Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τοὺς ψαλμούς
Λόγος Β' (Ψαλμοί 17-31)
Το τρίτο κάθισμα του Ψαλτηρίου και η ερμηνεία των αντίστοιχων ψαλμών, με αναφορές στο πάθος του Κυρίου, την ενσάρκωση και τη θεία προστασία των δικαίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Β' (Ψαλμοί 17-31)
Το τρίτο κάθισμα του Ψαλτηρίου και η ερμηνεία των αντίστοιχων ψαλμών, με αναφορές στο πάθος του Κυρίου, την ενσάρκωση και τη θεία προστασία των δικαίων.
ΛΟΓΟΣ Βʹ ΠΕΡΙ ΕΤΕΡΩΝ ΔΥΟ ΚΑΘΙΣΜΑΤΩΝ ΤΟΥ ΘΕΙΟΥ ΨΑΛΤΗΡΟΣ ΣΑΦΗΝΕΙΑ ΔΙΑ ΒΡΑΧΕΩΝ ΚΑΘΙΣΜΑ ΤΡΙΤΟΝ Εὐλόγησον, πάτερ.
<Προοίμιον> Βραχυτελῶς ἡμῖν ἐκκαλύψας τὸν νοῦν ὁ πρῶτος λόγος τῶν δύο πρώτων καθισμάτων, ἔστη τοῦ δρόμου. Ὁ δὲ παρὼν δεύτερος τοῦ τρίτου καὶ τοῦ τετάρτου καθίσματος θεοσδότως σπουδάζει καθάψασθαι τὴν σαφήνειαν, λέγων οὕτως·
Ψαλμὸς ιζʹ Εἰς τὸ τέλος· τῷ παιδὶ Κυρίου τῷ Δαβίδ, ἃ ἐλάλησεν τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ, ᾗ ἐρρύσατο αὐτὸν ὁ Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ, καὶ εἶπεν·
Τοῦ Δαβὶδ μέντοι, ἀλλά γε κυρίως τοῦ νοητοῦ Δαβὶδ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· τοῦτο γὰρ ᾐνίξατο ἡ ἐπιγραφὴ λέγουσα· «Εἰς τὸ τέλος τῷ παιδὶ Κυρίου Δαβίδ». Δαβὶδ γὰρ καὶ οἱ ἐχθροὶ αὐτοῦ τύποι Χριστοῦ καὶ τῶν ἐχθρῶν αὐτοῦ, οὓς καὶ αἰνιττόμενος λέγει τῷ Θεῷ καὶ Πατρί· «Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου». Ὡς υἱὸς φιλοπάτωρ οὖν, νῦν ἀρχόμενος τῆς ἀγάπης· «ἀλλ’ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ σε πρὸ καταβολῆς κόσμου». «Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου», κατὰ τὸ ἀνθρώπινον. «Ὁ Θεός μου βοηθός μου καὶ ἐλπιῶ ἐπ’ αὐτόν, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου καὶ ἀντιλήπτωρ μου» ἐν τῇ τοῦ δούλου μορφῇ. «Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι». Τοῦτο καὶ Χριστῷ καὶ Δαβὶδ καὶ παντὶ ἀνθρώπῳ τὸ χωρίον ἁρμόδιον. «Περιέσχον με ὀδῦναι θανάτου καὶ χείμαρροι ἀνομίας» κόσμου «ἐξετάραξάν με». «Προέφθασάν με παγίδες» ἑκουσίου «θανάτου καὶ ἐν τῷ θλίβεσθαί με» τὸ κατὰ σάρκα «ἐπεκαλεσάμην τὸν Κύριον» λέγων· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ», καὶ «πρὸς τὸν Θεόν μου ἐκέκραξα» αἰωρούμενος ἐν τῷ σταυρῷ. «Ἤκουσεν ἐκ τοῦ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου εἰσῆλθεν εἰς τὰ ὦτα αὐτοῦ». «
Καί», ἐπισκοπήσας μου τὴν σφαγήν, «ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ», ὅτι καὶ πέτραι καὶ ναὸς διερράγησαν ἄμφω «καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν» φόβῳ «καὶ ἐσαλεύθησαν» ὀργισθέντος Θεοῦ. «Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ» ἀδεκάστως· «καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλέχθη, ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ». Γῆς σαλευμός, καπνὸς καὶ πῦρ καὶ ἄνθρακες Πατρὸς ὀργὴν ἀριδήλως δηλοῦσιν. Καὶ εἰ μὴ ὁ Υἱὸς ἀνέστειλε τὴν πατρικὴν δικαίαν ὀργήν, εἰπών· «Ἄφες αὐτοῖς, Πάτερ, τὴν ἁμαρτίαν ταύτην, οὐ γὰρ οἴδασι τί ποιοῦσιν», ἔμελλον ἐξάπινα οἱ δυσμενεῖς ἀπολέσθαι. «Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ», ἤτοι καὶ τὰς ἄνω δυνάμεις λαθών, ἠρέμα κατῆλθεν ἐν μήτρᾳ παρθενικῇ, «ὡς ὑετὸς ἐπὶ πόκον»· τοῦτο γὰρ δηλοῖ «γνόφον ὑπὸ τοὺς πόδας αὐτοῦ». «Καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ», ὡς μὴ ὁρᾶσθαι τῷ κόσμῳ ἄτερ τοῖς μύσταις αὐτοῦ.
Ἐρώτησις· Τί οὖν φησὶ πρῶτον τὸ πάθος καὶ εἶθ’ οὕτως ἡ κάθοδος καὶ ἡ ἄνοδος; Ἀπόκρισις Μὴ ἔσο μεμψίμοιρος. Εἵλετο γὰρ τὸ Πνεῦμα τὴν φύσιν παραδηλῶσαι τοῦ δράματος, οὐ στιχηδὸν μέντοι καὶ πεπορευμένως. Ὥσπερ γὰρ κάλλος αὐτοφυὲς οὐ χρείαν ἔχει κομμωτικῆς τέχνης λαμπρύνεσθαι, οὕτω καὶ τοῦ ἁγίου Πνεύματος κάλλος αὐτοφυὲς ἡ ἀλήθεια. «Κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ», ἡ αὐτὸν ἀναφέρουσα νεφέλη σκοτεινή. «Ὕδωρ ἐν νεφέλαις ἀέρων», ἤτοι, τεθολωμένον, ἀφ’ ὧν διαρρυὲν κατὰ πρανοῦς γίνεται διαυγές. «Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον», δηλαδὴ μὴ φέρουσαι τὴν αἴγλην τῆς ἀνόδου αὐτοῦ διεσκεδάσθησαν αἱ νεφέλαι· «χάλαζαι καὶ τὸ αἰθέριον πῦρ» ἐδραπέτευσαν ἀπ’ ἔμπροσθεν αὐτοῦ. «Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ Κύριος», ἐν φωνῇ βιαίᾳ τὴν χάριν τοῦ Πνεύματος αὐτοῦ, «καὶ ὁ Ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ», ἣν ὑπέσχετο τοῖς μαθηταῖς, ὅτι· «Ἀποστελῶ τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς». «Ἐξαπέστειλε βέλη» Ῥωμαίων «καὶ ἐσκόρπισεν» Ἰουδαίους «καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς» ἀΐδιον ταραχήν. «Καὶ ὤφθησαν αἱ πηγαὶ» τῶν θείων ἀγαθῶν αὐτοῦ ἠλλοτριωμέναι «καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης· ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε», ὅτε ἐτάφη Χριστός. «Ἐξαπέστειλεν ἐξ ὕψους» ὁ Πατὴρ «καὶ προσελάβετό με ἐξ ὑδάτων πολλῶν», ἤτοι πειρασμῶν. «Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ.
Προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου», ὅτε συνέλαβόν με, «καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου», ἵνα μὴ αἰσχυνθῶ, «καὶ ἐξήγαγέ με εἰς πλατυσμόν», μετὰ τὸ πάθος. «Ῥύσεταί με ὅτι ἠθέλησέ με», ἀκούσας τῶν παροινούντων· «Σωσάτω αὐτόν, εἰ θέλει αὐτόν». «Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι». «Ὅτι ἐφύλαξα τὰς ὁδοὺς τοῦ Κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου». Πῶς γὰρ εἶχον καὶ ἆραι τὴν ἁμαρτίαν τοῦ κόσμου; «Ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησαν ἀπ’ ἐμοῦ· καὶ ἔσομαι ἄμωμος μετ’ αὐτοῦ, φυλάξομαι ἀπὸ ἀνομίας. Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου. Μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ ἀθῴου ἀθῷος καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς καὶ μετὰ στρεβλοῦ διαστρέψεις». Καθ’ ἑκάστου, φησί, εὑρίσκεσαι ἀμοιβεύς, οἷος καὶ τοῖς ἔργοις καθίστασαι· «Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις».
Ἀναμὶξ τὰ χωρία, εἰς Δαβὶδ καὶ εἰς τύπον Χριστοῦ· ὅτι ὁ μὲν παρὰ πολλῶν ἐχθρῶν διωχθεὶς καὶ ῥυσθεὶς ἐμελῴδησε ταῦτα, ὁ δὲ παρὰ τῶν Ἰουδαίων παρακινούμενος προέλεγε ταῦτα πρὸς τὸν πατέρα διὰ στόματος Δαβίδ. «Ὁ Θεός μου φωτιεῖς τὸ σκότος μου» τὸ ἐκ θλίψεως· «Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου» τῶν ἐπιβουλῶν μου, «καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος» διαδιδράσκων ἐκ προσώπου αὐτῶν. «Ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ», ἣν ἁμαρτωλοὶ βαδίσαι ἀδύνατον, «τὰ λόγια Κυρίου πεπυρωμένα», εἴτουν κεκαθαρμένα, «ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ’ αὐτὸν», κἄν τε σοφοὶ κἄν τε ἰδιῶται. «Ὅτι, τίς Θεός», ἀντὶ τοῦ οὐδεὶς Θεός, οὐδεὶς Κύριος, πάρεξ καὶ «πλὴν τοῦ Θεοῦ ἡμῶν», κἂν καὶ ψευδωνύμως θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ λέγωνται. Ὤ, τῶν ἀνθρώπων τῆς πολυθέου καὶ ἀθέου ἀβελτηρίας. «Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, ἔθετο ἄμωμον τὴν ὁδόν μου», καὶ οὐκ ἐμοὶ τὸ κατόρθωμα, «καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με· διδάσκων χεῖράς μου εἰς πόλεμον, ὡς τόξον χαλκοῦν ἔθετο βραχίονάς μου», δι’ ὧν καὶ Γολιὰθ τὸν ἀλλόφυλον καὶ πολλοὺς ἐτροπωσάμην. «Ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας, καὶ ἡ δεξιά σου ἀντελάβετό μου», χρήζοντός μου βοηθείας, «ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος» ἐκ συμπτωμάτων· «καὶ ἡ παιδεία σου αὐτή με διδάξει» τὰ εὐάρεστά σοι. «
Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησα» ἐν τῷ τρέχειν με τὰς ὁδούς σου. Καὶ οὕτω σθενωθείς, «καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτοὺς καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλίπωσιν· ἐκθλίψω αὐτοὺς καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου», ὅτι· «Περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς ἐπανισταμένους ἐπ’ ἐμὲ ὑποκάτω μου». «Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον», ἤτοι μὴ κατὰ πρόσωπον ἀνθισταμένους, ἀλλ’ εἰς φυγὴν τραπέντας. Θαυμαστή σου, Δαβίδ, ἡ εὐγνωμοσύνη, ὡς καὶ σαυτῷ καὶ πᾶσιν ἔργῳ διδάσκων μὴ οἴεσθαι οἰκείᾳ δυνάμει νικᾶν τοὺς ἐχθροὺς καὶ τὰ πάθη, ἀλλὰ Θεῷ τῆς νίκης τὴν χάριν ὁμολογεῖν εἰκότως. Οἱ δὲ ἐχθροί· «ἐκέκραξαν καὶ οὐκ ἦν ὁ σώζων· πρὸς Κύριον καὶ οὐκ εἰσήκουσεν αὐτῶν» διὰ τὸ ἐχθροὺς εἶναι· διὸ «καὶ λεπτυνῶ αὐτοὺς ὡσεὶ χνοῦν κατὰ πρόσωπον ἀνέμου, ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς». Εἶτα εἰς Χριστοῦ πρόσωπον μετοχετεύει τοὺς λόγους· «Ῥῦσαί με» λέγων «ἐξ ἀντιλογίας λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν», ὧν εἶπας· «Καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου» καί· «λαὸς» μὲν ἐθνικός, «ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου», ὑπακούσας τὸ κήρυγμα πεπίστευκέ μοι, «υἱοὶ δὲ ἀλλότριοι ἐψεύσαντό μοι». «Ἐπαλαιώθησαν» ἐν τῇ κακίᾳ «καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν» παρανόμως ὁδεύοντες. «
Ζῇ Κύριος καὶ εὐλογητός», ἐπαινετός, «ὁ Θεὸς καὶ ὑψωθήτω», δοξασθήτω, «ὁ Θεὸς τῆς σωτηρίας μου, ὁ διδοὺς τὴν ἐκδίκησιν ἐμοί, καὶ ὑποτάξας λαοὺς ὑπ’ ἐμέ, ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων καὶ ὑψώσας με ἐκ τῶν ἐπανισταμένων μοι» ἀνωτέρω. «Διὰ τοῦτο ἐξομολογήσομαί σοι καὶ τῷ ὀνόματί σου ψαλῶ», «μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως, καὶ ποιῶν ἔλεος τῷ χριστῷ σου Δαβίδ», τῷ τε αἰσθητῷ καὶ τῷ νοητῷ, «καὶ τῷ σπέρματι αὐτοῦ» πρὸς θεογνωσίαν «ἕως αἰῶνος».
Ψαλμὸς ιηʹ Ψαλμὸς εἰς τὸ τέλος, τῷ Δαβίδ «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ», οὐ προφορᾷ φωνῆς χρώμενοι, λόγου ὄντες ἄμοιροι, ἀλλὰ τὴν λογικὴν διερεθίζοντες φύσιν, κάλλει καὶ μεγέθει δοξάζειν τὸν τῷ λόγῳ μόνῳ τὸν πηλίκους οὐρανοὺς κτίσαντα. Ἀλλὰ καὶ λογικοὶ οὐρανοὶ οἱ ἀπόστολοι «διηγοῦνται δόξαν Θεοῦ» ἐνανθρωπήσαντος, «ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα», σοφίαν κτίστου καὶ δύναμιν, πῶς ἁπαλωτάτην φύσιν ὑδάτων ἐκέλευσε γενέσθαι στερέωμα, ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ ἔργῳ θᾶττον συνεπληροῦτο τὸ προσταττόμενον· «Ἡμέρα τῇ ἡμέρᾳ», ὁ Πατὴρ τῷ Υἱῷ, «ἐρεύγεται ῥῆμα», ἢ «ποιήσωμεν ἄνθρωπον» ἢ «κάθου ἐκ δεξιῶν μου», ἢ ἁπλῶς, ὃ ἐὰν εὐδοκῇ, «καὶ νὺξ νυκτί», ἡ τῆς πλάνης ῥυσθεῖσα φύσις τὴν ἔτι συνεχομένην νυκτὶ δυσσεβείας «ἀναγγελεῖ» θεοσεβείας «γνῶσιν». «Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν»· κἀντεῦθεν λοιπὸν «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν», ἤτοι, τῶν ἀποστόλων, «καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν». «Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ», ὑπὸ τὸν ἥλιον γέγονε τέλειος ἄνθρωπος ὁ παρ’ αὐτῶν κηρυττόμενος «καὶ αὐτὸς» ἥλιος δηλονότι, «ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν» μηδὲν ἀτονῶν. «Ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ».
