Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων

Νεόφυτος ὁ Ἔγκλειστος

Το βιβλικό κείμενο: Αμοιβαίοι έπαινοι και η αναζήτηση του Νυμφίου

Παράθεση των πρώτων στίχων του ιερού κειμένου, με τους διαλόγους μεταξύ της Νύμφης και του Νυμφίου, καθώς και την περιγραφή της κλίνης του Σολομώντος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 2 από 6

Τὸ ᾎσμα τῶν ᾈσμάτων τοῦ σοφοῦ Σολομῶντος Ἡ νύμφη. Τὸ κείμενον. Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα· μύρον ἐκκενωθὲν ὄνομά σοι, καὶ διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, ἑλκυσθεῖσαι ὀπίσω σου, εἰς ὀσμὴν μύρων σου δραμοῦσαι.

Εἰσένεγκέ με, ὦ βασιλεῦ, εἰς ταμεῖον τὸ σόν. Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί· ἀγαπήσωμεν μαστούς σου ὑπὲρ οἶνον, διότι εὐθύτης ἠγάπησέ σε. Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἰερουσαλήμ· ὡς σκηνώματα Κηδάρ, ὡς δέρρις Σαλομών.

Μὴ βλέψετέ με ὅτι ἐγώ εἰμι μελανωμένη. Μὴ βλέψετέ με ὅτι παρέβλεψέ με ὁ ἥλιος. Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. Ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ’ ἀγέλαις ἑταίρων σου.

Ὁ νυμφίος. Τὸ κείμενον. Ἂν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων σου καὶ ποίμαινε τὰς ἐρίφους ἐπὶ σκηνώμασι τῶν ποιμνίων σου. Τῇ ἵππῳ τοῦ φαραὼ ἐν ἅρμασιν ὡμοίωσά σε, ἡ πλησίον μου, ὅτι ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος, τράχηλός σου ὡς ὁρμίσκοι.

Ἡ νύμφη. Τὸ κείμενον. Ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων ἀργυρίου. Ἕως οὗ ὁ βασιλεὺς ἐπανακλίσει ἐπ’ αὐτήν. Ὁ νυμφίος. Τὸ κείμενον. Νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. Ἡ νύμφη. Τὸ κείμενον.

Ἀπόδεσμος στακτῆς ἀδελφιδός μου ἐμοί, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται. Βότρυς τῆς κύπρου ἀδελφιδός μου ἐμοί· ἐν ἀμπελῶσιν ἐν Γαδδίν. Ὁ νυμφίος. Τὸ κείμενον. Ἰδοὺ καλή, ἡ πλησίον μου· Ἰδοὺ καλοί, οἱ ὀφθαλμοί σου περιστερά.

Ἡ νύμφη. Τὸ κείμενον. Ἰδοὺ καλὸς ὁ ἀδελφιδός μου καὶ φύσει ὡραῖος. Πρὸς κλίνην ἡμῶν σύσκιος ἦλθες. Ὁ νυμφίος. Τὸ κείμενον. Δοκοὶ οἴκων ἡμῶν κέδροι καὶ φατνώματα ἡμῶν κυπάρισσοι. Ἡ νύμφη. Τὸ κείμενον.

Ἐγὼ δὲ ἄνθος τοῦ πεδίου καὶ κρίνον τῶν κοιλάδων. Ὁ νυμφίος. Τὸ κείμενον. Ὡς κρίνον ἐν μέσῳ τῶν ἀκανθῶν, οὕτως ἀδελφή μου ἀνὰ μέσον τῶν θυγατέρων. Ἡ νύμφη. Τὸ κείμενον. Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου, ἀνὰ μέσον τῶν υἱῶν.

Ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου. Εἰσαγάγετέ με εἰς τὸν οἶκον τοῦ οἴνου, τάξατε ἐπ’ ἐμὲ ἀγάπην, στηρίξατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.

Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ δεξιὰ αὐτοῦ περιλήψεταί με. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν δυνάμει, ἐν ἰσχύι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσει. Φωνὴ τοῦ ἀδελφιδοῦ μου.

Ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς. Ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι, ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ. Ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τείχους ἡμῶν, παρακύπτων διὰ τῶν θυρίδων, ἐκκύπτων διὰ τῶν δικτυωτῶν.

Ἀποκρίνεται ὁ ἀδελφιδός μου καὶ λέγει μοι· Ὁ νυμφίος. Τὸ κείμενον. Ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, ἡ καλή μου, περιστερά μου. Ἡ νύμφη. Τὸ κείμενον. Ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν· καιρὸς τῆς τομῆς ἔφθασεν.

Ὁ νυμφίος. Τὸ κείμενον. Φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν. Ἡ νύμφη. Τὸ κείμενον. Ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς, καὶ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. Ὁ νυμφίος. Τὸ κείμενον. Ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, ἡ καλή μου, περιστερά μου. καὶ ἐλθὲ σύ, περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος.

Ἡ νύμφη. Τὸ κείμενον. Δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μοι τὴν φωνήν σου, ὅτι ἰδοὺ ἡ φωνή σου ἡδεῖα καὶ ἡ ὄψις σου ὡραία. Πιάσατε ἡμῖν ἀλώπεκας μικράς, ἀφανίζοντας ἀμπελῶνας. Αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν.

Ἀδελφιδός μου ἐμοί, κἀγὼ ἐν αὐτῷ· ὁ ποιμαίνων ἐν τοῖς κρίνοις, ἕως οὗ διαπνεύσει ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί· Ἀπόστρεψον, ὁμοιώθητι σύ, ἀδελφιδέ μου, τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη κοιλωμάτων.

Ἐπὶ κοίτην μου ἐν νυξίν, ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. Ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς πλατείαις καὶ ἐν ταῖς ἀγοραῖς, καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου.

Ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. Εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει. Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε; Καὶ ὡς μικρὸν ὅτε παρῆλθον ἀπ’ αὐτῶν, εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· εὑροῦσα ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου, καὶ εἰς ταμεῖον τῆς συλλαβούσης με.

Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θέλῃ. Ὁ νυμφίος. Τὸ κείμενον. Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεθυμιαμένη, ὡς σμύρνα καὶ λίβανος ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ.

Ἰδοὺ ἡ κλίνη τοῦ Σαλομών, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς, ἀπὸ δυνατῶν Ἰσραήλ, πάντες κατέχοντες ῥομφαίαν, δεδιδαγμένοι πόλεμον· ἀνὴρ ῥομφαίαν αὐτοῦ ἐπὶ μηρὸν αὐτοῦ, ἀπὸ θάμβους ἐν νυξί. Φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλομὼν ἀπὸ ξύλων τοῦ Λιβάνου, στύλους αὐτοῦ ἐποίησεν ἀργύριον καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον· ἐπίβασις αὐτοῦ πορφυρᾶ, ἐντὸς αὐτοῦ λιθόστρωτον, ἀπὸ θυγατέρων Ἰερουσαλήμ.

Ἡ νύμφη. Τὸ κείμενον. Ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Σιών, ἐν τῷ βασιλεῖ Σαλομών, ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ. Ὁ νυμφίος. Τὸ κείμενον.

Ἰδοὺ ἡ καλή, πλησίον μου· ἰδοὺ ἡ καλή, ὀφθαλμοί σου περιστεραί, ἐκτὸς τῆς σιωπήσεώς σου. Τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ. Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς.