Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων

Νεόφυτος ὁ Ἔγκλειστος

Το βιβλικό κείμενο: Ο κλειστός κήπος και το αμπέλι του Σολομώντος

Ολοκλήρωση της παραθέσεως του κειμένου, όπου εξυμνείται η ωραιότητα της Νύμφης, η μοναδικότητα της περιστεράς και η ακατανίκητη δύναμη της αγάπης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 3 από 6

Ὡς σπαρτίον κόκκινον χείλη σου καὶ ἡ λαλιά σου ὡραία· ὡς λέπυρον τῆς ῥόας μῆλόν σου, ὡς πύργος Δαυὶδ τράχηλός σου, ὁ ᾠκοδομημένος εἰς Θαλφθιώθ· χίλιοι θυρεοὶ κρέμανται ἐπ’ αὐτὸν καὶ πᾶσαι αἱ βολίδες τῶν δυνατῶν.

Δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος, οἱ νεμόμενοι ἐν κρίνοις. Ὅλη καλή, ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. Δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ Λιβάνου. Ἐλεύσῃ δὲ καὶ διελεύσῃ ἀπ’ ἀρχῆς πίστεως ἀπὸ κεφαλῆς Σανὴρ καὶ Ἀερμών, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδαρίων.

Ἐκαρδίωσας ἡμᾶς, ἀδελφὴ ἡμῶν νύμφη, ἐκαρδίωσας ἡμᾶς· ἐκαρδίωσας ἐν ὀφθαλμοῖς σου ἐν μιᾷ, ἐνθέματι τραχήλου σου. Τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου καὶ ὀσμὴ ἱματίων ὑπὲρ πάντα τὰ ἀρώματα; Κηρίον ἀποστάζουσι χείλη σου, νύμφη, μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου, καὶ ὀσμὴ ἱματίων σου, ὡς ὀσμὴ Λιβάνου.

Κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη, ἀδελφή μου, νύμφη· ἀποστολαί σου παράδεισοι ῥοῶν μετὰ καρπῶν ἀκροδρύων, κύπροι μετὰ νάρδων· νάρδος καὶ κρόκος καὶ κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου, σμύρνα ἀλόης μετὰ πάντων πρώτων μύρων ἀπὸ Λιβάνου, πηγὴ κήπων, φρέαρ ὕδατος ζῶντος ῥοιζοῦντος ἀπὸ τοῦ Λιβάνου.

Ἡ νύμφη. Τὸ κείμενον. Ἐξεγέρθητι βορρᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου. Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ. Ὁ νυμφίος. Τὸ κείμενον.

Κατῆλθον εἰς κῆπόν μου, ἀδελφή μου, νύμφη· ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων· ἔφαγον ἄρτον μετὰ μέλιτός μου· ἔπιον οἶνόν μου μετὰ γάλακτός μου. Φάγετε οἱ πλησίον μου καὶ πίετε καὶ μεθύσθητε, ἀδελφιδοί μου.

Ἡ νύμφη. Τὸ κείμενον. Ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ. Φωνὴ τοῦ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν. Ὁ νυμφίος. Τὸ κείμενον. Ἄνοιξόν μοι, ἀδελφή μου, ἡ πλησίον μου, περιστερά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός.

Ἡ νύμφη. Τὸ κείμενον. Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; Ἐνιψάμην τοὺς πόδας μου, πῶς μολύνω αὐτούς; Ἀδελφιδός μου ἀπέστειλε χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς, καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ’ αὐτόν.

Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου. Χεῖρες ἔσταξάν μου σμύρναν, δάκτυλοί μου σμύρναν πλήρη ἐπὶ χεῖρας τοῦ κλείθρου· ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου, ἀδελφιδός μου παρῆλθε· ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ.

Ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. Εὕροσάν με οἱ φύλακες, οἱ κυκλοῦντες ἐν τῇ πόλει. Ἐπάταξάν με, ἐτραυμάτισάν με· ἦραν τὸ θέριστρόν μου ἀπ’ ἐμοῦ φύλακες τῶν τειχέων.

Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, τί ἀπαγγείλητε αὐτῷ; ὅτι τετρωμένη ἀγάπης ἐγώ. Ἐρώτησις <θυγατέρων Ἰερουσαλήμ> Τί ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξί;

Τί ἀδελφιδός σου, ὅτι οὕτως ὥρκισας ἡμᾶς; Ἀπόκρισις <τῆς νύμφης> Ἀδελφιδός μου λευκὸς καὶ πυρρός, ἐκλελοχισμένος ἀπὸ μυριάδων· κεφαλὴ αὐτοῦ χρυσίον ὡς φάτζ, βόστρυχοι αὐτοῦ ἐλαταί, μελαναὶ ὡς κόραξ· ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραί, ἐπὶ πληρωμάτων ὑδάτων καθήμεναι, λελουμέναι ἐν γάλακτι· σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος, φύουσαι μυρεψικά, χείλη αὐτοῦ κρίνα, στάζοντα σμύρναν πλήρη, χεῖρες αὐτοῦ τορευταί, χρυσαῖ πεπληρωμέναι θαρσείς· κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου, κνῆμαι αὐτοῦ, στύλοι μαρμάρινοι, τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς· εἶδος αὐτοῦ ὡς Λίβανος, ἐκλεκτὸς ὡς κέδροι· φάρυγξ αὐτοῦ γλυκασμοὶ καὶ ὅλος ἐπιθυμία.

Οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίον μου, θυγατέρες Ἰερουσαλήμ, Ἐρώτησις <θυγατέρων Ἰερουσαλὴμ> Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου, καὶ ζητήσωμεν αὐτὸν μετὰ σοῦ. Ἀπόκρισις <νύμφης> Ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ, εἰς φιάλας τοῦ ἀρώματος, ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα.

Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἀδελφιδός μου ἐμοί. Ὁ νυμφίος. Τὸ κείμενον Καλὴ ἡ πλησίον μου ὡς εὐδοκία, ὡραία Ἰερουσαλήμ, θάμβος ὡς τεταγμένη, ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με.

Ἑξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαὶ καὶ νεάνιδες, ὧν οὐκ ἔστιν ἀριθμός· μία ἐστὶ περιστερά, τελεία μου, μία ἐστὶ τῇ τεκούσῃ αὐτήν· ἐκλεκτή ἐστι τῇ μητρὶ αὐτῆς. Εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτὴν βασίλισσαι καὶ παλλακαὶ αἰνέσουσιν αὐτήν.

Τίς αὕτη ἡ ἐκκύπτουσα ὡς ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος, θάμβος ὡς τεταγμένη; Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γενήματι τοῦ χειμάρρου· ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤνθησαν αἱ ῥόαι· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.

Ἡ νύμφη. Τὸ κείμενον. Οὐκ ἔγνω ἡ ψυχή μου· ἔθετό με ἅρματα Ἀμιναδάμ. Ὁ νυμφίος. Τὸ κείμενον. Ἐπίστρεφε, ἐπίστρεφε, ἡ Σουλαμῖτις· ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί. Τί ὀψόμεθα ἐπὶ τῇ Σουλαμίτιδι τῇ ἐρχομένῃ ὡς χοροὶ τῶν παρεμβολῶν;

Ὡραιώθησαν διὰ βημάτων σου ἐν ὑποδήμασι, θύγατερ Ἀμιναδάμ. Ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις, ἔργον χειρῶν τεχνίτου· ὀφθαλμός σου, κρατὴρ τορευτός, μὴ ὑστερούμενος κράματος· κοιλία σου θημωνιὰ σίτου, πεφραγμένη ἐν κρίνοις· δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος· τράχηλός σου, ὡς πύργος ἐλεφάντινος· ὀφθαλμοί σου ὡς λίμναι εὐσεβῶν, ἐν πύλαις θυγατέρων πολλῶν· μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου, σκοπεύων πρόσωπον Δαμασκοῦ· κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος καὶ πλόκιον κεφαλῆς σου, ὡς πορφύρα βασιλέως δεδεμένη ὡς ἐν παραδρομαῖς.