Ποῖος γὰρ ταχυδρόμος ἱππεὺς ὑπήκουσε, ποῖος ὀρνίθων ὀξυπέτης ἴσχυσε πετασθῆναι ἀπ’ ἄκρου ἕως ἄκρου τοῦ οὐρανοῦ ἐν ἡμέρᾳ μιᾷ; Ὅσην παρὰ τοῦ δημιουργοῦ ἔλαβεν ἰσχὺν ὁ ἡμεροδρόμος οὗτος «καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τῆς θερμότητος αὐτοῦ». Μίαν γὰρ ἐπιτρέχων ὁδὸν τὰ πέρατα τῆς γῆς περιθάλπει καὶ καταυγάζει. «Ὁ νόμος Κυρίου ἄμωμος» συνετῶν ἀκροατῶν «ἐπιστρέφων ψυχάς, ἡ μαρτυρία Κυρίου πιστὴ σοφίζουσα νηπιοφρόνων καρδίας». «Τὰ δικαιώματα Κυρίου εὐθέα, εὐφραίνοντα καρδίας», δηλαδὴ εὐθείας καὶ συνετάς· «ἡ ἐντολὴ Κυρίου τηλαυγής», μετανοούντων φωτίζουσα ὀφθαλμούς. «Ὁ φόβος Κυρίου ἁγνός», φυλάττει εἰς αἰῶνα τὸν ἁλωθέντα. «Τὰ κρίματα Κυρίου ἀληθινά», δεδικαιωμένα ἐπὶ τὸ αὐτό. «Ἐπιθυμητὰ» συνετῶς «ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον», οὐ τοῖς πᾶσι δ’ ὅμως, ἀλλὰ δούλῳ τῷ φυλάττοντι αὐτά. «Ἐν τῷ φυλάσσειν δὲ αὐτά, ἀνταπόδοσις πολλή», ζωῆς ἀθανάτου. «Παραπτώματα τίς συνήσει;» Μυριάκις τῆς ἡμέρας παραπίπτοντες πράξει καὶ λόγῳ οὐδὲ συνίομεν πολλάκις.
Διό· «Ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου· ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης καὶ ἔσονται εἰς εὐδοκίαν τὰ» πρακτικὰ «λόγια τοῦ στόματός μου καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διαπαντός», ἐντρυφῶσα τὰ μελιχρά σου προστάγματα, «Κύριε, βοηθέ μου καὶ λυτρωτά μου» ἐκ παντοίων κακῶν.
Ψαλμὸς ιθʹ Ψαλμὸς εἰς τὸ τέλος· τῷ Δαβίδ. «Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεώς σου, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ». «Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. Μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω» λιπῶδες καὶ λιπαρόν. «Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι». «Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου». Ἐρώτησις· Πρὸς τίνα, φησίν, ὁ Δαβὶδ ἀπεφήνατο ταῦτα; Ἀπόκρισις· Πρὸς μάρτυρας, πρὸς ὁσίους, πρὸς ἀσκητὰς καὶ πρὸς πάντας ἐπικαλουμένους τὸν Θεὸν ἐν ἀληθείᾳ. Πεποιθὼς ἔσο, φησί, ὅτι «ἐπακούσαι σου Κύριος» «στείλαι σοι βοήθειαν ἐξ ἁγίου» Πνεύματος αὐτοῦ καὶ «δῴη σοι» κατὰ τὴν πίστιν «τῆς καρδίας σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι». Εἶτα πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν ἀνατείνας τὸν λόγον, φησί· «Νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν Χριστὸν αὐτοῦ», δηλαδὴ μετὰ τὸ πάθος ἀναστῆσαι αὐτὸν ἐκ νεκρῶν. «Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ», ὅτι «κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα». «Ἐν δυναστείᾳ ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ». Δεξιὰ γὰρ Πατρὸς ὁ Υἱός, οὗ ἡ δυναστεία σώζει τοὺς πιστοὺς αὐτοῦ. «Οὗτοι ἐν ἅρμασι καὶ ἵπποις», ὡς τύραννοι καὶ φονεῖς, «ἡμεῖς δὲ ἐν ὀνόματι Θεοῦ» πατρὸς ἐπικαλεσάμενοι. «Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον· ἡμεῖς δὲ ἀνέστημεν» ἐκ τοῦ τάφου «καὶ ἀνωρθώθημεν» πρὸς τὸν Πατέρα, ἐν δυσὶ ταῖς οὐσίαις, θεότητος καὶ ἀνθρωπότητος. «Κύριε, σῶσον τὸν βασιλέα», ἐμὲ δηλαδὴ τὸν ταῦτά σοι μελῳδοῦντα, «καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾖ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε».
Ψαλμὸς κʹ Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαβίδ. «Κύριε ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ», τὴν κατὰ τῶν ἐχθρῶν νίκην, «καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν», ἀλλὰ «προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου». Καὶ ταῦτα μὲν μετρίως μετέχουσιν εἰς Χριστόν, κυρίως δὲ πρὸς Δαβίδ, ἀπ’ ἐντεῦθεν δὲ κυρίως πρὸς Χριστόν· «Ζωὴν ᾐτήσατό σε», φησί, «καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου», ἤτοι, διὰ τὴν τοῦ κόσμου σωτηρίαν ἡ δόξα αὐτοῦ ἐν τῷ κόσμῳ γνωσθήσεται. «Ὅτι δῴης αὐτῷ εὐλογίαν», ἔπαινον καὶ δόξαν αἰώνιον παρὰ τῶν σωζομένων, «εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου», ἤτουν διὰ τὸ μετὰ σοῦ εἶναι διαπαντός, ὡς θεὸς καὶ ἄνθρωπος. «Ὅτι ὡς βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον καὶ ἐν τῷ ἐλέει αὐτοῦ οὐ μὴ σαλευθῇ» ἀπὸ τῆς θεότητος αὐτοῦ. «Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου καὶ ἡ δεξιά σου» εὐκαίρως «εὕροι πάντας τοὺς μισοῦντάς σε», ὅτι· «Θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου», ἐν τῇ δευτέρᾳ ἐπιφανείᾳ σου, «συνταράξεις αὐτοὺς καὶ καταφάγεται αὐτοὺς πῦρ». «Τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων».
Ὅτου δὲ χάριν πείσονται ταῦτα; «Ὅτι ἔκλιναν εἰς σὲ κακὰ καὶ διελογίσαντο βουλὰς» ψευδομαρτύρων, «αἷς οὐ μὴ δυνήσονται παραστῆσαι.
Ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν». Ἐπειδή, φησίν, ἀπρόσωποι καὶ ἀναιδεῖς πρὸς σὲ ἀνεφάνησαν, οὐδ’ αὐτὸς δείξεις αὐτοῖς πρόσωπόν σου· ἀλλὰ ῥήξεις αὐτοῦς πρηνεῖς, ὅ ἐστι «θήσεις αὐτοὺς νῶτον». Καὶ σὺ μέν «Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου», πρὸς τὸν Πατέρα σου, ἡμεῖς δὲ «ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου».
Ψαλμὸς καʹ Εἰς τὸ τέλος· ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς. Οὗ ἡ ὑπογραφὴ «περὶ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς». Παρωσάμενος γὰρ ὁ ὑπογραφεὺς τὸ ἑσπέριον πάθος, πρὸς τὴν ἑωθινὴν ἀνάστασιν κατεπήδησεν, ἐν ᾗ καὶ ὡς ἀντίληψις τῷ Υἱῷ παρῆν καὶ ἡ τοῦ Πατρὸς εὐδοκία. Χρησάμενος δὲ ὁ Δαβὶδ τὸ τοῦ Χριστοῦ πανακήρατον στόμα λέγει τάδε· «Ὁ Θεός, ὁ Θεός μου, πρόσσχες μοι· ἵνα τί ἐγκατέλιπές με» χερσὶ φονευτῶν; «μακρὰν ἀπὸ τοῦ σωτηρίου μου οἱ λόγοι τῶν παραπτωμάτων μου», ἤτοι, οὐ μὴ παρέλθω τὸ τοῦ θανάτου ποτήριον διὰ τὴν ἁμαρτίαν τοῦ κόσμου. «Ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ», ἀλλ’ ἐάσεις με τοῦ παθεῖν «καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί». Οὐκ ἀγνοῶ, φησί, τὴν οἰκονομίαν τῆς εὐδοκίας σου συγχωρούμενος τοῦ παθεῖν. «Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς» Υἱῷ σου, «ὁ ἔπαινος τοῦ Ἰσραήλ». «Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, καὶ ἐρρύσω αὐτοὺς» ἐκ χειρὸς ἐχθρῶν αὐτῶν «καὶ οὐ κατῃσχύνθησαν».
