Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν Ἀποκάλυψιν
Υποθέσεις Δ' και Ε': Οι επτά σάλπιγγες και οι προφήτες Ενώχ και Ηλίας
Αφήγηση και εξήγηση των πληγών μετά το σάλπισμα των αγγέλων, καθώς και η δράση και το μαρτύριο των προφητών Ενώχ και Ηλία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Υποθέσεις Δ' και Ε': Οι επτά σάλπιγγες και οι προφήτες Ενώχ και Ηλίας
Αφήγηση και εξήγηση των πληγών μετά το σάλπισμα των αγγέλων, καθώς και η δράση και το μαρτύριο των προφητών Ενώχ και Ηλία.
Apoc. 8,6-11,9 Ὑπ(όθεσις) Δʹ. Περὶ τῶν ἑπτὰ σαλπιφόρων ἀγγέλων. Οἱ δὲ λαβόντες τὰς ἑπτὰ σάλπιγγας ἄγγελοι, ἰδοὺ ὁ πρῶτος ἐσάλπισε· καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένον αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν, καὶ κατεκάη τὸ τρίτον τῆς γῆς καὶ τῶν δένδρων καὶ πᾶς χόρτος ὁμοῦ.
Ἐσάλπισε δὲ καὶ ὁ δεύτερος· καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη ἐν τῇ θαλάσσῃ, καὶ κατέκαυσε τὸ τρίτον αὐτῆς καὶ τὰ ἐν αὐτῇ. Εἶτα καὶ ὁ τρίτος ἐσάλπισεν ἄγγελος· καὶ ἀστὴρ μέγας πύρινος, ὁ λεγόμενος Ἄψινθος, πέπτωκεν ἐκ τοῦ οὐρανοῦ ἐπὶ πᾶν ὕδωρ ποταμῶν καὶ πηγῶν καὶ ὡς ἄψινθος ἐπικράνθησαν, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπὸ τοῦ δίψους ἀπέθανον.
Καὶ ὁ τέταρτος ἐσάλπισεν ἄγγελος, ἐπλήγη δὲ καὶ ἐσκοτίσθη τὸ τρίτον τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἀστέρων, καὶ τὸ τρίτον τῆς ἡμέρας ἐγένετο σκότος. Εἶδον δὲ ὡς ἀετὸν ἐν τῷ ἀέρι, καὶ ἤκουσα αὐτοῦ λέγοντος μεγάλῃ τῇ φωνῇ, Οὐαὶ οὐαὶ τοῖς κατοικοῦσιν ἐπὶ προσώπου πάσης τῆς γῆς ἐκ τῶν μελλόντων τριῶν ἀγγέλων σαλπίσαι.
Τότε οὖν καὶ ὁ πέμπτος ἐσάλπισεν ἄγγελος· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου. Καὶ ἤνοιξεν αὐτό, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος, ὥσπερ ἀπὸ καμίνου μεγάλης, καὶ ἐσκότασε τὸν ἥλιον καὶ τὸν ἀέρα. Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες ἐπὶ τῆς γῆς ὥσπερ σκορπίοι, ὧν τὸ μέγεθος ὥσπερ ἵπποι, καὶ αἱ οὐραὶ αὐτῶν ὡς κέντρον σκορπίου, αἱ κεφαλαὶ αὐτῶν ὡς ἐστεμμέναι χρυσίῳ· εἶχον δὲ πτέρυγας, καὶ πρόσωπα ἀνθρώπων, καὶ τρίχας ὡς τρίχας γυναικῶν, καὶ ὥσπερ λέοντος οἱ ὀδόντες αὐτῶν, καὶ ὥσπερ σιδηροῦς θώρακας ἐφόρουν, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων καὶ πολλῶν ἵππων τρεχόντων εἰς πόλεμον. Βασιλεὺς δὲ αὐτῶν <ὁ> ἄγγελος τῆς ἀβύσσου, καὶ τὸ ὄνομα αὐτοῦ Ἑβραϊστὶ Ἀβαδδών, Ἑλληνιστὶ δὲ Ἀπολλύων. Εἴρηται δὲ αὐτοῖς χόρτον μὲν ἢ δένδρον μὴ βλάψαι, πλήττειν δὲ καὶ βασανίζειν τοὺς ἀνθρώπους μῆνας πέντε, ὅσοι ἐν τοῖς μετώποις αὐτῶν μὴ ἔχοντες τὴν σφραγῖδα τοῦ Θεοῦ. Ἐν δὲ ταῖς τοιαύταις ἡμέραις ἐπιθυμήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ αὐτὸς φεύξεται ἀπ’ αὐτῶν. «
Εἶτα καὶ ὁ ἕκτος ἐσάλπισεν ἄγγελος· καὶ φωνή, ἐκ τοῦ χρυσοῦ θυσιαστηρίου, αὐτῷ ἐπιτρέπουσα ἵνα, διὰ τριῶν πληγῶν, ἤτοι ἐκ πυρὸς καὶ θείου καὶ καπνοῦ, ἀποκτείνῃ τὸ τρίτον τῶν ἀνθρώπων, ὅτι οὐ μετενόησαν ἀπὸ τῶν ἀσεβειῶν καὶ τῶν αἰσχρῶν πράξεων αὐτῶν, λήσῃ δὲ καὶ τοὺς δεδεμένους ἐν τῷ μεγάλῳ Εὐφράτῃ ποταμῷ τέσσαρας ἀγγέλους».
Ἑρμ(ηνεία): Λύσιν δεσμῶν τεσσάρων ἀγγέλων λέγει τὴν ἐκ τοῦ χρυσοῦ θυσιαστηρίου προτρεπτικὴν θείαν φωνὴν εἰς ὄλεθρον καὶ ἀπώλειαν εἰδωλολάτρου λαοῦ. «Καὶ εἶδον στρατεύματα, μυριάδας μυριάδων ἔχοντας θώρακας πυρίνους, αἱ κεφαλαὶ δὲ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, ἐκ δὲ τῶν στομάτων αὐτῶν πῦρ ἐξήρχετο καὶ καπνὸς καὶ θεῖον· αἱ οὐραὶ δὲ αὐτῶν ὅμοιαι ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσι».
Ἑρμ(ηνεία): Καὶ ταῦτα τὰ στρατεύματα ἐκ τῶν προρρηθέντων ἀκρίδων εἰσί. «Εἶτα καὶ ὁ ἕβδομος ἐσάλπισεν ἄγγελος· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ, ὑμνοῦσαι καὶ εὐλογοῦσαι τὸν Κύριον, ὅτι Ἦλθεν, φησίν, ὁ καιρὸς τῆς κρίσεως, ἐν ἧ ἀποδώσῃς ἑκάστῳ κατὰ τὰς πράξεις αὐτοῦ.
Καὶ εἶδον ὅτι ἠνοίγη ὁ ναὸς τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ καὶ χάλαζα μεγάλη καὶ σεισμός». Ἑρμ(ηνεία): Αἱ παρὰ τῶν ἀγγέλων ἑπτὰ σάλπιγγες τὰ περὶ τῆς συντελείας παραδηλοῦσι δεινά, σύμφωνα δὲ καὶ τῷ θείῳ εὐαγγελίῳ. Τότε, φησίν, ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ ὅτι συνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπὸ τῶν τεσσάρων ἀνέμων καὶ τὰ ἑξῆς. Τοὺς ἐκλεκτοὺς μὲν συνάξουσι, τοὺς βδελυκτοὺς δὲ παρήσουσιν, ἵνα κατὰ τὴν βδελυγμίαν αὐτῶν ἀπολάβωσι. Διὰ τοῦτο καὶ οἱ τέσσαρες πρῶτοι ἄγγελοι, σαλπίσαντες, τὸ τρίτον τῆς γῆς καὶ τῆς θαλάσσης καὶ τοῦ φωτὸς ἐξηφάνισαν, ὁ δὲ πέμπτος ἐκ τῆς ἀβύσσου καὶ τοῦ ᾅδου καπνὸν ἀνήγαγε σὺν ἀκρίδι. Ἀκρίδα, διὰ τὸ πλῆθος καὶ τὸ τετράπουν καὶ τὸ πτερόν, τῷ δὲ μεγέθει ὡς ἵπποι καὶ ὡς λέοντες, ὡς ἀνθρώπων πρόσωπα, καὶ τρίχες γυναικῶν· αἱ οὐραὶ αὐτῶν κολαστικαὶ ὡς ὄφεως καὶ σκορπίου, καὶ τὰ λοιπὰ αὐτῶν εἴδη φοβερὰ καὶ φρικώδη. Ἐντέταλται δὲ αὐτοῖς μηδὲν τῶν ἐν τῇ γῇ παραβλάψαι, εἰμὴ τοὺς ἀνθρώπους τοὺς μὴ ἔχοντας τὴν σφραγῖδα τοῦ Θεοῦ βασανίσωσι μῆνας πέντε, πλήττοντες τοῖς κέντροις ἡμέρας καὶ νυκτός. Καὶ εἶθ’ οὕτως παραδοθῶσιν τῇ ἀπωλείᾳ· τοῦτο γὰρ καὶ τὸ ὄνομα τοῦ ἄρχοντος τῶν ἱπποακρίδων ἐκείνων παραδηλοῖ, Ἀββαδῶν Ἀπολλύων.
Ὁμοίως καὶ οἱ ἕτεροι τρεῖς ἄγγελοι τὰ περὶ τῆς συντελείας τοῦ κόσμου δεινὰ διαγορεύουσιν· περὶ ὧν λέγειν πλατυτέρως οὐ βούλομαι.
Apoc. 10,1-11,14 Ὑπ(όθεσις) Εʹ. Περὶ τοῦ ἀγγέλου καὶ τοῦ βιβλίου καὶ τοῦ Ἑνὼχ καὶ τοῦ Ἠλιοῦ. «Καὶ εἶδον ἄγγελον ἐκ τοῦ οὐρανοῦ κατερχόμενον, περιβεβλημένον νεφέλην, καὶ <ἡ> ἶρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ τὸ πρόσωπον ὡς ἥλιος, οἱ πόδες αὐτοῦ ὥσπερ στῦλος πυρός, καὶ ἐκράτει ἐπὶ χεῖρας βιβλιδάριον ἀνεῳγμένον. Καὶ ἔθηκε τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν πρός με, Λάβε τὸ βιβλίον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου. Καί, ὡς ἦλθον τοῦ λαβεῖν αὐτό, λέγει μοι, Λάβε καὶ φάγε αὐτό. Καὶ λαβὼν ἔφαγον αὐτό, <καὶ> ἐγλυκάνθη μὲν ὑπὲρ μέλι τὸ στόμα μου, ἐπικράνθη δὲ ἡ κοιλία μου. Καὶ λέγει μοι ὁ ἄγγελος ὅτι Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ βασιλεῖς καὶ ἔθνη καὶ λαούς, ὅτι ἐδόθη τοῖς ἔθνεσι τοῦ πατῆσαι τὴν πόλιν τὴν ἁγίαν μῆνας τεσσαράκοντα τέσσαρας. Καὶ δώσω λόγον τοῖς δυσὶ μάρτυσί μου, λέγει Κύριος, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους, καὶ οὐδεὶς δυνήσεται αὐτοὺς ἀδικῆσαι ἐν ἡμέραις τῆς προφητείας αὐτῶν, ἐξουσίαν δὲ ἔχουσι κλεῖσαι τὸν οὐρανόν, τοῦ μὴ βρέξαι, καὶ τὰ ὕδατα μεταποιῆσαι εἰς αἷμα, καὶ πατάξαι τὴν γῆν ὁσάκις καὶ θέλουσι.
Ὅτε δὲ τελέσωσι τὸ ἔργον τῆς προφητείας αὐτῶν, τότε συνάψει αὐτοῖς πόλεμον τὸ ἐκ τῆς ἀβύσσου θηρίον, καὶ νικήσει καὶ ἀποκτενεῖ αὐτούς, καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως ἐν ᾗ καὶ ὁ Κύριος αὐτῶν ἐσταυρώθη, καὶ παρὰ πάντων ὁρᾶται τὸ πτῶμα αὐτῶν κείμενον τρεῖς ἡμέρας νεκρὸν ἄταφον. Καὶ μετὰ τρεῖς ἡμέρας ἔπνευσεν αὐτοῖς πνεῦμα ζωῆς, καί, κληθέντες, ἀνήλθοσαν εἰς τὸν οὐρανόν, καὶ ἐπέπεσε φόβος μέγας τῇ πόλει, θεωροῦντες αὐτούς. Καὶ ἐν ἐκείνῃ τῇ ὥρα σεισμὸς ἐγένετο μέγας, ἐξ οὗ καὶ τὸ δέκατον τῆς πόλεως κατεπτώθη, καὶ ἀπεκτάνθησαν ἀνδρῶν χιλιάδες ἑπτά, ὁ δὲ λοιπὸς λαός, φόβῳ μεγάλῳ συσχεθείς, ἐδίδουν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ» Ἑρμ(ηνεία): Εὔληπτα τὰ ῥηθέντα· ὅτι τὸ μὲν βιβλίον, ὃ κατέφαγεν ὁ θεωρὸς οὗτος, τὴν χάριν ἐδήλου τῆς κατ’ αὐτὸν προφητείας, τὰ δὲ ἑξῆς περὶ τῆς ἐλεύσεως τῶν προφητῶν Ἑνὼχ καὶ Ἠλιοῦ. Καὶ οἱ δυνάμενοι κλεῖσαι οὐρανόν, καὶ γῆν καταπλῆξαι, ἡττήθησαν οἰκονομικῶς καὶ ἀνηρέθησαν ἐκ τοῦ θηρίου, ὅπως λάβωσι τὸ στέφος τῆς μαρτυρίας καὶ μὴ ἐλάττους φωραθῶσι τῶν προφητῶν καὶ τῶν λοιπῶν αὐτῶν θεοστεφῶν ἀδελφῶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.