Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων

Νεόφυτος ὁ Ἔγκλειστος

Αλληγορική ερμηνεία: Η Ενσάρκωση και το μυστήριο της θείας Οικονομίας

Έναρξη της εξήγησης του κειμένου, όπου η Εκκλησία ερμηνεύεται ως Νύμφη, αναλύεται η άσπορη γέννηση και σκιαγραφούνται οι δύο φύσεις του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 4 από 6

Ἀρχὴ σὺν Θεῷ συνοπτικῆς ἑρμηνείας παρ’ ἐγκλείστου πρεσβυτέρου καὶ μοναχοῦ Νεοφύτου παρ’ ἐγκλείστου πρεσβυτέρου καὶ μοναχοῦ Νεοφύτου Προϋπεσχόμεθα ἐν τῷ προλόγῳ τοῦ ᾌσματος μετὰ τὸ γράψαι τὸ κείμενον καὶ ἑρμηνείας συνοπτικῆς κατατολμῆσαι, κατὰ τὸ ἡμῖν ἐγχωροῦν, καί, ὡς ἡ τοῦ ἀληθινοῦ νυμφίου χάρις χορηγήσει ἡμῖν γνῶσιν καὶ λόγον, καὶ τὴν ὑπόσχεσιν ταύτην ἔργῳ ἐκπληρῶσαι, δίκαιον ᾠήθημεν. Ἐπειδὴ γὰρ ἔμελλεν ὁ νυμφίος Χριστὸς ἐπ’ ἐσχάτου τῶν χρόνων ἐλθεῖν πρὸς τὴν νύμφην αὐτοῦ Ἐκκλησίαν, προλαβὸν τὸ Πνεῦμα τὸ ἅγιον διὰ Σολομῶντος προεῖπε τὸν πόθον.

Ἤθροισε γὰρ τοὺς προπάτορας, τοὺς δικαίους, τοὺς προφήτας, τοὺς ἀποστόλους, τοὺς μάρτυρας, τοὺς ὁσίους, τοὺς διδασκάλους καὶ ἁπαξαπλῶς ἅπαντα τῶν ἁγίων τὸν ὁρμαθὸν εἰς πρόσωπον ἓν καὶ Ἐκκλησίαν μίαν, καὶ ἐκάλεσε νύμφην, ἵνα τὸν ἄσχετον αὐτῆς πόθον, ὡς νύμφης νυμφίῳ, ὑπὲρ ἧς καὶ ἀπέθανεν, ἀποδείξῃ τρανῶς, ἐγκωμιάζων αὐτῆς τὴν κολυμβήθραν, κοιλίαν, ἐξ ἧς καὶ ἀναγεννώμεθα ἅπαντες γέννησιν ἄσαρκον· τοὺς ὀφθαλμοὺς αὐτῆς, δηλαδὴ τοὺς προφήτας, διὰ τὸ βλέπειν καὶ λέγειν ἀρχαῖα καὶ ἐνεστῶτα καὶ μέλλοντα· τοὺς μαστοὺς αὐτῆς, τὰς δύο διαθήκας, τήν τε Παλαιὰν καὶ τὴν Νέαν, ἐξ ὧν καὶ θηλάζομεν γαλαθηνὰ καὶ σωτήρια νάματα· καὶ πάντα ἁπλῶς αὐτῆς οὕτως ἀξίως ἐγκωμιάζει τὰ νυμφικὰ καὶ ἀμώμητα μέλη, ὡς μηδὲν ἐχούσης τι σαρκικὸν ἢ δυσάρεστον ἢ ἀνάξιον τοῦ τριποθήτου νυμφίου αὐτῆς, ἀλλὰ πάντα πανευειδῆ καὶ ὡραῖα καὶ ἁγνὰ καὶ πανάγια καὶ ἄξια παναληθῶς τοῦ παναγίου νυμφίου τῶν παναγίων ψυχῶν, ὧν ἠριθμήσαμεν ἀνωτέρω ταγμάτων ἁγίων· ὧν καὶ τὸ ἄθροισμα καὶ τὸν ἔνθεον ζῆλον παραδηλῶν ἐκάλεσε νύμφην. Καὶ ἵνα μή τις τῶν κακοφρόνων ἢ φιληδόνων σαρκικόν τι ἢ ἐμπαθὲς ὑπολάβοι, τῶν λεγομένων λύει τὴν ὑπόνοιαν. Καὶ οὐ νύμφην ἁπλῶς μόνον, ἀλλὰ καὶ ἀδελφὴν αὐτὴν συχνάκις ἀποκαλεῖ.