Οὐ γὰρ ὡς ὁ ἐμὸς κόσμου σωτὴρ ἦν κἀκείνων ὁ θάνατος. «Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος» συνουσίας χωρὶς συλληφθεὶς καὶ τεχθεὶς κατ’ ἐμφέρειαν σκώληκος, «ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ» βλασφημοῦντός με ὡς νόθον. «Πάντες οἱ θεωροῦντές με» ἐσταυρωμένον «ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσι» μανιωδῶς, «ἐκίνησαν κεφαλάς»· «ἤλπισεν ἐπὶ Κύριον, σωσάτω αὐτὸν εἰ θέλει αὐτόν». «Σὺ δὲ ὁ ἐκσπάσας με ἐκ γαστρὸς» Παρθένου, «ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου» «ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας» ἁγνῶς καὶ ἀπορρήτως καὶ οὐδεὶς ἄλλος ἔστιν «ὁ βοηθῶν» μοι. «Μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, ὅτι θλίψεις ἐγγύς». «Περιεκύκλωσάν με γὰρ μόσχοι πολλοὶ καὶ ὡς ταῦροι λιπαροὶ περιεστοίχισάν με», κρατῆσαι καὶ ἀνελεῖν με βουλόμενοι δυσμενῶς. «Ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος» πεποκέναι με. «Ὡσεὶ ὕδωρ ἐξεχύθη καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου», οὐκ ἔργῳ, ἀλλ’ οὕτως ὡς εἶχεν ἡ γνώμη τῶν φονευτῶν· ἔνθεν καὶ ἐργωδῶς εἶχον κατεάξαι μου τὰ σκέλη πρὸς ἀθέτησιν τῆς λεγούσης γραφῆς «ὀστοῦν οὐ συντριβήσεται ἀπ’ αὐτοῦ». «Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου»· τήκων μὲν διὰ τὸν θάνατον, φωτίζων δὲ διὰ τὴν ἀνάστασιν. «
Ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου» τῷ μεγέθει τοῦ πάθους «καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου» τῷ μεγέθει τῆς δίψης «καὶ εἰς χοῦν θανάτου κατήγαγές με» τριημερεῦσαι ἐν τῷ τάφῳ. «Ὅτι ἐκύκλωσάν με κύνες πολλοί», οἱ ἐξ Ἰουδαίων μέν, ὡς ταῦροι καὶ μόσχοι διὰ τὸν τοῦ νόμου ζυγόν, οἱ ἐξ ἐθνῶν δέ, ὡς κύνες καθυλακτοῦντες Θεῷ. «Συναγωγὴ πονηρευομένων περιέσχον με» ἀναιδῶς, «ὤρυξαν χεῖράς μου καὶ πόδας μου» τῷ σταυρῷ προσηλοῦντές με. «Ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου» γυμνὸν αἰωρήσαντες, «αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με» ὀφθαλμοῖς βεβήλοις. «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς», κέρδος ἕρμαιον ἡγούμενοι, «καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον», γνῶναι βουλόμενοι, τίνος εἰς μοῖραν τυγχάνει, πρὸς τὸ μὴ σχίσαι αὐτὸν διὰ τὸ ἄρραφον εἶναι, ἤτοι μὴ ἔχοντα ῥαφὴν ὅλως, ἀλλὰ ἄνωθεν ἐκ τοῦ περιτραχήλου, κυκλοειδῶς ἕως κάτω ἦν ὅλος ἐξυφασμένος, ἔργον χειρῶν Παρθένου Μητρός, τῷ παιδὶ συναυξούμενος παραδόξως ὁ ἱματισμὸς οὗτος·. Κἀκεῖνοι μὲν ταῦτα παροίνησάν με πονηρῶς καὶ ἀθέως· «Σὺ δέ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν σου» ἀπ’ ἐμοῦ, μᾶλλον δὲ «εἰς τὴν ἀντίληψίν μου πρόσσχες». «Ῥῦσαί με ῥομφαίας θανάτου καὶ ἐκ χειρὸς κυνός», ᾅδου, «τὴν μονογενῆ μου» ψυχήν. «Σῶσόν με ἐκ στόματος λέοντος» κοσμοφάγου «καὶ ἀπὸ κεράτων μονοκερώτων».
Δυσμενεῖς γὰρ ἄνθρωποι ταύρων καὶ μόσχων, κυνῶν καὶ μονοκερώτων ἐμφέρειαν εἰκονίζουσιν, ἀφ’ ὧν ῥῦσαι «τὴν ταπείνωσίν μου», τῆς σαρκικῆς οὐσίας. Κἀγὼ «διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου» ἀποστόλοις καὶ «ἐν μέσῳ ἐκκλησίας», συναγωγῆς Ἰουδαίων, «ὑμνήσω σε», λέγων· «Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν. Φοβηθήτω δὴ ἀπ’ αὐτοῦ ἅπαν τὸ σπέρμα Ἰσραήλ, ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ» σαρκωθέντος «πτωχοῦ, οὐδ’ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ’ ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι πρὸς αὐτὸν εἰσήκουσέ μου». «Παρὰ σοῦ», Πάτερ, «ὁ ἔπαινός μου» κἀγὼ «ἐν ἐκκλησίᾳ μεγάλῃ» ἐξομολογήσομαί σοι· «τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων σε» μαθητῶν μου. «Φάγονται πένητες» τῆς γνώσεως σύνεσιν «καὶ ἐμπληθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν»· καὶ «ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος». «Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον» μετὰ σταυρὸν «πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσι» τὸν σταυρωθέντα «πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι αὐτοῦ ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν». «
Ἔφαγον» βρῶσιν θεογνωσίας «καὶ προσεκύνησαν» τὸν σαρκωθέντα Θεὸν «οἱ πίονες», ἤτοι, οἱ δυνατοὶ τῆς γῆς καὶ «ἐνώπιον αὐτοῦ πεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν» καὶ ἕκαστος ἐρεῖ· «ἡ ψυχή μου αὐτῷ ζῇ καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ» καὶ «ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη», πείρᾳ μυηθεῖσα τὴν εὐσέβειαν, «καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην» Χριστοῦ «λαῷ τῷ τεχθησομένῳ» δι’ ὕδατος καὶ πνεύματος, «ὃν ἐποίησεν ὁ Κύριος».
Ψαλμὸς κβʹ Τῷ Δαβίδ. «Κύριος ποιμαίνει με», ὁ ποιμὴν ὁ καλὸς τὴν ἐκκλησίαν αὐτοῦ, «καὶ οὐδέν με ὑστερήσει» τῶν ἀγαθῶν αὐτοῦ. «Εἰς τόπον χλόης» νόμων αὐτοῦ «ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως» κολυμβήθρας αὐτοῦ «ἐξέθρεψέ με», «τὴν ψυχήν μου ἐπέστρεψεν» ἐξ ἀσεβείας, «ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Ἐὰν πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου» τυράννων δυσμενῶν, «οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ’ ἐμοῦ εἶ» ὁ ποιμὴν ὁ καλός. Ἡ σταυρικὴ «ῥάβδος καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν» ἐκ θλίψεων ἀμυθήτων. «Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν» τῶν φρικτῶν μυστηρίων σου, «ἐξεναντίας τῶν θλιβόντων με» τυραννικῶν βασιλέων· «ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου» χρίσματι μύρῳ σου ἁγίῳ «καὶ τὸ ποτήριον» τοῦ θείου αἵματός σου «μεθύσκον με ὡσεὶ κράτιστον» καὶ ἀκραιφνέστατον. «Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, διὰ τὸ κατοικεῖν με ἐν ἱερῷ οἴκῳ Κυρίου» ἀποδιδοῦσά μοι τὰς εὐχὰς ἡ παρ’ αὐτοῦ ἠλεημένη ἐκκλησία «εἰς μακρότητα ἡμερῶν».
Ψαλμὸς κγʹ ᾨδὴ Δαβίδ· τῆς μιᾶς Σαββάτων. Οὗ ἡ ὑπογραφὴ προδηλοῖ σαφῶς τὴν Χριστοῦ ἀνάστασιν, λέγουσα «τῆς μιᾶς Σαββάτων». «Τοῦ Κυρίου ἡ γῆ» τοῦ σορευθέντος ἐν τάφῳ βραχυτάτῳ «καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.
