Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν Ἀποκάλυψιν

Νεόφυτος ὁ Ἔγκλειστος

Υποθέσεις ΙΑ' και ΙΒ': Η πτώση της Βαβυλώνας, η δέσμευση του διαβόλου και η τελική κρίση

Το όραμα της καταστροφής της Βαβυλώνας, ο εγκλεισμός του Σατανά στην άβυσσο για χίλια έτη και η τελική καταδίκη των εθνών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 7 από 9

Apoc. 17,1-19,11 Ὑπ(όθεσις) ΙΑʹ. Περὶ τῆς πόρνης πόλεως καὶ τῆς ἁλώσεως αὐτῆς. «Καὶ ἧλθε, φησί, πρός με εἷς ἐκ τῶν προρρηθέντων ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς φιάλας, καὶ ἐλάλησε πρός με, Δεῦρο καὶ δείξω σοι τὸ κρῖμα τῆς πόρνης τῆς μεγάλης, τῆς καθημένης ἐπὶ τῶν ὑδάτων τῶν πολλῶν, μεθ’ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς οἱ κατοικοῦντες ἐπ’ αὐτήν· καὶ ἀπήνεγκέ με εἰς τόπον ἔρημον Πνεύματος».

Ἑρμ(ηνεία): Τάχα διὰ τὴν ἀκαθαρσίαν τῆς πόρνης οὐδὲ Πνεῦμα ἦν ἐν τῷ τόπῳ. «Καὶ εἶδον γυναῖκα ἐπὶ θηρίον κόκκινον καθημένην καὶ ὀνόματα γέμουσαν βλασφημίας, τὸ δὲ θηρίον ἑπτὰ κεφαλὰς εἶχε καὶ κέρατα δέκα. Ἦν δὲ ἡ γυνὴ περιβεβλημένη πορφύραν καὶ ὅλη κεκοσμημένη χρυσίῳ καὶ μαργάρῳ καὶ λίθῳ τιμίῳ, καὶ ἐν τῇ χειρὶ αὐτῆς ποτήριον χρυσοῦν γέμον βδελυγμάτων καὶ ἀκαθαρσίαν πολλὴν ἐκ τῆς πορνείας αὐτῆς, ἐπὶ δὲ τοῦ μετώπου αὐτῆς ἔγραφε, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πόρνων καὶ τῶν βδελυγμάτων τῆς γῆς. Καὶ εἶδον αὐτὴν μεθύουσαν ἐκ τοῦ αἵματος τῶν Χριστοῦ μαρτύρων».

Ἑρμ(ηνεία): ἤτουν ἐκ βασιλέων τυράννων. «Καὶ ταῦτα ἰδὼν καὶ θαυμάσας, λέγει μοι ὁ ἄγγελος, Διατὶ ἐθαύμασας; πρόσχες, κἀγώ σοι ἐρῶ τὸ μυστήριον· ἡ πόρνη γυνὴ ἡ πόλις ἡ μεγάλη, ἡ ἔχουσα βασιλείαν ὑπὲρ πάσας τὰς βασιλείας τῆς γῆς. Τὸ δὲ θηρίον ἐν ᾦ κάθηται ἔστι καὶ οὐκ ἔστιν· ἀναβήσεται γὰρ ἐκ τῆς ἀβύσσου καὶ ἀπελεύσεται εἰς ἀπώλειαν».

Ἑρμ(ηνεία): Τὴν ἐπ’ ἐσχάτων τοῦ διαβόλου ἠνίξατο ἔλευσιν καὶ ἀπώλειαν. «Αἱ δὲ ἑπτὰ κεφαλαὶ τοῦ θηρίου ἐν ᾧ κάθηται ἡ πόρνη, τὰ ἑπτά εἰσιν ὄρη, τὰ δὲ δέκα κέρατα δέκα εἰσὶ βασιλεῖς, οἵτινες οὔπω ἔλαβον βασιλείαν, βασιλείας δὲ ἐξουσίαν μίαν ἕξουσιν ὥραν, καὶ μετὰ τοῦ θηρίου μιὰν ἕξουσι γνώμην, καὶ δώσει αὐτοῖς δύναμιν καὶ ἐξουσίαν, ἵνα μετὰ τοῦ ἀρνίου πολεμήσωσι, ἀλλὰ τὸ ἀρνίον νικήσει αὐτούς».

Ἑρμ(ηνεία): Ἐν ταῖς ἡμέραις τοῦ ἀντιχρίστου οἱ δέκα οὖτοι φανήσονται βασιλεῖς, καὶ πολεμήσουσι τοὺς πιστεύοντας εἰς τὸν ἀμνόν του Θεοῦ, καί, ἡττηθέντες, βληθήσονται εἰς τὸ πῦρ σὺν τῷ ἐπιστάτῃ αὐτῶν, ὅτι τὸ ἀρνίον, φησί, «κύριος κυρίων ἔστι καὶ βασιλεὺς βασιλέων». «Τὰ δὲ πολλὰ ὕδατα, ἐν οἷς κάθηται ἡ πόρνη, ὄχλοι εἰσὶν ἐθνῶν καὶ λαοὶ καὶ γλῶσσαι, οἵτινες κακώσουσιν αὐτὴν καὶ τὰς σάρκας αὐτῆς φάγονται καὶ πυρὶ αὐτὴν κατακαύσουσι· ἔδωκε γὰρ ὁ Θεὸς ἐν ταῖς καρδίαις αὐτῶν τοῦ ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ἔδωκε τὴν βασιλείαν αὐτοῖς, ἄχρις ἂν τελεσθῶσιν οἱ λόγοι τοῦ Θεοῦ».

