Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τοὺς ψαλμούς

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος Δ' (Ψαλμοί 46-60)

Ερμηνεία του έβδομου και όγδοου καθίσματος, με έμφαση στην Εκκλησία ως νοητή Σιών, τη μετάνοια του προφήτη Δαβίδ και τη θεία κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 5 από 11

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ Δʹ ΠΕΡΙ ΤΟΥ Ζʹ ΚΑΙ Ηʹ ΚΑΘΙΣΜΑΤΟΣ ΤΩΝ ΘΕΙΩΝ ΨΑΛΜΩΝ ΠΕΡΙ ΤΟΥ Ζʹ ΚΑΙ Ηʹ ΚΑΘΙΣΜΑΤΟΣ ΤΩΝ ΘΕΙΩΝ ΨΑΛΜΩΝ ΒΡΑΧΥΤΕΛΗΣ ΕΡΜΗΝΕΙΑ ΚΑΘΙΣΜΑ ΕΒΔΟΜΟΝ <Προοίμιον> Δρομάδην ἀναπτύξας ἡμῖν τὰ παράβυστα τοῦ εʹ καὶ ϛʹ καθίσματος, ὁ λόγος ἔδωκε πέρας. Ὁ τέταρτος δὲ κἀκείνου διάδοχος κατευθύνεται φάναι ὁμοίως περὶ τοῦ ζʹ καὶ ηʹ τοῦ τῶν Ψαλμῶν καθίσματος, οὕτως λέγων·

Ψαλμὸς μϛʹ Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορὲ ψαλμός. «Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας». Οὐ πάντως κροταλίζειν παλάμας προτρέπεται, ἀλλὰ πρὸς τὴν ἐσομένην περὶ τὰ ἔθνη θείαν ἐπίσκεψιν αἰνιττόμενος, ἣν καὶ πρὸ μικροῦ ἔλεγεν· «Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσι» καὶ ὅτι «δώσω σοι ἔθνη τὴν κληρονομίαν σου». «Ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως», ἐπεὶ ἔστι καὶ ἀλαλαγμὸς ταραχώδης συγκροτουμένου πολέμου. «Ὅτι Κύριος ὕψιστος βασιλεὺς φοβερός, μέγας εἰς πᾶσαν γῆν, ὃς ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν». Μὴ μέγα φρονῶμεν, φησί, ἔθνη τροπούμενοι καὶ λαοὺς ὑποτάσσοντες· Θεοῦ γὰρ τὸ δῶρον. Ὃς «ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ· τὴν καλλονὴν Ἰακώβ, ἣν ἠγάπησεν», αἰσθητῶς μὲν τὴν γῆν τῆς ἐπαγγελίας, νοητῶς δὲ Μαρίαν τὴν παρθένον, ἣν ἠγάπησεν, καὶ ἐξ ἧς γεννηθεὶς καὶ πληρώσας τὸ τῆς οἰκονομίας μυστήριον «ἀνέβη ὡς Θεὸς ἐν ἀλαλαγμῷ», ὅπου ἦν τὸ πρότερον, «καὶ ὡς Κύριος ἐν φωνῇ σάλπιγγος».

Οὐχ ὅτι μετὰ σαλπίγγων ἀνελήφθη Χριστός, ἀλλ’ ὅτι τὸ τῆς ἐνσάρκου οἰκονομίας περιφανὲς ἐπέκεινα καὶ σαλπίγγων ἠκούσθη μέχρι καὶ τῶν περάτων τῆς γῆς. «Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε· ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός, ψάλατε συνετῶς», τρισυπόστατον μίαν θεότητα συνετῶς ψάλατε, ψάλατε. Ἀπωσαμένων δὲ τῶν Ἰουδαίων τὴν Χριστοῦ βασιλείαν καὶ εἰπόντων «Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα», λοιπὸν «ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη», ἐφ’ οἷς καὶ ἐνωτίσθη ἐκ τοῦ Πατρὸς «καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου». «Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ». Ἀσώματος φύσις Θεοῦ οὐ κάθηται οὐδὲ εἱστήκει ἡ πανταχοῦ τὰ πάντα πληροῦσα· κάθηται δὲ ἡ σαρκωθεῖσα φύσις θεοπρεπῶς. «Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ». Οὐ λέγει τὸ συνέδριον τῶν Ἰουδαίων, ἀλλὰ τοὺς ἐξ ἐθνῶν συναχθέντας ἄρχοντας λαῶν πρὸς τὴν πίστιν τοῦ πατριάρχου Ἀβραάμ, οἳ καὶ ὡς «κραταιοὶ τοῦ Θεοῦ τῆς γῆς, ἐπὶ τὰ ἄνω σφόδρα ἐπήρθησαν», τῷ Χριστῷ πιστεύσαντες.

Ψαλμὸς μζʹ Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορέ· δευτέρα σαββάτου. «Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα», ἀλλ’ οὐδεὶς οἶδε πόσον ἐστὶ μέγας ἢ αἰνετός, ἤτοι, ἔνδοξος καὶ ὑψηλὸς «ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ». Ἐν ἐκείνῳ γὰρ τῷ ὄρει καὶ τῷ λαῷ Θεὸς πρῶτον ἐγνώσθη διὰ τῶν προφητῶν «εὐρίζων», ἤτοι, πλατύνων «ἀγαλλιάματα πάσης τῆς γῆς». Ἐκεῖθεν γὰρ ἐξελθοῦσα τῆς θεογνωσίας ἡ ἀρχή, εὐρεῖα γέγονεν ἐπὶ πᾶσαν τὴν γῆν. «Ὄρη Σιὼν τὰ πλευρὰ τοῦ Βορρᾶ», ἤτουν καὶ τὰ βόρεια πλευρὰ τοῦ ὄρους ἐκείνου Σιὼν καλεῖται. Καὶ οὐ πάντα τὰ βόρεια τοῦ κόσμου καλεῖται Σιών, ἀλλ’ ἐν οἷς «ἡ πόλις βασιλέως τοῦ μεγάλου», περὶ οὗ ἔλεγον οἱ προφῆται, ὅτι ἔρχεται ἐπὶ πώλου καθήμενος. «Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται», ἤτοι ἐν τοῖς προμαχίωσιν αὐτῆς, «ὅταν ἀντιλαμβάνεται αὐτῆς» ἀποτρέπων τοὺς πολεμίους. «Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν καὶ ἤλθοσαν ἐπὶ τὸ αὐτό», ἁλῶναι τὴν πόλιν, «ἰδόντες δὲ οὕτως» πρὸς Θεοῦ ἀντιλαμβανομένης, «ἐταράχθησαν· ἐσαλεύθησαν, τρόμος ἐπελάβετο αὐτούς», καθ’ ὃν τρόπον «ὠδῖνες ὡς τικτούσης», ἢ «ὁ ἐν πνεύματι συντρίβων βιαίως πλοῖα Θαρσὶς» χώρας, πρὸς ἣν Ἰωνᾶς εἶχε τὴ φορὰν τῆς φυγῆς. «Καθάπερ ἠκούσαμεν οὕτω καὶ εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν».

Ἠκούσαμεν, φησίν, «ὅτι ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται καὶ ἀντιλαμβάνεται αὐτῆς» καὶ οὕτως εἴδομεν, καθάπερ καὶ ἠκούσαμεν, «ὅτι ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα». «Ὑπελάβομεν, ὁ Θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου», ἤτοι μεταξὺ τοῦ πλήθους ἡμῶν διεγνώσθη τὸ ἔλεός σου ἐφ’ ἡμᾶς. Καὶ οὐκ ἐφ’ ἡμᾶς μόνους, ἀλλὰ «κατὰ τὸ ὄνομά σου, ὁ Θεός, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς· δικαιοσύνης πλήρης ἡ δεξιά σου», δι’ ἧς «καὶ ηὐφράνθη τὸ ὄρος Σιὼν καὶ ἠγαλλιάσθησαν αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων σου, Κύριε». Δεξιὰ γὰρ Πατρὸς πλήρης δικαιοσύνης ὁ Υἱός. Καὶ εὐφράνας τήν τε Σιὼν αὐτοῦ ἐκκλησίαν ἐν τῇ αὐτοῦ θεοφανείᾳ καὶ τὰς αὐτοῦ θυγατέρας ἁγίας συναγωγάς· «Κυκλώσατε Σιὼν» τοῖς νοητοῖς δόγμασιν εὐσεβείας «καὶ περιλάβετε αὐτὴν» οἱ μύσται καὶ ἱεροφάνται αὐτῆς· «διηγήσασθε ἐν τοῖς» ἐμψύχοις «πύργοις αὐτοῖς» τὰ ἐχόμενα σωτηρίας καὶ «θέσθε τὰς καρδίας ἡμῶν εἰς τὴν δύναμιν αὐτῆς καὶ καταδιέλεσθε τὰς» ἱερὰς «βάρεις αὐτῆς» πρὸς ἐπαρχίας συχνάς, «ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. Ὅτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος».

Ψαλμὸς μηʹ Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορέ. «Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ὅσοι γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων», ὅτι· «Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν· Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου».

Τί οὖν, πάντας συνεκάλεσας πρὸς ἀκρόασιν καὶ τὸ οὖς πρὸς ἑτέραν ἀποκλίνεις ἀκρόασιν; Ναί, φησίν, ὅτι οὐδ’ αὐτὸς ἀπ’ ἐμαυτοῦ ταῦτα λαλῶ, ἀλλὰ παρὰ τοῦ ταῦτα διδάσκοντός με θείου Πνεύματος καὶ «ἀνοίξας ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου» εἴσομαι ἐκεῖθεν τίνα με δεῖ φοβεῖσθαι. «Ἱνατί φοβοῦμαι ἐν ἡμέρᾳ» φοβερᾷ καὶ «πονηρᾷ» καὶ τελευταίᾳ μου, ἐν ᾗ «ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με». Πτέρνη γὰρ ἑκάστῳ ἡμῶν τὸ τέλος τῆς ζωῆς, ἐν ᾗ εἴ γε εὑρεθῶμεν ὑπό τινος ἀνομίας κυκλούμενοι, ὄντως ἡμέρα πονηρὰ καὶ φόβος ἀσύγκριτος. «Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου καυχώμενοι», τί ποιήσουσι τότε, ὑπὸ ἀνομίας κυκλούμενοι; «Ἀδελφὸς οὐ λυτροῦται», οὐδὲ γὰρ δύναται τὸν ἴδιον ἀδελφὸν λυτρῶσαι τῆς προκειμένης ἀνάγκης ἐκείνης· «λυτρώσεται δὲ ἄνθρωπος» ἕτερον, ὁ δεῖνα ἢ ὁ δεῖνα; «οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ». Ὁ εἰς ἐκείνην τὴν ἡμέραν, φησί, καταντήσας ἐν ἀνομίαις κυκλούμενος, τί δώσει ἐξίλασμα τῷ Θεῷ; ἢ ποῖον τίμημα ἔχει δοῦναι καὶ ἐξαγοράσαι τὴν ψυχὴν αὐτοῦ γυμνὸς ἐκ τοῦ βίου ἀπαγόμενος; Ὃς δὲ «ἐκοπίασεν εἰς τὸν αἰῶνα τοῦτον, ζήσεται εἰς τέλος· οὐκ ὄψεται καταφθοράν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας», ὡς φόβου θανάτου κρείττων λοιπὸν γενόμενος. «

Ἐπὶ τὸ αὐτὸ δὲ ἄφρων καὶ ἄνους ἀπολοῦνται καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν». Εἰκότως ἄφρονας καὶ ἀνοήτους ἐκάλεσε τοὺς πλουτοῦντας κακῶς καὶ γυμνοὶ ἀπάραντες ἐκ τοῦδε τοῦ βίου καὶ τὸν πλοῦτον καταλιπόντες ἐν οἷς οὐκ ἐβούλοντο, ἀντὶ τῶν λαμπροτάτων οἰκιῶν ᾤκησαν ἐν τοῖς τάφοις. «Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν», ἤτοι, παρ’ αὐτῶν κτιζόμενα, ἀντὶ τοῦ καθιεροῦν τῷ Θεῷ, ἐπὶ τοῖς ἰδίοις ὀνόμασιν ἐκάλουν τὰς πόλεις καὶ τοὺς πύργους ἐξομοιούμενοι τοῖς οἰκοδόμοις τῆς πόλεως καὶ τῷ πύργῳ Χαλάνης. «Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε» τὰ τῆς τιμῆς ἐπάξια δρᾶν, «παρασυνεβλήθη» δὲ μᾶλλον «τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς» ἐν φαύλοις ἐπιτηδεύμασιν. «Αὕτη δὲ αὐτῶν ἡ ὁδὸς» ἡ διεφθαρμένη «σκάνδαλον αὐτῶν, καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσι» τὰ μὴ καλὰ ὡς καλὰ φενακιζόμενοι. Διὸ καὶ «ὡς πρόβατα» ὁ θάνατος καὶ ὁ ᾅδης κατασχὼν «ποιμανεῖ αὐτοὺς καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδη» ὅτι «ἐκ τῆς δόξης αὐτῶν» ἐξώσθησαν, ἤτοι, ἐξεβλήθησαν καὶ ἐν τῷ ᾅδη παλαιωθήσονται διὰ τὸ μηκέτι Χριστὸν ἐκεῖσε καταφοιτᾶν καινουργήσαντα αὐτούς. Λεγέτω δέ τις ἐν ἀγαθῇ πεποιθήσει ὤν· «Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με».

Λεγέτω δὲ καὶ τοὺς φοβουμένους τὴν τῶν πλουσίων δεινότητα· «Μὴ φοβοῦ, ὅταν πλουτήσῃ, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ». «Ἐξανθήσει γὰρ καὶ μαρανθήσεται ὡσεὶ ἄνθος καὶ ὡσεὶ χόρτος τοῦ ἀγροῦ» καὶ «ἐν τῷ ἀποθνήσκειν αὐτὸν οὐ λήψεται σὺν αὐτῷ τὸν πλοῦτον αὐτοῦ», ἀλλὰ γυμνὸς ἄπεισιν «οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ» ματαία «δόξα αὐτοῦ.

Ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται», οὐ μέντοι καὶ μετὰ θάνατον, ἀλλ’ ἐν τῇ ζωῇ αὐτοῦ παρὰ τῶν ἀνθρώπων, ὡς πλούσιος δοξάζεται καὶ ἐπαινεῖται καὶ δορυφορεῖται· καὶ τοῦτό ἐστι τὸ «εὐλογηθήσεται ἐν τῇ ζωῇ αὐτοῦ».

Ἔθος δὲ τῇ Γραφῇ ψυχὴν λέγειν τὸν ἄνθρωπον καθόλου. «Ἐξομολογήσεταί σοι, ὅταν ἀγαθύνῃς αὐτόν», τουτέστι μόλις ἐν τοσαύτῃ αὐτοῦ εὐκληρίᾳ εὐχαριστήσει σοι. «Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ» καὶ οὐδὲν πλέον ὑπάρξει, «ἕως αἰῶνος οὐκ ὄψεται φῶς», ἤτοι ἐν τῷ μέλλοντι αἰῶνι οὐ μὴ θεάσηται φῶς. Ἐν γὰρ τῇ ζωῇ αὐτοῦ τῇ προσκαίρῳ τὸ πᾶν αὐτῷ τεταμίευται, ὅτι «ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε»· ποία μὲν ἡ ῥέουσα τιμή, ποία δὲ ἡ ἄρρευστος. Διὸ καὶ «παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς»· κἀντεῦθεν λοιπὸν «εἰς τὸν αἰῶνα οὐκ ὄψεται φῶς». Ὢ τῆς ἀφάτου ζημίας. Κρεῖττον γὰρ θητεύειν ἐν τῷδε τῷ βίῳ ἐπαίτην εἶναι καὶ ἀλήτην ἢ οὕτω πλουτεῖν καὶ τοῦ αἰωνίου πλούτου ἐκπεπτωκέναι.

Ψαλμὸς μθʹ Ψαλμὸς τῷ Ἀσάφ. «Θεὸς θεῶν Κύριος». Εἷς γὰρ Θεὸς Κύριος, ὃς ἐλάλησε διὰ προφητῶν καὶ ἀποστόλων «καὶ ἐκάλεσε τὴν γῆν» πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν. «Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν» ἐκάλεσε πάντας καὶ ἀκάλεστον λοιπὸν παρῆκεν οὐδένα· κἂν καὶ λίαν ὑπήκουσαν τοῦ κεκληκότος ὀλίγοι, οἱ δὲ πλεῖστοι παρήκουσαν, ὅσοι ἄπιστοι καὶ κακόπιστοι· καὶ ῥακενδύται τῇ ἁμαρτίᾳ. «Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος», τῆς ἀνθρωπότητος, «αὐτοῦ». Ἡ γὰρ θεότης οὔτε ἐκ Σιὼν οὔτε ἀλλαχόθεν ποθὲν ἔσχηκε τὴν ἀρχήν. Ἀναίτιος γὰρ καὶ ἀΐδιος «ὁ Θεὸς ἐμφανῶς ἥξει», ἤτοι, μετὰ σαρκός, «καὶ οὐ παρασιωπήσεται», οὐ παραδράμῃ τὴν τοιαύτην οἰκονομίαν καὶ συγκατάβασιν. «Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται», ἀλλ’ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσία, ὅτε καὶ «ὁ θρόνος αὐτοῦ φλὸξ πυρός», κατὰ Δανιήλ, «καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα», ὅτε καὶ «προσκαλέσεται τὸν οὐρανὸν ἄνω», τῶν ἀγγέλων τὰ στίφη, «καὶ τὴν γῆν», ἤτοι τῶν ἀνθρώπων τὰ πλήθη, «τοῦ διακρῖναι» ἢ τοῦ διαχωρίσαι «τὸν λαὸν αὐτοῦ», ὡς πρόβατα ἀπὸ ἐρίφων.

Ὁπηνίκα καὶ «τοὺς ὁσίους αὐτοῦ συναγάγετε, τοὺς διατιθεμένους τὴν» καινὴν «διαθήκην αὐτοῦ ἐπὶ θυσίαις» καὶ τελεταῖς ἱεραῖς, τότε καὶ οἱ λογικοὶ «οὐρανοί», ἀπόστολοι, «ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ», ὅτι οὗτος ὁ σαρκωθεὶς «Θεὸς καὶ κριτής ἐστιν», ὃς καὶ οὐκ ἀπαξιώσει φάναι τοῖς πρὸς αὐτὸν πεποιθόσι· «Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι», ὁ νέος «Ἰσραήλ, καὶ διαμαρτύρομαί σοι· ὁ Θεὸς ὁ Θεός σου εἰμὶ ἐγώ», ὁ καὶ ἄνθρωπος διὰ σέ. «Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε», οὔτε τὸν νέον οὔτε τὸν παλαιὸν Ἰσραήλ, «ὅτι τὰ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διὰ παντός», ἃ οὐκ εὐδοκῶ. Ἀλλ’ ἀρετὴν εὐδοκῶν, «οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους, ὅτι ἐμά ἐστι πάντα τὰ θηρία, τὰ κτήνη καὶ οἱ βόες· τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ὡραιότης ἀγροῦ μετ’ ἐμοῦ ἐστιν. Καὶ ἐὰν πεινάσω, οὐ μή σου εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς». Κἂν καὶ οἰκονομικῶς τὰς θυσίας κατεδεξάμην πρὸς ἑαυτόν, ὑμᾶς ἐπισπᾶσθαι εὐδοκήσας καὶ μὴ τὰ ἐμὰ θυσιάζειν εἰδώλοις καὶ προσάγειν τὸ σέβας. Τανῦν δὲ ταῦτα γνωρίσας ὑμῖν λέγω ὑμῖν· «Μὴ φάγομαι κρέα ταύρων καὶ αἷμα τράγων πίομαι;» Οὐδαμῶς. Ἀλλὰ «θύσας μοι θυσίαν αἰνέσεως, ἀπόδος μοι τὰς ὀφειλομένας εὐχάς σου καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με».

Τοιαύτην γὰρ θυσίαν ἐγὼ ἐξελεξάμην, οὐ κνίσας δυσώδεις μολυνούσας τὸν ἀέρα. Καὶ αὕτη μὲν ἡ θεσμοθεσία πρὸς τοὺς τῶν ἀνθρώπων εὐσεβεστέρους. Ἁμαρτωλοὺς δέ, οἷα πρὸς ἓν πρόσωπον ἐπισυνάψας, φησὶν ὅτι· «Τῷ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· ἱνατί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου», ὡς δῆθεν διδάσκαλος; «Σὺ δὲ» τἀναντία δρῶν «ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. Καὶ εἰ ἐθεώρεις κλέπτην, σὺ ὑπούργεις αὐτῷ» ἀντὶ τοῦ κωλῦσαι, «καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις» συνευδοκῶν καὶ αὐτὸν τοῦ μιᾶναι κοίτην ἀλλοτρίαν. «Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου συνέρραπτες σκάνδαλον». Σοῦ δὲ ταῦτα δρῶντος, μακροθυμοῦντος ἐμοῦ, «ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος». Ἀλλ’ οὐχ οὕτως· «ἐλέγξω σε» δὲ μᾶλλον «καὶ παραστήσω κατὰ πρόσωπόν σου» τὰς ἁμαρτίας σου, ἵνα με γνῷς ἀνόμοιόν σου, ἐπεὶ μισοῦντα ἁμαρτίαν. «Σύνετε», ἤτοι, νοήσατε, «δὴ ταῦτα οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ» καὶ ἁμαρτάνοντες ἀνεπιστρόφως καὶ συνιέντες μετανοήσατε «μήποτε ἁρπάσῃ» ἐξαίφνης ὁ θάνατος «καὶ οὐδεὶς ὁ ῥυσάμενος. Θυσία αἰνέσεως δοξάσει με» ἤτοι, προσευχὴ καθαρὰ θεραπεύει με, «ἐν ᾗ δείξω τὸ σωτήριόν μου» τῷ θυσιάζοντι οὕτως.

Ψαλμὸς νʹ Ψαλμὸς τῷ Δαβίδ, ἐν τῷ εἰσελθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ, τὴν γυναῖκα τοῦ Οὐρίου. Ἀριδήλως δηλῶν ὅτι διὰ τὴν μοιχείαν, ἣν ἔδρασε πρὸς Βηρσαβεὲ τὴν τοῦ Οὐρίου, συνέταξε τὸν ψαλμὸν ὑπὸ Νάθαν τοῦ προφήτου ἐλεγχθεὶς καὶ εἰπών, τὸ «ἡμάρτηκα τῷ Κυρίῳ μου». «Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου».

Ὅπου γὰρ μέγα τὸ τραῦμα, μεγάλης καὶ ἰατρείας χρεία. Ἔνθεν καὶ αὐτὸς ἀνάλογον τῆς μεγάλης ἁμαρτίας, κατὰ τὸ μέγα ἔλεος τοῦ Θεοῦ, αἰτεῖται «ἐξαλειφθῆναι τὴν ἀνομίαν» καὶ δαψιλοῦς καταξιωθῆναι ἀφέσεως καὶ καθάρσεως τοῦ ῥύπου τῆς ἁμαρτίας. Ὅτι οὐκ ἀγνοῶ τὸ μέγεθος τῆς ἀνομίας μου, ἀλλ’ ἐκ τοῦ ἰδίου συνειδότος κατακρινόμενος, «ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς» ἀνεπίληστος. Οὕτω γὰρ ὑποληπτέον τὸ «διὰ παντὸς» καὶ οὐ καθώς φασί τινες περὶ Σολομῶντος φάναι καὶ ἁμαρτίαν τοῦτον ἀποκαλοῦντος· οὐ γὰρ ἦν γεννηθείς, ὅτε Δαβὶδ ἔφρασε τοῦτο. «Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα», ἀγνώμων περὶ τὸν εὐεργέτην φανείς, «ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε», ὡς μηδενὸς λοιπὸν ἀνευθύνου εὑρισκομένου τινός. «Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην» διὰ τῆς πρώτης ἐντολῆς τὴν παράβασιν, κἂν καὶ τίμιος ὁ γάμος κατὰ σύγκρισιν παρανόμου μοιχείας, «καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας», δικαιοσύνης ἔρεισμα, «τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι» προφητικῷ σου χαρίσματι κατακοσμήσας με.

Ἐγὼ δὲ ῥυπωθεὶς τῇ ἁμαρτίᾳ, «ῥαντιεῖς με ὑσσώπῳ» καθαρτικῷ, «καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι», ὅπως τὰς ἀκτῖνας τοῦ ἁγίου Πνεύματος καὶ αὖθις ὑποδεξάμενος. «Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσσονται ὀστέα τεταπεινωμένα» ἀπὸ τῆς ἁμαρτίας. «Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου» καὶ μὴ ἐπιστήσῃς αὐτὸ ἐν αὐτῷ ἐν ὀργῇ, ἀλλὰ «πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν», ἀξίαν τῆς χάριτός σου καὶ αὖθις «κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, καὶ μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου» παρανομήσαντα «καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ διακόψῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι» μᾶλλον «τὴν ἀγαλλίασιν τοῦ ἱλασμοῦ τῆς ἁμαρτίας μου καὶ πνεύματι ἡγεμονικῷ» καὶ ἀρχικωτάτῳ «στήριξόν με» μὴ περιτρέπεσθαι πρὸς ἁμαρτίας κλονούμενος. Ἵν’ ἐντεῦθεν θάρρος δρεψάμενος, ἔργῳ «διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν», ὡς ἐξ ἐμοῦ τὰ παραδείγματα τῶν οἰκτιρμῶν σου ἀληθῶς τεκμαιρόμενοι. «Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου», ὥστε μηδ’ αὐτὸς ἐκχέειν ἀλλότριον αἷμα μηδ’ αὖ πάλιν τὸ ἐμὸν παρ’ ἑτέρου. «Ἀγαλλιάσσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου» καὶ αὖθις ἐκτραγῳδοῦσα κατὰ τὸ πρότερον. «Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν» δαψιλῶς. ᾜσθην δὲ ὅτι «ὁλοκαυτώματα» ζωόθυτα «οὐκ εὐδοκήσεις». Καὶ τοῦτο δημηγορῶ τοῖς βουλομένοις μαθεῖν, ὅτι «θυσία τῷ θεῷ» οὐ τάδε καὶ τάδε, ἀλλὰ «πνεῦμα συντετριμμένον», ἤτοι, ψυχὴ διὰ πένθους καὶ δακρύων συντρίβουσα καρδίαν, ἣν Θεὸς παρακαλέσει, ἀντὶ τοῦ «οὐκ ἐξουθενώσει».

Εἶτα περὶ τῆς πόλεως αὐτοῦ μεταλλεύει τὸν λόγον ἱκετεύων τὸν Κύριον· «Ἀγάθυνον, Κύριε», λέγων, «ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ». Καὶ ὅτε τοῦτο εὐδοκήσῃς γενέσθαι, «τότε» σὺ μὲν «εὐδοκήσεις θυσίαν δικαιοσύνης», οἱ δὲ θυσιάζοντες δικαιοσύνην, ἐπαπορούμενοι ἀναφοραῖς πάλιν καὶ ὁλοκαυτώμασιν ἑλοῦνταί σε θεραπεῦσαι τὸν πρὸ μικροῦ παρ’ ἐμοῦ ταύταις μὴ προσηκάμενον. Ἀνέξῃ πάλιν ταύταις προσίεσθαι τὴν τῶν θυσιαζόντων σωτηρίαν προμηθούμενος, ἵνα μὴ πρὸς ἐναντίας θυσίας καὶ αὖθις αὐτομολήσουσι, συγχωρήσῃς αὐτοῖς «ἀνοῖσαι ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους» τοῦ καινοῦ θυσιαστηρίου καὶ τοῦ μόσχου τοῦ σιτευτοῦ τύπους καὶ προχαράγματα.

Ψαλμὸς ναʹ Εἰς τὸ τέλος· συνέσεως τῷ Δαβίδ· ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδομαῖον καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ καὶ εἰπεῖν αὐτῷ· ἦλθε Δαβὶδ εἰς τὸν οἶκον Ἀβιμέλεχ. «Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός; ἀνομίαν καὶ ἀδικίαν ὅλην τὴν ἡμέραν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον, ἐποίησας δόλον. Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην· ἀδικίαν ὑπὲρ τοῦ λαλῆσαι δικαιοσύνην. Ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ γλώσσῃ δολίᾳ. Διὰ τοῦτο ὁ Θεὸς καθελεῖ σε εἰς τέλος· ἐκτίλαι σε καὶ μεταναστεῦσαί σε ἀπὸ σκηνώματός σου καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων.

Ὄψονται δίκαιοι καὶ φοβηθήσονται καὶ ἐπ’ αὐτὸν γελάσονται καὶ ἐροῦσιν· ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ’ ἐπήλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτοῦ καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ».

Ἐρώτησις· Περὶ ποίου κακοῦ καὶ δυνάστου ποτνιώμενος ὁ Δαβὶδ ἀπεφθέγγετο ταῦτα. Ἀπόκρισις· Περιεκτικῶς μὲν παντὸς κακούργου καθάπτεται καὶ δυνάστου, ἰδικῶς δέ, ὁπηνίκα ὁ Σαοὺλ αὐτὸν κατεζήτει. Δωὴκ δέ τις Ἰδουμαῖος αὐτὸν κατεμήνυσε τῷ Σαούλ, ἐν τῷ οἴκῳ λέγων Ἀβιμέλεχ εἶναι Δαβίδ. Λοιπὸν οὖν περὶ Δωὴκ καὶ Σαοὺλ τὰ τοιαῦτα ῥήματα διεξῄει ὁ Δαβίδ, καὶ ὅτι ὑμεῖς μὲν τοιαῦτα παρὰ θεοῦ πείσεσθε ἐνδίκως καὶ τῆς ὑμῶν τυραννικῆς δυναστείας ἐπάξια· «Ἐγὼ δὲ» πρὸς Κύριον πεποιθὼς «ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ» καὶ οὐκ ἐν ἀγρῷ κλέπταις εὐάλωτος, διότι «ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι χρηστὸν ἐναντίον τοῦ ὁσίου σου τὸ ὑπομένειν» εἰς τέλος τὴν παρὰ σοῦ ῥοπήν.

Ψαλμὸς νβʹ Εἰς τὸ τέλος, ὑπὲρ Μαελέθ· συνέσεως τῷ Δαβίδ. «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός». Τοῦτο μὲν περί τινος Μαελὲθ ἑλληνόφωνος καὶ ἀθέου ἐξεῖπεν ὁ θεῖος Δαβίδ, καθάπτεται δὲ καὶ πλείστων ἑτέρων. Πηλίκος δὲ καὶ ὁ τῆς τοιαύτης ἀθεΐας καρπός, ἄκουε. «Διεφθάρησαν», φησί, «καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις». Καὶ ὅτε «ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψε» καὶ κατῆλθε τοῦ ἐπισκέψασθαι «τοὺς υἱοὺς τῶν ἀνθρώπων», ὁμοῦ «πάντας εὗρε κατηχρειωμένους καὶ μηδενὸς ποιοῦντος ἀγαθόν». Τοῦτο γὰρ δηλοῖ «καὶ οὐκ ἔστιν ἕως ἑνός. Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν;» Μὴ δυνήσονται λαθεῖν τὸν Θεὸν κατὰ τὴν ψῆφον αὐτῶν, λέγοντες «οὐκ ἔστι Θεός;» «Οἱ κατεσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου τὸν Θεὸν οὐκ ἐπεκαλέσαντο». Ὅρα πῶς τοὺς πλεονέκτας καὶ ἅρπαγας μετὰ τῶν ἀθέων συναριθμεῖ. Οἱ δὲ ὀλιγόπιστοι καὶ τῇ κενῇ δόξῃ δεδουλωμένοι· «Ἐκεῖ ἐφοβήθησαν φόβον, οὗ οὐκ ἦν φόβος, ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων». Καὶ ὅρα μοι πάλιν τῆς ἀνθρωπαρεσκείας τὸν ὄλισθον. πῶς «καταισχύνονται καὶ ἐξουθενοῦνται παρὰ Θεοῦ», ὡς μὴ αὐτῷ ἀλλὰ τοῖς ἀνθρώποις ἀρέσαι σπουδάζοντες. «Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ, ὅτε ἐκ τῆς αἰχμαλωσίας ἐπιστρέψει ὁ λαός;» Οὐδεὶς ἄλλος, δηλονότι, εἰμὴ πάλιν αὐτὸς ὁ ἐκ τῆς αἰχμαλωσίας ἐλευθερώσας καὶ ἐπιστρέψας τὸν λαόν.

Καὶ τότε «ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ», ὁρῶν τὸν Θεὸν ὡς ἐνόν.

Ψαλμὸς νγʹ Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαβίδ ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· Οὐκ ἰδοὺ Δαβὶδ κέκρυπται παρ’ ἡμῖν; «Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με». Ταῦτα γοῦν καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ ἐμελῴδει Δαβίδ, ὅτε ἐκφυγὼν ἀπὸ προσώπου Σαοὺλ κατεκρύβη παρὰ Ζιφαίοις, ἐκεῖνοι δὲ ἐλθόντες ἀπήγγειλαν περὶ αὐτοῦ τῷ Σαούλ.

Δαβὶδ δέ, κατὰ τῷ εἰωθὸς αὐτῷ, ἱκετεύσας τὸν Θεὸν καὶ ῥυσθεὶς τῶν ἐχθρῶν, καὶ αὖθις φησίν· «Ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν· ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου», ὅτι οὐκ εἰς ἔργον ἐχώρησεν αὐτῶν ἡ κατ’ ἐμοῦ σκευωρία. Ἔξεστι δὲ καὶ πᾶσιν ἡμῖν ἐν παντὶ πειρασμῷ λέγειν· «Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με» καὶ τὰ ἑξῆς.

Ψαλμὸς νδʹ Εἰς τὸ τέλος· ἐν ὕμνοις συνέσεως τῷ Ἀσάφ. Κατάλληλος τῷ προλαβόντι τῷ τε Δαβὶδ προσήκων καὶ παντὶ βουλομένῳ λέγειν· «Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου», ἤτοι, εἰς τὰ ὦτά σου εὐδόκησον αὐτὴν ἀνελθεῖν, «καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου», ἀλλὰ «πρόσσχες μοι» εὐμενῶς «καὶ εἰσάκουσόν μου», διότι «ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου», ἤτοι, ἐν τῇ μελέτῃ μου, «καὶ ἐταράχθην ἀπὸ» ἀσήμου «φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ» τυρεύοντος κατ’ ἐμοῦ. «Ἐξέκλιναν γὰρ κατ’ ἐμοῦ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι», ἤτοι ἐμνησικάκουν μοι. Ἀφ’ ὧν καὶ ἡ καρδία μου ταραχθεῖσα «δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμέ. Φόβος δὲ καὶ τρόμος» περιστοιχίσας με «ἐκάλυψε σκότος καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι» ἐκ μέσου τῶν δεινῶν «καὶ καταπαύσω» ἐν ἐρημίᾳ. «Καὶ ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ» καὶ ἀπαλλαγεὶς τῶν ἀνθρωπίνων πημάτων «προσεδεχόμην τὸν Θεὸν τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας» καὶ πειρασμῶν «καταιγίδος». Συνεργὸς γὰρ ἀρετῆς ἐρήμου διατριβή, ὡς ἀνθρώπων ἀπηλλαγμένη καὶ τύρβης βιοτικῶν μελημάτων. Ἔνθεν Ἠλιού τε καὶ Ἰωάννης καὶ κατὰ μίμησιν τούτων καὶ ἕτεροι πλεῖστοι, προείλοντο τῆς οἰκουμένης τὴν ἔρημον, ἐν ᾗ καὶ Χριστὸς ὁ ἐμὸς ὑπεχώρει πολλάκις, κἂν καὶ οἱ ὄχλοι αὐτῷ παρωμάρτουν διὰ τὴν πηγὴν τῶν θαυμάτων. «

Καταπόντισον, Κύριε, καὶ καταδίελε γλώσσας» ἀντιλεγούσας δόγμασιν ἀσεβείας, ἣν «εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν» οἱᾳδήποτε «πόλει ἡμέρας καὶ νυκτὸς κυκλουμένην ἐπὶ τὰ τείχη αὐτῆς» τὴν ῥηθεῖσαν ἀντιλογίαν καὶ ἀνομίαν, «καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος». Καὶ ταῦτα οὐ περὶ μιᾶς πόλεως ὑποληπτέον, ἀλλὰ κατὰ πασῶν πόλεων, ἐν αἷς περιφέρεται ἀνομία καὶ τόκος καὶ δόλος. «Ὅτι εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησεν ἐκρύβην ἂν ὑπ’ αὐτοῦ». Ἔνθεν τόν τε Σαοὺλ καὶ τοὺς ἐμοὺς προδότας Ζιφαίους ἀποκρυβείς, ηὐλίσθην ἐν τῇ ἐρήμῳ. «Σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου» Σαούλ, «ὃς ἐπὶ τῷ αὐτῷ ἐγλύκανάς μοι ἐδέσματα», ὡς κηδεστὴς καὶ «ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ», τίνος χάριν ὡς διώκτης νῦν καθορᾶσαι;

Ζιφαίοις δὲ καὶ τοῖς σὺν αὐτῷ προδόταις μου «ἐλθέτω δὴ θάνατος ἐπ’ αὐτοὺς καὶ καταβήτωσαν εἰς ἅδην ζῶντες, ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν. Ἐγὼ δὲ πρὸς Θεὸν ἐκέκραξα καὶ ὁ Κύριος εἰσήκουσέ μου». Θεὸς γὰρ καὶ Κύριος εἷς ἐστι. «Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ καὶ εἰσακούσεται τῆς φωνῆς μου» καὶ «λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου, ἀπὸ τῶν» πολλῶν δολίως «ἐγγιζόντων μοι». «Εἰσακούσαι μου, ὁ Θεός, καὶ ταπεινώσει αὐτούς, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, ὅτι οὐκ ἐφοβήθησαν τὸν Θεόν.

Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ὁ Θεὸς ἀποδιδόναι αὐτοῖς», διότι «ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ» κἀντεῦθεν «διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτῶν. Ἤγγισαν αἱ καρδίαι αὐτῶν καὶ ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον, οἳ ἦσαν βολίδες», γλυκεῖς τοῖς ῥήμασι καὶ πλῆκται τοῖς πράγμασι.

Σὺ δέ, ὅστις ἂν ᾖς ὁ πεποιθὼς εἰς Θεόν, «ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει», ὅτι «λιμοῦ σάλῳ» καὶ πειρασμῶν οὐ προσοίσεται «τῷ δικαίῳ». Ἐναντίους δέ, «κατάξεις, ὁ Θεός, εἰς φρέαρ διαφθορᾶς. Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν», ἤτοι, ὃς ἔμελλεν ἑξήκοντα χρόνους ἐπιβιῶσαι, οὐ μὴ τοὺς τριάκοντα φθάσειεν αἱμοχαρὴς ὑπάρχων καὶ δόλιος. Τῷ δὲ καλῶς βεβιωκότι «καὶ προστεθήσεταί σοι», φησίν, «ἔτη ζωῆς». Ὅμως ζῶσι καὶ κακοῦργοι πολλάκις πολυχρονίως καὶ τῶν προσκαίρων ἐπαπολαύουσιν ἀγαθῶν, ὡς μέλλοντες τῶν αἰωνίων ὑστερηθῆναι. «Ἐγὼ δέ, Κύριε, ἤλπισα ἐπὶ σοί».

ΚΑΘΙΣΜΑ ΟΓΔΟΟΝ Ψαλμὸς νεʹ Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου· τῷ Δαβὶδ εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ. «Ἐλέησόν με ὁ Θεὸς ὅτι κατεπάτησέ με ἄνθρωπος, ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με. Κατεπάτησάν με οἱ ἐχθροὶ ὅλην τὴν ἡμέραν». Καὶ Δαβὶδ μὲν ὑπὲρ τοῦ λαοῦ ἔλεγε ταῦτα, ἁλωθέντος παρὰ τῶν ἀλλοφύλων, προσήκει δὲ ταῦτα καὶ τῷ κατακυριευομένῳ καὶ καταπονουμένῳ παρὰ τῶν σαρκικῶν θελημάτων. «Ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους» καὶ φρονήσεως ἐπηρμένοι. «Οὐ φοβηθήσομαι» δὲ ταπεινὰ φρονῶν καὶ «ἐλπιῶν ἐπὶ σέ. Ἐν τῷ Θεῷ ᾄδων τοὺς λόγους μου καὶ τὴν ἐλπίδα μου οὐ φοβηθήσομαι κἂν καὶ βδελύσονταί μου τοὺς λόγους. Κατ’ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν, εἴγε καὶ παροικήσουσι καὶ κατακρύψουσι τὴν πτέρναν μου φυλάττοντες», ἤτοι, τὰ τελευταῖά μου. Καὶ «καθάπερ αὐτοὶ ὑπέμειναν» κατ’ ἐμοῦ, οὕτω καὶ αὐτός, «ὑπὲρ τοῦ μηθενός», ἤτοι, εὐκόλως ὡς εἷς ἀνατρέψεις αὐτούς. «Ἐν ὀργῇ λαοὺς κατάξεις» τοὺς ἀξίους ὀργῆς, «ὁ Θεός. Τὴν ζωήν μου ἀνέθηκά σοι, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου». Πλῦνον καὶ ἀποκάθαρόν με. «Ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε» καὶ «γνώσονται ὅτι Θεός μου εἶ σύ.

Ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα καὶ λόγον» σύντομον καὶ πλατύν, καὶ ἐπ’ αὐτῷ πεποιθὼς «οὐ φοβηθήσομαι, τί ποιήσει μοι ἄνθρωπος», διότι «ἐν ἐμοὶ ὁ Θεός, εὐχαὶ» παρὰ σοῦ δεδομέναι μοι «ἃς ἀποδώσω αἰνέσεώς σου» χρεωστικῶς «Ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου», τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, «καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος». Τοῦτο κἀμοὶ τῷ ἀναξίῳ ποτὲ προφθάκει τὸ ῥητόν, ὑπὸ κρημνοῦ καὶ λίθου μέλλοντι ἀναλωθῆναι.

Τὸ δέ γε καὶ «εὐαρεστῆσαι ἐνώπιον Κυρίου ἐν φωτὶ ζώντων» ἐν τῷ Θεῷ ἐστι τὸ ἔλεος.

Ψαλμὸς νϛʹ Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαβὶδ εἰς στηλογραφίαν ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. «Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία». Ἀπὸ προσώπου Σαοὺλ διαδράσας Δαβὶδ καὶ ὑπό τινος σπηλαίου ἐν τῇ ἐρήμῳ ἀποκρυβεὶς τοῖσδε τοῖς ῥήμασι τὴν θείαν ἐπεσπάσατο εὐμένειαν. «Κεκράξομαι», φησίν, ἔτι «πρὸς τὸν Θεὸν τὸν Ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με», ὃς «ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με».

Ἀλλά γε καὶ τοῦδε τοῦ θείου ῥητοῦ καὶ ἡ ἐμὴ ταπεινότης δαψιλῶς ἐπαπήλαυκεν. Εἰ μή γε Θεὸς ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἐξείλετό με τοῦ ἀποτόμου κρημνοῦ, τίς ἕτερος ἱκανὸς σῶσαί με τηλικούτου κινδύνου; τῆς μὲν μιᾶς μου χειρὸς ὑποκάτω τοῦ λίθου συνεχομένης, τοῦ δὲ λοιποῦ σώματος αἰωρουμένου περὶ τὸ κάταντες τοῦ κρημνοῦ, καὶ μηδὲν ἀποδέοντος ὀρνέου κρημνωμένου ἐν ἰξευτοῦ παγίδι· «Ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με, ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ καὶ ἐρρύσατο τὴν ψυχήν μου». Οὐ γὰρ δήπου ἐν ἑνὶ τόπῳ καὶ τρόπῳ ἐπληρώθησαν τῶν προφητῶν τὰ κηρύγματα, ἀλλά γε καὶ μέχρι τῆς συντελείας τοῦ αἰῶνος οὐ μὴ παύσονται συμπληροῦσθαι, ἐν οἷς Θεὸς εὐδοκεῖ.

Ὁ δὲ θεῖος Δαβὶδ ἐν ἐκείνῃ τῇ ἐρήμῳ «ἐν μέσῳ σκύμνων», φησίν, «ἐκοιμήθην τεταραγμένος», ἤτοι, περίφοβος τὰ τῆς ἐρήμου θηρία τύπον ἀποτελοῦντα τὸν ἐν μέσῳ τῶν λογικῶν θηριοτρόπων Ἰουδαίων κοιμηθέντα Χριστόν, «ὧν οἱ ὀδόντες ὅπλα καὶ βέλη καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα» ἀναιροῦσα τὸν εὐεργέτην. Ἀλλά γε σὺ ὁ ἀναιρεθεὶς ὑπ’ αὐτῶν· «Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὡς Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου», κἂν «καὶ παγίδα ἡτοίμασαν καὶ βόθρον ὤρυξαν πρὸ προσώπου σου, ἀλλ’ αὐτοί, πάλιν ἐνέπεσον εἰς αὐτόν». Ἕκαστος δὲ τῶν ἐπὶ σοὶ πεποιθότων ᾄδει σὺν τῷ Δαβίδ· «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ» ἐν τῇ δόξῃ μου, «ἐξεγέρθητι», διεγέρθητι, «ἡ δόξα μου» ἐν ἁγίῳ Πνεύματι. «Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα», καὶ μελῴδησον τῷ διὰ νεφέλης ὑψωθέντι Θεῷ. «Ἐξεγερθήσομαι ὄρθρου. Ἐξομολογηθήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν» τῷ ἐξεγερθέντι περὶ ὄρθρον τριημέρῳ ἀπὸ τοῦ τάφου. «Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου» σὺν τούτοις παραλαβοῦσα καὶ πάντα τῆς γῆς τὰ πληρώματα. «Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου», οὐ γὰρ μὴ αὐτὴν οἱ οὐρανοὶ ἀποκρύψουσιν.

Ψαλμὸς νζʹ Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαβὶδ εἰς στηλογραφίαν. «Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε, υἱοὶ τῶν ἀνθρώπων», καὶ «μὴ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ» μηδὲ «ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν». «Εἰ ἀληθῶς», φησί, καὶ οὐ καθ’ ὑπόκρισιν δικαιοσύνην ἀντέχεσθε, «εὐθείας κρίνατε», ἤτοι, διακρίνατε καὶ ἐκλέξασθε τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος. «Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψευδῆ» εἴτε ἐξ αὐτῶν τῶν σπαργάνων τοιοῦτοι ἀναφανέντες εἴτε ἐξ ἀναγεννήσεως τῆς κολυμβήθρας, ψευσάμενοι συνταγὴν Θεοῦ καὶ ἀποταγὴν διαβόλου. Ἐφ’ οἷς καὶ «θυμὸς Θεοῦ κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως», ὅτι κἀκεῖνος ψευδῶς ἐξηπάτησε τὸν πρωτόπλαστον ἄνθρωπον. Τῶν δὲ τοιούτων τὰ ὦτα, «ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης», ἤτοι κλειούσης «τὰ ὦτα αὐτῆς τοῦ μὴ ἀκοῦσαι φωνὰς ἐπᾳδόντων». Κἀκείνη μὲν φαρμακοῦται «φαρμακευομένη παρὰ σοφοῦ», ἤτοι, θηρεύεται παρὰ τοῦ ἐπαοιδοῦ, «αὐτῶν δὲ συντρίψει ὁ Θεὸς τοὺς ὀδόντας ἐν τῷ στόματι αὐτῶν». Χωρὶς γὰρ ὀδόντων οὐδὲ φωνὴ χρήσιμος. Κἀκείνοις, ὡς ψευσαμένοις Θεῷ, συντρίψει καὶ ἐξαφανίσει ψευδηγορίας δογμάτων αὐτῶν. «Τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος». Δύο γὰρ εἴδη ὀδόντων εἰσίν· οἱ μὲν γὰρ πρόχειροι τὸ παρατυχὸν τέμνουσι βρῶμα· οἱ δὲ ἐνδότεροι συνάγουσι τὸ τμηθέν, διὸ καὶ μύλαι ὀνομάζονται.

Ἐνταῦθα δέ, εἴτε τῶν αἰσθητῶν εἴτε τῶν νοητῶν λεόντων λέγει συντεθλᾶσθαι τὰς μύλας, οὐκ ἴσμεν. Νοητοὶ δὲ λέοντες, τύραννοι βασιλεῖς καὶ δαιμόνων φατρία· ἑκατέρωθεν δὲ τὰς μύλας συνέθλασε ξύλῳ σταυροῦ Χριστὸς ὁ Κύριος, «οἳ καὶ ἐξουδενώθησαν ὡς ὕδωρ διαπορευόμενον» καὶ ῥᾳδίως καταπατούμενον «ἕως ἀσθενήσουσι» καὶ τελείως ἀνίσχυροι γένωνται. «Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται· ἔπεσε πῦρ» ἐπ’ αὐτοὺς «καὶ οὐκ εἶδον τὸν ἥλιον» τῆς δικαιοσύνης. Πεπόνθασι δὲ τοῦτο «πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας αὐτῶν τῇ ῥάμνῳ». Ἀκανθῶδες φυτὸν ἡ ῥάμνος σταυροῦ τύπον ἐπέχον, δι’ οὗ ἡ ἁμαρτίας ἄκανθα συνετρίβη. «Ὡσεὶ ζῶντας ὡσεὶ ἐν ὀργῇ καταπίεται αὐτούς», τοὐτέστι τοὺς ἀσυνέτους καὶ ἀμετανοήτους ἡ ἀκανθώδης ἁμαρτία καταφάγεται ῥᾷον. «Καὶ εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν· τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ», ἤτοι, θεάσεται αὐτοῦ τὴν ἀναίρεσιν κατὰ τὸ αἷμα τὸ χεόμενον. «Καὶ ἐρεῖ ἄνθρωπος· Ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ Θεὸς κρῖναι αὐτοὺς ἐν τῇ γῇ».

Τοῦτο καὶ περὶ τοῦ Χριστοῦ καὶ περὶ δικαίων τινῶν τινες τῶν ἀφρόνων εἰρήκασιν.

Ψαλμὸς νηʹ Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαβὶδ εἰς στηλογραφίαν, ὁπότε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. «Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ’ ἐμὲ λύτρωσαί με· ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με· ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ’ ἐμὲ κραταιοί». Ταῦτα ἔλεγε Δαβὶδ πρὸς τὸν Θεόν, ὁπηνίκα Σαοὺλ ἔστειλεν ἐν τῷ οἴκῳ Δαβὶδ τοῦ κρατῆσαι καὶ θανατῶσαι αὐτόν. Ὁ δέ, ὡς εἴωθε, τεῖχος ἄμαχον ποιούμενος καταφυγὴν πρὸς Θεόν, οὐκ ἀπέτυχε τοῦ σκοποῦ. «Οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου, Κύριε· ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα». Πρὸς σὲ γὰρ ἥμαρτον καὶ ἠνόμησα· πρὸς Σαοὺλ δὲ οὔτε ἥμαρτον οὔτε ἠνόμησα. Διὸ «ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἴδε, ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς τοῦ Ἰσραήλ, καὶ μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσι πόλιν».

Ταῦτα γὰρ καὶ τὰ τούτοις ἀκόλουθα ἔλεγε, κατὰ τῶν ἐπιβουλευομένων τοῦ θανατῶσαι αὐτόν· ἦσαν δὲ ταῦτα τύποι τοῦ πάθους τοῦ Χριστοῦ. «Καὶ γνώσονται», φησί, «ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰακὼβ καὶ τῶν περάτων τῆς γῆς· αὐτοὶ δὲ διασκορπισθήσονται τοῦ φαγεῖν, ἐὰν μὴ πρότερον χορτασθῶσι καὶ γογγύσουσιν», ὡς κοιλιόδουλοι. «Ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου, ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου· ὁ Θεός μου τὸ ἔλεός μου». Οὕτω γὰρ προσήκει ἡμᾶς ἐν παντὶ πειρασμῷ καταφεύγειν πρὸς Θεόν· καὶ τῆς αὐτοῦ ἐπικουρίας καταξιωθέντας εὐγνωμόνως πάλιν εὐχαριστεῖν αὐτῷ καὶ δοξάζειν.

Ψαλμὸς νθʹ Εἰς τὸ τέλος· τοῖς ἀλλοιωθησομένοις ἔτι, εἰς στηλογραφίαν τῷ Δαβίδ, εἰς διδαχήν, ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σωβά, καὶ ἐπέστρεψεν Ἰωάβ, καὶ ἐπάταξε τὸν Ἐδὼμ ἐν τῇ φάραγγι τῶν ἁλῶν, δώδεκα χιλιάδας. «Ὁ Θεὸς ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ» πάλιν «ᾠκτείρησας ἡμᾶς. Συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς ὅτι ἐσαλεύθη». Περί τινων γὰρ ἐμπρησμῶν καὶ λοιπῶν ἀνιαρῶν τότε συμβεβηκότων ταῦτα καὶ τοιαῦτα εἴρηται πρὸς Δαβίδ. Ἁρμόδιον δὲ καὶ τῷ βίῳ παντί, ἐπεὶ οὐκ ἀπολείπουσι τὸν βίον ἐμπρησμοὶ καὶ σεισμοὶ καὶ διάφοροι μάστιγες. Εἶτα φησίν· «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ», ἤτοι ὁ Πατὴρ πρὸς τὸν Υἱόν· «Ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα». Σίκιμα δὲ καλεῖται ἡ Ναζαρέτ, ἡ τῆς Παρθένου Μαρίας πατρίς. Εἶτα πάλιν ἐπὶ τῆς Ἰδουμαίας φησίν· «Ἐκτενῶ τὸ ὑπόδημά μου», ὑπόδημα τὴν τοῦ Λόγου σάρκωσιν αἰνιττόμενος, Ἰδουμαίαν δὲ τὴν οἰκονομίαν, ἐν ᾗ «καὶ τοῖς ἀνθρώποις συνανεστράφη», ὥς φησιν, «ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν», τὴν τῶν ἐθνῶν συναγωγὴν αἰνιξάμενος. «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» ἤτοι, πολιορκουμένης; ἢ «τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Οὐδεὶς ἄλλος, εἰ μὴ ἡ τοῦ Πατρὸς πρὸς σὲ τὸν Υἱὸν εὐδοκία. «

Ὁ καὶ ἀπωσάμενος ἡμᾶς» ἐνδίκως διὰ τῆς ἁμαρτίας καὶ πάλιν οἰκτειρήσας, «δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως» καὶ οὐ μὴ δεηθῶμεν βοήθειαν ἀνθρώπου, ἀλλ’ «ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν», ἤτοι, νῖκος κατὰ τῶν πολεμίων, «καὶ αὐτὸς ἐξουθενώσει τοὺς θλίβοντας ἡμᾶς».

Ψαλμὸς ξʹ Εἰς τὸ τέλος, ἐν ὕμνοις· τῷ Δαβὶδ ψαλμός. «Εἰσάκουσον, ὁ Θεός, τῆς δεήσεώς μου, πρόσσχες τῇ προσευχῇ μου. ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιᾶσαι τὴν καρδίαν μου· ἐν πέτρᾳ ὕψωσάς με, ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου». Γενικώτατος ὁ ψαλμός, ἐπὶ παντὶ προσώπῳ προσοικειούμενος. Τοῦτο γὰρ δηλοῖ καὶ «ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα», τουτέστιν ἐκ παντὸς τόπου, ἐφ’ ᾧ ἕκαστος παροικεῖ. Ὁ γὰρ Δαβὶδ οὐκ «ἐκ τῶν περάτων τῆς γῆς», ἀλλ’ ἐκ τοῦ μέσου τῆς γῆς ἐκέκραγε ταῦτα, εἰ μή που καὶ ἐκ προσώπου τοῦ ἐν Βαβυλῶνι αἰχμαλώτου λαοῦ προσηγόρευσε ταῦτα. «Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου», ἤτουν διαμένει τὸ ὄνομά σου ἀΐδιον καὶ ἀνεξάλειπτον. «Ἡμέραν ἐξ ἡμέρας τοῦ βασιλέως προσθήσεις, τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. Διαμένει εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ», δηλαδὴ ὁ Υἱὸς σὺν τῷ Πατρί. «Ἔλεον καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει;» ἀντὶ τοῦ οὐδεὶς ἐξιχνιάσει. «Οὕτω ψαλῶ τῷ ὀνόματί σου εἰς τοὺς αἰῶνας».

Πῶς οὕτως; ἀνεξιχνίαστόν σε καὶ ἀκατάληπτον ὁμολογῶν. «Τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας», ἤτοι ἐφ’ ἑκάστης ἡμέρας προσοίσω σοι τὰς εὐχάς μου.

Ψαλμὸς ξαʹ Εἰς τὸ τέλος· ὑπὲρ Ἰδιθούν· τῷ Δαβίδ. «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;» Καὶ τίνι λοιπὸν ἄλλῳ ὑποταγήσεται; «παρ’ αὐτῷ τὸ σωτήριον καὶ αὐτὸς Θεός μου καὶ σωτήρ μου, ἀντιλήπτωρ καὶ οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον;» ἤτοι, ἕως πότε κατ’ ἀνθρώπου φονικῶς συμβουλεύεσθε πάντες ὑμεῖς; «Ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ», ἤτοι, περιτρεπομένῳ, καὶ αὐτός ἐστιν ὀχύρωμα θεῖον. «Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι», ἤτοι «τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου», οἳ ἀπωσάμενοι «τῷ κορβανᾷ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως». «Τῷ στόματι αὐτῶν προσεπόνουν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο.

Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου· ὅτι αὐτὸς Θεός μου καὶ σωτήρ μου. Ἐλπίσατε ἐπ’ αὐτὸν πᾶσα συναγωγὴ λαοῦ. Ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν» καὶ μὴ πρὸς τὰ τοῦ βίου μάταια. «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι». Παράζυγα στάθμια, φησί, καταστήσαντες, παρωνοῦνται καὶ παραπιπράσκουσι καὶ ἀδικοῦσι καὶ γεγόνασι μάταιοι καὶ ψευδεῖς, ψευδῶς ταλαντεύοντες. Ἀλλὰ «μὴ ἐλπίζετε», φησί, «ἐπ’ ἀδικίας καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ μὴ προστίθεσθε καρδίαν», ἀλλὰ πρὸς ἄρρευστον πλοῦτον τὴν ἔφεσιν ὑμῶν ἀνατείνετε. «Ἅπαξ ἐλάλησεν ὁ Θεός, ἐγὼ δύο ταῦτα ἤκουσα». Ποῖα δύο; «Ὅτι τὸ κράτος τοῦ Θεοῦ καὶ τὸ ἔλεος, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ», εἴτε φαῦλα εἴτε χρηστά.

Ψαλμὸς ξβʹ Ψαλμὸς τῷ Δαβὶδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας. «Ὁ Θεὸς ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω», ἤτοι, ταχύνω, προσφεύγω, ὑμνῶ καὶ δοξάζω· «ἐδίψησέ σε ἡ ψυχή μου». Φλογῶδες τὸ πάθος τῆς δίψης· διὰ τοῦτο οὐκ εἶπεν ὅτι ἠγάπησέ σε ἡ ψυχή μου, ἀλλ’ ὅτι ἐδίψησε, τὸ τῆς ἀγάπης παραδηλῶν ἀκραιφνέστατον. Καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ ἁρμόδια πᾶσιν ἡμῖν καὶ κατάλληλα. Διὰ τοῦτο γὰρ παρὰ πᾶσαν γραφὴν τὸ Ψαλτήριον ἀποστοματίζειν οἱ Πατέρες ἡμῖν παρέδωσαν ὡς ἑρμαῖον πλοῦτον καὶ κοινὸν ἐντρύφημα. Ὑμνοῦμεν γὰρ δι’ αὐτοῦ τὸν Θεόν· ἀνατρέπομεν δαίμονας· ἐξαιτούμεθα σωτηρίαν· κηρύττομεν Χριστοῦ πρώτην καὶ δευτέραν ἔλευσιν· καὶ ἁπλῶς οἱ νουνεχεῖς τοῦτο διεξιόντες, οἴονται αὐτὸ φυτὸν πάμφορον καὶ λειμῶνα εὐθαλῆ καὶ πολυέραστον. Τὸ δὲ «Εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου», περὶ Χριστοῦ καὶ Ἰουδαίων ὑποληπτέον. Τίς δὲ ὁ μισθὸς αὐτῶν; «Εἰσελεύσονται», φησίν, «εἰς τὰ κατώτατα τῆς γῆς. Παραδοθήσονται εἰς χεῖρας ῥομφαίας καὶ μερίδες ἀλωπέκων ἔσονται», τουτέστι τῇ αἰχμαλωσίᾳ καὶ τῇ φθορᾷ παραδοθήσονται καὶ ἑρπετῶν βρῶμα γενήσονται. «Ὁ δὲ βασιλεὺς» Χριστὸς «εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ» καὶ Πατρὶ καὶ «ἐπαινεθήσεται πᾶς ὁ πρὸς αὐτὸν πεποιθώς, ὅτι ἐνεφράγη στόμα» Ἰουδαίων «λαλούντων» κατ’ αὐτοῦ «ἄδικα», ὡς πλάνον καὶ παραβάτην τοῦ νόμου αὐτὸν παροινούμενοι.

Ψαλμὸς ξγʹ Εἰς τὸ τέλος· Ψαλμὸς τῷ Δαβίδ. «Εἰσάκουσον, ὁ Θεός, φωνῆς μου ἐν τῷ δέεσθαί με πρὸς σέ· ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου· σκέπασόν με ἀπὸ συστροφῆς πονηρευομένων». Ταῦτα καὶ τῷ Δαβὶδ καὶ πᾶσιν ἡμῖν προσήκει τὰ ῥήματα, οὐ μὴν δὲ ἀλλὰ καὶ μεταξὺ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καὶ τῶν ἀθέων τυράννων, πρὸς οὓς ἔλεγον οἱ Χριστοῦ Μάρτυρες, ὅτι «βέλη νηπίων τὰς πληγὰς ἡμῶν λογιζόμεθα». Ἐξησθένησαν δὲ τῶν τυράννων αἱ γλῶσσαι ὡς μὴ δυνάμεναι θεοφθόγγους λόγους τῆς Ἐκκλησίας ἀντιπαλαῖσαι. «Ἐταράχθησαν πάντες οἱ θεωροῦντες» αὐτῶν τὴν ὠμότητα, «καὶ ἐφοβήθη πᾶς ἄνθρωπος» συνετός. «Καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ Θεοῦ καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν. Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπιεῖ ἐπ’ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ». Καθ’ ὅσον γὰρ κακὸν ἡ σκολιότης, κατὰ τοσοῦτον ἡ εὐθύτης βέλτιον, «ὅτι εὐθύτης», φησίν, «ἠγάπησέ σε».

Ἡμεῖς δὲ Χριστοῦ χάριτι καὶ τοῦδε τοῦ λόγου τὸ τέρμα κατειληφότες, αὐτὸν περιστείλωμεν, ὡς ἀντὶ πολυλεξίας βραδυλεξίας μάλιστα ποιούμενοι ἐπιμέλειαν, ὥστε τινὰς μὲν τῶν ψαλμῶν τὰς αἰτίας παραδηλοῦμεν, τινὰς δὲ τῶν στίχων σὺν τῷ κειμένῳ καὶ τὴν ἑρμηνείαν παρακιρνῶμεν, οὐ καλλιεπείας, ἀλλὰ σαφηνείας ἐργωδεστέρως ἀγωνιζόμενοι, καθὼς καὶ ἣν κεκλήκαμεν χάριν τοῦ ἁγίου Πνεύματος ἐκκαλύπτειν ἡμῖν τὰ παράβυστα· ὧν γένοιτο πρακτικῶς μᾶλλον ἢ διηγηματικῶς ταῦτα διεξιέναι, εἰς σωτηρίαν ἡμῶν, εἰς αἶνον δὲ καὶ δόξαν καὶ τιμὴν καὶ προσκύνησιν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.