Αὐτὸς ἐπὶ θαλασσῶν καὶ ἐπὶ ποταμῶν τὴν γῆν θεμελιώσας καὶ ἑτοιμάσας αὐτήν», ἐν τάφῳ σμικροτάτῳ ἑκὼν ὕπτιος ἀνεκλίθη. «Τίς ἀναβήσεται εἰς τὸ» οὐράνιον «ὄρος τοῦ Κυρίου, ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ» δεξιᾷ τοῦ πατρός, ὡς «ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ»; οὐδεὶς ἄλλος, εἰ μὴ πάλιν αὐτὸς ὁ τῆς οὐσίας κοινωνὸς καὶ τῆς τοῦ πατρὸς παρεδρίας ἐπάξιος, ὡς Υἱὸς ἀγαπητός. «Ὃς δὲ οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ, λήψεται» καὶ αὐτός, φησίν, «εὐλογίαν παρὰ Κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ». «Ἡ δὲ τοιαύτη γενεὰ τῶν ζητούντων τὸν Κύριον καὶ ζητούντων τὸ πρόσωπον αὐτοῦ τοῦ θεοῦ Ἰακώβ», ἤτοι, οἱ δορυφόροι τοῦ ἀνερχομένου ἐν τόπῳ ἁγίῳ αὐτοῦ πρὸς τὰς ἀνωτέρας δυνάμεις αὐδοῦσιν· «Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». Αἱ δέ· «Τίς ἐστι», φησίν, «οὗτος», ὅν φατε «βασιλέα τῆς δόξης;» Αἱ δὲ ἀναφέρουσαι τὸν βασιλέα βεβαιοῦσι τὸ μυστήριον· «Κύριος», φησί, «κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ», θανάτου νικητής, διαβόλου ἀναλωτὴς καὶ τῶν αὐτοῦ ταμείων ἐκσκυλευτής· «Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν», ἀναντιρρήτως καὶ ἀναμφιβόλως, «ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης», ὡς «Κύριος τῶν δυνάμεων» πάντων ἡμῶν ἁπαξαπλῶς.
ΚΑΘΙΣΜΑ ΤΕΤΑΡΤΟΝ Ψαλμὸς κδʹ Ψαλμὸς τῷ Δαβίδ Περιεκτικὸς παντὶ προσφυγόντι θεῷ καὶ δυναμένῳ λέγειν· «Πρὸς σέ, Κύριε, ᾖρα τὴν ψυχήν μου» ἀπὸ τῶν χαμαιζήλων· «ὁ Θεός μου. Ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην» εἰς τὸν αἰῶνα τοῦτον μήτε εἰς τὸν μέλλοντα, «μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου» τῇ ἁμαρτία δουλούμενον. «Καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε», ἤτοι, ἀπεκδεχόμενοί σε, «οὐ μὴ καταισχυνθῶσι» καὶ μηδ’ αὐτὸς ἐγώ. «Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς», ἤτοι, εἰκῆ καὶ πάσης αἰτίας χωρίς. Ἵνα γοῦν μὴ καὶ αὐτὸς αἰσχυνθῶ, «τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με», ἐν αἷς οὐκ ἔστιν ἁμαρτίας ἄκανθα οὐδὲ λίθος προσκόμματος. «Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με» τὰ θελήματά σου, «ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα» ἤτοι, προσεκαρτέρησα «ὅλην τὴν ἡμέραν» τῆς ἐμῆς βιοτῆς. Καὶ «μνήσθητι μὲν τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου» τὰ αἰώνια, «ἁμαρτίας δὲ νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί μου» μᾶλλον «σύ, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε. Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος, νομοθετῶν ἁμαρτάνοντας ἐν» τῇ τοῦ βίου «ὁδῷ.
Πραεῖς δὲ ὁδηγήσει ἐν κρίσει» τῇ εὐδιακρίτῳ καὶ «διδάξει ὁδοὺς αὐτοῦ», αἵτινές εἰσιν «ἔλεος καὶ ἀλήθεια», ἀστοργίας καὶ ψεύδους καθόλου ἀπηλλαγμέναι «τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ἱλάσθητι τῇ ἁμαρτίᾳ μου, πολλὴ γὰρ ἐστίν», ἀλλὰ τὸ τοῦ ὀνόματός σου ἔλεος ἄμετρον. «Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ὁ Κύριος ἐν ὁδῷ φόβου, καθὼς ᾑρετίσατο». Κἀντεῦθεν «ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς» ἔργοις «αὐλισθήσεται καὶ τὸ σπέρμα αὐτοῦ», ὡς εὐκλεές, «κληρονομήσει γῆν. Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς» τὰ θελήματα αὐτοῦ. «Οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν Κύριον, καὶ αὐτὸς ἐκσπάσει ἐκ τῆς παγίδος τοὺς πόδας μου».
Ἀπ’ ἐντεῦθεν δὲ ἄρχεται πάλιν μεσίτης Θεοῦ καὶ ἀνθρώπων καλεῖσθαι ὁ πτωχεύσας μέχρι σαρκός, ὁ ἄρας ἐφ’ ἑαυτὸν καὶ ἰδιοποιησάμενος τοῦ κόσμου τὴν ἁμαρτίαν καὶ μυριάκις ἐν τοῖς ψαλμοῖς ἁμαρτωλὸν ἑαυτὸν ὀνομάζων, «Ἐπίβλεψον ἐπ’ ἐμὲ» μελετῶν πρὸς τὸν πατέρα «καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγὼ» ἐν τῇ τοῦ δούλου μορφῇ. «Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν» ἐκ παρανόμων ἀνδρῶν· «ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με» καὶ τῆς τῶν δυσμενῶν δυσμενείας. «Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου» τὴν μέχρις αἵματος· «καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου», ἃς ἀνελαβόμην ὁ μὴ γνοὺς ἁμαρτίαν διὰ τὸ σῶσαι τὸν ἄνθρωπον. «Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με. φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με» τῆς τυραννίδος τοῦ ᾅδου, «μὴ καταισχυνθείην ὅτι ἤλπισα ἐπὶ σέ. Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι» μαθηταί, «ὅτι» μέχρι σταυροῦ καὶ θανάτου «ὑπέμεινά σε Κύριε». «Λύτρωσαι, ὁ Θεός,» τὸν ὁρῶντά σε νῦν ὁμοούσιον «Ἰσραήλ, ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ» μετὰ τὴν τρίτην ἡμέραν.
Ψαλμὸς κεʹ Τοῦ Δαβίδ. Ἀναμὶξ πρὸς Δαβὶδ καὶ τὸν Χριστὸν ἀτεχνῶς· «Κρῖνόν με Κύριε», ἤτοι, διαχώρισόν με τῆς τῶν κακῶν συναυλίας, «ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω», νευρωθήσομαι δὲ μᾶλλον. «Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με» ὁ καὶ πρὸ πείρας τηλαυγῶς τὰ πάντα προειδώς. «Πύρωσον», ἤτοι, καθάρισον «τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου. Ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν», ἵνα «εὐαρεστήσω τῇ ἀληθείᾳ σου. Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω». Οὐχὶ τυχοῦσα γὰρ βλάβη συναυλίζεσθαι τοιούτοις.
Διό· «Ἐμίσησα ἐκκλησίαν», ἤτοι, συναγωγὴν «πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω», ἀλλά· «Νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου» πρῶτον καὶ καθαρθήσομαι καὶ εἶθ’ οὕτως «κυκλώσω τὸ θυσιαστήριόν σου τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου». Χρὴ γὰρ τοῖς παρεδρεύουσι τῷ θυσιαστηρίῳ ἀθῴους ἔχειν τὰς χεῖρας καί, ὅσον ἐφικτόν, καθαρὰν τὴν καρδίαν, καὶ χείλεσιν ἁγνοῖς διαπορθμεύειν τὰ τοῦ Θεοῦ θαυμάσια. «Κύριε, ἠγάπησα, εὐπρέπειαν οἴκου σου», αἰσθητοῦ ἅμα καὶ νοητοῦ, ἐν οἷς αὐτὸς εὐδοκεῖς κατοικεῖν, διὰ τὴν εὐπρέπειαν. «Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν αἱ ἀνομίαι, καὶ ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων». Μεθ’ ὧν οὐ προειλόμην καθίσαι, ἀλλ’ ἐξέφυγον τὴν ἐκκλησίαν αὐτῶν, ἵνα μὴ σὺν τούτοις ἀπόλωμαι. «Ἐν ἀκακίᾳ δὲ πορευθείς, λύτρωσαί με, Κύριε, καὶ ἐλέησόν με». «Ὁ πούς μου ἔστη ἐν εὐθύτητι» τῶν σῶν προσταγμάτων, κἀντεῦθεν λοιπὸν «ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε», ἤτοι, ἐν συναγωγαῖς κηρύξω καὶ μεγαλύνω σε, Κύριε.
