Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν Ἀποκάλυψιν

Νεόφυτος ὁ Ἔγκλειστος

Υποθέσεις Β' και Γ': Το όραμα του θρόνου, το εσφραγισμένο βιβλίο και οι επτά σφραγίδες

Θεολογική ερμηνεία του ουράνιου θρόνου, της σφαγής του Αρνίου, της διάνοιξης των επτά σφραγίδων και των συμβολισμών τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 3 από 9

Apoc. 4 Ὑπ(όθεσις) Βʹ. Πε(ρὶ) τῆς οὐρανίου θύρας καὶ ἀναβάσεως τοῦ θεωροῦ. Ἀποπεράνας οὖν τὰ περὶ τῶν ἑπτὰ ἐκκλησιῶν αὐτῷ ἐντεταλμένα, «Εἶδον, φησίν, καὶ ἰδοὺ θύρα ἀνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ φωνὴ ἐκεῖθεν μεγάλη κελεύουσά μοι, Ἀνάβηθι ὧδε, καὶ δείξω σοι ἃ δεῖ μετὰ ταῦτα γενέσθαι. Καὶ εὐθέως ἐγενόμην ἐν πνεύματι,» ἤτοι ἐν ἐκστάσει· «καὶ ἰδοὺ κείμενος θρόνος ἐν τῷ οὐρανῷ, καὶ ὁ καθήμενος ἐν αὐτῷ ὅμοιος λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ κύκλωθεν τοῦ θρόνου ἶρις ὁμοία λίθῳ σμαραγδίνῳ, καὶ πάλιν τούτου κύκλωθεν εἰκοσιτέσσαρες θρόνοι, ἐν οἷς καὶ ἐκάθηντο εἰκοσιτέσσαρες πρεσβύτεροι περιβεβλημένοι στολὰς λευκὰς καὶ ἐστεμμένοι τὰς κεφαλὰς στεφάνους χρυσοῦς. Ἐκ δὲ τοῦ μεγάλου θρόνου ἐξήεσαν ἀστραπαὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἔμπροσθεν αὐτοῦ, καὶ θάλασσα ὁμοία κρυστάλλῳ κατέναντι τοῦ θρόνου· καὶ τέσσαρα ζῶα ἔσωθεν καὶ ἔξωθεν καὶ ἔμπροσθεν καὶ ὄπισθεν γέμοντα ὀφθαλμούς, καὶ τὰ πρόσωπα αὐτῶν πρόσωπον λέοντος καὶ πρόσωπον μόσχου, πρόσωπον ἀνθρώπου, καὶ τὸ τέταρτον ὅμοιον ἀετῷ. Καὶ ἑκάστῳ τῶν τεσσάρων πτέρυγες ἕξ· ἃ καὶ βοῶσιν ἀκαταπαύστως, Ἅγιος, ἅγιος, ἅγιος Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ».

Ἑρμ(ηνεία): Ἡ ἑτοιμασία τοῦ θρόνου τῆς κρίσεως ἀμυδρῶς πως ἐνταῦθα δεδήλωται, καθὼς καὶ ἤκουσεν ἀνωτέρω, ὅτι «δείξω σοι ἃ μετὰ ταῦτα μέλλει γενέσθαι». Οἱ δὲ εἰκοσιτέσσαρες πρεσβύτεροι, οἱ δώδεκα μὲν εἰσὶν οἱ ἀπόστολοι, κατὰ τὴν ἀψευδῆ τοῦ Χριστοῦ ὑπόσχεσιν, οἱ δὲ ἕτεροι δώδεκα ἡ τῶν προπατόρων ἀκρότης, ἤτοι Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ, καὶ οἱ λοιποὶ ἀκρέμονες τῶν προφητῶν καὶ δικαίων, τὰ δὲ τετράμορφα ζῷα Χερουβίμ εἰσι· καὶ πρόδηλον τοῦτο ἐκ τοῦ εἶναι πολυόμματα καὶ ἑξαπτέρυγα καὶ κράζειν ἀκαταπαύστως τὸ Ἅγιον καὶ τὰ ἑξῆς.

Apoc. 5,1-8,5 Ὑπ(όθεσις) Γʹ. Περὶ τοῦ ἐσφραγισμένου βιβλίου σφραγῖσιν ἑπτὰ καὶ περὶ τοῦ ἀρνίου. Ὁ δὲ καθήμενος ἐπὶ τοῦ θρόνου κατεῖχε βιβλίον ἐν τῇ δεξιᾷ χειρί, ἑπτὰ σφραγῖσιν ἐσφραγισμένον. Καὶ εἶδον ἄγγελον ἐν φωνῇ μεγάλῃ κηρύσσοντα, Τίς ἱκανὸς λῦσαι τὰς σφραγῖδας καὶ ἀνοῖξαι τὸ βιβλίον;

Κἀγὼ ἔκλαιον, βουλόμενος μαθεῖν τί ἄρα τὰ ἐσφραγισμένα ἐν τῷ βιβλίῳ. Εἶς δὲ ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, τοῦ λῦσαι τὰς σφραγῖδας καὶ ἀνοῖξαι τὸ βιβλίον. Καὶ εἶδον ἐν μέσῳ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, ἔνθα καὶ ὁ θρόνος, ἀρνίον ἑστηκότα ὥσπερ ἐσφαγμένον, ἑπτὰ ἔχοντα ὀφθαλμοὺς καὶ κέρατα ἑπτά. Καὶ ἐλθὼν ἔλαβε τὸ βιβλίον ἐκ τῆς χειρὸς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. Καὶ εὐθέως οἱ πρεσβύτεροι καὶ τὰ τέσσαρα ζῷα, πεσόντες καὶ προσκυνήσαντες, ὕμνησαν λέγοντες, Σοὶ πρέπει λῦσαι τὰς σφραγῖδας καὶ ἀνοῖξαι τὸ βιβλίον, ὅτι ἐσφάγης καὶ ἐν τῷ αἵματί σου ἠγόρασας τῷ Θεῷ λαὸν ἐκ πάσης φυλῆς καὶ γλώσσης.

Εἶδον δὲ καὶ ἤκουσα κύκλῳ τοῦ θρόνου ἀγγέλων ὑμνούντων, ὧν ὁ ἀριθμὸς χιλιάδες χιλιάδων καὶ μυριάδες μυριάδων, Τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ, λέγοντες, ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Τὰ δὲ τέσσαρα ζῷα καὶ <οἱ> εἰκοσιτέσσαρες πρεσβύτεροι, προσκυνοῦντες, ἔλεγον τὸ Ἀμήν.

Καὶ εἶδον ὅτε ἤνοιξε τὸ ἀρνίον τὴν πρώτην σφραγῖδα καὶ ἐμοὶ ἐπετράπη τοῦ βλέπειν, καὶ εἶδον ἵππον λευκόν, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν τόξον κατεῖχε, καὶ ἐδόθη αὐτῷ στέφος, καὶ ἐξῆλθεν ἵνα νικήσῃ. Εἶτα ἤνοιξε τὴν δευτέραν σφραγῖδα, καὶ ἄλλος ἐξῆλθεν ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπ’ αὐτῷ ἐδόθη μάχαιρα μεγάλη καὶ ὁρισμὸς τοῦ λαβεῖν τὴν εἰρήνην ἀπὸ τῆς γῆς, ἵνα ἀλλήλους οἱ ἄνθρωποι κατασφάττουσι.

Ὅτε δὲ καὶ τὴν τρίτην σφραγῖδα ἤνοιξεν, ἰδοὺ ἵππος μέλας ἐφάνη, καὶ τῷ καθημένῳ ἐπ’ αὐτὸν ζυγὸς ἐπεδόθη ἐν τῇ χειρὶ αὐτοῦ καὶ ὁρισμός, Χοῖνιξ σίτου ἐν δηναρίῳ, καὶ κριθῶν τρεῖς χοίνικες ἐν δηναρίῳ· τὸ ἔλαιον δὲ καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.

Εἶτα, καὶ τὴν τετάρτην ἀνοίξας σφραγῖδα, εἶδον ἵππον χλωρόν, καὶ ὄνομα τῷ καθημένῳ ἐπ’ αὐτὸν θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει αὐτῷ· καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἵνα ἐν ῥομφαίᾳ καὶ λιμῷ τὸ τέταρτον τῆς γῆς ἀποκτείνωσι.

Ὅτε δὲ καὶ τὴν πέμπτην σφραγῖδα ἤνοιξεν, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων ἀνθρώπων διὰ τὸν λόγον τοῦ Θεοῦ, οἷς καὶ ἐπεδόθη στολὴ λευκὴ ἵνα ἀναπαύωνται ἄχρις ἂν καὶ οἱ σύνδουλοι αὐτῶν τελειωθῶσι.

