Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν Ἀποκάλυψιν

Νεόφυτος ὁ Ἔγκλειστος

Υποθέσεις ΙΓ' και ΙΔ': Η άνω Ιερουσαλήμ, ο ποταμός και το ξύλο της ζωής

Η ανακαίνιση της κτίσεως, η περιγραφή της επουράνιας πόλης και η θεολογική ερμηνεία του ύδατος της ζωής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 8 από 9

[Apoc. 21] Ὑπ(όθεσις) ΙΓʹ. Περὶ τῆς οὐρανοῦ καὶ γῆς καινουργίας καὶ τῆς ἄνω Ἱερουσαλήμ. «Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ θάλασσα συνεστάλησαν, ἡ δὲ ἁγία πόλις Ἱερουσαλὴμ καινὴ κατῆλθεν ἐξ οὐρανοῦ, καὶ καινὴν εἶδον αὐτήν, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην φαιδρῶς· ἔχουσα τεῖχος μέγα καὶ ὑψηλὸν καὶ δώδεκα πύλας, τρεῖς κατὰ ἀνατολάς, τρεῖς κατὰ βορρᾶ, τρεῖς κατὰ νότου, καὶ τρεῖς ἐπὶ δυσμάς· καὶ ἄγγελος ἐφ’ ἑκάστης, ὡς πυλωρὸς παρεστώς.

Καὶ τὸ ὕψος τοῦ τείχους πηχῶν ἑκατὸν τεσσαράκοντά τεσσάρων. Καὶ ἡ ἐνδώμησις τοῦ τείχους δῶμοι δώδεκα διὰ τῶν δώδεκα λίθων· θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος δῶμος σάπφιρος, ὁ τρίτος ὄρδινος χαλκηδών, ὁ τέταρτος σμάραγδος, ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμέθυστος· καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται, καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρόν. Ναὸν δὲ ἐν αὐτῇ οὐκ εἶδον, οὔτε σελήνην· ναὸς γὰρ αὐτῆς ὁ Θεός ἐστι, ἥλιος δὲ φωτίζων αὐτὴν τὸ ἀρνίον. Καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν ἤ ἀκάθαρτον. Ὁ δὲ λαλῶν μετ’ ἐμοῦ ἦν κρατῶν μέτρον καλάμου χρυσοῦν, μεθ’ οὗ ἐμέτρησε τὸ μῆκος αὐτῆς, σταδίου δώδεκα χιλιάδων, καὶ τὸ πλάτος τοσοῦτον, τὸ δὲ ὕψος τοῦ τείχους ἑκατὸν τεσσαράκοντα τεσσάρων πήχεων ἀγγέλου. Κεῖται δὲ τετράγωνος ἡ πόλις, καὶ ὅσον αὐτῆς τὸ μῆκος, τοσοῦτόν ἐστι καὶ τὸ πλάτος».

Ἑρμ(ηνεία): Διαρρήδην αἱ θεῖαι γραφαὶ εἰσηγοῦνται <...>, τὴν δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέραν καλοῦσι καὶ μητέρα τῶν πρωτοτόκων· ἐλευθέραν, ἐπεὶ τὴν κάτω ἐδούλωσαν τῇ ἁμαρτία οἱ ἔποικοι αὐτῆς, τὴν δὲ ἄνω, ἐλευθέραν καὶ καθαράν. ἧς καὶ τὰ μέτρα καὶ τὴν εὐπρέπειαν ὁ θεωρὸς οὗτος ἡμῖν εἰσηγεῖται, ὡς νύμφην ὡραϊσμένην, καθὼς γέγραπται, ὅτι καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμω.

Ἔνθεν, καὶ τὸ εὖρος αὐτῆς καὶ τὸ μῆκος παραδηλοῦσιν ἡμῖν αἱ τῶν σταδίων δώδεκα χιλιάδες, τὸ δὲ ὕψος καθὼς εἴρηται ἀνωτέρω· τὸ δὲ κάλλος διὰ τῶν δώδεκα λίθων τῶν πολυτίμων, ὧν τὸ σύμπαχον καὶ τὸ μέγεθος ἐντεῦθεν δηλοῦται, ὅτι ὄρδινοι δώδεκα ἀνεβίβασαν αὐτὸ εἰς ἑκατὸν τεσσαράκοντα τέσσαρας πήχεις ἀγγέλου· οἱ δώδεκα δὲ πυλῶνες εἶς μονόβολος μαργαρίτης ἑκάστης θυρός. Ταῦτα δὲ καὶ διὰ Ἡσαΐου προεῖπε Θεός, ὅτι θήσω τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς.

Ὢ μακαρίου οἰκοδόμου ἔργον καὶ οἶκος ἀχειροποίητος, καὶ μακάριοι οἱ κατοικοῦντες· ἐν τῷ οἴκω σου Κύριε· εἰς αἰῶνας αἰώνων αἰνέσουσι καὶ δοξάσουσί σε.

Apoc. 22 Ὑπ(όθεσις) ΙΔʹ. Πε(ρὶ) τοῦ ζωτικοῦ ποταμοῦ, καὶ περὶ τοῦ ξύλου τοῦ ποιοῦντος δώδεκα καρποὺς τῷ ἔτει. «Εἶτα ἔδειξέ μοι ὁ θεῖος ἄγγελος ποταμὸν ὕδατος ζωῆς ἐκβλύζοντα ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου, καὶ ἕρποντα διὰ μέσου τῆς πλατείας τῆς πόλεως· τοῦ δὲ ποταμοῦ ἐντεῦθεν καὶ ἐντεῦθεν ξύλα ζωῆς ποιοῦντα καρποὺς δώδεκα, ἐφ’ ἑκάστου μηνὸς ἀποδιδόντα καρπούς, ὢν καὶ τὰ φύλλα εἰς θεραπείαν λαοῦ. Καὶ μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας ταύτης». «Κἀγὼ Ἰωάννης, ὅτε ταῦτα πάντα ἤκουσα καὶ εἶδον, ὥρμησα προσκυνῆσαι κατέμπροσθεν τοῦ ἀγγέλου. Ὁ δὲ λέγει μοι, Τῷ Θεῷ προσκύνησον, ἐπεὶ κἀγὼ σύνδουλός σού εἰμι καὶ τῶν σῶν ἀδελφῶν. Ἡ δὲ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ἁγίων.

Ἀμήν». Ἑρμ(ηνεία) καὶ ἐρώ(τησις): Καὶ πῶς ὁ μὲν Δαυὶδ πῦρ ἐνώπιον αὐτοῦ, φησί, προπορεύσεται, καὶ φλογιεῖ κύκλω τοὺς· ἐχθροὺς αὐτοῦ, ὁ δὲ Δανιὴλ ὅτι ποταμὸς πυρὸς εἶλκεν ἔμπροσθεν αὐτοῦ, αὐτὸς δὲ ποταμὸν ζωτικοῦ ὕδατος εἶδεν ἐκβλύζοντα ἐκ τοῦ θρόνου;

Ἀπ(όκρισις): Ὅτι περὶ τῆς κρίσεως καὶ τῶν ἐχθρῶν ἐκεῖνοι προηγόρευσαν· κριτήριον, φησίν, ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν· αὐτὸς δὲ μετὰ τὴν κρίσιν καὶ τὴν ἀποκατάστασιν τῶν δικαίων ἐν τῇ ἐπουρανίῳ Ἱερουσαλὴμ τὸ ζωτικὸν ἔφησεν ὕδωρ, ὥστε πρὸς μὲν τοὺς ἁμαρτωλοὺς καὶ ἀθέους ποταμὸς πυρὸς ἐκπορεύεται ἀναλίσκων αὐτούς, πρὸς δὲ τοὺς θεοφιλεῖς καὶ δικαίους ὕδωρ ζωτικὸν ἀνακαινίζον αὐτούς. Τὰ δὲ ξύλα τὰ δωδεκάκαρπα τῷ ἐνιαυτῷ τὴν πολλὴν καὶ ποικίλην σημαίνουσι τοῦ παραδείσου τρυφήν. Τὸ δὲ τεῖχος τῆς πόλεως δώδεκα ὀρδίλους ἔχει ἐκ τῶν δώδεκα λίθων τῶν πολυτίμων, ὥσπερ δώδεκα ζώνας κυκλικῶς ἐν ὅλῳ τὸ τεῖχος· καὶ ἑκάστη ζώνη ἄλλην καὶ ἄλλην χροιὰν βεβαμμένη· τὸ δὲ ὕψος προλέλεκται ἑκατὸν τεσσαράκοντα τέσσαρες πήχεις ἀγγέλου, σταδίους δὲ δώδεκα χιλιάδες τὸ μῆκος, καὶ τὸ εὗρος τοσοῦτον.