Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν Ἀποκάλυψιν

Νεόφυτος ὁ Ἔγκλειστος

Υπόθεση Ι' και η νίκη του Λόγου: Οι επτά φιάλες και η τελική αναμέτρηση

Η έκχυση των φιαλών της οργής του Θεού, η συγκέντρωση των ακάθαρτων πνευμάτων στον Αρμαγεδώνα και η θριαμβευτική νίκη του Λόγου του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 6 από 9

Apoc. 16,2-21; 19,17-18; 19,11-21 Ὑπ(όθεσις) Ιʹ. Περὶ τῶν ἑπτὰ ἀγγέλων καὶ τῶν ἑπτὰ πληγῶν καὶ τοῦ μεγάλου πολέμου. Καὶ ἀπελθὼν ὁ πρῶτος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐγένετο ἔλκος πονηρὸν καὶ κακὸν ἐπὶ τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τὴν αὐτοῦ προσκυνοῦντας εἰκόνα.

Καὶ ὁ δεύτερος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν καὶ μετήγαγεν αὐτὴν εἰς αἷμα, καὶ ἀπέθανε πᾶσα ψυχὴ ζῶσα ἐν αὐτῇ. Καὶ ὁ τρίτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τοὺς ποταμοὺς καὶ τὰς πηγῆς τῶν ὑδάτων, καὶ ἐγένοντο αἷμα.

Καὶ ὁ τέταρτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον, καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καύσωνι μεγάλῳ, ὥσπερ ἀπὸ πυρός, καὶ ἐβλασφήμουν τὸν Θεόν. Καὶ ὁ πέμπτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου, καὶ τὸ βασίλειον αὐτοῦ ἐγένετο σκότος.

Καὶ ὁ ἕκτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν μέγαν ποταμόν, τὸν Εὐφράτην, καὶ ἐξηράνθη, ὁδοποιῶν τοὺς βασιλεῖς τοὺς ἀπὸ ἡλίου ἀνατολῆς. Καὶ ὁ ἕβδομος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα, καὶ ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ καὶ σεισμὸς παμμεγέθης, καὶ κατέπεσον αἱ πόλεις τῶν ἐθνῶν, ἡ δὲ πόλις ἡ μεγάλη εἰς τρία μέρη διῃρέθη, καὶ οὐ μετενόησαν οἱ ἄνθρωποι ἀπὸ τῶν ἔργων αὐτῶν, ἀλλ’ ἔτι ἐβλασφήμουν τὸ ὄνομα τοῦ Θεοῦ.

Καὶ εἶδον ὅτι τρία ἐξῆλθον ἀκάθαρτα πνεύματα δαιμονίων ἀπὸ τριῶν ἀκαθάρτων στομάτων, ἤγουν ἐκ τοῦ δράκοντος καὶ τοῦ θηρίου καὶ τοῦ ψευδοπροφήτου, ἃ ἐστάλησαν τοῦ ποιεῖν σημεῖα ἐνώπιον τῶν βασιλέων πάσης τῆς γῆς, καὶ συναγαγεῖν αὐτοὺς εἰς <τὸν> πόλεμον τῆς μεγάλης ἡμέρας Θεοῦ τοῦ παντοκράτορος. Καὶ συνήχθησαν εἰς τόπον Ἑβραϊστὶ καλούμενον Ἁρμαγεδών.

Καὶ εἶδον ἄγγελον ἐν τῷ ἀέρι ἑστῶτα καὶ καλοῦντα πάντα τὰ ὄρνεα, Δεῦτε, λέγων, συνάχθητε εἰς τὸν δεῖπνον τὸν μέγαν, ἵνα φάγητε σάρκας βασιλέων καὶ μεγιστάνων, ἵππων καὶ χιλιάρχων, δούλων καὶ ἐλευθέρων, καὶ ἀπὸ πάσης σαρκός. «Καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν πιστὸς καὶ ἀληθινός, ἐν δικαιοσύνῃ κρίνων καὶ πολεμῶν. Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα· οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός· περιβεβλημένος ἱμάτιον ῥεραντισμένον αἵματι· τὸ δὲ ὄνομα αὐτοῦ Ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἕτερον ὄνομα γεγραμμένον, ὃ οὐδεὶς εἶδεν εἰ μὴ αὐτὸς μόνος· καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά· καὶ τὰ στρατεύματα τοῦ οὐρανοῦ ἠκολούθει αὐτῷ ἐφ’ ἵπποις λευκοῖς καὶ ἱματισμῷ λευκοβυσσίνῳ καθαρῷ. Καὶ συνεκρότησαν αὐτῷ πόλεμον τὸ ἀθροισθὲν πλῆθος τῶν βασιλέων τῆς γῆς καὶ τὰ στρατόπεδα αὐτῶν καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα καὶ ἀπατήσας τοὺς βασιλεῖς. Καὶ τὰ μὲν πλήθη ἀπεκτάνθησαν διὰ τῆς ῥομφαίας τῆς ἐκπορευομένης ἐκ τοῦ στόματος τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τοῦ λευκοῦ, τὸ δὲ θηρίον καὶ ὁ ψευδοπροφήτης αὐτοῦ, κρατηθέντες, ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ τοῦ θείου, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν σάρκας ἀνθρώπων».