Τί ὡραιώθης καὶ τί ἡδύνῃς, ἀγάπη ἐντρυφῶν σου; Τὸ μέγεθός σου ὡμοιώθη τῷ φοίνικι καὶ οἱ μαστοί σου τοῖς βότρυσιν. Εἶπον· ἀναβήσομαι ἐν τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ, καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου, καὶ ὀσμὴ ῥινῶν σου, ὡς μῆλα, καὶ λάρυγξ σου, ὡς οἶνος ἀγαθός, πορευόμενος τῷ ἀδελφιδῷ σου εἰς εὐθύτητα, ἱκανούμενος ἐν χείλεσι καὶ ὀδοῦσιν.

Ἐγὼ τῇ ἀδελφιδῇ μου καὶ αὐτὴ ἐμοὶ καὶ ἐπ’ ἐμὲ ἡ ἐπιστροφὴ αὐτῆς. Ἡ νύμφη. Τὸ κείμενον. Ἔξελθε, ἀδελφιδέ μου· ἐξέλθωμεν εἰς ἀγρόν, αὐλισθῶμεν ἐν κώμαις, ὀρθρίσωμεν εἰς ἀμπελῶνας. Ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤνθησεν ὁ κυπρισμός, εἰ ἤνθησαν αἱ ῥόαι.

Ἐκεῖ δώσω τοὺς μαστούς μου σοί. Οἱ μανδραγόραι ἔδωκαν ὀσμὴν καὶ ἐπὶ θύραις ἡμῶν πάντα τὰ ἀκρόδρυα, νέα πρὸς παλαιά, ἀδελφιδέ μου, ἐτήρησά σοι. Τίς δῴη σοι, ἀδελφιδέ μου, θηλάζοντα μαστοὺς μητρός σου;

Εὑροῦσά σε ἔξω φιλήσω σε, καί γε οὐκ ἐξουδενώσῃ με. Παραλήψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου, καὶ εἰς ταμεῖον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου. Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με.

Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν ταῖς δυνάμεσι τοῦ ἀγροῦ. Τί ἐγείρητε καὶ τί ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θελήσει; Ὁ νυμφίος. Τὸ κείμενον. Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκασμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδὸν αὐτῆς;

Ὑπὸ μύρον ἐξήγειρά σε· ἐκεῖ ὠδίνησέ σε ἡ μήτηρ σου, ἐκεῖ ὠδίνησέ σε ἡ τεκοῦσά σε. Θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου, ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλος· περίπτερα αὐτῆς περίπτερα πυρός, φλόγες αὐτῆς.

Ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν. <Οἱ ἀδελφοί> Ἀδελφὴ ἡμῖν μικρά, καὶ μαστοὺς οὐκ ἔχει. Ἐρώτησις <ἀδελφῶν> Τί ποιήσομεν τῇ ἀδελφῇ ἡμῶν, ἐν ἡμέρᾳ, ἐν ᾗ λαληθῇ ἐν αὐτῇ;

Ἀπόκρισις <ἀδελφῶν> Εἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν αὐτῇ ἐπάλξεις ἀργυρᾶς, καὶ εἰ θύρα ἐστί, διαγράψωμεν ἐπ’ αὐτὴν σανίδα κεδρίνην. Ἡ νύμφη. Τὸ κείμενον. Ἐγὼ τεῖχος καὶ οἱ μαστοί μου ὡς πύργοι. Ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτοῦ εὑρίσκουσα εἰρήνην.

Ἀμπελὼν ἐγενήθη τῷ Σαλομὼν ἐν Βεελάμ· ἔδωκε τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν. Ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίους. Ὁ νυμφίος. Τὸ κείμενον. Ἀμπελών μου ἐμός, ἐνώπιόν μου· οἱ χίλιοι Σαλομὼν καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ.

Οἱ καθήμενοι ἐν κήποις ἑτέροις προσσχῶμεν, ἵνα τῆς φωνῆς αὐτοῦ ἀκουτισθῶμεν. Ἡ νύμφη. Τὸ κείμενον. Φεῦγε, ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι ἢ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων.