Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων

Νεόφυτος ὁ Ἔγκλειστος

Αλληγορική ερμηνεία: Το Πάθος, ο στέφανος και ο πνευματικός νυμφώνας

Ερμηνεία των ύμνων προς τη Νύμφη και συσχετισμός του ακάνθινου στεφάνου και του πάθους με τον άρρητο πνευματικό έρωτα του Χριστού για την Εκκλησία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 5 από 6

Ἀποκρίνεται ὁ νυμφίος, ὡς δῆθεν ἐρωτῶν καὶ λέγων περὶ αὐτῆς· «τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου, ὡς στελέχη καπνοῦ τεθυμιαμένη;». Ἐπειδὴ γὰρ ὤφθης ἀναβαίνουσα πρός με καταλιποῦσα τὰ κάτω καὶ τὴν ἔρημον τῶν καλῶν καὶ ἀναβαίνεις ὡς στελέχη καὶ ὡς θυμιαμάτων καπνὸς εὐωδιάζων τῇ πίστει, «ἰδοὺ ἡ κλίνη», βασιλεία Σολομῶντος, Χριστοῦ, πρὸς ἣν καὶ ἀνακλίθητι, πρὸς ἣν καὶ ἀναπαύονται τὰ πλήθη τῶν σῳζομένων· ὡς «ἑξήκοντα δυνατοὶ» καθορᾶν Θεόν, ὡς ὁρᾶν δυνατόν, «ῥομφαίαν τοῦ δυνατοῦ, ὡς δυνατοί, φέροντες ἐπὶ μηρὸν καὶ πολεμεῖν δεδιδαγμένοι» κατὰ δαιμόνων καὶ παθῶν ὀλεθρίων. «Ἰδοὺ ἡ καλὴ πλησίον μου· ἰδοὺ ἡ καλή, ὀφθαλμοί σου περιστεραί, ἐκτὸς τῆς σιωπήσεώς σου». Διὰ τοῦτο καλή, καὶ καλὴ ἐκ δευτέρου, ὡς τῷ νυμφίῳ πλησιάσασα καὶ ὀφθαλμοὺς κτησαμένη διορατικοὺς καὶ ἀκεραίους καὶ καθορᾶν δυναμένους διὰ Πνεύματος ἁγίου, τοῦ ἐν εἴδει περιστερᾶς φιλανθρώπως φανέντος. Καὶ ἕτερον εἶδος ἀρετῆς ἀξιεπαίνου τὴν σιωπὴν αὐτῆς ἐπαινῶν, «ἐκτός φησιν τῆς σιωπήσεώς σου», ὥσπερ καὶ τὴν λαλιὰν αὐτῆς ἐκ διδασκάλων χειλέων προσφερομένην· ἐπαινῶ, ἔφη, «ὡς σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία».

Εἶτα ὡς ὁ νυμφικὰ μέλη, τὴν καθαρὰν πολιτείαν τῆς Ἐκκλησίας μετ’ ἐγκωμίων ἀπαριθμῶν, ἐπαινεῖ τρίχωμα, ἤτοι κόμην αὐτῆς, καὶ χείλη καὶ μῆλον καὶ τράχηλον καὶ μαστοὺς καὶ ὀσμὴν ἱματίων καὶ «κῆπον κεκλεισμένον καὶ ἐσφραγισμένην πηγὴν» αὐτὴν ὀνομάσας, «κοιλίαν» τε καὶ «μηρούς». Καὶ τὸ μέγεθος ἐγκωμιάσας αὐτῆς καὶ ἐξομοιώσας τῷ φοίνικι, ἀνακηρύττει καὶ αὐτὴ ὡς φιλόνυμφος νύμφη τοῦ νυμφίου τὴν δόξαν καὶ τοῦ ἑκουσίου πάθους τὸν ἐξ ἀκανθῶν στέφανον.

Καί φησιν· «ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Σιών, ἐν τῷ βασιλεῖ Σαλωμὼν ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ». Τούτου γὰρ τοῦ ῥητοῦ τὴν ἔννοιαν εἰς νοῦν εἰληφώς τις μελῳδὸς ἐπὶ τροχάδην εἶπε διὰ τὸν Χριστόν· «Σὲ ἡ ἀκανθηφόρος Ἑβραίων συναγωγή, οὐ στοργήν, εὐεργέτα, πρὸς σὲ φυλάξασα μητρικήν, Χριστέ, ἐστεφάνωσε τὸν γενάρχην, λύοντα τῆς ἀκάνθης τὸ ἐπιτίμιον». Τὸ μὲν ἀκανθηφόρος ἐκ τοῦ Ἠσαΐου· «ἔμεινα, φησίν, ἵνα ποιήσῃ σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας». Διὸ καὶ «ἀφελῶ τὸν φραγμὸν καὶ τὸν τοῖχον τοῦ ἀμπελῶνός μου, καὶ ἔσται εἰς διαρπαγὴν καὶ ἔσται εἰς καταπάτημα, καὶ οὐ μὴ δοθῇ ὑετὸς εἰς αὐτόν· οὐδ’ οὐ μὴ σκαφῇ καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα». Τὸ δὲ ἐστεφάνωσεν ἐκ τοῦ ᾌσματος κατὰ τὸ ἀνωτέρω ῥητόν· τὸ δὲ μὴ «μητρικὴν στοργὴν» διὰ τὸ μὴ ἔχειν πατρικὴν γενεὰν ἐπὶ τῆς γῆς τὸν Χριστόν, μητρικὴν δὲ ἔχων γενεὰν τὴν ἀκανθηφόρον Ἑβραίων συναγωγήν, ἐξ ἧς καὶ ἐτέχθη τὸ κατὰ σάρκα, καὶ μὴ φυλάξασα μητρικὴν πρὸς τοῦτο στοργὴν ἐστεφάνωσεν ἄκανθαν. Τοῦτο δὲ τὸ θλιπτικὸν παρὰ τῆς ἀκανθηφόρου συναγωγῆς ἐπινοηθέν, νυμφικὸν ἐννολογίσθη καὶ εὐφραντικόν. «

Ἐν ἡμέρᾳ, φησίν, νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ» «ἐστεφάνωσεν αὐτὸν» ἡ Ἑβραίων συναγωγή, μήτηρ αὐτοῦ, καὶ ἡ παρ’ αὐτῆς ἀτιμία τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἐλογίσθη δόξα. «Ὑψωθήσεται», φησὶν ὁ Πατήρ, «ὁ Υἱός μου καὶ δοξασθήσεται». Καὶ ὁ Υἱός· «νῦν ὑψωθήσομαι· νῦν δοξασθήσομαι»· καὶ «νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου» καὶ τὰ ἑξῆς. Τὸ δὲ «λύοντα τῆς ἀκάνθης τὸ ἐπιτίμιον», ἐκεῖνο τὸ «ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ», καὶ τὸ «ἐστράφην εἰς ταλαιπωρίαν» ἐξ ἀφθαρσίας ἐπὶ φθορὰν «ἐν τῷ ἐμπαγῆναί μοι τὴν ἁμαρτίαν ὡς ἄκανθαν», ἣν ἐκσπάσας καὶ τὴν φθορὰν ἀναιρῶν, ἔλυσε τῆς ἀκάνθης τὸ ἐπιτίμιον, «ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ».

Εἶτα καὶ αὐτὸς ὁ νυμφίος, ὡς ἐραστὴς ἄριστος ἐρωμένῃ, τὸν αὐτὸν αὐτοῦ πόθον τὸν ἅγιον πρὸς αὐτὴν ἐμφανίζων, ἔφη· «ἐκαρδίωσας ἡμᾶς, ἀδελφὴ ἡμῶν νύμφη, ἐκαρδίωσας ἡμᾶς». «Ὅλη καλὴ ἡ πλησίον μου, καλή μου, περιστερά μου· δεῦρο ἀπὸ Λιβάνου νύμφη», ἤτοι ἀπὸ βαπτίσματος· «δεῦρο ἀπὸ Λιβάνου, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδαρίων». Κἂν γὰρ θηριώδης ἐγένου τῇ ἀπιστίᾳ καὶ ἐνεμήθης ἐν ὄρεσιν ἐρημίας, σὺν λέουσι καὶ πάρδοις, δέχομαί σε· εἰ ἔλθῃς ἀπὸ Λιβάνου, σφραγισθεῖσα τῇ σφραγῖδι τῇ ἐμῇ· «Θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου», μηδὲν ἄλλῳ τινὶ διανοίγουσα· ὅτι «κραταιὰ ὡς θάνατος ἀγάπη», «σκληρὸς ὡς ᾅδης ζῆλος», ὡς μηδένα ζῆλον Θεοῦ ἄλλον παραδεχόμενος, πλὴν τοῦ ζήλου τοῦ Θεοῦ· οἷος καὶ ἦν πάλαι ὁ ζηλωτὴς Ἠλιοὺ καὶ ὁ θεσπέσιος Παῦλος καὶ οἱ λοιποὶ ζηλωταὶ τοῦ Θεοῦ. «Περίπτερα» αὐτῆς, δηλαδὴ τῆς πρὸς Θεὸν ἀγάπης· «περίπτερα φλόγες αὐτῆς»· ὕδωρ πολυκίνδυνον καὶ θλίψεων «οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην καὶ ποταμοί».

Εἶδες νυμφίου καὶ νύμφης πόθον ἀσύγκριτον; Εἶδες ἔρων ἀνείκαστον καὶ φίλτρον παντὸς λόγου ἀνώτερον; Εἶδες πῶς φιληθῆναι ἡ νύμφη τῷ νυμφίῳ ἐζητήσατο καὶ πῶς τοῦτον ἐμπόνως ἐζήτησε καὶ πῶς αὐτὸν ἐνεγκωμίασε καὶ πῶς αὐτοῦ ῥᾳδίως ἐξεῖπε τὰ σύσσημα; Καὶ πάλιν, εἶδες πῶς ὁ νυμφίος τὴν νύμφην τρανῶς ἐνεγκωμίασε καὶ ἀνεκήρυξε καὶ πρὸς ἑαυτὸν αὐτὴν ἐπεσπάσατο; Ταῦτα δὲ νοητῶς καὶ πνευματικῶς ἐκλαμβάνονται· οὐδὲν αἰσθητόν, οὐδὲν σαρκικόν, οὐδὲν ἐν αὐτοῖς ἐμπαθές, ἀλλὰ πάντα καθαρὰ καὶ ἀμώμητα καὶ ἄξια ταῖς νυμφευθείσαις ψυχαῖς τῷ παναμώμῳ νυμφίῳ Χριστῷ.

Διατί δὲ οὐκ ἄλλῳ τινὶ ὑποδείγματι, ἀλλ’ ἢ ὡς νυμφίου καὶ νύμφης ὁ ἔρως τῆς Ἐκκλησίας πρὸς Χριστὸν παρεικάζεται; Ὅτι οὐδὲν τοῦ δευτέρου φωτὸς φλογωδέστερον ἢ κραταιότερον· «κραταιὰ γάρ, φησίν, ὡς θάνατος ἀγάπη», καὶ «περίπτερα πυρὸς φλόγες αὐτῆς καὶ ὕδωρ πολὺ οὐ δυνήσεται κατασβέσαι αὐτὴν τὴν ἀγάπην καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν».