Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων

Νεόφυτος ὁ Ἔγκλειστος

Αλληγορική ερμηνεία: Τα στάδια της ανθρώπινης φύσης και η θεία Ανάληψη

Εκκλησιολογική ανάλυση των συμβόλων που αφορούν την ψυχή και το σώμα, και κατακλείδα του έργου με την Ανάληψη του Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 6 από 6

Τίς δὲ ἡ Ἐκκλησία; οἱ χοροὶ τῶν ἁγίων καὶ τῶν πιστῶν τὰ συστήματα. Λέγεται δὲ ἐκκλησία καὶ ὁ ναός· ἀλλὰ διὰ τὸν ἐκκλησιαζόμενον, ἤτοι ἀθροιζόμενον λαόν, λέγεται ἐκκλησία. Ἐκκλησία δὲ κυρίως τὸ ἄθροισμα τοῦ λαοῦ, ναοῦ· ὁ δὲ ναός, εὐκτήριος οἶκος καὶ οἶκος προσευχῆς ὀνομάζεται· ἐκκλησία δὲ ὁ λαός. Καὶ τοῦτο οὐ καινόν, οὐδὲ πρόσφατον· οὐδὲ τοῦτο τῆς Καινῆς Διαθήκης καὶ μόνον, ἀλλὰ καὶ ἡ Παλαιὰ καὶ ἄνωθεν οἱ προφῆται τὰς τοῦ λαοῦ συναγωγὰς ἐκκλησίας ὠνόμαζον. «Ἡ αἴνεσις αὐτοῦ, φησίν, ἐν ἐκκλησίᾳ Σιών»· καὶ πάλιν· «ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε», καὶ ὅτι «ἐξεκκλησίασεν ὁ Σολομών»· καὶ αὖθις «ἔστη Σολομὼν ἐνώπιον πάσης ἐκκλησίας Ἰσραήλ». «Ἡ ἐπισύστασις» δὲ Παύλου «ἡ καθ’ ἡμέραν, ἡ μέριμνα ἦν πασῶν τῶν ἐκκλησιῶν»· οὐκ ἀγαθὴ δὲ πάντως πᾶσα ἐκκλησία ὁσίων· οὕτως ἐστὶν καὶ ἐκκλησία πάντως πονηρευομένων. «Ἐμίσησα, φησὶν ὁ Δαυίδ, ἐκκλησίαν πονηρευομένων».

Ἐπεὶ πονηρῶν ἐκκλησία πάντως οὐκ ἀγαθόν, ἀλλὰ πονηρὰς κατ’ αὐτὴν ποιεῖται καὶ τὰς αὐτῆς συμβουλίας, ὑμνεῖται δὲ Κύριος «ἐν ἐκκλησίᾳ ὁσίων», οἵας τὰς ὑπὲρ τῆς ὀρθῆς πίστεως ἀθροισθείσας ἑπτὰ ἐκείνας συνόδους καὶ ὅσαι τοιαῦται. Εἰ δέ που καὶ μέλη ἀπαριθμεῖ τῆς αὐτῆς νύμφης ὁ Σολομὼν καὶ σχήματα παρεισάγει ἐρωτικὰ καὶ νάρδου ἐν εὐωδίαις καὶ ἄλλων τινῶν μνημονεύει νυμφικῶν ἀρωμάτων, ξένον οὐδέν. Κέκτηται γὰρ καὶ ἡ νύμφη Ἐκκλησία μέλη νοητὰ παντοδαπὰ καὶ ἔρων ἀνείκαστον πρὸς τὸν αὐτῆς νυμφίον Χριστόν, καὶ ὑπὲρ ἅπαν μύρον καὶ νάρδον τὸ χριστιανοῖς χριόμενον μύρον ἐκεῖνο τὸ ἁγιαστικόν. Ὅτι δὲ καὶ «φορεῖον καὶ κλίνην καὶ ἀμπελῶνα» ταύτην ἀποκαλεῖ, οὐδὲ ταῦτα αὐτῆς ἀνοίκεια τὰ παραδείγματα. Φορεῖον γὰρ ὡς φοροῦσαν τὸν Χριστόν· κλίνη ὡς ἀναπαύουσαν ἁγίους εἰς τὴν οὐράνιον βασιλείαν· ἀμπελὼν ὡς κλήματα εὔφορα ἔχουσα τῶν πιστῶν τὰ συστήματα· καὶ γλεῦκος ἀθανασίας τὸ ἐκ τῆς πλευρᾶς τοῦ νυμφίου ταῦτα ποτίζουσα.

Βουλόμενος δὲ καὶ τὴν τοῦ σώματος δεῖξαι κατασκευὴν καὶ τῆς ψυχῆς τὸ ἀξίωμα καὶ ὅση ἡ μεταξὺ τούτων ἡ διαφορὰ οὐ σαφῆ ποιεῖται τὴν περὶ τούτων ἐξήγησιν, ἀλλὰ κρύπτει κατὰ βάθους τὸ νόημα, ἵνα πολλοὺς διεγείρῃ πρὸς ζήτησιν.

