Apoc. 12,1-13,10 Ὑπ(όθεσις) ϛʹ.
Περὶ τοῦ ὀφθέντος μεγάλου σημείου ἐν τῷ οὐρανῷ.
Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ γὰρ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη περὶ τοὺς πόδας αὐτῆς, καὶ δώδεκα ἀστέρες στεφανοειδῶς ἐπὶ τῆς κεφαλῆς αὐτῆς, καὶ ἐν γαστρὶ ἔχουσα, βασανιζομένη ἦν καὶ κράζουσα τοῦ τεκεῖν. Ὤφθη δὲ καὶ ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, δράκων γὰρ μέγας, πυρρός, ἑπτὰ κεφαλὰς ἔχων καὶ κέρατα δέκα, ἐλθὼν ἔστη ἐνώπιον τῆς γυναικός, ἵνα τὸ τικτόμενον καταφάγῃ παιδίον. Ἡ δὲ γυνὴ ἔτεκε παιδίον ἄρρεν· καὶ τὸ παιδίον ἡρπάγη πρὸς τὸν Θεόν, ἡ δὲ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον ἐν τόπῳ ἡτοιμασμένῳ αὐτῇ, ἵνα ἐκεῖ τρέφεται ἡμέρας χιλίας διακοσίας ἑξήκοντα. Ὁ δὲ δράκων διάβολος, ὀργισθεὶς διὰ τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, ὥρμησε μετὰ τῶν ἀγγέλων αὐτοῦ συνάψαι πόλεμον μετὰ Μιχαὴλ καὶ τῶν ἀγγέλων αὐτοῦ. Καί, τούτου γενομένου, οὐχ εὑρέθη ἐν τῷ οὐρανῷ τόπος τῷ δράκοντι, ἀλλὰ ἀπερρίφη εἰς τὴν γῆν μετὰ τῶν ἀγγέλων αὐτοῦ, κατεδίωξεν δὲ τὴν γυναῖκα ἐν τῇ ἐρήμῳ· ἀλλ’ οὐδὲ κατ’ αὐτῆς ἐδόθη αὐτῷ ἰσχῦσαι, ἀλλ’ ἑκατέρωθεν ἔμεινεν ἄπρακτος. «Εἶτα ἔστην ἐπὶ τὴν ἄμμον, καὶ εἶδον θηρίον ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκτου, κεφαλὰς ἔχον ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τῶν δέκα κεράτων διαδήματα δέκα, καὶ ἐπὶ τὰς ἑπτὰ κεφαλὰς αὐτοῦ ὀνόματα ἔγραφον βλασφημίας, τὸ δὲ στόμα αὐτοῦ ὡς στόμα λέοντος.