Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τοὺς ψαλμούς
Λόγος Γ' (Ψαλμοί 32-45)
Ερμηνευτικός σχολιασμός που καλύπτει τους ψαλμούς 32 έως 45, εστιάζοντας στη θεία δικαιοσύνη, τη μετάνοια και τη χριστολογική και θεομητορική τυπολογία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Γ' (Ψαλμοί 32-45)
Ερμηνευτικός σχολιασμός που καλύπτει τους ψαλμούς 32 έως 45, εστιάζοντας στη θεία δικαιοσύνη, τη μετάνοια και τη χριστολογική και θεομητορική τυπολογία.
ΛΟΓΟΣ Γʹ ΚΑΘΙΣΜΑ ΠΕΜΠΤΟΝ Ψαλμὸς λβʹ <Τῷ Δαβίδ.> «Ἀγαλλιᾶσθε» λέγων «δίκαιοι ἐν Κυρίῳ», οὐ μέντοι ἐν βιοτικοῖς νηκερδέοις παρερχομένοις. Οἴχεται γὰρ πάντα ὡς ποτάμιον ῥεῦμα καὶ ὡς ἄνθος ἐαρινόν, μόνιμον δὲ καὶ διαρκὲς τῆς δικαιοσύνης τὸ χρῆμα, δι’ ἧς καὶ ἡ πρὸς Κύριον ἀγαλλίασις εἰς ἑδραιοτέραν προσγίνεται. «Τοῖς εὐθέσι πρέπει αἴνεσις» καὶ τιμή, οὐ μέντοι καὶ τοῖς σκολιοῖς καὶ ἀτίμοις ἐν ἁμαρτίαις. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ» γλώττης ἀκραιφνοῦς «καὶ ἐν ψαλτηρίῳ δεκαχόρδῳ» πέντε αἰσθήσεων διττουμένων «ψάλατε αὐτῷ. ᾌσατε αὐτῷ ᾆσμα καινὸν» οἱ τῆς καινῆς διαθήκης ἐρασταὶ καὶ μελῳδοί, «καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ» συνετῷ καὶ νουνεχεῖ. «Ὅτι εὐθὺς ὁ λόγος τοῦ Κυρίου» καὶ πρὸς τοὺς εὐθεῖς τῇ καρδίᾳ. «Ἀγαπᾷ ἐλεημοσύνην» μετὰ κρίσεως εὐδιακρίτου ὁ Κύριος· «τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ», δι’ οὗ καὶ συνίσταται. Εἰ μὴ γὰρ τὸ αὐτοῦ ἔλεος αὐτὴν συνεκράτει, πείσεσθαι εἶχε τὰ Σοδόμων καὶ Γομόρων διὰ κακίας ὑπερβολήν. «Τῷ λόγῳ Κυρίου», τῷ ἐνυποστάτῳ Χριστῷ, «οἱ οὐρανοὶ ἐστερεώθησαν· καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ» τῷ ὁμοίως ἐνυποστάτῳ «πᾶσα ἡ δύναμις αὐτοῦ. Συνάγων», τὸ αὐτὸ Πνεῦμα, ἡ δύναμις τοῦ Κυρίου, «ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης» εἰς συναγωγὴν μίαν, τοῦ ὀφθῆναι τὴν ξηράν, ὁ «τιθεὶς ἐν θησαυροῖς ἀβύσσους» καὶ ἀπυθμάντους. «
Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ» καὶ παυσάσθω τῆς ἀνομίας, «ἀπ’ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν», οὐκ αὐτομάτως γεγόνασι. «Κύριος διασκεδάζει βουλὰς ἐθνῶν» κακῶς βουλευομένων, οὐ πάντοτε μέν, ἀλλ’ ὁπηνίκα αὐτὸς εὐδοκεῖ τοῦτο, «ἀθετεῖ δὲ λογισμοὺς λαῶν» λογιζομένων ἀθέσμως «καὶ ἀθετεῖ βουλὰς ἀρχόντων» πολλάκις ἐξ ἀνόμων πραγμάτων. «Ἡ δὲ βουλὴ τοῦ Κυρίου», ὡς ἄμωμος καὶ δικαία, «εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ» τῆς ἀρρήτου, ὡς καθαροὶ καὶ ἀκήρατοι, «εἰς γενεὰν καὶ γενεάν. Μακάριον τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ» τῇ εὐσεβείᾳ κλεϊζόμενον, «λαός, ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ» ἐπ’ ἔργοις ἀγαθοῖς. «Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ. Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας τῶν ἀνθρώπων καὶ συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτῶν» εἶδεν αὐτοὺς ἐν ἀσθενείαις δειναῖς καὶ ἔστειλεν αὐτοῖς ἰατῆρα τὸν Λόγον καὶ Υἱὸν αὐτοῦ ἰάσασθαι αὐτούς. «Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν» στρατοπέδων, εἰ μήπω Θεὸς ἀσθενεῖς ποιήσει τοὺς ἀντιδίκους, «καὶ γίγας» οὐ διαδράσει κινδύνους διὰ τὸ πλῆθος τῆς δυνάμεως αὐτοῦ ἄνευ Θεοῦ. «Ψευδὴς ἵππος εἰς σωτηρίαν» τῷ ἐπιδεχομένῳ ῥοπῆς θείας χωρίς.
Μάθετε δὲ παρὰ τίνος καὶ πρὸς τίνα χορηγεῖται ἡ βοήθεια, καὶ πρὸς αὐτὸν αἰωρήσαντες τὴν ἐλπίδα οὐ μὴ καταισχυνθῆτε. «Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν καὶ ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ», δι’ οὗ καὶ εὐδοκιμοῦσι, δι’ οὗ «ῥύονται καὶ θανάτου αἱ ψυχαὶ αὐτῶν καὶ διατρέφονται», ὅτε λιμὸς τοὺς πολλοὺς κατατήκει. «Ἡ δὴ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ», ἤτοι, ἀπεκδέχεται «ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστι» καὶ «ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν».
Διὸ καὶ λέγομεν θαρρούντως· «Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς», ἤτοι, προφθασάτω, «καθάπερ ἠλπίσαμεν ἐπὶ σοί».
Ψαλμὸς λγʹ <Τῷ Δαβίδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτόν, καὶ ἀπῆλθεν.> «Εὐλογήσω τὸν Κύριον», ἤτοι, τῷ προσήκοντι «ἐν παντὶ καιρῷ, διαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν στόματί μου», εἴτε ἀνιώμενος εἴτε ἀγαλλιώμενος. «Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου»· μηδὲν τοὺς παρὰ ἀνθρώπων θηρεύουσα ἐπαίνους. «Ἀκούσατε πραεῖς καὶ εὐφράνθητε. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐρρύσατό με». Ταῦτα δὲ ἔλεγε Δαβὶδ ῥυσθεὶς διά τινος περινοίας ἐκ χειρὸς Ἀβιμέλεχ, καὶ τῆς θείας ἐπικουρίας γευσάμενος πείρᾳ συγκαλεῖται καὶ ἡμᾶς προσφοιτᾶν τῷ Θεῷ. «Προσέλθετε», φησί, «πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτὸν» ἐκ χειρὸς Ἀβιμέλεχ. Πτωχὸν γὰρ ἑαυτὸν ὠνόμασεν, ὅτι ὡς ἔξηχος ἀπεκρίθη τῷ Ἀβιμέλεχ καὶ ἀπελύθη. «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτοὺς» τῶν προκειμένων πημάτων.
Καὶ ὅτι τοῦτο ἀληθές, «γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος», ὅτι ἐλεήμων καὶ ὅτι ταχὺς εἰς τὸ βοηθῆσαι καὶ ῥύσασθαι τοὺς φοβουμένους αὐτόν. Διό, «μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ’ αὐτόν. Φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ», πόσῳ γε μᾶλλον οἱ ἁμαρτωλοὶ φοβεῖσθαι αὐτὸν καὶ τρέμειν ὀφείλετε, «ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν», οὔτε ἐν τῷ νῦν οὔτε ἐν τῷ μέλλοντι αἰῶνι. «Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν» αἰσθητῶς μὲν οἱ πλουτοῦντες κακῶς, ὡς ὁ περὶ τὸν Λάζαρον πλούσιος, νοητῶς δὲ οἱ πλουτοῦντες Ἰουδαῖοι νόμον καὶ προφήτας ἐπτώχευσαν τούτων ἁπάντων, ὡς Χριστοκτόνοι, καὶ ἐπείνασαν ἀδεκάστως· «οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον», ἐξ ἐθνῶν προσελθόντες, «οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ». Καὶ ἄλλως· πλούσιοι ἄγγελοι, ἀμειφθέντες εἰς δαίμονας, «ἐπτώχευσαν καὶ ἐπείνασαν», πηλίνη δὲ φύσις ἀνθρώπων, εἰς ἀγγέλων χορείαν ἀναγομένη, παντὸς ἀγαθοῦ πληρωθήσεται. «Δεῦτε, τέκνα, ἀκούσατέ μου», ἵνα «φόβον Κυρίου διδάξω ὑμᾶς». «Ἄνθρωπος θέλων ζωὴν καὶ ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς, παυσάτω ἀπὸ κακοῦ τὴν γλῶσσαν αὐτοῦ καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον· ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιείτω ἀγαθόν· ζητείτω εἰρήνην» μετὰ παντὸς ἀνθρώπου ἐντόνως αὐτῇ παρομαρτῶν. Διότι «ὀφθαλμοὶ μὲν Κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.
Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτοῦ». Οἵα δὲ αὐτοὺς κρίσις ἐκδέχεται τίς ἱκανὸς λόγῳ καταμηνῦσαι; «Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο αὐτοὺς» καὶ ἀντέδωκεν αὐτοῖς ἀγαλλίασιν αἰώνιον. «Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων», ἀφ’ ὧν ῥυσθέντες πρὸς Θεοῦ, χαρὰ αἰώνιος τὰς θλίψεις αὐτῶν διεδέξατο. «Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, καὶ ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται».
Ἐρώτησις· Καὶ πῶς ὁρῶμεν, ὅτι πολλῶν συνετρίβησαν δικαίων τὰ ὀστᾶ; Ἀπόκρισις· Ἐκείνων γὰρ τῶν δικαίων, περὶ ὧν ὁ λόγος, οὐδενὸς συνετρίβη ὀστοῦν οὔτε Χριστοῦ οὔτε τῶν ἀποστόλων καὶ ἄλλων μυρίων ἁγίων σώματα οὐ διεφθάρησαν, ἀλλὰ σῷα καὶ ὁλόκληρα διασώζονται καὶ οὐ διαπίπτει τὸ «συντριβήσονται». «Θάνατος ἁμαρτωλῶν πονηρὸς», προδηλῶν ἀπ’ ἐντεῦθεν τὴν ἐσομένην αὐτῶν ἀνιαρότητα καὶ καταδίκην δικαίως, διὰ τὸ αἶσχος τῆς ἁμαρτίας «καὶ οἱ μισοῦντες τὸν δίκαιον» Χριστὸν τὸν Κύριον παράνομοι Ἰουδαῖοι «πλημμελήσουσιν» εἰς τὴν ἀναίρεσιν αὐτοῦ. «Λυτρώσεται δὲ Κύριος ψυχὰς δούλων αὐτοῦ» πεπιστευκότων εἰς αὐτόν, «καὶ οὐ μὴ πλημμελήσουσι, πάντες οἱ ἐλπίζοντες ἐπ’ αὐτόν», ἀλλ’ εὑρήσουσι σὺν αὐτῷ τὴν αἰωνίαν ζωήν.
Ψαλμὸς λδʹ <Τῷ Δαβίδ> «Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου». Ταῦτα εἰς Δαβὶδ καὶ εἰς Σαούλ, εἰς Χριστὸν καὶ Ἰουδαίους προσήκουσιν. «Ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με». Οὐδὲ γὰρ ὁ Πατὴρ δεῖται ὅπλου καὶ θυρεοῦ καὶ ῥομφαίας πρὸς ἄμυναν τῶν ἐχθρῶν οὐδὲ ὁ Υἱὸς ἀδυνατεῖ ἀνατρέψαι καὶ πατάξαι τοὺς δυσμενεῖς Ἰουδαίους· ἀλλὰ συγκαταβάσεως καὶ οἰκονομίας τὰ ῥήματα καὶ ὁμονοίας Πατρὸς καὶ Υἱοῦ ἡ πραγματεία τῆς σωτηρίας τοῦ κόσμου. Καὶ οὔτε ὁ Πατὴρ παρορᾷ τὸ μυστήριον οὔτε ὁ Υἱὸς ἀφ’ ἑαυτοῦ τι ποιεῖ· ἀλλὰ πανταχοῦ τὸν Πατέρα καλεῖ, διὰ τὴν ἑνότητα τῆς φύσεως, ἵνα μὴ ἀντίθεος λογισθῇ. «Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σού εἰμι ἐγώ». Τὸ αὐτοτελὲς ἔχω, κἂν καὶ εἰς βοήθειαν καλῶ τὸν Πατέρα, γέρας αὐτῷ ἀπονέμων εἰκότως. «Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου», ὡς μὴ δυνηθέντες κατασχεῖν τὴν κληρονομίαν μου· «ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. Γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς. Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς». Διατί δὲ ταῦτα πείσονται οἱ ἀλιτήριοι; «
Ὅτι δωρεάν», φησίν, «ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου», παρανόμως καὶ παραλόγως. Τῷ δὲ προδότῃ «ἐλθέτω αὐτῷ παγίς, ἣν οὐ γινώσκει, καὶ ἡ θήρα, ἣν ἔκρυψε» κατ’ ἐμοῦ «συλλαβέτω αὐτὸν καὶ τῇ παγίδι πεσεῖται» τῇ παρ’ αὐτοῦ σκευασθείση. «Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ», ἐξεγερθεῖσα τοῦ τάφου, «τερφθήσεται» ἡ ζωή μου «ἐπὶ τῇ σωτηρίᾳ αὐτοῦ», ἀποδιδοῦσα γέρας αὐτῷ καὶ ἀντιλαμβάνουσα τὴν παρ’ αὐτοῦ εὐκληρίαν. Ἐρεῖ· «Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, Κύριε, τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ», στερεωτέρων οὐ τῇ δυνάμει, ἀλλὰ τῇ κακίᾳ, «καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτὸν» ἐπὶ σφαγήν. «Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον ἠρώτων με», ὡς ἀντιλέγοντα Καίσαρι, καὶ ὅσα κακοτρόπως ἐβούλοντο. «Ἀνταπεδίδωσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν», ὧν ἔδρασα εἰς αὐτούς, «καὶ ἀτεκνίαν τῇ ψυχῇ μου», δηλαδὴ νέκρωσιν αὐτῇ προσηκάμενοι. «Ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι» καὶ καταπαίζεσθαι «ἐνεδυόμην σάκκον», δηλαδὴ τὴν χλαμύδα, δι’ ἧς, κατ’ ἐμφέρειαν σάκκου, περικαλύπτοντές μου τὴν κεφαλὴν καὶ ῥαπίζοντες, ἔλεγον· «Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε;» «Καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου», ποῦ γὰρ βρώματος ἔννοια μεταξὺ τῶν πραττομένων δεινῶν; «
καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀπεστρέφετο», ἕως οὗ συντελεσθῇ τὸ τῆς οἰκονομίας μυστήριον. «Ὡς πλησίον, ὡς ἀδελφῷ ἡμετέρῳ, οὕτως εὐηρέστουν» τῷ Πατρὶ διὰ τὴν τῆς πίστεως ἀδελφότητα, «ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην» παρὰ τῶν φονευτῶν. «Κατ’ ἐμοῦ ηὐφράνθησαν καὶ συνήχθησαν» καταπαίζειν με· «συνήχθησαν ἐπ’ ἐμὲ μάστιγες καὶ οὐκ ἔγνων», ἀνεπαισθήτους τῆς μάστιγος ἔδρα ἡ τοῦ πάθους ὑπερβολή. «Διεσχίσθησαν» οἱ ἐμπαῖκται «καὶ οὐ κατενύγησαν», ὡς κτήνη ἀναίσθητα. «Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμῷ» ἀξίῳ τῆς δυστροπίας αὐτῶν, «ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν». «Κύριε, πότε ἐπόψῃ» δυσμένειαν τηλικαύτην; «Ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου», τουτέστι τὴν μονογενῆ μου ψυχὴν ἀπόστησον ἐκ μέσου λεοντογνώμων καὶ λογικῶν θηρίων, ἵνα· «Ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ ἐν λαῷ βαρεῖ αἰνέσω σε», ἤτοι, εὐχαριστήσω καὶ κηρύξω σε ἐν βαρεῖ συναθροισμῷ λαοῦ· βαρεῖς γὰρ προμαχίωνες πύργων καὶ τείχεων, αἳ νῦν μὲν βάρεις, νῦν δὲ ἐπάλξεις καλοῦνται. «Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως, οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς». Μὴ ἀγαγέτωσαν εἰς ἔργα, φησί, τὰ κατ’ ἐμοῦ παρ’ αὐτῶν σκαιωρούμενα. «
Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν», διδάσκαλόν με καλοῦντες ἐν ὑποκρίσει καὶ ἀπὸ Θεοῦ ἀπεσταλμένον, «καὶ ἐπ’ ὀργὴν δόλους διελογίζοντο <καὶ> ἐπλάτυναν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν. Εἶπον· Εὖγε εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν», οὐκ ἐν ἀληθείᾳ, ἀλλ’ ἐν ὑποκρίσει ταῦτα φθεγγόμενοι, ἵνα λαβόμενοί μου λόγον τινὰ προδῶσι τῷ Καίσαρι. «Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς» κακουργίαν ταύτην, «Κύριε, μὴ ἀποστῆς ἀπ’ ἐμοῦ. Ἐξεγέρθητι, Κύριε, καὶ πρόσσχες τῇ κρίσει μου, ὁ Θεὸς καὶ Κύριός μου εἰς δίκην μου. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου, Κύριε ὁ Θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι· μηδὲ εἴποισαν κατεπίομεν αὐτόν». «Αἰσχυνθείησαν καὶ ἐντραπείησάν μοι οἱ ἐπιχαίροντες» ταῖς βασάνοις μου. «Ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονοῦντες ἐπ’ ἐμέ». Ταῦτα παραδηλοῦσιν ἀναφανδὸν τὴν τελείαν τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐνανθρώπησιν, ἥτις ἱκετικῶς πρὸς τὸν Θεὸν καὶ Πατέρα αἰωρεῖ πάντα τὰ ἑαυτῆς. «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν οἱ θέλοντες τὴν δικαιοσύνην μου καὶ εἰπάτωσαν διὰ παντός· Μεγαλυνθήτω ὁ Κύριος», ἤτοι, ἐν τῇ τοῦ Υἱοῦ δικαιοσύνῃ καὶ ἡ τοῦ Πατρὸς εὐδοκία ὀφείλει δοξάζεσθαι.