Καὶ αὐτὴ πάλιν αὐτὸν ὡσαύτως νυμφίον καὶ ἀδελφιδόν, «ἐγώ, φησί, τῷ ἀδελφιδῷ μου καὶ ἀδελφιδός μου ἐμοί», «σιαγόνας αὐτοῦ καὶ χείλη» καὶ αὕτη ἀντεγκωμιάζουσα πόθῳ, ἀφ’ ὧν καὶ ὡς «ἐκ φιαλῶν ἀρωμάτων μυρεψικὰ» διδασκαλίας ἐξεχύθησαν νάματα· «χεῖρας τορευτάς», δι’ ὧν «πᾶσα νόσος καὶ πᾶσα μαλακία» πρὸς ὑγείαν ἐτρέπετο, καὶ πάντα ἁπλῶς διασημάνασα αὐτοῦ τὰ γνωρίσματα.

Καὶ «ἐκλελοχισμένον ἀπὸ μυριάδων» τοῦτον ἐκάλεσεν, ἐπεὶ ἐκ πασῶν μυριάδων τικτομένων διὰ λοχείας αὐτὸς μόνος ἐτέχθη ἀλοχεύτῳ λοχείᾳ καὶ ἄλλος οὐδείς. Διὸ καὶ ἡ τεκοῦσα ἀλοχεύτως παρθένος, παρθένος πάλιν καὶ μετὰ τόκον μεμένηκεν, ἵνα κἀν τούτῳ σαφέστερον μάθωμεν ὅτι οὐ δι’ ἄλλον ἀλλὰ δι’ αὐτὸν καὶ εἰς αὐτὸν ἐκπληροῦται τῶν εἰρημένων ἡ δύναμις.

Διατί δὲ καὶ «ἀπὸ φιλημάτων στόματος αὐτοῦ φιληθῆναι» ἐζητήσω, ὦ φιλόνυμφε νύμφη καὶ παναμώμητε; «Ὅτι οὐκ ἀνέχομαι, φησί, διὰ προφητῶν καὶ συνδούλων ἐμῶν φιλεῖσθαι διὰ μηνυμάτων μακρῶν. Ἀλλ’ ἐκεῖνος, αὐτὸς ὁ ἐμὸς ἐραστὴς καὶ νυμφίος, ὡς σύνηθες νυμφίῳ πρὸς νύμφην, ἡκέτω πρός με σαρκὶ τὴν αὐτοῦ ἐρωμένην»· καὶ «φιλησάτω με, φησίν, ἀπὸ φιλημάτων στόματος αὐτοῦ», «ὅτι τετρωμένη ἀγάπης ἐγώ». «Καὶ ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου· ποῦ ποιμαίνεις ὁ ποιμὴν ὁ καλός; ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ;»· εἴτε ἐν Γολγοθᾷ καὶ τόπῳ κρανίου, ἐν πεύκῃ καὶ κέδρῳ καὶ κυπαρίσσῳ, εἴτε ἀλλαχοῦ, «μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ’ ἀγέλαις ἑταίρων σου», μήποτε πρὸς σὲ παραβαλοῦσα πλανηθῶ τὴν ὁδὸν τῆς πρὸς σὲ πίστεως «ἐπ’ ἀγέλαις» ἑτεροδόξων ἢ κακοδόξων καὶ αἱρετικῶν. Πρὸς σὲ γὰρ ἀπλανῶς παραβάλλειν ἐφίεμαι πάντοτε, διότι «ὀσμὴ μύρων σου», χριομένων ἐν λουτρῷ τῆς παλιγγενεσίας «ὑπὲρ πάντα τὰ ἀρώματα, καὶ μύρον ἐκκενωθὲν» ἐκ τῆς παρθενικῆς μυροθήκης ὄνομά σου. «Καὶ διὰ τοῦτο» ψυχαὶ καθαραί, «νεάνιδες ἠγάπησάν σε, εἰς ὀσμὴν μύρων σου δραμοῦσαι. Εἰσένεγκέ με, ὦ βασιλεῦ καὶ ἀδελφιδὲ καὶ νυμφίε, εἰς ταμεῖον» τῶν σῶν μυστηρίων, «ἵνα ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί· διότι εὐθύτης ἠγάπησέ σε». Οὐ μέντοι σκολιότης καὶ πονηρία καὶ αὐθάδεια. «

Ἐγὼ ἄνθος τοῦ πεδίου», ἡ τὸ πρὶν ἀκανθώδης, «καὶ κρίνον τῶν κοιλάδων», ἡ τὸ πρὶν δυσώδης τῇ ἀπιστίᾳ.