Ἑρμ(ηνεία): Οὐκ ἔδωκε, φησίν, αὐτοῖς τὴν βασιλείαν εἰς τέλος, ἀλλὰ πρός τινα χρόνον, ἕως οὖ πληρωθῶσιν οἱ λόγοι τοῦ Θεοῦ, οὓς ἀπεφήνατο κατὰ τῆς πόρνης ἀγανακτήσας. «Καὶ μετὰ ταῦτα εἶδον ἕτερον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, καὶ ἐφωτίσθη ἡ γῆ ἀπὸ τῆς δόξης αὐτοῦ. Καὶ ἐν φωνῇ μεγάλῃ ἐκραύγασε λέγων· Πέπτωκε Βαβυλὼν ἡ μεγάλη, καὶ γέγονε κατοικητήριον τῶν δαιμόνων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου».

Ἑρμ(ηνεία): Οἱ τὴν πόλιν ἁλόντες, φησί, καὶ πορθήσαντες, ὡς δαίμονες καὶ ὡς ἀκάθαρτα πνεύματα ἐν αὐτῇ κατοικοῦσι, καὶ οὐχ ὡς ἀγαθοῖς ἀλλὰ διὰ τὴν πόρνην πρὸς αὐτοὺς παρεδόθη, ὅτι «ἐκ τοῦ οἴνου, φησί, καὶ τῆς μέθης τῆς πορνείας αὐτῆς πεπτώκασιν οἱ βασιλεῖς αὐτῆς οἱ πορνεύσαντες μετ’ αὐτῆς, καὶ οἱ ἔμποροι τῆς γῆς ἐπλούτησαν ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς». «Οἱ δὲ βασιλεῖς ἑπτά εἰσιν· οἱ πέντε ἔπεσον καὶ ὁ εἶς ἔστι, καὶ ὁ ἕβδομος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον δεῖ αὐτὸν μεῖναι. Καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστι, καὶ οὗτος ὄγδοός ἐστι καὶ εἰς ἀπώλειαν ὑπάγει».

Ἑρμηνεία: Μετὰ τοὺς ἑπτὰ βασιλεῖς, φησί, φανήσεται ὄγδοος εἴτε κυρίως ὁ ἀντίχριστος, εἴτε ὅμοιος αὐτοῦ θηριώδης, καὶ εἰς ἀπώλειαν ὑπάγει. «Καὶ ἤκουσα ἐκ τοῦ οὐρανοῦ φωνὴν λέγουσαν, Ἔξελθε ἐξ αὐτῆς ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσετε ταῖς ἀμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε».

Ἑρμ(ηνεία): Οἱ ἐμοί, φησί, δοῦλοι καὶ τῆς ἁμαρτίας ἐχθροί, ἐξέλθετε καὶ διαχωρίσθητε τῆς πόλεως πόρνης, ὅπως μὴ γένησθε τῆς ἁμαρτίας αὐτῆς καὶ τῆς κακώσεως κοινωνοί. Ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνήσθη Κύριος τῶν ἀδικημάτων αὐτῆς καὶ εἶπεν· Ὡς αὐτὴ ἀπέδωκε τὰ διπλᾶ, οὕτως καὶ αὐτῇ ἀπόδοτε τὰ διπλᾷ κατὰ τὰ ἔργα αὐτῆς, καὶ ἐν ᾧ ἐκέρασε ποτηρίῳ διπλῷ κεράσατε αὐτὴν κατὰ τὸ μέτρον τοῦ στρήνους αὐτῆς, καὶ δότε αὐτῇ βασανισμὸν πένθους. Ὅτι εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς, Βασίλισσά εἰμι, οὐ χήρα, καὶ οὐ μὴ πένθος ἴδω ἐν ἐμοί· καὶ διὰ τοῦτο ἐν ἡμέρᾳ μιᾷ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος, καὶ ἐν πυρὶ αὐτὴν κατακαύσουσιν, ὅτι δίκαιος Κύριος ὁ κρίνων αὐτήν. Καὶ κλαύσουσι καὶ κόψονται οἱ στρηνιάσαντες καὶ πορνεύσαντες ἐν αὐτῇ βασιλεῖς, ἑστηκότες ἀπὸ μακρόθεν διὰ τὸν φόβον τοῦ βασανισμοῦ τῆς πυρώσεως αὐτῆς, κλαίοντες καὶ λέγοντες, Οὐαὶ οὐαί, Βαβυλὼν ἡ μεγάλη, καὶ πόλις ἡ ὀχυρά, ὅτι ἐν ὥρᾳ μιᾷ ἦλθεν ἡ κρίσις σου.

