετῆς ὤν, ἐπὶ ματαίῳ καὶ φθαρτῷ πλούτῳ ἐμεγαλαύχει καὶ ἐκόμπαζεν. Διὸ καὶ ἐδηλώθη αὐτῷ ὅτι, εἰ οὐ σπεύσει ἐκ τοῦ πλούτου τῆς χρηστότητος τοῦ Θεοῦ κτήσασθαί τι, ὡς γυμνὸς μέλλει ἀσχημονῆσαι καὶ τῇ κολάσει παραδοθῆναι. Τὸ δὲ «ἐπὶ τῆς θύρας ἕστηκα κρούων» τὴν φιλοπτωχίαν δηλοῖ· καὶ «ἐάν τίς μοι ἀνοίξῃ, καὶ συνδειπνήσω αὐτῷ καὶ αὐτὸς μετ’ ἐμοῦ» δηλονότι ἐν τῇ βασιλείᾳ μου· ἐφ’ ὅσον, φησί, ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.
Ὁ δὲ μακάριος Ἰωάννης ἐφ’ ἑκάστης γραφῆς τῶν ἑπτὰ ἐκκλησιῶν πρὸς τὸ τέλος γράφει λέγων· Ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις, τοὐτέστιν Οὐκ ἐγώ, ἀλλὰ Θεὸς λέγει πρὸς ὑμᾶς ταῦτα. Καὶ μακάριος, φησίν, ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς γεγραμμένους λόγους τῆς προφητείας ταύτης.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.