Εἶτα μεταλλεύει τὸν λόγον εἰς πρόσωπον ἐφ’ ἕτερον ὁ Δαβὶδ καί φησιν· «Οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ», λεγέτωσαν· «Μεγαλυνθήτω ὁ Κύριος», «καὶ ἡ ἐμὴ γλῶσσα μελετήσει τὴν δικαιοσύνην σου, Κύριε· ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου». Οὕτω γὰρ καὶ ἡμᾶς χρὴ ὅλην τὴν ἡμέραν τῆς ζωῆς ἡμῶν τὸν Κύριον ἐπαινεῖν, ἤτοι, ἔργῳ καὶ λόγῳ εὐχαριστεῖν καὶ δοξάζειν αὐτόν.
Ψαλμὸς λεʹ Εἰς τὸ τέλος· τῷ παιδὶ Κυρίου τῷ Δαβίδ. «Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ», ἤτοι, κατ’ αὐτὸν πρῶτον μελετᾷ καὶ συντίθεται δρᾶσαι τὴν παράνομον ἁμαρτίαν, διὰ τὸ μὴ εἶναι «φόβον Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ». Καὶ προσήκει μὲν ταῦτα παντὶ παρανόμῳ ἀνδρί, προσήκει δὲ πλέον Ἰούδᾳ τῷ προδότῃ· «Ὅτι ἐδόλωσε», φησίν, «ἐνώπιον αὐτοῦ», τὴν αὐτοῦ δηλαδὴ ἐδόλωσε καὶ προσαπώλεσε δολιότητα· «τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ» καὶ ἀπαλεῖψαι αὐτὴν οὐκ ἐσπούδασεν. «Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος» λέγων τοῖς Ἰουδαίοις· «Τί μοι θέλετε δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν», καὶ «οὐκ ἠβουλήθη συνιέναι» τηλικαύτην παρανομίαν καὶ ἑαυτὸν περιστεῖλαι. «Ἀνομίαν» δὲ μᾶλλον «διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ», χερσὶ φονευτῶν τὸν διδάσκαλον παραδοῦναι. «Παρέστη δὲ πάσῃ ὁδῷ οὐκ ἀγαθῇ», ἕως οὗ τὸν διδάσκαλον παραδῷ μιαιφόνοις, «κακίᾳ δὲ οὐ προσώχθισεν», ἤτοι οὐκ ἐμίσησεν κακίαν, ἀλλὰ μᾶλλον ἠγάπησε. «Κύριε», ὁ Πατήρ, «ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου», ἐν ᾧ οὐκ ἔστιν ἁμαρτίας ἴχνος, «καὶ ἡ ἀλήθειά σου», ὁ Υἱός σου, «ἕως τῶν νεφελῶν», διά τε τῆς κούφης νεφέλης Παρθένου καὶ διὰ νεφέλης ἀναληφθεὶς ἀπὸ γῆς πρὸ σὲ τὸν Πατέρα αὐτοῦ. «
Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ» μεγάλη σφόδρα, «τὰ κρίματά σου», ἤτοι αἱ οἰκονομικαὶ κρίσεις τοῦ ἐλέους σου, «ἄβυσσος πολλὴ» καὶ ἀπύθμαντος, δι’ ἧς «ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε». Ἀνθρώπους μὲν πρὸς τὴν αἰώνιον ζωὴν τοὺς ἀξίους τῆς ζωῆς, κτήνη δὲ σώσεις ἀπὸ κινδύνων, ὡς χρήσιμα τοῖς ἀνθρώποις. «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεὸς» ἀνθρώπους σώζων καὶ κτήνη· «οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων», τῶν ὄντως ἀνθρώπων, «ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς». Τῆς μέθης ταύτης καὶ τοῦ χειμάρρου μετέσχε χορὸς προφητῶν καὶ ἀποστόλων καὶ πᾶς ἀκραιφνὴς διδάσκαλος τῆς Ἐκκλησίας. «Ὅτι παρὰ σοῦ πηγὴ ζωῆς» ποτίζουσα τῶν πιστῶν τὰ συστήματα· καὶ φωτίζουσα ἡμᾶς διὰ τοῦ βαπτίσματος, δι’ οὗ «καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς» πίστεως τρισαγίου Θεοῦ.
Διό· «Παράτεινον», ἤτοι ἔκτεινον, πλάτυνον «τὸ ἔλεός σου» ἐφ’ ἡμᾶς τοὺς γινώσκοντάς σε τὸν ἐν Τριάδι Θεόν. «Μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας», δι’ ἧς ἠμείφθησαν εἰς δαίμονας ἄγγελοι, «καὶ χεὶρ ἁμαρτωλοῦ» καὶ ἀρχεκάκου ἐχθροῦ «μὴ σαλεύσαι με» πρὸς ἀθεμίτους φοράς. «Ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν», ἐκεῖ ἔνθα ὁ ποὺς τῆς ὑπερηφανίας ἔπεσον καὶ «ἐξώσθησαν καὶ οὐ μὴ δύνανται στῆναι».
Τοιαύτην, φησί, πεπτώκασι πτῶσιν, ὡς μὴ δυνηθῆναί ποτε ἀναστῆναι καὶ στῆναι.
Ψαλμὸς λϛʹ Τῷ Δαβίδ. «Μὴ παραζήλου», μὴ μιμηθῇς, μὴ ὁμοιωθῇς «τοῖς πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν», καὶ κἂν μὴ διά τι ἕτερον, κἂν τὴν αὐτῶν καταστροφὴν διανοηθεὶς φεῦγε τὴν μίμησιν. «Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται».
Ἐρώτησις· Καὶ τί ἐστιν ὁ πονηρευόμενος, φησίν, καὶ τί τὸ πονηρεύεσθαι; Ἀπόκρισις· Ὁ πονηρὸς ἐκεῖνός ἐστιν ὁ δοκῶν φρόνιμος εἶναι, κενὰ δέ τινα καὶ ἀσυνήθη πονηρευόμενος καὶ ποικίλα ἐφευρέματα, πῶς καὶ ἐν ποίῳ τρόπῳ δυνηθῇ πλεονεκτῆσαι τὸν πέλας, ἢ πῶς θηρεύσῃ λάθρα καὶ ἁρπάσῃ τὰ ἀλλότρια ἢ πῶς γάμον διαφθείρῃ ἀλλότριον καὶ ὅσα τοιαῦτα πονηρὰ ἐφευρέματα, οὓς καὶ ὁ θεῖος Παῦλος καλεῖ «κακίας ἐφευρετάς», οἵ, ὡς χόρτος καὶ λάχανον, φησί, ταχὺ φροῦδοι γενήσονται.
Ἐρώτησις· Καὶ πῶς, φησί, ὁρῶνται πολλοὶ τοιοῦτοι, οἵτινες καὶ δοξάζονται πολυχρονίως; Ἀπόκρισις· Ἐὰν γὰρ ἑκατὸν ἔτη ζήσωσιν, οἱ τοιοῦτοι ὀλιγοστοί εἰσι πρὸς τὴν μέλλουσαν αὐτοῖς διαδέχεσθαι κόλασιν. Σὺ δέ· «Ἔλπισον ἐπὶ Κύριον» ἐπ’ ἔργοις ἀγαθοῖς, «κατασκήνου τὴν γῆν καὶ ποιμανθήσῃ», ἤτοι καταπολαύσεις ἐπὶ τῷ πλούτῳ αὐτῆς. «Κατατρύφησον τοῦ Κυρίου» δι’ ἔργων ἀγαθῶν θεραπεύων αὐτόν· «καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. Ἀποκάλυψον», ἤτοι, δεῖξον «πρὸς Κύριον τὴν» καθαρὰν «ὁδόν σου καὶ ἔλπισον ἐπ’ αὐτόν, καὶ αὐτὸς ποιήσει».
Τί ποιήσει; δηλονότι τὸ θέλημά σου «καὶ ἐξοίσει», ἤτουν χορηγήσει «ὡς φῶς τὴν δικαιοσύνην σου καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν» τηλαυγεστάτην. «Μὴ παραζήλου» τῷ παρανομοῦντι ἀνθρώπῳ, κἂν εὐοδοῦνται αἱ ὁδοὶ αὐτοῦ. «Ὁδός», φησίν, «ἁμαρτωλοῦ ὡμαλισμένη ἐκ λίθων, ἐπ’ ἐσχάτων δὲ βόθρος ᾅδου». «Παῦσαι ἀπ’ ὀργῆς, ἐγκατάλιπε θυμὸν καὶ μὴ παραζήλου, ὥστε πονηρεύεσθαι· ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται».
Τί δὲ μετὰ τὴν ἐξολόθρευσιν πείσονται εὐκαίρως πεῖρα διδάξει. «Ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός», ἀντὶ τοῦ οὐ μὴ ζητήσῃ, «καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὑρήσεις αὐτόν». Ἐξήνθησε γὰρ ὡσεὶ χόρτος καὶ ὤλετο διὰ τὴν ἁμαρτίαν. «Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης». Ἐφ’ οἱᾳδήποτουν, φησί, γῇ γενήσονται κληρονόμοι, οὐδεμιᾷ αὐτοὺς ἐκταράξεις ταραχῇ, ὡς ἑλόμενοι πραότητα καὶ εἰρήνην. «Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ’ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ», ὡς λέων κατὰ προβάτου. «Ὁ δὲ Κύριος ἐκγελάσεται», ὡς προβλέπων ἁμαρτωλοῦ μοχθηρίαν «ὅτι ἥξει ἡμέρα» συντριβῆς μοχθηρίας αὐτοῦ. «Ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοὶ καὶ ἐνέτειναν τόξον αὐτῶν, τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα καὶ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ», ἀλλὰ τοῦτο τῆς ἀδεκάστου δίκης μὴ ἀνεξομένης. «Ἡ ῥομφαία αὐτῶν εἰς τὰς καρδίας αὐτῶν καὶ τὰ τόξα αὐτῶν συντριβείη.
Κρεῖσσον» μικρὰ μερὶς τῶν δικαίων «ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν». Ἁμαρτωλῶν γὰρ πλοῦτος ὕλη πρὸς καῦσιν αὕτη, ἐπεὶ «οὐδὲ ὠφελήσουσι θησαυροὶ ἀνόμους». «Ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται», ὡς μηδὲ τὸ τῆς δικαιοσύνης εὐποροῦντες ἀκαταμάχητον ὅπλον, «ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος» διὰ τὸ ἀκράδαντον καὶ σθεναρὸν ὅπλον τῆς δικαιοσύνης. «Γινώσκει Κύριος τὰς ὁδοὺς» τῶν δικαίων, «ἀμώμων» καὶ καθαρῶν, διὰ τοῦτο «ἡ κληρονομία αὐτῶν εἰς αἰῶνα ἔσται. Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ καὶ ἐν ἡμέρᾳ λιμοῦ χορτασθήσονται», δηλαδὴ ὡς Θεὸν πλουτοῦντες «τὸν διδόντα τροφὴν τοῖς πεινῶσιν». «Ὅτι οἱ ἁμαρτωλοὶ μὲν ἀπολοῦνται, οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου, ἅμα τὸ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες, ὡσεὶ καπνὸς ἐξέλιπον». Καὶ βλέπομεν τοῦτο κατὰ τόνδε τὸν βίον μυριάκις ἔργῳ τελούμενον· καὶ ἐν ὅσῳ τις μεγαλύνεται καὶ δοξάζεται ὑπὲρ ἀξίαν αὐτοῦ, «ὡσεὶ καπνὸς» ἀφανίζεται. «Δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει», ἵνα τάχα τὸ ἄχθος τῆς ἁμαρτίας ἔτι ἐπιβαρύνῃ προσθεὶς καὶ τὸ ἀπὸ τοῦ δάνους ἀγώγιμον, «ὁ δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν».
Ἐκεῖνος καὶ χρεωστῶν οὐ βούλεται ἀποδοῦναι, οὗτος δὲ καὶ μὴ χρεωστῶν ἀποδίδωσιν. «Οἱ εὐλογοῦντες αὐτόν», δηλονότι τὸν δίκαιον, οἱ ἐπαινοῦντες, ὡς τοῦ καλοῦ ἐρασταί, «κληρονομήσουσι γῆν, οἱ δὲ καταρώμενοι αὐτόν», ὡς χαιρέκακοι λοιπόν, «ἐξολοθρευθήσονται. Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται», παρ’ οὗ καὶ ἡ ῥῶσις χαρίζεται «καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει σφόδρα», ἤτοι, μετ’ ἰσχύος βαδίσει ῥωννύμενος. «Ὅταν πέσῃ οὐ καταρραχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. Νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἶδον δίκαιον ἐγκατελελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους», οἷος ἦν Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακὼβ καὶ εἴ τις ἐμφερὴς ἕτερος. «Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει» ὁ δίκαιος. Καὶ πόσος ἐστὶν ὁ πλοῦτος αὐτοῦ; ὅλην τὴν ἡμέραν διανεμόμενος καὶ μὴ ἐκπληρούμενος· εὔδηλον γάρ, ὅτι οὐκ αἰσθητοῦ μόνου, ἀλλὰ καὶ πνευματικοῦ πλούτου ἡ διάδοσις ἦν, οἷος ἦν προφητῶν, ἀποστόλων καὶ διδασκάλων χορός, λόγου μετάδοσιν καὶ ἰαματικὴν χάριν ὅλην τὴν ἡμέραν ἀδαπανήτως τοῖς δεομένοις δανείζοντες καὶ πρὸς Θεοῦ τὴν ἀντίδοσιν προσδεχόμενοι. Εἰκότως δάνειον τὸ δρᾶμα λελόγισται.
Ὅθεν «καὶ τὸ σπέρμα αὐτοῦ» τό τε αἰσθητὸν τό τε νοητὸν «εἰς εὐλογίαν ἔσται. Ἔκκλινον ἀπὸ κακοῦ», ὅστις ἂν ᾗς ὁ τὸ κακὸν πράττων, καὶ μὴ ἐκκλίνῃς ἁπλῶς, ἀλλὰ «καὶ ποίησον ἀγαθόν». Χρὴ γὰρ τὸν ὑπὸ βέλους τρωθέντα μὴ τὸ βέλος ἐκσπᾶσαι μόνον, ἀλλὰ καὶ ἔμπλαστρον τῇ τομῇ παραθῆναι· ὃ καὶ δράσας «κατασκήνου» λοιπὸν ἐρρωμένως «εἰς αἰῶνα αἰῶνος. Ὅτι Κύριος ἀγαπᾷ κρίσιν καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ» ἀπρομηθεύτους, ἀλλ’ οὗτοι μὲν «εἰς τὸν αἰῶνα φυλαχθήσονται, ἄνομοι δὲ ἐκδιωχθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται», δηλονότι ἀπὸ τῆς αἰωνίου ζωῆς. Ἐν τῇ προσκαίρῳ δὲ ζῶσι πολλάκις καὶ σπαταλῶσιν, ὥσπερ καὶ τὰ κτήνη «δίκαιοι δὲ κληρονομήσουσι γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος» ἐν τῇ γῇ τῶν πραέων. «Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ». Καὶ μάλα εἰκότως· στόματος γὰρ καὶ γλώττης σοφίαν μελετώσης καὶ τὰ διαβήματα λοιπὸν ἑδραῖα καὶ ἀνυποσκέλιστα. «Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν, ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν» μιαιφόνοις χερσίν, «οὐδ’ οὐ μὴ καταδικασθῇ κρινόμενος παρ’ ἀνθρώπου».
Ἐρώτησις· Καὶ πῶς, φησί, παρεδόθησαν δίκαιοι εἰς χεῖρας ἁμαρτωλῶν καὶ ἀνῃρέθησαν; Ἀπόκρισις· Οὐ πρὸς ἀπώλειαν παρεδόθησαν, ἀλλ’ ἵνα λαμπρυνθῶσιν, ὡς χρυσὸς ἐν χωνευτηρίῳ διὰ τῶν θλίψεων, καὶ στεφάνους πλείους παρὰ τοῦ ἀγωνοθέτου κομίσωνται. Ἀλλὰ καὶ ὁ Υἱὸς τοῦ Θεοῦ παρεδόθη ἑκὼν εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ οὕτω γέγονε τοῦ κόσμου ἡ σωτηρία. «Ὑπόμεινον τὸν Κύριον», ἤτοι, ἔκδεξαι, καρτέρησον, «φύλαξον τὴν ὁδὸν» τῶν θελημάτων αὐτοῦ «καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν» καὶ θεάσῃ ἁμαρτωλῶν ἐξολόθρευσιν. «Εἶδον τὸν ἀσεβῆ» Γολιὰθ «ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθεν», ὡς μὴ φανείς, «καὶ ἐζήτησα αὐτὸν καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ». Τοῦτο καὶ ἐπὶ πολλῶν ἀσεβῶν τελούμενον καθορᾶται. «Φύλασσε ἀκακίαν καὶ θεάσῃ εὐθύτητα» ἐν τῇ καρδίᾳ σου· «ὅτι ἔστιν ἐγκατάλειμμα» κλήρου τινὸς «ἀνθρώπῳ εἰρηνικῷ» πρὸς διανομήν. «Οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται» εἰκότως· «τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν», ἤτοι τὰ ἔκγονα αὐτῶν, «ἐξολοθρευθήσονται.
Σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίου, καὶ ὑπερασπιστὴς αὐτῶν ἐστὶν ἐν καιρῷ θλίψεως, καὶ βοηθήσει αὐτοῖς Κύριος καὶ ῥύσεται αὐτοὺς» ἐκ προκειμένης ἀνοίας. «Ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν καὶ σώσει αὐτοὺς ὅτι ἤλπισαν ἐπ’ αὐτόν». Τὸ τῆς δικαιοσύνης, φησίν, ἔπαθλον καὶ ἡ πρὸς Κύριον ἐλπὶς οὐ παρῆκεν αὐτὸν ἁμαρτωλῶν χερσὶν ἁλωθῆναι.
ΚΑΘΙΣΜΑ ΕΚΤΟΝ Ψαλμὸς λζʹ Ψαλμὸς τῷ Δαβίδ· εἰς ἀνάμνησιν περὶ τοῦ σαββάτου. Ἐν πᾶσιν ἡμῖν προσήκει λέγειν σὺν τῷ Δαβίδ· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με», ὡς θυμοῦ καὶ ὀργῆς ἄξια δράσαντα. «Ὅτι» μετὰ ταῦτα «τὰ βέλη» τοῦ φόβου σου «ἐνεπάγησάν μοι, καὶ» αὐτὸς «ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου», ἵνα μὴ εὐπετῶς περιτρέπωμαι. «Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου». Τοιοῦτον γὰρ τὸ τῆς ἁμαρτίας μοχθηρότερον ἐργαστήριον, εἰρήνην ἀπελαῦνον ἀπὸ τοῦ σώματος καὶ Θεὸν παροτρῦνον. «Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπες» τῶν ἁμαρτιῶν μου «ἀπὸ προσώπου τῆς ἀφροσύνης μου». Ἀφρονέστερον γὰρ τοῦ ἔργου τῶν ἁμαρτιῶν οὐκ ἔστιν ἕτερον ἔργον, ἐξ ἧς ὀζωδία καὶ σῆψις καὶ ἀπώλεια προσγίνεται ψυχῆς. «Ἐταλαιπώρησα», ἤτοι ἐμόχθησα πρὸς τὴν ἁμαρτίαν, «καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων», ἤτοι, τὰ νεφρά μου, ἀφ’ ὧν ἡ ἐπιθυμία καὶ ἡ σπορὰ ἀποτίκτεται, ἐπληρώθησαν ὕλης ῥυείσης· ἀφ’ ὧν κακωθεὶς «ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου» εἰς αἴσθησιν εἰσελθὼν καὶ τὴν ἐπιθυμίαν μετοχεύσας πρὸς σέ. «
Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου», τὰς πονηρὰς ἐπιθυμίας ἀποσεισάμενος, «καὶ ὁ στεναγμὸς» τῆς μετανοίας μου «ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.
Ἡ καρδία μου ἐταράχθη» ἐκ τῶν προλήψεων τῶν δεινῶν, «ἐγκατέλιπέ με ἡ ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετ’ ἐμοῦ». Καὶ ταῦτα μὲν περὶ ἁμαρτίας καὶ ἁμαρτωλῶν ἀνθρώπων. Τὰ δὲ ἑξῆς μετέχουσι μὲν καὶ εἰς τὸν Δαβίδ, εἰς Χριστὸν δὲ τὴν ἀναφορὰν ἀποσώζουσιν. «Οἱ φίλοι μου καὶ οἱ πλησίον μου», φησί, «ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν· καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν», τὴν τοῦ Ἰούδα φίλου ἐξ ἐναντίας ἐγγύτητα παραδηλῶν καὶ τὴν τῶν μαθητῶν ἐκ μακρόθεν διάστασιν. «Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου καὶ οἱ ζητοῦντες τὰ κακά μοι» καὶ μηδὲν εὑρίσκοντες «ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
Ἐγὼ δὲ» τὰς αὐτῶν φληναφίας παραθεωρῶν «ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ». Διὸ καὶ ἔλεγον οἱ κριταὶ οἱ κατάκριτοι· «Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι;» Καὶ ὁ Πιλᾶτος· «Ἐμοὶ οὐ λαλεῖς;» καὶ τὰ ἑξῆς τῆς εὐηθοῦς ἐξουσίας ῥητά. Κἀκεῖνοι μὲν τοιαῦτα. «Ἐγὼ δὲ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἀποκρίσεις. Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα» τῷ Πατρί μου, «καὶ σὺ εἰσακούσῃ· ὅτι εἶπον·
Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησαν». Δόξαντες γὰρ τῆς μιαιφόνου προθέσεως αὐτῶν κεκρατηκέναι, ἐμεγαλορρημόνουν κατορχούμενοί μου, ἐν τῷ σταυρῷ με ὁρῶντες· «Ἄλλους ἔσωσεν ἑαυτὸν οὐ δύναται σῶσαι» λέγοντες. «Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος» μηδὲν ἀνθιστάμενος· «καὶ ἡ ἀλγηδών μου» ἡ διὰ τῶν ἥλων «ἐνώπιόν μού ἐστι διὰ παντός», ἵνα μὴ φαντασίᾳ καὶ δοκήσει φωραθῇ μου τὸ πάθος, καὶ ἵνα ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, μὴ δόξωσιν οἱ φονευταί μου, ἄλλος ὁ κριτὴς καὶ ἄλλος ὁ παρ’ αὐτῶν φονευθείς. «Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ». Ποίαν σου ἀνομίαν; ἣν εἴληφα πρὸς τοῦ Πατρός μου Ἀδάμ, οὗ καὶ τὴν μορφὴν εἴληφα καὶ τὴν παράβασιν. «Καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας» τοῦ κόσμου τεθνάναι. «Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ», κατὰ τὸ ἀνθρώπινον, «καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως», μὴ ἔχοντές τι δίκαιον ἐγκαλεῖν κατ’ ἐμοῦ. «Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν», ὧν ἔδρασα εἰς αὐτούς, «ἐνδιέβαλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην», ἔγκλημα ποιούμενοι, ἐφ’ ᾧ δοξάζειν ἐχρῆν. «Μὴ ἐγκαταλίπῃς με ὁ Θεὸς» καὶ Πατήρ μου, «μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, πρόσσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου». Ἴσον αὐτὸ καὶ τῷ· «Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν».
Εἰ γὰρ ἡ ἀλήθεια τοσαύτην ταπείνωσιν ἐπεδείξατο, πόσῳ γε μᾶλλον οἱ τύποι καὶ τὰ αἰνίγματα.
Ψαλμὸς ληʹ Εἰς τὸ τέλος· τῷ Ἰδιθούν· ᾠδὴ τῷ Δαβίδ. «Εἶπα· φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου» τοῦ λέγειν μάταια καὶ ψευδῆ· «ἐθέμην τῷ στόματί μου φυλακήν, ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου»· σιωπῇ ἐκεῖνον κατῄσχυνα. «Ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα» ἑκουσίως «ἐξ ἀγαθῶν» ἐννοιῶν καὶ τὸ κατὰ Θεὸν «ἄλγημά μου ἀνακαινισθέν. Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ» κατανύξεως.
Καὶ εἰς θανάτου μνήμην γενόμενος «ἐλάλησα ἐν γλώσσῃ μου». «Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, ὅσος ἐστίν, ἵνα γνῶ» ὅσον μοι κατελείφθη λείψανον ζωῆς καὶ φροντίζω τὰ τελευταῖα. «Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου», ἤτοι, σπιθαμήν, «καὶ ἡ ὑπόστασίς μου» κατὰ τόνδε τὸν βίον «ὡσεὶ οὐδὲν ἐνώπιόν σου».
Γενικώτατος ὁ ψαλμός, χρήσιμος παντὶ προαιρουμένῳ ἰδιοποιεῖσθαι αὐτόν. Οὐ γὰρ δήπου πρὸς Δαβὶδ μόνον ὑπετίθετο ταῦτα τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαβίδ, ἀλλὰ καὶ πρὸς πάντας ἡμᾶς. «Πλὴν τὰ σύμπαντα ματαιότης, καὶ πᾶς ἄνθρωπος ζῶν» ἐν ἀμελείᾳ. «Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται». Παρέρχεται γάρ φησιν ὥσπερ σκιά, καὶ ὅτου χάριν ταράσσεται πρὸς τὸ πλουτεῖν καὶ δοξάζεσθαι προσκαίρως «θησαυρίζων καὶ μὴ γινώσκων τίνι συνάγει αὐτά. Καὶ νῦν τί ἡ ὑπομονή μου;» ἤτοι, τί μοι ὑπολέλειπται; «οὐχὶ Κύριος; καὶ ἡ ὑπόστασις» τῆς ζωῆς μου «παρὰ σοί ἐστιν. Ἀπὸ πασῶν ἀνομιῶν μου ῥῦσαί με, ὄνειδος ἄφρονι ἔδωκάς με», ἤτοι συνεχώρησάς μοι περιπλεχθῆναι. «Ἐγὼ δὲ ἐκωφώθην μὴ ἀνοίξας τὸ στόμα, ὅτι σὺ ἐποίησας» τὴν οἰκονομίαν καὶ συγχώρησιν ταύτην. Ἀλλά· «Ἀπόστησον ἀπ’ ἐμοῦ τὰς μάστιγάς σου· ἀπὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον», ἤτοι συνεχωρήθην πειρασμοῖς ἐκδοθῆναι. «Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον».
Ποῖον ἄνθρωπον; οὐχ ἕνα, ἀλλὰ πολλοὶ παιδεύονται διὰ τὴν ἀνομίαν καὶ «δίκην ἀράχνης ἐκτήκονται ἐνδίκως». «Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, τὴν δέησιν ἐνώτισαι· τῶν δακρύων μου μὴ παρασιωπήσῃς· ὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου». Ἐκείνων γὰρ ἡ ἀποβίωσις κἀμοὶ τῆς παροικίας διδάσκαλος γίνεται. «Ἄνες μοι, ἵνα ἀναψύξω» ἔτι περιὼν «πρὸ τοῦ ἀπελθεῖν με» τῶν ἐντεῦθεν ἀχθοφορούμενον.
Ψαλμὸς λθʹ Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαβίδ «Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου». Παραμείνας, φησί, δεόμενος τοῦ Κυρίου καὶ λέγων μετὰ δακρύων· «Τῶν δακρύων μου μὴ παρασιωπήσῃς καὶ ἄνες μοι ἵνα ἀναψύξω» καὶ ὅσα τοιαῦτα, οὐκ ἀπέτυχον τοῦ σκοποῦ, ἀλλὰ εἰσακούσας τῆς δεήσεως μου «ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος» πειρασμῶν καὶ ἁμαρτιῶν. «Καὶ ἔστησεν ἐπὶ πέτραν» ἐλπίδος καὶ ὑπομονῆς «τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου» πρὸς τὰς ὁδοὺς αὐτοῦ, ἤτουν «ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ Θεῷ ἡμῶν», ὃν οἱ τῆς καινῆς διαθήκης μάλιστα χρήσονται εἰσηγηταί, ἤπερ οἱ τῆς παλαιᾶς, ὁπόταν καὶ ὁ προφητευόμενος ἥξοι ἐν τῇ τοῦ δούλου μορφῇ. «Ὄψονται πολλοὶ καὶ φοβηθήσονται καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον·
Μακάριος ἀνήρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς». Ὄντως ματαιότης καὶ μανία δεινὴ τὸ παρορᾶν νόμους Θεοῦ διὰ μάταια καὶ ψευδῆ καὶ ἐκπίπτειν Θεοῦ καὶ τῶν αὐτοῦ ἀγαθῶν. Καὶ ἕως ἐνταῦθα μὲν περὶ ἑαυτοῦ καὶ περὶ πάντων ἡμῶν ἐπᾴδει ταῦτα Δαβίδ· ἀπ’ ἐντεῦθεν δέ, τὸ τοῦ Χριστοῦ δανεισάμενος στόμα, φησί· «Πολλὰ ἐποίησας σύ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι· κἀγὼ ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν». Υἱὸς λέγει πρὸς τὸν Πατέρα· «Πολλὰ ἐποίησας θαυμάσια δι’ ἐμοῦ τοῦ ἐνυποστάτου σου Λόγου· οὐρανόν, γῆν, θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, τά τε κατ’ Αἴγυπτον καὶ τὸ Ἐρυθραῖον πέλαγος, τήν τε πηγάσασαν πέτραν καὶ τὴν δροσίσασαν κάμινον καὶ τὰ τούτοις ἐφάμιλλα.
Νῦν δὲ πάντων ἐκείνων τῶν πάλαι θαυμάτων θαῦμα καινότερον τῆς ἐνανθρωπήσεώς μου ἥκει γενέσθαι, ὅτι· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας», εἰ καὶ πρὸς ὀλίγον ἐκείνην ἠθέλησας, ἵνα ἐξ εἰδωλομανίας μετοχετεύσῃς ἀνθρώπους. Νῦν δὲ ἐκεῖνα ἀποσεισάμενος, «κατηρτίσω μοι σῶμα», ἵνα τοῦτο προσοίσω σοι θυσίαν εὐάρεστον· «ὁλοκαυτώματα γὰρ περὶ ἁμαρτίας οὐκ ἐπεζήτησας. Τότε εἶπον· ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου», ἤτοι ἐν πολλοῖς κεφαλαιογράφοις «γέγραπται περὶ ἐμοῦ». Καὶ νῦν ἥκει καιρὸς «τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ Θεός μου, ἠβουλήθην καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου» ταμιευόμενον ἐκκαλύψω τῷ κόσμῳ, «εὐαγγελισάμενος δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ», συλλόγου πολλοῦ, καὶ «τὰ χείλη οὐ μὴ κωλύσω, Κύριε, καὶ σὺ τοῦτο προέγνως». «Τὴν δικαιοσύνην σου οὐ κατακρύψω αὐτὴν ἀπὸ συναγωγῆς πολλῆς.
Σὺ δέ, Κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ’ ἐμοῦ· τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου, διὰ παντὸς ἀντιλάβοιντό μου» ἐν τῇ τοῦ δούλου μορφῇ. «Ὅτι περιστοιχήσουσί με κακά» δεινοτάτων ἐχθρῶν «καὶ καταλήψονταί με αἱ ἀνομίαι τοῦ κόσμου, καὶ οὐ δυνήσομαι βλέπειν. Ἐπληθύνθησαν γὰρ ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου» τὰ τοῦ κόσμου κακά, ἀφ’ ὧν «ἡ καρδία μου ἐγκατέλιπέ με»». Μηδεὶς δὲ τῶν ταῦτα μετιόντων καταμεμφέσθω τὴν μικρὰν ταύτην τῶν στίχων μεταφοράν· οὕτω γὰρ ἀπαιτεῖ τῶν ἐγκειμένων ὁ νοῦς καὶ ὅτι ἵνα σαφεστέρως καὶ εὐληπτοτέρως φωραθῶσι τὰ δύσληπτα. «Εὐδόκησον, Κύριε, τοῦ ῥύσασθαί με· Κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσσχες. Καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν· ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ θέλοντές μοι κακά». Τοῦτο γὰρ πεπλήρωται τὸ ῥητόν, ὅτε ἦλθον πρὸς αὐτὸν «μετὰ μαχαιρῶν καὶ ξύλων καὶ λαμπάδων καὶ ὅπλων», καὶ ἠρώτησεν αὐτούς· «τίνα ζητεῖτε;» Εἰπόντων δέ, ὅτι «Ἰησοῦν τὸν Ναζωραῖον» καὶ ἀκούσαντες αὐτοῦ, ὅτι· «Ἐγώ εἰμι», αὕτη καὶ μόνη ἡ φωνὴ ἀπετείχισεν αὐτοὺς «εἰς τὰ ὀπίσω», φησί, «καὶ ἔπεσον χαμαί». «Κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν, οἱ λέγοντές μοι εὖγε εὖγε»· καθ’ ὑπόκρισιν καὶ οὐκ ἀληθῶς λέγοντες τό· εὖγε εὖγε. «
Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπί σοι πάντες οἱ ζητοῦντές σε, Κύριε», καὶ ἐπιγνόντες σε Κύριον καὶ Θεὸν ἐν σαρκί «Εἰπάτωσαν διὰ παντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, Κύριος φροντιεῖ μου. Βοηθός μου καὶ ὑπερασπιστής μου εἶ σύ· ὁ Θεός μου, μὴ χρονίσῃς», ἀντὶ τοῦ μὴ βραδύνῃς ἐπισκέψασθαί μου τὴν πτωχείαν καὶ ἀσθένειαν.
Ψαλμὸς μʹ Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαβίδ. «Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Διαφυλάξαι αὐτὸν καὶ ζήσαι καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ καὶ οὐ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ. Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ καὶ ὅλην τὴν κοίτην αὐτοῦ τῆς ἀρρωστίας ἐπιστρέψει πρὸς θεραπείαν».
Ἐρώτησις· Καὶ τίς ἐστι, φησίν, ὁ πτωχὸς οὗτος, ὅτι ὁ συνιὼν αὐτὸν μακαρισμοῦ ἄμφω καὶ πηλίκων καταξιοῦται ἀγαθῶν ἐπαγγελιῶν; Ἀπόκρισις· Περιεκτικῶς μέν, καλὸν ἐπὶ πτωχῷ καὶ πένητι παντὶ ποιεῖν καλόν· διαφερόντως δὲ ἐνταῦθα πτωχὸν καὶ πένητα ἐκεῖνον ἐκάλεσε, τὸν πλουτοῦντα θεότητα καὶ πτωχεύσαντα μέχρι σαρκὸς δουλικῶς. Ὃν μὴ συνιέντες οἱ δυσμενεῖς, θανάτῳ ἀσχήμονι αὐτὸν κατεδίκασαν. Οἱ δὲ συνιέντες καὶ πιστεύσαντες εἰς αὐτόν, τῶν προρρηθέντων μακαρισμῶν κατηξιώθησαν καὶ μέχρι τοῦ νῦν λέγομεν ἕκαστος πρὸς αὐτόν. «Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με καὶ ἴασαι τὴν ψυχήν μου ὅτι ἥμαρτόν σοι». Κύριος δέ, ὥσπερ ἀποκρινόμενος, λέγει· «Οἱ ἐχθροί μου εἶπον κακά μοι· πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;» Ἐδόκουν γάρ, εἴ γε θανατώσουσιν αὐτόν, ἀφανισθήσεται τὸ ὄνομα αὐτοῦ. «Καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν· μάτην ἐλάλει», ἤτοι, εἷς ἐκ τῶν μαθητῶν εἰσπορευόμενος πρὸς Ἰουδαίους, «μάτην ἐλάλει» ἣν «ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτό»· «Τί μοι θέλετε δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;» Ἔνθεν καὶ «ἐψιθύριζον κατ’ ἐμοῦ πάντες οἱ ἐχθροί μου, κατ’ ἐμοῦ ἐλογίζοντο κακά μοι καὶ λόγον παράνομον» ἀναιρέσεως «κατέθεντο κατ’ ἐμοῦ», ἀλλὰ «μὴ ὁ κοιμώμενος, οὐχὶ προσθήσει τοῦ ἀναστῆναι;»
Εἰ ὁ εἰς τὸν κοινὸν ὕπνον κοιμώμενος οὐκ ἀνίσταται, φησί, πάντως οὐδ’ αὐτὸς ἀναστήσομαι. «Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρηναίας γνώμης μου», ὃν ἔδει κήρυκά μου γενέσθαι, «ὡς ἐσθίοντα ἄρτον μου, ἐμεγάλυνε μάλιστα ἐπ’ ἐμὲ πτερνισμὸν» δυσμενείας. «Σὺ δέ, Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με καὶ ἀνταποδώσω αὐτοῖς», ὅτε καιρός.
Ἐνταῦθα καὶ τὴν τελείαν ἐνανθρώπησιν αὐτοῦ ᾐνίξατο καὶ τὴν ἀνάστασιν καὶ τὴν ἀνταπόδοσιν, ἣν ὑπέστησαν οἱ φονευταὶ μετὰ τεσσαράκοντα χρόνους παρὰ Ῥωμαίοις, μεθ’ ὃ καὶ τὸ εὐαγγέλιον αὐτοῦ ἐκηρύχθη ἐν ὅλῃ τῇ οἰκουμένῃ. «Ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ’ ἐμὲ» περὶ τῶν τοῦ ᾅδου ταμείων, ἀλλὰ «διὰ τὴν ἀκακίαν μου ἀντιλαβόμενός μου, βεβαιώσας» ἐν Πνεύματί σου τὴν ἐκ νεκρῶν μου ἀνάστασιν. «Ὅτι εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς Ἰσραήλ, ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα γένοιτο», ἀντὶ τοῦ ἀληθῶς χρὴ δοξάζειν σε διὰ παντὸς εἰς τὸν αἰῶνα.
Ψαλμὸς μαʹ Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ. «Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ Θεός. Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν» τὸν ἰσχυρὸν «καὶ ζῶντα».
Χριστοῦ τὰ ῥήματα διὰ στόματος Δαβίδ. Αἰνιττόμενος δὲ καὶ τὴν ἀνάληψιν· «Πότε ἥξω», φησί, «καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ;» ὅτι πλὴν ἐμοῦ οὐδεὶς ἱκανὸς καθορᾶν. «Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί μοι καθ’ ἑκάστην ἡμέραν· ποῦ ἐστὶν ὁ Θεός σου;» Δάκρυα καὶ ὄνειδος τὸν σταυρὸν καὶ τὸν θάνατον ἐνταῦθα ᾐνίξατο. «Ταῦτα ἐμνήσθην», δηλαδὴ τῆς ἀγάπης σου καὶ τοῦ προσώπου σου, «καὶ ἐξέχεα ἐπ’ ἐμὲ τὴν ψυχήν μου, ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ» καὶ τῆς δεξιᾶς αὐτοῦ καθέδρας, «ἐν ᾗ φωναὶ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως», ἤτοι, δοξολογίαι «ἤχου ἑορταζόντων».
Περὶ δὲ τοῦ προκειμένου πάθους· «Ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεὸν καὶ ἐξομολογήσομαι», ἤτοι, εὐχαριστήσω αὐτῷ λέγων· «Σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου. Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη». «Περίλυπος γέγονα ἕως θανάτου· καὶ εἰ δυνατόν, πάτερ, παρελθέτω τὸ ποτήριον τοῦτο». «Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ, ἀπὸ ὄρους μικροῦ», ὁπηνίκα καὶ αὐτὸς βαπτιζόμενος «Υἱόν σου ἀγαπητὸν» μαρτυρήσεις με. «Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται», Υἱὸς Πατέρα, «εἰς φωνὴν τῶν καταρρακτῶν σου», ἤτοι, ἐκ τῶν ἀποκρύφων σου φωνὴν ἐνεχθῆναι, προσμαρτυροῦσάν με Υἱόν σου, καὶ τοῦτό ἐστι «μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιεὶμ» καὶ τὰ ἑξῆς. «Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου», ἤτοι, ὁλοσχερῶς οἱ ὀφθαλμοί σου καὶ τὰ θελήματά σου «ἐπ’ ἐμὲ διῆλθον». Καὶ σὺ μὲν «ἡμέραν ἐντελεῖς τὸ ἔλεός σου ἐπ’ ἐμέ· ἐμοὶ δὲ νυκτὸς ᾠδή μοι» πρὸς σὲ λέγουσα· «Ἀντιλήπτωρ ὤν, διατί μου ἐπιλάθου; καὶ ἱνατί σκυθρωπάζων πορεύομαι, ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου» λαόν; «Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου ὠνείδιζόν με οἱ ἐχθροί μου» καίτοι γε οὐκ ἔργῳ τὰ ὀστᾶ μου συνέθλασαν θεασάμενοί με ἤδη τεθνηκότα· συνέθλασαν δὲ ὅσον τῇ προαιρέσει καὶ ὀνειδίζοντες ἔλεγον· «Εἶ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομέν σοι». «
Ἐν τῷ λέγειν αὐτούς μοι καθ’ ἑκάστην ἡμέραν· Ποῦ ἐστὶν ὁ Θεός σου;» παρεκάλουν μὲν ἐγὼ τὴν ψυχὴν λέγων· «Ἱνατί περίλυπος εἶ ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ», ἀντὶ τοῦ εὐχαριστήσω αὐτῷ, ὥσπερ καὶ ἐν τῷ εὐαγγελίῳ ἔλεγεν· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν» καὶ τὰ ἑξῆς. Τί γὰρ ἐξομολογήσεως εἶδος εἶχον τὰ τοιαῦτα ῥήματα; ἀλλ’, ὡς ἔοικεν, φωνῇ χρᾶται τῷ «ἐξομολογήσομαι», ἀντὶ τοῦ «εὐχαριστήσω». Διὰ τοῦτο καὶ ἐν τοῖς ψαλμοῖς μυριάκις ἡ τοιαύτη φωνὴ ἀναφέρεται. Καὶ νῦν «ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου», καὶ αὕτη ἐστὶν ἡ εὐχαριστία, σωτηρίαν ὁμολογῶν πρὸς Θεοῦ Πατρός.
Ψαλμὸς μβʹ Τῷ Δαβίδ· ἀνεπίγραφος παρ’ Ἑβραίοις. «Κρῖνόν με, ὁ Θεός, καὶ δίκασον τὴν δίκην μου, ἐξ ἔθνους οὐχ ὁσίου», ἤτοι, ἐξελοῦ καὶ διαχώρισόν με ἐξ ἔθνους ἀνοσίου καὶ μιαιφόνου, «ἀπὸ ἀνδρὸς προδότου καὶ δολίου ῥῦσαί με.
Ὅτι σὺ εἶ ὁ Θεός, κραταίωμά μου· ἱνατί ἀπώσω με; καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν;» Οὐχ ὡς ἀγνοῶν τὴν τοῦ Πατρὸς εὐδοκίαν ἐπερωτᾷ· ἀλλ’ ἵνα σαφέστερον τῷ κόσμῳ ἀποδείξῃ τὴν τελείαν σάρκωσιν. Διὸ καὶ ἔλεγεν· «Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου». Καὶ ὥσπερ ἕτοιμον θᾶττον σὺν αὐτῷ εὑρεθέντα, «αὐτά με ὡδήγησαν», φησί, «καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου» τὰ ἐν οὐρανοῖς, ὅθεν οὐκ ἐχωρίσθην. «Εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριόν σου τοῦ εὐφραίνοντος τὴν νεότητά μου καὶ ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ» προσλήμματός μου «ὁ Θεὸς ὁ Θεός μου». Τοιαύτης δὲ οὔσης τῆς ἀποβάσεως τῶν πραγμάτων· «Ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι εὐχαριστήσω αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου».
Ψαλμὸς μγʹ Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν. «Ὁ Θεὸς ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, ἃ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν». Εἶτα ἐκτραγῳδεῖ τὰς πρὸς τοὺς Ἰουδαίους θείας εὐεργεσίας· πῶς τε ἐκάκωσε λαοὺς Αἰγυπτίους καὶ ἐξήγαγε δουλείας τὸν λαὸν καὶ πῶς ἐξωλόθρευσεν ἔθνη Χαναναίων καὶ κατεφύτευσεν Ἰουδαίους. Ἐπεὶ δὲ κακῶς διετέθησαν, πάλιν διηγεῖται, ὅτι πρὸς αἰχμαλωσίαν κατὰ διαφόρους καιροὺς διεσπάρησαν καὶ ἐγενήθησαν ὄνειδος ἐν τοῖς ἔθνεσιν καὶ «ἐλογίσθησαν ὡς πρόβατα σφαγῆς». Ἀλλὰ τὸ ῥητὸν τοῦτο καὶ πρὸς τοὺς θείους μάρτυρας Χριστοῦ ἔχει τὴν ἔμφασιν, οἳ καὶ ἔλεγον, κατὰ Παῦλον, ἐν ταῖς βασάνοις· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης Χριστοῦ» καὶ τὰ ἑξῆς, ὅτι ἕνεκα σοῦ «θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἐξεγέρθητι· ἱνατί ὑπνοῖς, Κύριε;» ἀντὶ τοῦ, «ἱνατί ἀνέχῃ μακροθυμῶν ἀλαστόρων τυράννων;» «Ἱνατί τὸ πρόσωπόν σου ἀποστρέφεις; ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν; Ἀνάστηθι, Κύριε, μὴ ἀπώσῃ εἰς τέλος». «Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν», τῇ τῶν βασάνων ὑπερβολῇ.
Διό· «Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου». Ὁ δ’ ἐπακούσας καὶ ἀναστὰς συνέτριψε τοὺς τυράννους καὶ ὁ τόπος αὐτῶν ζητούμενος οὐχ εὑρίσκεται καὶ ἡ Ἐκκλησία αὐτοῦ χάριτι ἔτι καὶ ἔτι φαιδρύνεται καὶ λαμπρύνεται.
Ψαλμὸς μδʹ Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν· ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν»· ἀλλὰ τίς ἱκανὸς φᾶναι μεγαληγόρως περί τε τοῦ ἐρευξαμένου Πατρὸς μυστικῶς περί τε τοῦ ἐρευχθέντος ἀρρήτως Υἱοῦ, τοῦ ἀγαθοῦ καὶ ἐνυποστάτου; «Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ» καὶ Υἱῷ μου· «Ποιήσωμεν κόσμον ἀόρατον καὶ ὁρώμενον»· καὶ τὰ μεταξὺ τούτων προσήκοντα, τά· «Ποιήσωμεν ἄνθρωπον» καὶ τὰ ἑξῆς. Ἔργα λέγω, ἃ ἐξερευξάμην ἀπαθῶς Λόγῳ ἀγαθῷ καὶ βασιλεῖ καὶ Υἱῷ μου. «Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου». Πατρὸς δὲ γλῶσσα καὶ λόγος ὁ Υἱός ἐστιν «ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων», ἀφ’ οὗ «τῶν χειλέων ἐξεχύθη χάρις» Θεοῦ γνῶσιν κηρύττουσα καὶ μετάνοιαν καὶ οὐρανῶν βασιλείαν, ἃ ὁ Πατὴρ προσηκάμενος «εὐλόγησεν», ἤτοι, προσεπῄνεσε τὸν Υἱὸν εἰς τὸν αἰῶνα, λέξας πρὸς αὐτόν· «Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ», τὴν κατ’ ἐχθρῶν καὶ τοῦ θανάτου νίκην, «τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου καὶ ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε» βασιλέων καὶ κυρίων· «ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης», ἐφ’ οἷς καὶ αὐτὸς καθορᾶσαι κλεϊζόμενος· καὶ συνετοῖς ἀνθρώπων ταῦτα νομοθετήσας, «καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου», ἤτοι, θαυμαστωθήσῃ διὰ τῶν παρὰ τῶν χειρῶν σου θαυμάτων. «
Τὰ βέλη σου», ἤτοι, τὰ ἔργα σου, «ὡσεὶ βέλη ἠκονημένα, δυνατέ», ἀναιροῦντα κακοδοξίας φοράν, «λαοὶ ὑποκάτω σου πεσοῦνται», πιστεύσαντες καὶ προσκυνήσαντές σε. Εἶτα καὶ Θεὸν τὸν Υἱὸν προσμαρτυρῶν ὁ Πατήρ, καθὼς καὶ τῷ θείῳ Παύλῳ πεφιλοσόφηται· «Ὁ θρόνος σου, ὁ Θεός», φησίν, «εἰς τὸν αἰῶνα τοῦ αἰῶνος» σύνεδρος ἐμοὶ καὶ συναΐδιος, «ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας» εἴτε τὸν σταυρὸν αἰνιττόμενος ῥάβδον εἴτε τὸ τῆς σαρκώσεως ἀκραιφνέστατον ἔπαθλον. «Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός», ὁ Πατήρ σου, «ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». Πολλοὶ γὰρ χρισθέντες εἰς βασιλείαν καὶ κληθέντες χριστοί, πλὴν σοῦ Χριστὸς ἄλλος οὐδείς. Σοῦ γὰρ τοῦ ἀληθινοῦ Χριστοῦ ἦσαν ἐκεῖνοι τύποι καὶ προχαράγματα, ὑλικὸν χρῖσμα χριόμενοι· σοῦ δὲ ἡ ἐνανθρωπίνη οὐσία χρισθεῖσα θεότητος, ἀληθὴς Χριστὸς ἔσῃ καὶ Θεός. «Σμύρναν καὶ στακτὴν καὶ κασίαν ἐπὶ τῶν ἱματίων σου» χρίσουσιν ἐν τῷ πάθει σου, ὡς κολλητικὰ εἴδη καὶ μυρεψικά, ἵνα ἡ τῆς κλοπῆς διαβολὴ καὶ ὑπόνοια λῆρος τοῖς πιστοῖς φωραθήσεται. «Ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε». Βάρεις δέ εἰσι προμαχίωνες πύργων καὶ τείχεων. Οὐκ ἴσμεν δέ, εἴτε ἐν Ἱεροσολύμοις ἦσαν ἐλεφάντινοι βάρεις αὗται εἴτε ἐν Περσίδι, ἀφ’ ἧς προσφοιτήσαντες μάγοι δῶρα προσαγάγουσι τῷ νεοτίλῳ βασιλεῖ σμύρναν μετὰ χρυσοῦ καὶ λιβάνου. «
Θυγατέρας βασιλέων ἐν τῇ τιμῇ σου». Τιμὴν καὶ δόξαν πολλαχοῦ τὸ τοῦ Χριστοῦ πάθος κέκληκεν ἡ θεία Γραφή· καὶ νῦν τιμὴν τοῦτο καλεῖ, ἐν ᾗ παρεστήκασι «βασιλέων θυγατέρες», ἥ τε Θεοτόκος καί τινες τῶν μυροφόρων γυναικῶν, αἳ κατήγοντο ἐκ γένους βασιλικοῦ, κἂν καὶ ἐπὶ τῆς ἐκκλησίας ἀναγωγικῶς τὸ ῥητὸν ἐκλαμβάνεται. «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου», ἐπί τε τοῦ σταυροῦ καὶ τοῦ τάφου καὶ τοῦ ἀρρήτου σου θρόνου «ἐν ἱματισμῷ» ἀρετῶν «διαχρύσῳ, περιβεβλημένη πεποικιλμένη» πανευκλεῶς. Εἶτα πρὸς τὰ παιδικὰ τῆς Θεοτόκου ἀναποδίσας τὴν προφητείαν· «Ἄκουσον», φησί, «θύγατερ», σῶν γεννητόρων «καὶ ἴδε» ναοῦ περικάλλειαν «καὶ κλῖνον τὸ οὖς σου» πρὸς εὐπείθειαν· «καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι Κύριός σου καὶ προσκυνήσεις αὐτὸν» καὶ αὐτὸς κατασκηνώσει ἐν μέσῳ σου καὶ οὐ σαλευθήσῃ. Καὶ θυγάτηρ Τύρου τοῦ ἀλλοφύλου ἐν δώροις προσελθοῦσα· «Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ· ὅτι πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως» ταμιεύεται «ἔσωθεν» νοεροῖς ὀφθαλμοῖς καθορωμένη «ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη», κεκοσμημένη τῷ θείῳ Πνεύματι.
Διὸ καὶ «ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς» κατὰ τὸ ἐνάρετον, «ἀπενεχθήσονταί» σοι «τῷ» ἐξ αὐτῆς «βασιλεῖ» «ἐν εὐφροσύνη καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως» προπέμπουσαι αὐτὴν μετὰ φαεινῶν λαμπάδων εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Καὶ ταῦτα ἐγκειμένως μέν, πρὸς τὴν ἄχραντον Μαρίαν τὴν Παρθένον· ἀναγωγικῶς δέ, πρὸς τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν πρὸς ἣν καὶ μεταλλεύει τὴν προφητείαν Δαβὶδ λέγων· «Ἀντὶ τῶν» ἀπειθησάντων «πατέρων σου ἐγεννήθησαν» οἱ εὐπειθήσαντες «υἱοί σου» Πέτρος καὶ Παῦλος καὶ οἱ τούτων συμμέτοχοι «καὶ καταστήσεις αὐτοὺς ἄρχοντας εἰς πᾶσαν τὴν γῆν», οἳ «διὰ τῶν ἐπακολουθούντων σημείων» σαγηνεύουσιν ἐκκλησίαν πολλὴν λέγουσαν τῷ Χριστῷ· «Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ» καὶ οὐκ ἐπιλήσομαί σου, ἀλλ’ «ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος» λέγουσα μετὰ πάντων.
Ψαλμὸς μεʹ Εἰς τὸ τέλος· ὑπὲρ τῶν κρυφίων τοῖς υἱοῖς Κορέ, Ψαλμὸς τῷ Δαβίδ. «Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα». Ἤτοι, πρὸς σὲ καταφεύγουσα, σθένος λαμβάνω καὶ βοήθειαν θλιβομένη πρὸς τυράννων δημίων. «Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν», εἴγε καὶ πηλίκος ποτὲ συμβήσεται κλόνος. «Ἤχησαν καὶ ἐταράχθησαν ὕδατα ὀρέων, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ», αἰσθητῶς μὲν ἐν ἡμέρᾳ σεισμοῦ διὰ τοῦ «ἐπιβλέποντος καὶ ποιοῦντος τὴν γῆν τρέμειν», νοητῶς δὲ ἀγερώχους βασιλεῖς καὶ τυράννους. «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ», ἤτοι ἡ ποταμιαία χάρις τοῦ ἁγίου Πνεύματος εὐφραίνει τὴν ἐκκλησίαν τοῦ Θεοῦ. «Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος», τὴν ἄχραντον Θεοτόκον. «Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται» τῆς παρθενίας τὰ σήμαντρα, ἀλλὰ «βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρωὶ πρωὶ» διὰ τοῦ φωτὸς τοῦ ἁγίου Πνεύματος καὶ τῆς δυνάμεως τοῦ Ὑψίστου Πατρός. «Ἐταράχθησαν ἔθνη», ὡς ὕδατα πολλὰ παρὰ τῶν θείων ἵππων, ἔκλιναν βασιλεῖαι Περσῶν εἰς προσκύνησιν τοῦ τεχθέντος ἐκ Παρθένου ἀληθινοῦ βασιλέως τῶν ὅλων. «Ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος» ἐπὶ σταυροῦ ἀνελθὼν καὶ «ἐσαλεύθη ἡ γῆ». «Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν», ὡς ἄνθρωπος δι’ ἡμᾶς, «ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.
Δεῦτε» τὰ ἔθνη «ἴδετε τὰ ἔργα τοῦ» σαρκωθέντος «Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς». «Τόξον συντρίψει καὶ συνθλάσει ὅπλον» κινούμενον κατὰ τῆς ἐκκλησίας αὐτοῦ «καὶ θυρεοὺς» μιαρῶν εἰκονομάχων «κατακαύσει ἐν πυρί. Σχολάσατε» ἀσεβείας «καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεὸς» ὁ καὶ ἄνθρωπος δι’ ἡμᾶς· ἡμεῖς δὲ εἴπατε εὐσεβῶς· «Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ». Κἀγὼ «ὑψωθήσομαι ἐν τῇ γῇ», ἤτοι, γνωσθήσομαι καὶ δοξασθήσομαι καὶ δοξάσω «τοὺς ἐν πίστει καὶ πόθῳ» καὶ ἔργοις ἀγαθοῖς «ἐμὲ μεγαλύνοντας».
Ἐν οἷς καὶ ἡμᾶς τοὺς ταπεινοὺς καταξίωσον γενέσθαι μεγαλήτορας, Χριστὲ βασιλεῦ, καὶ σὲ δοξάζειν ἔργῳ καὶ λόγῳ σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.