Καί φησιν· «ἑξήκοντά εἰσι βασίλισσαι», τὰς ἑξήκοντα δηλῶν ἐκκρίτους ἁρμονίας τοῦ σώματος· οἷον τῶν χειρῶν καὶ τῶν ποδῶν καὶ τοῦ αὐχένος καὶ τῶν λοιπῶν ἀναγκαίων, αἳ βασιλεύουσι τῶν λοιπῶν τοῦ σώματος ἁρμονιῶν ὡς κρείττονες· «καὶ ὀγδοήκοντα παλλακαί», τὰς μικροτέρας δηλῶν ἁρμονίας, καταλιπὼν τὰς λοιπάς, ἵνα πολυζήτητον ποιήσῃ τὸ νόημα, ὅπερ καὶ γέγονε. Καὶ «νεάνιδες», δηλαδὴ τρίχες τῆς κεφαλῆς, «ὧν οὐκ ἔστιν ἀριθμός». Μία ἐστὶ «περιστερὰ τελεία», ἡ ψυχή· «μία ἐστὶ τῇ τεκούσῃ αὐτὴν» διὰ λουτροῦ παλιγγενεσίας προνοίᾳ Θεοῦ. Ἐφ’ ἑκάστῃ ἀνθρωπίνῃ σαρκὶ «μία ἐστὶ περιστερά», ἡ ψυχή· «ἐκλεκτή ἐστι τῇ μητρὶ αὐτῆς», θείᾳ κολυμβήθρᾳ, ἀφ’ ἧς καὶ θείου Πνεύματος τοῦ ἐν εἴδει περιστερᾶς ὁραθέντος γέγονε μέτοχος. «Εἴδοσαν αὐτὴν θυγατέρες» καὶ νεάνιδες «καὶ βασίλισσαι καὶ παλλακαί», αἱ ἀνωτέρω ῥηθεῖσαι, καὶ πᾶσα ἡ τοῦ σώματος κατασκευή. «Καὶ μακαριοῦσιν αὐτήν», ὅτι τὴν ζωτικὴν δύναμιν κέκτηνται δι’ αὐτῆς.

Εἰ δέ πού τις βούλει ἐννοῆσαι καὶ τοῦτο ὅτι τετραχῶς, κατὰ τὸ θεῖον Εὐαγγέλιον, αἱ τῶν ἀνθρώπων λογίζονται καρδίαι, τουτέστιν εἰς ὁδόν, εἰς πετρώδη, εἰς ἀκανθώδη καὶ εἰς γῆν ἀγαθήν, οὕτω καὶ ἐνταῦθα διὰ τῶν βασιλίδων, διὰ τῶν παλλακῶν, διὰ τῶν νεανίδων καὶ διὰ τῆς περιστερᾶς τὴν διαφορὰν δεδήλωκε· τὴν διαφορὰν τῆς ἀνθρωπίνης φύσεως· ὅτι ὥσπερ ὁδὸς καὶ πετρώδης καὶ ἀκανθώδης καὶ ἀγαθὴ γῆ, οὕτω καὶ βασιλίδας καὶ παλλακὰς καὶ νεάνιδας καὶ περιστερὰς ἡ φύσις λογίζεται τῷ Θεῷ. Ὅτι δὲ πολυζήτητον πέφυκε τόδε τὸ πρόβλημα, καὶ ὁ μὲν εἰς βίβλον τοῦτο ἐξελάβετο, ὁ δὲ ἄλλως πως ἡρμήνευσε τοῦτο καὶ ἄλλος πάλιν ἑτέρως τοῦτο ἐνενόησε, ξένον οὐδέν, καθ’ ὅτι καὶ κατὰ βάθους πολλοῦ κεκρυμμένην ἔχει τὴν ἔννοιαν.

Ἐμοὶ δὲ τῷ ἐλαχίστῳ καὶ ἐξεπήλῳ τὴν γνῶσιν περὶ σώματος καὶ ψυχῆς ἔδοξε τοῦτο ἐκλαβέσθαι τὸ ῥητόν, ἢ περὶ διαφορᾶς διαφερόντων θάτερος θατέρῳ. Καὶ ξενιζέσθω μηδείς. «Φεῦγε, ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι ἢ τῷ νεβρῷ τῶν ἐλάφων, ἐπὶ ὄρη ἀρωμάτων». Φεῦγε δηλαδὴ τὴν πονηρὰν συναγωγὴν τῶν Ἰουδαίων ὀξυδερκῶς διὰ τὸν φθόνον αὐτῶν «ἐπὶ τὰ ὄρη τῶν ἀρωμάτων»· προσευχόμενος ἐν αὐτοῖς κατὰ μόνας ὡς ἔχεις ἔθος. Καὶ πάλιν «φεῦγε, ἀδελφιδέ μου», ὁ δι’ ἀναλήψεως θείας ἐπὶ τὰ ὄρη τὰ οὐράνια τῶν ἀρωμάτων ἀγγέλων.