Σὺ δὲ ἀδελφιδέ μου, «ὡς μῆλον ἀνὰ μέσον τοῦ δρυμοῦ, οὕτως ἀνὰ μέσον τῶν υἱῶν» τοῦ δήμου τῶν Ἰουδαίων, ἐν τῇ σκιᾷ τοῦ σταυροῦ σου «ἐπεθύμησα καὶ ἐκάθισα»· «καὶ ὁ καρπὸς αὐτοῦ», ὁ κρεμασθεὶς ἐν αὐτῷ ἑκουσίως, «γλυκὺς ἐν λάρυγγί μου». «Εὐώνυμος αὐτοῦ ἐπὶ τὴν κεφαλήν μου καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με»· «ἐπὶ κοίτην μου ἐν νυξὶ» τῶν παθῶν. «Ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν». Οὐ γὰρ εἴωθεν ἐπὶ κοίτης παθῶν ἐν νυξὶ ζητεῖσθαι καὶ εὑρίσκεσθαι. «Ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου». Ἐκέκραξαν γὰρ οἱ ἐμπαθεῖς καὶ οὐκ ἦν ὁ εἰσακούων. «Δεῖξόν μοι τὴν ὄψιν σου», τὴν σωτήριον σάρκωσιν, ὡς τῷ Μωϋσῇ φάσκοντι· «εἰ εὗρον χάριν ἐναντίον σου· ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε» «καὶ ἀκούτισόν με τὴν φωνήν σου», τὴν βασιλείαν σου, κηρύττουσαν ὅτι ἡ φωνή σου λίαν ἡδύλαλος, ὡς τὰ τοῦ Πατρὸς τοῦ σοῦ ἐντάλματα ἐκκαλύπτουσα. «Καὶ ἡ ὄψις σου ὡραία», ὑπεραίρουσα πᾶν κάλλος τῶν υἱῶν τῶν ἀνθρώπων. «Ἀναστήσομαι δὴ» ἀπὸ τῆς δειλίας καὶ τῶν δαιμόνων καὶ τῆς τῶν παθῶν τυραννίδος «καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς πλατείαις καὶ ἐν ταῖς ἀγοραῖς, καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου». Καὶ δὴ ἐζήτησα αὐτὸν ἐγὼ Μαρία ἡ Μαγδαληνὴ σὺν ταῖς λοιπαῖς γυναιξὶ καὶ οὐχ εὗρον αὐτὸν ἐν τῷ τάφῳ. «Εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες τὴν πόλιν» καὶ τὸν τάφον στρατιῶται. «

Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε;» Διὰ τοῦτο, «ὡς μικρόν, ὅτε παρῆλθον ἀπ’ αὐτῶν, εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου». Ὑπήντησε γὰρ ἡμῖν προλέγων τὸ «χαίρετε». «Ἐκράτησα αὐτὸν» τῇ πίστει καὶ τῇ προθέσει «καὶ οὐκ ἀφῆκα αὐτόν». Ἤθελον δὲ καὶ παρρησίᾳ κρατῆσαι καὶ τοὺς ἁγίους ἐκείνου πόδας καταφιλῆσαι. Ἀπειργήθη δὲ ἀκούσασα αὐτοῦ τὸ «μὴ μοῦ ἅπτου», «πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς» τὰ καὶ τά. «Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν ταῖς δυνάμεσι» τῶν ἀσωμάτων δυνάμεων, «καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ», κόσμου τῶν ἁγίων τοῦ Θεοῦ. «Ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, τί ἀπαγγείλητε αὐτῷ; ὅτι τετρωμένη ἀγάπης ἐγώ». «Τί ἀδελφιδός σου», ἀντερωτῶσιν αἱ θυγατέρες τῆς ἄνω Ἰερουσαλήμ, αἱ τῶν ἁγίων ψυχαί, «τί ἀδελφιδός σου, ὦ καλὴ ἐν γυναιξίν, ὅτι οὕτως ὥρκισας ἡμᾶς».

Εἶτα ἀποκριθεῖσα ἡ νύμφη καθεξῆς ἑρμηνεύει τοῦ νυμφίου τὰ σύσσημα, κἂν μὴ πάντα αἰσθητά. «Ἀδελφιδός μου, φησί, λευκὸς καὶ πυρρός», δηλοῦσα αὐτοῦ καὶ τὸ θεῖον καὶ τὸ ἀνθρώπινον. «Λευκὸς» μέν, ὡς καθαρὸς καὶ ῥύπου ἁμαρτίας παντελῶς ἀνεπίδεκτος· «πυρρὸς» δέ, «ὅτι πῦρ καταναλίσκον» καὶ πυρπολοῦν ἁμαρτίας πέφυκεν ἡ θεότης αὐτοῦ. «Κεφαλὴ αὐτοῦ» ὡς πάντων «κεφαλὴ χρυσέα ὡς φάτζ», καὶ ὑπέρτιμος καὶ πανακήρατος καὶ πάντα ἁπλῶς αὐτοῦ ἐξειποῦσα σαφῶς τὰ γνωρίσματα, οἷον βοστρύχους, ὀφθαλμούς, σιαγόνας, χεῖρας, κοιλίαν, καὶ πάντα μετ’ ἐγκωμίων δηλώσασα, κἂν μὴ πάντα αἰσθητά, ὡς προέφημεν.