Ψαλμὸς κϛʹ <Τοῦ Δαβίδ· πρὸ τοῦ χρισθῆναι.> Ὃς προσήκει μὲν τῷ Δαβίδ, προσήκει δὲ καὶ παντὶ ἀνθρώπῳ πεποιθότι Θεῷ καὶ λέγειν τεθαρρηκώς· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπό τινος δειλιάσω;» Θεόν, φησίν, ἔχων ἀρρωγόν, παρ’ οὐδενὸς ὁρατοῦ ἢ ἀοράτου ἐχθροῦ φοβηθήσομαι· ἐκεῖνοι δὲ μάλιστα ἐμὲ φοβηθήσονται ἐν τῷ ἀμάχῳ μου βοηθῷ. «Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου», αὐτοὶ δὲ μᾶλλον «ἠσθένησαν καὶ ἔπεσον», πείρᾳ μεμαθηκότες τοῦ ἐμοῦ ἑρκίου τὸ ἀκράδαντον. «Ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολὴ» στρατοπέδων, «οὐ φοβηθήσεται ἡ καρδία μου», ὡς ἀπρόδοτον ἕρκος οὖσα καὶ κεκλεισμένη. «Ἐὰν ἐπαναστῇ ἐπ’ ἐμέ», νοητὸς καὶ αἰσθητὸς πόλεμος, «ἐν ταύτῃ ἐγὼ ἐλπίζω» τῇ πεποιθήσει. «Μίαν ᾐτησάμην» ζήτησιν «παρὰ Κυρίου, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ», μήπως οἱ θεοκάπηλοι ποιήσουσιν αὐτὸν σπήλαιον λῃστῶν. «Ὅτι ἔκρυψέ με ἐν τῇ σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, ἐν πέτρᾳ» πίστεως ἀρραγοῦς προσερείσας τοὺς πόδας μου. «Κεφαλήν μου ὕψωσεν ἐπ’ ἐχθρούς μου.
Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ» τῇ νοητῇ ἅμα καὶ τῇ αἰσθητῇ, οὐ ζωοθύτου θυσίας προσαγωγήν, ἀλλὰ «θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ», ᾄδων καὶ ψάλλων μου τῷ Κυρίῳ λέγων· «Εἰσάκουσον, Κύριε, φωνῆς μου, ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου.» Ὅτι εἶπεν ἡ καρδία μου «Κύριον ζητήσω». «Ἐξεζήτησέ σε τὸ πρόσωπόν μου καὶ τὸ πρόσωπόν σου, Κύριε, ζητήσω». Διό· «Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με», ἤτοι, μὴ ἀποδιώξῃς με, «καὶ μὴ ἐγκαταλίπῃς με ὁ Θεὸς ὁ σωτήρ μου». «Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με», σὺ δέ, Κύριε, γενοῦ μετ’ ἐμοῦ. «Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ». Ὅρα πῶς γενικώτατος ὁ ψαλμὸς οὗτός ἐστι, παντὸς προσώπου διατεινομένου προσφεύγειν Θεῷ· οὕτω γὰρ τὰ τῶν προφητῶν ἀποφθέγματα, οὐ πρὸς ἑαυτοὺς ἁπλῶς, ἀλλὰ καὶ πρὸς τὸ κοινῇ συμφέρον τὴν δύναμιν ἔχουσιν. «Ἕνεκα τῶν ἐχθρῶν μου», ἵνα μὴ κατορχήσωνταί μοι. «Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ». Τοῦτο καὶ εἰς Δαβὶδ καὶ εἰς Χριστὸν καὶ εἰς πολλοὺς μέχρι τοῦ νῦν συκοφαντουμένους τελεῖται τὸ ῥῆμα· ὅμως ἐψεύσατο ἡ ἀδικία ἑαυτήν, ὡς πομφόλυξ ῥᾷον ἠφανισμένη. Ἐγὼ δέ· «Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.
Ὑπόμεινον, ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου καὶ ὑπόμεινον τὸν Κύριον», ἤτουν ἐν ὑπομονῇ προσκαρτέρει, ἄχρις ἂν ὁ Κύριος ἐπισκέψηταί σε.
Ὑπομονῆς γὰρ χωρὶς χρηστόν τι κατορθοῦται οὐδέν.
Ψαλμὸς κζʹ <Τοῦ Δαβίδ>. Ἡ τοῦ ἁγίου Πνεύματος χάρις συγκαλεῖται διὰ στόματος Δαβὶδ πάντα ἄνθρωπον βουλόμενον λέγειν πρὸς Θεὸν ἐν ἀληθείᾳ· «Πρὸς σέ, Κύριε, κεκράξομαι ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ», ἐὰν δὲ παρασιωπήσῃς ἀπ’ ἐμοῦ «ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον» καὶ νεκρὸς ἔμπνους λογισθήσομαι ἔτι περιών. Ἵνα δὲ μὴ πείσομαι τοῦτο, «εἰσάκουσον, Κύριε, τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σέ, ἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν τὸν ἅγιόν σου». Μὴ παρόψει με μηδὲ συνευθύνῃς με ἁμαρτωλοῖς· «καὶ μετὰ ἐργαζομένων τὴν ἀνομίαν μὴ συναπολέσῃς με τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ» τυρευόντων «ἐν τῇ καρδίᾳ αὐτῶν». «Δὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν» δὸς αὐτοῖς, ὡς ἐκτὸς μὲν μορφουμένοις ἀπατηλῶς, ἐντὸς δὲ τὴν δολερὰν ἀλώπεκα περικρύπτοντες. Διό· «ἀπόδος τὸ ἀνταπόδομα αὐτοῖς· ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ», λεπροὺς καθαρίζοντα καὶ δαίμονας ἀπελαύνοντα καὶ «πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν» εὐπειθῶς θεραπεύοντα.
Ἃ μὴ συνιέντες θανάτῳ ἀσχήμονι αὐτὸν κατεδίκασαν. Ἔνθεν καὶ αὐτὸς «καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς», ἀλλ’ ἔσονται ὡς οἶκος σεσωρευμένος καὶ δυσανόρθωτος ἕως τῆς συντελείας. «Εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. Κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μου καὶ ἐβοηθήθη καὶ ἀνέθαλεν ἡ σάρξ μου» πρὸς αὐτοῦ σθενωθεῖσα. «Καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ»· καλὸν γὰρ τὸ αὐθαιρέτως ἐξομολογεῖσθαι καὶ μὴ ἀναμένειν τὸν ἐλεγμόν. «Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ καὶ σωτὴρ τῶν χρηστῶν αὐτοῦ ἐστι». «Σῶσον τὸν λαόν σου» ὁ ποιμὴν ὁ καλὸς «καὶ εὐλόγησον τὴν κληρονομίαν σου καὶ ποίμανον αὐτὸν» ἀπημάντως «ἕως τοῦ αἰῶνος».
Ψαλμὸς κηʹ <Ψαλμὸς τῷ Δαβίδ· ἐξοδίου σκηνῆς.> «Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, υἱοὺς κριῶν· ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμὴν καὶ προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ». Ὅσοι, φησίν, υἱοὶ Θεοῦ ἐστε, ἢ γενέσθαι ἐπιποθεῖτε, «ἐνέγκατε αὐτῷ δόξαν καὶ τιμὴν» δι’ ἔργων ἀγαθῶν, ὡς ἀμνοὺς ἀμώμους, υἱοὺς κριῶν. «Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε» φωνῇ τῷ «ἐπὶ τῶν ὑδάτων πολλῶν» ἱσταμένῳ Χριστῷ καὶ βαπτιζομένῳ. Τί ἐβρόντησεν; «Οὗτός ἐστι», λέγουσα ἡ βροντήσασα φωνή, «ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. Φωνὴ Κυρίου ἐνισχύει» τὸν Πρόδρομον Ἰωάννην βαπτίσαι τὸν Κύριον. «Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ» πρὸς υἱὸν ἀγαπητόν. «Φωνὴ Κυρίου συντρίβοντος κέδρους», τυράννους δυσμενεῖς· «συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον». Καὶ τί ἆρα ἥμαρτεν ὁ Λίβανος καὶ οἱ κέδροι αὐτοῦ, ἵν’ οὕτως συντριβῶσι καὶ λεπτυνθῶσι, ἀλλ’ ἢ πάντως περί τινων ἐμψύχων σοβαρῶν, δυσμενῶν, λυττησάντων κατὰ τοῦ ἠγαπημένου; «Καὶ ὁ ἠγαπημένος», φησίν, «ὡς υἱὸς μονοκερώτων», τῷ σταυρικῷ κέρατι ἀνελὼν ἐχθροὺς ἀοράτους καὶ ὁρατούς. «Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρὸς» ἐν τῇ βάτῳ καὶ ἐν τῇ καμίνῳ· μὴ καταφλέξαι τὴν βάτον ἐν τῷ Σινᾶ μηδὲ τοὺς παῖδας ἡ κάμινος τῶν Χαλδαίων. «
Φωνὴ Κυρίου συσσείοντος ἔρημον καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης» πελαζούσης ὄρει Σιναίῳ, ὁπηνίκα Μωσῆς πρὸς Θεοῦ τὸν νόμον ἐδέξατο. «Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς». Ὃ γὰρ ἐὰν βουληθῇ δρᾶσαι, εἴτε δρυμῶνας ἀπαμφιᾶσαι εἴτε εἰς ἕλη καὶ δρυμῶνας ἀμεῖψαι τὴν ἄυλον πεδιάδα, τὸ κωλῦον οὐδέν. «Καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς ὅστις λέγει δόξαν» τοπάζεται εὐσεβής. «Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ». Ποῖον κατακλυσμόν; τὰς διὰ τοῦ θείου βαπτίσματος κατακλυσθείσας καὶ καθαρθείσας ψυχάς· περὶ βαπτίσματος γὰρ διαμπὰξ τὸ χωρίον. «Καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα», ἐπαναπαυόμενος ταῖς τοιαύταις ἁγίαις ψυχαῖς. «Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει» προσήκουσαν τῷ λαῷ. «Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ», μάχην ἀνατρέπων.
