Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων
Πρόλογος
Εισαγωγικός λόγος του συγγραφέα σχετικά με τις ερμηνευτικές προκλήσεις και το πνευματικό βάθος του Άσματος των Ασμάτων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πρόλογος
Εισαγωγικός λόγος του συγγραφέα σχετικά με τις ερμηνευτικές προκλήσεις και το πνευματικό βάθος του Άσματος των Ασμάτων.
Νεοφύτου πρεσβυτέρου, μοναχοῦ καὶ ἐγκλείστου Πρόλογος εἰς τὸ ᾎσμα τῶν ᾈσμάτων Τὰ ἐν τῷ ᾌσματι τῶν ᾈσμάτων φαινόμενα, ἀσύντακτά τε καὶ ἀνακόλουθα, τοῦ σοφοῦ Σολομῶντος ἔγωγε οὐκ ἂν εἴποιμι εἶναι, ἐπεὶ καὶ ἄλλα τούτου τινὰ συγγράμματα βλέπομεν τοιοῦτόν τι μηδὲν πάσχοντα, ὅσα δηλαδὴ ἔχουσιν οὕτω, καθὼς ἐκεῖνος συνέταξεν. Ἐπεὶ δὲ πολλὰ τῶν αὐτοῦ συγγραμμάτων ἀφείλοντό τινες τῶν ἀρχαίων, δῆλον ὅτι καὶ ὁ εἱρμὸς ἐξεκόπη τοῦ τοιούτου συγγράμματος, ἀφ’ οὗ ἀφῃρέθη τι μερικόν. Καὶ γάρ φασιν ὅτι πλεῖστα τῶν αὐτοῦ Παροιμιῶν ἀφελῶν Ἐζεκίας ὁ βασιλεὺς ἠθέτηκεν εὐσεβῶς, δηλαδὴ ὅσα βαθέα τῶν παρ’ αὐτοῦ λεγομένων καὶ ἀπόκρυφα καὶ δυσνόητα καὶ καταβλάπτειν τινὰς μέλλοντα. Κατὰ τὸν αὐτὸν δὴ τρόπον, οἶμαι, καὶ τὸ ᾎσμα τῶν ᾈσμάτων ἔν τισι τῶν αὐτοῦ λέξεων φέρει ἀναρμοστίας, ἅστινας δεῖ κατὰ τρεῖς τρόπους ὑπολαμβάνειν. Καὶ πρῶτον μέν, καθ’ ὃν εἴρηται τρόπον· δεύτερον δὲ ὅτι ἐκ τῆς ἑβραΐδος γλώττης πρὸς τὴν ἑλλάδα μεταποιούμενος <ὁ> λόγος οὐ μικρὰν φέρει τὴν διαφοράν, καθὼς μαρτυροῦσι καὶ οἱ τὴν τοιαύτην γλῶσσαν ἐξησκημένοι. Τοῦτο γὰρ μαρτυρῶν καὶ ὁ Ἰησοῦς τοῦ Σειρὰχ ἀπεφήνατο οὕτως, ὅτι, «ὅταν μετενεχθῇ εἰς ἑτέραν γλῶσσαν τὰ ἑβραϊστὶ λεχθέντα τε καὶ γραφέντα βιβλία, οὐ μικρὰν ἕξουσι τὴν διαφορὰν τὰ ἐν αὐτοῖς λεγόμενα».
Τὸ δὲ τρίτον τοῖς πᾶσιν ἀριδηλότατον πέφυκεν ὅτι ἐκ τῶν κατὰ καιρὸν καὶ καιρὸν ἀντιγραφῶν συνεχύθη καὶ παρεσφάλη οὐ μετρίως ὁ λόγος καὶ ἡ ἔννοια τοῦ ᾌσματος. Διὸ οὐδὲ βουλόμεθα κατὰ λέξιν χωρῆσαι πρὸς τὴν αὐτοῦ ἑρμηνείαν. Τὸ μὲν ὅτι ἡρμηνεύθη παρ’ ὧν δὴ καὶ ἡρμηνεύθη, τὸ δὲ ὅτι ὁ μέλλων κατατολμᾶν πρὸς τὴν αὐτοῦ ἑρμηνείαν χρῄζει σολομώντειον νοῦν ἐν ἀληθείᾳ, ὅπως τὰ ἐν τῷ βάθει τοῦ ᾌσματος διαγνοὺς ἀναπτύξῃ ῥᾳδίως τῶν κεκρυμμένων τὴν δύναμιν.
Ὅμως διαγράψωμεν τέως πρῶτον ἀκολούθως τὸ κείμενον καὶ τὰ ἐν αὐτῷ σφαλθέντα καὶ συγχυθέντα, κατὰ τὸ ἡμῖν ἐγχωροῦν, σὺν Θεῷ διορθώσαντες καὶ διακρίναντες, ὥστε ὑποδεῖξαι εὐκρινῶς ποῖα μὲν τῆς ἀμέμπτου νύμφης, ποῖα δὲ τοῦ ἀμώμου νυμφίου πεφύκασι ῥήματα. Τότε ἴσως, εἰ χορηγεῖ γνῶσιν καὶ λόγον ἡ τοῦ θείου Πνεύματος χάρις, καὶ συνοπτικῆς τινος ἑρμηνείας κατατολμήσομεν· συνοπτικῆς ὅτι οὐ χρὴ κατὰ λεπτὸν τὰς ἐν αὐτῷ λέξεις διαξαίνειν καὶ ἐξερευνᾶν, διότι ἐρωτικὴν τὸ ᾎσμα τὴν ἅπασαν ποιεῖται διάλεξιν. Εἰ γὰρ καὶ πνευματικὰ τὰ ἐν αὐτῷ νοήματα, ἀλλ’ ὅμως αἰσθητὰ τὰ ἐν αὐτῷ ἀποφθέγματα· καὶ ὅσα ἁπλῶς ὁ ἐμπαθὴς καὶ αἰσθητὸς ἔρως ἔχει τὰ ἐπιτηδεύματα, τοσαῦτα καὶ πλείονα εὐδόκησεν ἡ τοῦ Πνεύματος χάρις διὰ τοῦ ᾌσματος τοῦδε καὶ τὸν θεῖον ἔρωτα ἔχειν τοὺς τρόπους. Καὶ ἔλαβε πρόσωπα δύο, ἐραστοῦ καὶ ἐρωμένης, ἤτοι νυμφίου καὶ νύμφης, καὶ ὅσα μεταξὺ τούτων ἐπιτηδεύματά τε καὶ ῥήματα διαπράττονται, ἵνα ἐντεῦθεν μυηθῶμεν ἡμεῖς ὅσον ἐκέκτηντο ἔρωτα αἱ ψυχαὶ τῶν ἁγίων πρὸς Θεὸν καὶ ὁ Θεὸς πρὸς αὐτάς. Ὁ μὲν γὰρ «τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ αὐτῶν ἔδωκε τοῦτον εἰς θάνατον», αἱ δὲ ἕως ἐσχάτης τοῦ σώματος ἀναπνοῆς τὸν λόγον τῆς πίστεως ἐναντίον βασιλέων καὶ τυράννων ὁμολογεῖν οὐκ ἐπαύσαντο.
Οὕτω γὰρ πᾶσα δικαία ψυχή, καρδιωθεῖσα τῷ ἔρωτι τοῦ νυμφίου Χριστοῦ, τὸν ἄσχετον πόθον φέρειν οὐ δύναται, ἀλλὰ κράζει καὶ ἀνακράζει ἐν φωναῖς ἀλαλήτοις τὰ τοῦ ᾌσματος ῥήματα καὶ ἕτερα πλεῖστα αὐτῶν παραπλήσια καὶ προαιρεῖται ὑπὲρ τούτου, εἰ δυνατόν, μυρίους ὑπομεῖναι θανάτους· οἷος ἦν Παῦλος ὁ θεῖος καὶ πᾶς ὁ τῶν ἁγίων κατάλογος, οἳ καὶ ποικίλας καὶ πολυτρόπους ὑποστάντες ἑκουσίους βασάνους καὶ ἀκουσίους τεθνήκασιν ἐν τῇ ἀγάπῃ τοῦ νυμφίου Χριστοῦ καὶ ἀληθινοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.