Οἱ ἔμποροι δὲ καὶ πᾶς πλευστικός, ἀπὸ μακρόθεν ἑστῶτες καὶ χοῦν βαλόντες ἐπὶ τὰς κεφαλὰς αὐτῶν, ἔκραζον κλαίοντες καὶ λέγοντες, Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ πάντες ἐπλούτουν οἱ ἔχοντες τὰ πλοῖα, καὶ νῦν τὸν γόμον αὐτῶν οὐδεὶς ὁ ἀγοράζων· ἀργύριον καὶ χρυσίον καὶ λίθους τιμίους, μάργαρον καὶ βύσσινον καὶ πορφύρα καὶ τὰ λοιπὰ πάντα ἀπῆλθον ἀπὸ σοῦ, ὅτι ἔκρινε Κύριος ἐπὶ σοί. Καὶ ᾗρεν ὁ ἄγγελος λίθον ὡς μύλον μέγαν καὶ ἔρριψεν εἰς τὴν θάλασσαν λέγων, Οὕτως βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. «Καὶ μετὰ ταῦτα ἤκουσα ἐν τῷ οὐρανῷ ὄχλων φωνὰς μεγάλας, ὑμνούντων καὶ λεγόντων:

Ἀλληλούϊα, ἀλληλούϊα· ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Θεοῦ ἡμῶν, ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην, τὴν διαφθείρασαν τὴν γῆν ἐν τῇ πορνείᾳ ἀυτῆς». Ἑρμ(ηνεία): Ὕμνησαν ἄγγελοι κρίσιν ἰδόντες δικαίαν, καὶ σύ, ἄνθρωπε, ἀγανακτεῖς; Λέξον μᾶλλον καὶ αὐτός, Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου· τί γὰρ ὤνησεν ἡμᾶς πλοῦτος καὶ τρυφὴ καὶ πόλεως εὐδαιμονία; μιᾷ ῥοπῇ καὶ ὡς ποτάμιον ῥεῦμα παρήλθοσαν πάντα, καὶ ἡμεῖς παρεδόθημεν εἰς χεῖρας ὑπεναντίων.

Apoc. 20,1-10 Ὑπ(όθεσις) ΙΒʹ. Περὶ τῆς τῶν χιλίων ἐτῶν δεσμεύσεως τοῦ διαβόλου. {τοῦ διαβόλου.} «Καὶ πάλιν εἶδον ἕτερον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, φέροντα ἐπὶ χεῖρας τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἄλυσιν μεγάλην. Καὶ κρατήσας τὸν δράκοντα, τὸν ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστιν Διάβολος, ὁ πλανῶν πᾶσαν τὴν οἰκουμένην, καὶ δήσας αὐτόν, ἔβαλεν εἰς τὴν ἄβυσσον, καί, κλείσας αὐτήν, ἐσφράγισεν ἐπάνω αὐτοῦ ἕως χίλια ἔτη, ἵνα μὴ πλανᾷ τοὺς ἀνθρώπους· καὶ μετὰ χίλια ἔτη, δεῖ αὐτὸν ἀπολυθῆναι τῆς φυλακῆς χρόνῳ μικρῷ».

Ἑρμ(ηνεία): Παρεξετάσας γὰρ τοὺς παρελθόντας χρόνους τῶν αἰώνων πρὸς τοὺς καταλειφθέντας τελευταίους, «μικρῷ» ἐκάλεσε «χρόνῳ». «Καὶ ἐξελεύσεται καὶ πλανήσει τὰ ἔθνη πάσης τῆς γῆς, καὶ τὸν Γὼγ καὶ τὸν Μαγώγ, ἐρεθίζων εἰς πόλεμον· καὶ κυκλώσουσι τὴν παρεμβολὴν τῶν ἁγίων, καὶ τὴν πόλιν τὴν ἠγαπημένην. Καὶ τότε καταβήσεται πῦρ οὐράνιον παρὰ Θεοῦ καὶ καταφάγεται αὐτούς, καὶ ὁ διάβολος ὁ πλανήσας αὐτοὺς βληθήσεται εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ τοῦ θείου, ὅπου τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης ἐβλήθησαν».

Ἑρμ(ηνεία): Ὁ διάβολος καὶ ὁ ἀντίχριστος καὶ ὁ ὑπηρέτης αὐτῶν Μοχωμὲτ εἰς μίαν, ὡς λέγει βληθήσονται φλόγα καὶ κόλασιν αἰώνιον. Εὔδηλον δὲ ὅτι ἐν τῷ ϛφλγʹ ἔτει ἐσταυρώθη ὁ Χριστός, καί, κατελθὼν εἰς τὸν ᾅδην, ἐδεσμεύθη ὁ τύραννος· καὶ ψήφισον ἀπὸ τοῦ ῥηθέντος ἔτους καὶ μέχρι ποίου ἔτους τὰ χίλια συνετελέσθησαν ἔτη, καὶ ἀπολυθεὶς ὁ πολέμιος ἐρεθίζει πολέμους.