Ψαλμὸς κθʹ <Εἰς τὸ τέλος· Ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· τῷ Δαβίδ.> Προσήκων παντὶ μὲν ἀνθρώπῳ ῥυσθέντι πειρασμοῦ, προσήκων δὲ πλέον τῷ Ἀδὰμ καὶ τῇ ἐν τῷ ᾅδῃ συνεχομένῃ συναγωγῇ· «Ὑψώσω σε, Κύριε», λέγουσα, «ὅτι ὑπέλαβές με καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμὲ» κατέχειν με εἰς τέλος. «Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ», λέγουσα, κλῖνον οὐρανοὺς καὶ κατάβηθι καὶ ὑπακούσας «ἰάσω με». Καὶ καταβάς «Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, καὶ ἔσωσας ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον», γαστρὸς ᾅδου κοσμοφάγου, «καὶ ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου» τῇ τριημέρῳ ἐξεγέρσει σου. «Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ, ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ» διὰ τὴν ἁμαρτίαν, δι’ ἣν καὶ χρονίως ἐδάμασεν ἡμᾶς ὁ ᾅδης «καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ», δι’ ἧς κατηξιώθημεν ζωῆς καὶ ἀφθαρσίας. «Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς» τῇ Παρθένῳ Μητρὶ διὰ τὸ πάθος καὶ ταῖς λοιπαῖς γυναιξὶν ἅμα τοῖς μαθηταῖς, «καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις», διὰ τὴν φαιδρὰν τοῦ Χριστοῦ ἀνάστασιν. «Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου», ἔτι ὢν ἐν τῷ παραδείσῳ· «Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα, ὅτι ἐν τῷ θελήματί σου, Κύριε, παρέσχου τῷ κάλλει μου δύναμιν», πάντων κρατῶν.
Συναπαχθεὶς δὲ ἀπάτῃ τοῦ ὄφεως, «ἀπέστρεψας τὸ πρόσωπόν σου» δικαίως «καὶ ἐγενήθην τεταραγμένος», ἐνδίκως παραδοθεὶς τῷ φόβῳ καὶ τῷ θανάτῳ. «Πρὸς σέ, Κύριε», ἀπὸ τοῦ ᾅδου «κεκράξομαι καὶ ὡς θεῷ μου δεηθήσομαι», λέγων· «Τίς ὠφέλεια ἐν τῷ αἵματί σου ἐν τῷ καταβαίνειν με εἰς» ᾅδου «διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς» γεγονὼς ἄνθρωπος μετὰ θάνατον «ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου» θανών; «Ἤκουσε Κύριος» ταῦτα «καὶ ἠλέησέ με καὶ ἐγενήθη βοηθός μου. Ἔστρεψας τὸν κοπετόν μου εἰς χαράν, διέρρηξας τὸν σάκκον μου» τῆς τε δουλείας τοῦ ᾅδου «καὶ περιέζωσάς με εὐφροσύνην», σαυτῷ συνεγείρας με, «ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου» ἀφθάρτως «καὶ οὐ μὴ κατανυγῶ» ἔτι πρὸς θάνατον. «Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι», ἤτοι, εὐχαριστήσω σε.
Ψαλμὸς λʹ <Εἰς τὸ τέλος· Ψαλμὸς τῷ Δαβίδ· ἐκστάσεως.> Δύναμιν ἔχων οὐχ ἁπλῶς εἰς Δαβὶδ καὶ εἰς τὸν δεσπότην Χριστόν, ἀλλὰ καὶ πρὸς πάντας ἡμᾶς, αἱρουμένους λέγειν· «Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα· ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με» τῶν παθῶν «καὶ ἐξελοῦ με» ἀπὸ τῶν ἐχθρῶν. «Κλῖνον πρός με τὸ οὖς σου» καὶ ἀκούσας ἐξελοῦ με συντόμως τῶν ἐχθρῶν καὶ παθῶν μου. «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. Ὅτι κραταίωμά μου καὶ καταφυγὴ εἶ σὺ» καὶ ἄλλος οὐδεὶς «καὶ ἕνεκεν τοῦ ἐλέους σου ὁδηγήσεις με» πρὸς τὰ εὐάρεστά σοι «καὶ διαθρέψεις με» τροφὴν ἀδαπάνητον, ἄρτον ἀγγέλων σου. «Ἐξάξεις με ἐκ παγίδος ταύτης, ᾗς ἔκρυψάν μοι» τῶν Ἰουδαίων οἱ δῆμοι, «ὅτι σὺ εἶ ὁ ὑπερασπιστὴς» τῆς ἐνανθρωπήσεώς μου, κἀγὼ «εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου» ἐν τῷ σταυρῷ ἀνελθών, καὶ λυτρώσεις με ὡς Θεὸς καὶ πατήρ. «Ἐμίσησας φυλάσσοντας ματαιότητας» εἰκῆ καὶ μάτην, «ἐγὼ δὲ ἐπὶ σοὶ τῷ Κυρίῳ ἐλπίσας ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου. Ὅτι ἐπεῖδες ἐπὶ τὴν ταπείνωσιν» τῆς δούλου μορφῆς καὶ «σώσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου, οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν· ἀλλ’ ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου» ἐξαναστήσας τοῦ μνήματος.
Εἶτα πρὸς ἑαυτὸν ὁ Δαβὶδ καὶ πρὸς πάντας ἡμᾶς μετοχετεύσας τὸν λόγον· «Ἐλέησόν με, Κύριε», λέγων, «ὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου καὶ ἡ ψυχή μου καὶ ἡ γαστήρ μου». Τοιοῦτον γὰρ τὸ τοῦ Θεοῦ μου πάθος, ὅλον τὸ σῶμα περικλονοῦν καὶ ταράττον. «Ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου», αἱ ἡμέραι μου, φησί, μικραὶ καὶ πονηραί, «καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς», διὰ τὸ τοῦ βίου μάταιον. «Ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν». Εἶτα πάλιν πρὸς τὸ τοῦ Χριστοῦ σωτήριον πάθος ἀμείβει τὰ ῥήματα· «Παρὰ πᾶσι τοῖς ἐχθροῖς μου», φησίν, Ἰουδαίοις καὶ Φαρισαίοις, «ἐγενήθην ὄνειδος», παρ’ αὐτῶν παροινούμενος, «καὶ τοῖς γείτοσί μου σφόδρα» κατηφιῶν «καὶ φόβος τοῖς γνωστοῖς μου» μαθηταῖς· «οἳ καὶ θεωροῦντές μου» τὰ δεινὰ πήματα «ἐξέφυγον ἀπ’ ἐμοῦ. Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας», οὐ παρὰ τοῖς γνωστοῖς μου, ἀλλὰ παρὰ τοῖς ἐχθροῖς μου, ὡς δοξάντων τῇ φονικῇ αὐτῶν διαθέσει ἤδη κεκρατηκέναι. «Ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλὸς» ψήφῳ τῇ παρ’ ἐκείνων· «Ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν· ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ’ ἐμοί» «πέραν τοῦ χειμάρρου τῶν κέδρων» «τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο». «Ἐγὼ δ’ ἐπὶ σοὶ ἤλπισα» τῷ Θεῷ καὶ Πατρί μου· «εἶπα· Σὺ εἶ ὁ Θεός μου. Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου» τῆς οὐσίας. «
Ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με. Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσόν με ἐν τῷ ἐλέει σου».