Εἶτα, καὶ τὴν ἕκτην διανοίξας σφραγῖδα, σεισμὸς ἐγένετο μέγας, καὶ ὁ ἥλιος ἐγένετο ὥσπερ σάκκος τρίχινος μέλας, ἡ δὲ σελήνη μετεβλήθη εἰς αἷμα, καὶ οἱ ἀστέρες ὡς φύλλα καὶ ὄλυνθοι ἀπὸ συκῆς πεπτώκασιν ἐπὶ τὴν γῆν, καὶ ὁ οὐρανὸς καθάπερ βιβλίον εἱλίσσετο, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν, οἱ δὲ βασιλεῖς τῆς γῆς καὶ οἱ δυνάσται καὶ πάντες ἄνθρωποι κατέκρυπτον ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ τὰς τρώγλας τῶν πετρῶν, λέγοντες, Πέσετε ἐφ’ ἡμᾶς καὶ ἀποκρύψατε τῆς ὀργῆς τοῦ ἐπὶ τοῦ θρόνου καὶ τοῦ ἀρνίου, ὅτι ἦλθεν <ἡ> ἡμέρα τῆς ὀργῆς αὐτοῦ, καὶ τίς δύναται ὑποστῆναι;

Μετὰ ταῦτα δὲ τέσσαρας ἀγγέλους εἶδον ἱσταμένους εἰς τὰς τέσσαρας γωνίας τῆς γῆς καὶ κρατοῦντας τοὺς τέσσαρας ἀνέμους, ἵνα μὴ πνεύσωσιν ὅλως. Καὶ ἕτερος ἄγγελος ἦν ἀναβαίνων ἀπὸ ἀνατολῆς ἡλίου, σφραγῖδα κρατῶν Θεοῦ ζῶντος, καὶ ἔκραξεν λέγων τοῖς ἑτέροις ἀγγέλοις τοῦ μὴ ἀδικῆσαί τινα τῶν ἀνθρώπων, Ἕως ἂν σφραγίσω, φησί, τοὺς δούλους τοῦ Θεοῦ. Κἀγὼ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν καὶ τεσσαράκοντα τέσσαρας χιλιάδας ἐκ τῶν δώδεκα φυλῶν τῶν υἱῶν Ἰσραήλ, ἤγουν ἐξ ἑκάστης φυλῆς δώδεκα χιλιάδας.

Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν οὐδεὶς ἐδύνατο ἀριθμῆσαι, ἐκ παντὸς ἔθνους καὶ γλώσσης καὶ λαοῦ, περιβεβλημένους στολὰς λευκὰς καὶ ἐνώπιον τοῦ θρόνου καὶ τοῦ ἀρνίου παρισταμένους. Εἶς δὲ τῶν πρεσβυτέρων λέγει μοι, Τίνες ἆρα καὶ πόθεν οἱ τὰς λευκὰς περιβεβλημένοι στολάς; Κἀγὼ εἶπον αὐτῷ, Κύριέ μου, σὺ γινώσκεις. Καὶ ἀποκριθεὶς λέγει μοι, Οὖτοί εἰσιν οἱ ἐκ μεγάλων θλίψεων ὑπὲρ τοῦ ὀνόματος τοῦ ἀρνίου τὰς ἑαυτῶν στολὰς πλύναντες καὶ λευκάναντες, καὶ ἰδοὺ σὺν αὐτῷ ἀγάλλονται καὶ συνευφραίνονται. «Ὅτε δὲ καὶ τὴν ἑβδόμην σφραγῖδα ἤνοιξε τὸ ἀρνίον, ὡς ἡμιώριον σιγὴ ἐγένετο ἐν τῷ οὐρανῷ. Καὶ εἶδον τοὺς παρισταμένους ἑπτὰ ἀγγέλους, ὅτι ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες, ἑτέρῳ δὲ ἀγγέλῳ ἐδόθη λιβανωτὸν ὥσπερ χρυσοῦν καὶ ἕτερα θυμιάματα πολλά. Καί, λαβὼν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ καὶ θυμιάσας ἐνώπιον τοῦ θρόνου καὶ τοῦ χρυσοῦ θυσιαστηρίου, ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ».