Ἑρμ(ηνεία): Αἱ φιάλαι εἶδός ἐστι κρατήρων τῶν παρ’ ἡμῶν λεγομένων ποτήρια καὶ κούπαι, τὸ δὲ ἐν αὐταῖς κέρασμα ἄξιον τοῦ ἀθεωτάτου ἐκείνου λαοῦ, ἕλκος καὶ αἷμα καὶ τὰ ἑξῆς τῶν ἑπτά. Ἀπὸ δὲ τοῦ δράκοντος διαβόλου καὶ τοῦ θηρίου ἀντιχρίστου καὶ τοῦ ψευδοπροφήτου Μοχουμὲτ τρία πνεύματα ἐξῆλθον, καὶ διά τινων σημείων ἀπατηλῶν ἀπεπλάνησαν καὶ συνήγαγον πάντας τοὺς βασιλεῖς τῆς γῆς μετὰ τῶν στρατοπέδων αὐτῶν τοῦ πολεμῆσαι μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τοῦ λευκοῦ, ὅς ἐστιν, ὡς εἴρηται, ὁ Λόγος τοῦ Θεοῦ, Χριστὸς ὁ Θεὸς ἡμῶν· καὶ τοῦτο δηλοῦσι τὰ σήμαντρα, τό τε ὄνομα καὶ τὸ ᾑμαγμένον ἱμάτιον καὶ τὰ ἑξῆς. Ἡ δὲ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία ἡ ἀπόφασις αὐτοῦ ἐστι, ἀναιροῦσα τοὺς ἀντιπάλους. ὦπται δὲ τῷ θεωρῷ τοιαύτῃ κατασκευῇ νόμου πολέμου.

Καὶ οὐράνιαι ἀγγέλων στρατιαὶ καταδέχονται πολεμεῖν μετὰ τῶν ἀνθρώπων. Εἷς γὰρ ἄγγελος, ἐξελθών, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἐν μιᾷ ῥοπῇ ἀνεῖλε τῶν Ἀσσυρίων, τὰ δὲ νῦν στρατόπεδα τῶν μωρῶν βασιλέων, συγκροτήσαντες πόλεμον μετὰ τοῦ Βασιλέως τῆς δόξης, ἐπολέμησαν ὡς στυπεῖον μετὰ πυρός, ὡς ὄστρακον μετὰ σιδήρου, ὡς χύτρα πρὸς λέβητα, ὡς ὄνος μετὰ λέοντος, καὶ ὡς ἄνθρωπος μετὰ ἀγγέλου. Διὸ καί, καθὼς ὁ ἄγγελος προαπεφήνατο, γεγόνασι δεῖπνος μέγας παντὸς πετεινοῦ καὶ θηρίου τῆς γῆς, οἱ δὲ τούτων ἔξαρχοι καὶ ἀπατεῶνες, ὅ τε ἀντίχριστος καὶ ὁ Μοχωμέτ, ἀπερρίφησαν εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ τοῦ θείου. Θεῖον δὲ λέγεται ὁ δημοτικῶς λεγόμενος θείαφος, ἱκανὸς κατακαίειν μετὰ πυρὸς λίθους καὶ σίδηρα, δι’ ὧν καὶ ἐτεφρώθησαν αἱ πόλεις τῶν Σοδόμων. Ἐγὼ δέ, πολλῆς συντομίας ἐπιμελούμενος, συλλήβδην ταῦτα διὰ τὸ εὔληπτον φάσκω.