Ἐρώτησις· Τί οὖν, φησίν, δοῦλον ἑαυτὸν λέγων, πῶς ἐστι τοῦ Πατρὸς ἴσος; Ἀπόκρισις· Καὶ δοῦλον καὶ ἁμαρτωλὸν ἑαυτὸν πολλάκις ἐν τοῖς ψαλμοῖς ὀνομάζει, οὐ τὴν θεότητα, ἀλλὰ τὴν ἀνθρώπινον οὐσίαν δούλην καὶ ἁμαρτωλὸν ὀνομάζων, δι’ ἧς ἦρε τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ δεδούλευκε Θεῷ καὶ ἀνθρώποις μεσίτης γενόμενος, καθὼς διὰ Ἠσαΐου τοῦ προφήτου λέγει ὁ Πατὴρ περὶ τοῦ Υἱοῦ· «Φαυλίσατε τὴν ψυχὴν αὐτοῦ, φαυλίσατε τὸν δοῦλον τῶν ἀρχόντων». Οὐ προτρεπόμενος αὐτοῖς πρὸς τὸ πάθος ἔλεγε ταῦτα, ἀλλὰ πρὸς τὸ ἐντρέψαι μᾶλλον καὶ ἀνατρέψαι τοὺς φονευτάς. «Κύριε, μὴ καταισχυνθείην ὅτι ἐπεκαλεσάμην σε». Πᾶσιν ἡμῖν ἁρμόδιον τοῦτο λέγειν τὸ ῥῆμα. «Αἰσχυνθείησαν ἀσεβεῖς» μᾶλλον «καὶ καταισχυνθείησαν εἰς ᾅδου», ὡς δαιμόνων θεραπευταί. «Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει».
Ἔνδικος τῷ τοιούτῳ ἡ ἀρά, ὅτι καὶ ὑπερήφανος καὶ ὅτι τὸν δίκαιον ἐξουθενεῖ. Κρεῖττον, φησίν, «ἄλαλα χείλη» ἔχειν, ἢ οὕτω λαλεῖν. «Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε, δι’ ἧς ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν ἀνθρώπων· κατέκρυψας αὐτοὺς διὰ τοῦ προσώπου σου» καὶ «ἀπὸ ταραχῆς ἀνθρώπων σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν».
Τὸ πλῆθος, φησί, τῆς χρηστότητός σου δρᾷ ταῦτα πάντα τοῖς ἐλπίζουσιν ἐπὶ σέ. «Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει» πολιορκουμένῃ, τοῦτο γὰρ ἡ «περιοχὴ» δηλοῖ. «Ἐγὼ δὲ εἶπα» ἐν τῷ ὑψωθῆναί με, ὅ ἐστιν «ἐν τῇ ἐκστάσει μου»· «Ἀπέρριμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου». Καὶ «διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ». Τότε μοι μάλιστα, φησίν, ἤκουσας, ὅτε ἐμαυτὸν κατεδίκασα ἀπορριφῆναί με ἀπὸ σοῦ. «Ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖ Κύριος, ἀνταποδίδωσι δὲ τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν», δηλονότι καὶ μὴ βουλόμενοι παραδίδονται πρὸς ταπείνωσιν ἀνιώμενοι. «Ἀνδρίζεσθε» δὲ ὑμεῖς «καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον», ὡς ἀκράδαντον τεῖχος τὴν ἐλπίδα πρὸς Κύριον κεκτημένοι.
Ψαλμὸς λαʹ <Τῷ Δαβίδ· συνέσεως.> «Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν», ἤτοι, ἐξηφανίσθησαν, «αἱ ἁμαρτίαι». «Μακάριος ἀνήρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος». Καὶ μάλα εἰκότως, μακάριος ὁ τοιοῦτός ἐστι καὶ λέγεται· τὸ «μακάριος» γὰρ τοῦτο παραδηλοῖ τὸ διαφερόντως διάγειν ἀεὶ ἐν ἔργοις ἀγαθοῖς καὶ τῆς μακαρίας γῆς τῶν πραέων γενέσθαι ὅτε καιρός. «Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν». Τί οὖν σιγὴ ὁμοῦ καὶ κραυγή; πάντως, ἢ σιγὴ ἢ κραυγή, λεκτέον δὲ λοιπὸν οὕτως, «ὅτι ἐσίγησα» τοῦ ὑμνεῖν σε τὸν Κύριον. «Ἐπαλαιώθη τὰ ὀστᾶ μου» τοῖς πάθεσιν, «ἀπὸ δὲ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν», καὶ «ἡ σὴ χεὶρ ἐβαρύνθη», ἤτοι, ἐπεστηρίχθη, ἐπ’ ἐμέ «ἡμέρας καὶ νυκτός· ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν». Ὅπου γὰρ ἁμαρτίας ἐμπαγῇ ἄκανθα, ἐκεῖ καὶ ἀτροφία πρὸς ταλαιπωρίαν προσγίνεται· ὅπερ καὶ ὁ προπάτωρ πέπονθε, καὶ πάντες ἡμεῖς πάσχομεν καθ’ ἑκάστην. Ἀλλὰ τί τὸ ταύτης ἰατήριον; μετάνοια σὺν ἐξομολογήσει. «Τὴν ἀνομίαν μου», φησίν, «ἐγνώρισα», ἤτοι, ἐφανέρωσα, «καὶ τὰ ἁμαρτήματά μου οὐκ ἐκάλυψα», ἀλλ’ «εἶπον· Ἐξαγορεύσω τὴν ἀνομίαν μου τῷ Κυρίῳ» καὶ τοῦτο δράσας οὐκ ἀπέτυχον τοῦ σκοποῦ, ἀλλὰ «σὺ» θᾶττον «ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.
Ὑπὲρ ταύτης» γοῦν τῆς ἀφέσεως «προσεύξεται πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ» εἰλικρινοῦς μετανοίας καὶ οὐ μὴ ἀποτύχῃ τῆς αὐτοῦ προθέσεως. «Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν», ἤτοι πολλοὶ πειρασμοὶ οὐ μὴ προσπελάσουσι τῷ εἰλικρινῶς προσευχομένῳ. Εἴωθε γὰρ ἡ γραφὴ ὕδατα ἐπονομάζειν τοὺς πειρασμούς. «Σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με», καὶ γὰρ οὕτως ἔχει· «Κύριε», φησίν, «ἐν θλίψει ἐμνήσθημέν σου». «Τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με» θλιβερῶν. Ναί, φησί· «Συνετιῶ καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ, ᾗ πορεύσῃ», καὶ «ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου». Πλήν «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις· ἐν κημῷ καὶ χαλινῷ τῶν σιαγόνων αὐτῶν, ἄγξῃς τῶν μὴ ἐγγιζόντων πρὸς σέ», ἵνα κἂν οὕτως ὠθούμενοι πρὸς σὲ καταφεύξονται. «Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τὸν δὲ ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει.
Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι», ὡς Κυρίου ἐρασταί, καὶ ἐν Κυρίῳ «ἀγαλλιᾶσθαι» προσήκει «καὶ καυχᾶσθαι, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ». Ὅτι «εὔθετος», φησίν, ἠγάπησέ σε καὶ «εὐθεῖς ἐκολλῶντό σοι».
Ταὐτὸ οὖν ἡμεῖς οὕτω συλλήβδην διεξείημεν, οὐ πάντως κατ’ ἀπορίαν λόγου, ἀλλὰ κατὰ συντομίας οἰκονομίαν. Εἰ γὰρ εἱλόμην ἕκαστον στίχον διαξαίνειν καὶ ἐφ’ ἑκάστῳ ψαλμῷ σχεδὸν ἴδιον λόγον ἀποτελεῖν, ποία ὄνησις ἐγένετο ἂν ἐκ τοῦ πλήθους τῶν εἰρημένων; ὅμως ἔνθα δύσληπτόν τι δοκεῖ μετρίως, εὐρυτέρως αὐτὸ ἀνακαλύπτομεν. Τὰ δὲ εὐληπτότερα ὡς ἐν αἰνίγματι περιανοίγοντες, «σοφοῖς», ὡς γέγραπται, «διδόαμεν ἀφορμήν, ἵνα σοφώτεροι γένωνται»· καὶ ἐνταῦθα τὸν δεύτερον λόγον, μετὰ τὸ τέταρτον κάθισμα, κατευνάσαντες, εἰς δόξαν Θεοῦ, τὸ τῆς Τριάδος ἰσάριθμον προβαλλόμεθα· ὅτι πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.