Ἤθροισε γὰρ τοὺς προπάτορας, τοὺς δικαίους, τοὺς προφήτας, τοὺς ἀποστόλους, τοὺς μάρτυρας, τοὺς ὁσίους, τοὺς διδασκάλους καὶ ἁπαξαπλῶς ἅπαντα τῶν ἁγίων τὸν ὁρμαθὸν εἰς πρόσωπον ἓν καὶ Ἐκκλησίαν μίαν, καὶ ἐκάλεσε νύμφην, ἵνα τὸν ἄσχετον αὐτῆς πόθον, ὡς νύμφης νυμφίῳ, ὑπὲρ ἧς καὶ ἀπέθανεν, ἀποδείξῃ τρανῶς, ἐγκωμιάζων αὐτῆς τὴν κολυμβήθραν, κοιλίαν, ἐξ ἧς καὶ ἀναγεννώμεθα ἅπαντες γέννησιν ἄσαρκον· τοὺς ὀφθαλμοὺς αὐτῆς, δηλαδὴ τοὺς προφήτας, διὰ τὸ βλέπειν καὶ λέγειν ἀρχαῖα καὶ ἐνεστῶτα καὶ μέλλοντα· τοὺς μαστοὺς αὐτῆς, τὰς δύο διαθήκας, τήν τε Παλαιὰν καὶ τὴν Νέαν, ἐξ ὧν καὶ θηλάζομεν γαλαθηνὰ καὶ σωτήρια νάματα· καὶ πάντα ἁπλῶς αὐτῆς οὕτως ἀξίως ἐγκωμιάζει τὰ νυμφικὰ καὶ ἀμώμητα μέλη, ὡς μηδὲν ἐχούσης τι σαρκικὸν ἢ δυσάρεστον ἢ ἀνάξιον τοῦ τριποθήτου νυμφίου αὐτῆς, ἀλλὰ πάντα πανευειδῆ καὶ ὡραῖα καὶ ἁγνὰ καὶ πανάγια καὶ ἄξια παναληθῶς τοῦ παναγίου νυμφίου τῶν παναγίων ψυχῶν, ὧν ἠριθμήσαμεν ἀνωτέρω ταγμάτων ἁγίων· ὧν καὶ τὸ ἄθροισμα καὶ τὸν ἔνθεον ζῆλον παραδηλῶν ἐκάλεσε νύμφην. Καὶ ἵνα μή τις τῶν κακοφρόνων ἢ φιληδόνων σαρκικόν τι ἢ ἐμπαθὲς ὑπολάβοι, τῶν λεγομένων λύει τὴν ὑπόνοιαν. Καὶ οὐ νύμφην ἁπλῶς μόνον, ἀλλὰ καὶ ἀδελφὴν αὐτὴν συχνάκις ἀποκαλεῖ.