Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν Ἀποκάλυψιν

Νεόφυτος ὁ Ἔγκλειστος

Επίλογος και απολογία περί της γνησιότητας της Αποκαλύψεως

Κατακλείδα του έργου, αναφορές στην ιστορική επαλήθευση των προφητειών και υπεράσπιση της πατρότητας του κειμένου από τον άγιο Ιωάννη τον Θεολόγο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 9 από 9

<Epilogus> Ἐγὼ δὲ τὴν ἔννοιαν τῆς Ἀποκαλύψεως ταύτης παρείληφα, καὶ οὐδὲν ἄλλο ἐσπούδασα ἤ τὸ εὐσύνοπτον καὶ τὸ εὐάρμοστον, τὴν σαφήνειαν καὶ τὸ εὐδιάλυτον· ὁ δὲ βουλόμενος ἐντυχεῖν τὴν πολλὴν σύγχισιν τῶν λόγων αὐτῆς, ζητείτω τὴν βίβλον τοῦ κειμένου αὐτῆς. Ἡ δὲ σύγχισις καὶ ἀναρμοστία, εἴτε ἐξ ἀρχῆς εἴτε παρὰ τῶν κατὰ καιροὺς ἀντιγράφων ἐγένετο, λέγειν οὐκ ἔχω. Οὐράνια δὲ τὰ λεγόμενα καὶ ξένα, καὶ οὐ προσήκει ἡμᾶς παρέργως ἀκούειν τὰ ἐκ τοῦ Θεοῦ καὶ τῶν ἀγγέλων ἐκκαλυφθέντα ἐξ οὐρανοῦ· ἔχουσι γὰρ τὸ ἀξιόπιστον ἐκ τῶν ἤδη τετελεσμένων, πῶς τὴν πόλιν ἐνέπρησαν καὶ τὰς αὐτῆς σάρκας κατέφαγον οἱ ἐχθροί, καὶ ἣν ἡμεῖς ὡς βασιλίδα μεγάλην ἐκλείζομεν, ὡς ἀκάθαρτον πόρνην προσανεῖχε Θεός, καὶ ἐν καιρῷ ἐπαγωγῆς ὁ πολὺς αὐτῆς πλοῦτος καὶ ἡ τρυφὴ καὶ ἡ δυναστεία ὤνησαν αὐτὴν οὐδέν. Ἔνθα γὰρ ἐπιπολάζει τὸ αἶσχος τῆς ἁμαρτίας, δόξα καὶ πλοῦτος λογίζεται εἰς οὐδέν, καί, ἀρετῆς μὴ παρούσης εἰκαῖα πάντα καὶ ἀτελῆ· ὥσπερ καὶ αὐτὴ πολλὰ μὲν εἶχε μοναστήρια καὶ εἰκόνας κεκοσμημένας ἐν χρυσίῳ καὶ ἀργυρίῳ, καὶ ψαλμωδίας εὐήχους, καὶ αἰσθητὰς εὐταξίας, ἀλλ’ ἐπειδὴ τὸ ποτήριον τῆς φύσεως αὐτῆς μεστὸν ἦν βδελυγμάτων καὶ πάσης ἀκαθαρσίας καθὼς ὁ βλέπων ἐμαρτύρησε περὶ αὐτῆς, οὐκ ἴσχυσεν αὐτῆς ἡ εὐδαιμονία ἐξαρπάσαι αὐτὴν ἐκ τῆς δικαίας ἀγανακτήσεως τοῦ Θεοῦ.

Καὶ οἱ πορνεύσαντες μετ’ αὐτῆς βασιλεῖς, ἀπὸ μακρόθεν, φησίν, ἑστῶτες διὰ τὸν καπνὸν τοῦ βασανισμοῦ αὐτῆς, τὸ οὐαὶ οὐαὶ κράζουσι, καὶ πενθοῦσι καὶ κλαίουσιν. Εἰ οὖν ταῦτα τὴν Ἀποκάλυψιν ταύτην ἀληθεύουσαν ἔδειξαν, εὔδηλον ὅτι καὶ τὰ λοιπὰ ἀληθῆ τὴν ἀπόβασιν ἕξουσι.

Ἐμοὶ δὲ προσήκει ἐνταῦθα κατευνάσαι τὸν λόγον, καὶ ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ οἰκοδόμος τῆς πόλεως τῆς γλαφυρᾶς καὶ μεγάλης, περὶ ἧς καὶ ὁ λόγος διεξῄει πρὸ μικροῦ, δῴη ἡμῖν σύνεσιν καὶ ἰσχὺν ἔργα ἐπιτελεῖν ἄξια τῆς ἐν αὐτῇ κατοικίας, ὅτι, ὡς βασιλεῖ καὶ οἰκοδόμῳ τῆς πόλεως ἐκείνης καὶ πάντων τῶν γεγονότων, ὁ τρισάγιος ἐποφείλεται ὕμνος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμῆν.

Ἀπόλογος ἐν τοῖς ἀμφισβητοῦσιν. Τάχα γάρ τινες οὐ κατεδέξαντο τοῦ Θεολόγου εἶναι τὴν Ἀποκάλυψιν ταύτην διὰ τὸ πολύλογον καὶ τὸ πεζόλεκτον. Ἐμοὶ δὲ τῷ ἀγροίκῳ δοκεῖ τοῦ Θεολόγου, διὰ τῆς θεωρίας τὸ ἀνώτατον, τὸ δὲ πολύλογον καὶ πεζόλεκτον τοῖς τότε ἀκροαταῖς ἐπιγράφομαι τὴν αἰτίαν. Καὶ μαρτυρεῖ μου τῷ λόγῳ τὰ δηλωθέντα ταῖς ἐκκλησίαις τῆς Ἀσίας, ἀπειλούμενά τε καὶ παραινούμενα ἐκ τοῦ φανέντος Δεσπότου· ὅτι καὶ ἄγνοια καὶ ἀσέβεια ἔτι πρὸς αὐτοὺς ἐπεκράτει, οὐχ ἁπλῶς ἀγομένοις, ἀλλὰ καὶ ἡγουμένοις αὐτοῖς. Διὰ τοῦτο κἀγὼ τὰ δοκοῦντα περιττὰ εἶναι παρῆκα σὺν ἱκεσίᾳ καὶ φόβῳ, τὰ δὲ δύσληπτα πρὸς τὸ εὔληπτον θεοσδότως παρήνοιξα.

Ὑμεῖς δὲ οἱ νουνεχῶς ἐντυγχάνοντες ταῦτα, δότε μετὰ Θεὸν συγγνώμην τῇ ἐπαινετῇ τολμηρίᾳ.