Ἑρμ(ηνεία): Τὸ ἐσφραγισμένον βιβλίον τοῦτο σημαίνει, τὴν ἄφατον καὶ πολλὴν τοῦ Θεοῦ μακροθυμίαν, ὅτι ὁ κόσμος, ἄξιος ὢν βασάνων καὶ τιμωριῶν πολλῶν διὰ τὴν ἀσέβειαν καὶ τὰς πράξεις τὰς πονηράς, συγκαλύπτεται ἡ ὀργὴ κατ’ ἐμφέρειαν βιβλίου ἐσφραγισμένου. Ὅτε δὲ ὁ τῆς συντελείας καιρὸς ἐπιστῇ, τότε τὸ ἀρνίον, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὡς ἔχων ἐξουσίαν κρῖναι τὴν γῆν, ἀναπτύξει τὰ κεκρυμμένα καὶ ἄξια κατακρίσεως ἔργα, καθὼς καὶ ὁ θεῖος ἐξεῖπε Δανιήλ, Κριτήριον, φησί<ν>, ἐκάθησε, καὶ βίβλοι ἀνεῴχθησαν.

Ἀρνίον δὲ εἴρηται διὰ τὸ ἄκακον καὶ ἄμωμον καὶ <ὡς ὑπὲρ ἄλλων> τυθέν, ὑπὲρ τῆς ἁμαρτίας τοῦ κόσμου· περὶ οὗ καὶ ὁ προφήτης προέφη Ἡσαΐας ὅτι Ὡς πρόβατον καὶ ὡς ἀμνὸς εἰς σφαγὴν ἤχθη, ὁ δὲ Ἰωάννης Ἴδε, φησίν, ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

Οἱ δὲ ἑπτὰ ὀφθαλμοὶ τοῦ ἀρνίου τοῦτο παραδηλοῦσιν, ὅτι καθορᾷ πάντα καὶ λέληθεν αὐτῷ οὐδὲν τῶν γινομένων φαύλων τε καὶ χρηστῶν. Τὰ δὲ ἑπτὰ κέρατα αὐτοῦ τὸ βασιλικώτατον αὐτοῦ ὑπεμφαίνουσι, ὅτι κερατίσει καὶ καταβαλεῖ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τοῦ διαβόλου τὸ κράτος, καὶ αὐτὸς μόνος ὡς βασιλεὺς τῆς δόξης διαμένει βασιλεὺς ἀΐδιος ἐν μιᾷ βασιλείᾳ, σὺν τῷ Πατρὶ αὐτοῦ καὶ τῷ Πνεύματι.

Ὁ δὲ λευκὸς ἵππος καὶ ὁ πυρρὸς καὶ ὁ μέλας καὶ οἱ λοιποί, καὶ οἱ ἐπιβάται ἐπ’ αὐτοῖς ἄγγελοι, τὰς μελλούσας γενέσθαι θλίψεις ἐν τῷ κόσμῳ σημαίνουσι, καὶ τὸ ἰσχυρὸν καὶ ἀήττητον αὐτῶν καὶ πολεμικώτατον.

Καὶ οὐκ ἡ πυρφλόγος καὶ ἀσώματος φύσις τῶν ἀγγέλων ἵππων καὶ ἐποχίας ἔχουσα χρείαν, ἀλλὰ <πρὸς τὸ> ἀπελθεῖν, καθὼς προσετάγησαν, καὶ ἆραι τὴν εἰρήνην καὶ πᾶν ἀγαθὸν ἀπὸ προσώπου τῆς γῆς, διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν καὶ τὰ ἔργα τοῦ Σατανᾶ, ὅπως ἀναλωθῶσιν ἀλλήλοις, ὅτι ἀπέστησαν ἀπὸ τοῦ Θεοῦ καὶ ὁ Θεὸς ἀπ’ αὐτῶν.

Ἀπὸ δὲ τῶν ἀναριθμήτων μυριάδων τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες καὶ μόναι, λέγει, εὑρεθήσονται σωζομένων, ἐξ ἑκάστης φυλῆς τῶν δώδεκα χιλιάδες δώδεκα καὶ οὐδὲν πλέον· ἀλλὰ τοὺς προπάτορας δηλονότι καὶ τοὺς προφήτας καὶ τοὺς ὁμοίους αὐτῶν φιλοθέους. Οἱ δὲ ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν πιστεύσαντες καὶ βαπτισθέντες πλήθη πολλὰ καὶ ἀριθμοῦ κρείττω. Οἱ λευσχήμονες δὲ καὶ τῷ ἀρνίῳ συναγαλλόμενοι καὶ τῷ θείῳ παριστάμενοι θρόνῳ, οὗτοί εἰσιν οἱ δι’ αἵματος καὶ μαρτυρίας ἢ διὰ ἀσκήσεως καὶ καθαρᾶς πολιτείας πλύναντες καὶ λευκάναντες τὰς στολὰς τῶν ἰδίων ψυχῶν.