Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τοὺς ψαλμούς

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος Ε' (Ψαλμοί 64-76)

Ερμηνευτική προσέγγιση του ένατου και δέκατου καθίσματος, περιλαμβάνουσα αναφορές στην ανάληψη, τη νοητή πομπή των αποστόλων και τα έργα της θείας πρόνοιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 6 από 11

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ Εʹ ΠΕΡΙ ΤΩΝ Θʹ ΚΑΙ Ιʹ ΚΑΘΙΣΜΑΤΩΝ ΤΩΝ ΘΕΙΩΝ ΨΑΛΜΩΝ ΣΑΦΗΝΕΙΑ ΔΙΑ ΒΡΑΧΕΩΝ ΚΑΘΙΣΜΑ ΕΝΑΤΟΝ Εὐλόγησον, πάτερ.

<Προοίμιον> Ἐργωδεστέρως καὶ εὐθυρρημόνως περὶ τοῦ ζʹ καὶ τοῦ ηʹ τῶν καθισμάτων ὁ δʹ λόγος διαδρεψάμενος, παρῆκε τῷ εʹ περὶ τοῦ θʹ φάναι καὶ τοῦ ιʹ, λέγοντος οὕτως·

Ψαλμὸς ξδʹ Εἰς τὸ τέλος· Ψαλμὸς τῷ Δαβίδ· ᾠδὴ Ἰερεμίου καὶ Ἰεζεκιὴλ ἐκ τοῦ λαοῦ τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύεσθαι. «Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἰερουσαλήμ». Ὅρα πηλίκον ἦν τότε τῆς πίστεως τὸ ἀτελές, ὥστε ἐν Ἱεροσολύμοις καὶ μόνοις τὸν θεῖον ὕμνον καὶ τὰς εὐχὰς περιφέρεσθαι. Εἰ γὰρ καὶ «πάντα τὰ ἔθνη χεῖρας κροτεῖν» προετράπησαν καὶ «ἀλαλάζειν Θεῷ», ἀλλ’ οὔπω παρῆν ὁ καιρός, ὃν καὶ νῦν αἰνιττόμενος ἔφη· «Εἰσάκουσον προσευχῆς μου», ὅτι μετὰ ταῦτα «πρὸς σὲ πᾶσα σὰρξ ἥξει», ὁπηνίκα δηλαδὴ τὸ κεκρυμμένον μυστήριον τῆς ἐνσάρκου οἰκονομίας πρὸς ἀπόβασιν ἥξει. «Λόγοι ἀνόμων» τυράννων «ὑπερεδυνάμωσαν ἡμᾶς», ἤτοι, κατετυράννησαν τὴν ἐκκλησίαν τοῦ Θεοῦ, «καὶ τῆς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ», καθότι καὶ πλὴν σοῦ πρὸς τοῦτο ἱκανὸς ἄλλος οὐδείς. «Μακάριος ὃν ἐξελέξω καὶ προσελάβου κατασκηνῶσαι ἐν ταῖς αὐλαῖς σου». Εἰ γὰρ ὁ ἐν αὐλαῖς βασιλέως αὐλιζόμενος εὐκλεής, πόσῳ γε μᾶλλον ὁ ἐν αὐλαῖς Θεοῦ διατρίβων ἐν παρρησίᾳ. «Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου». Εὔδηλον γὰρ ὅτι ἐν ταῖς θείαις αὐλαῖς συστρεφόμενος καὶ τῶν τεταμιευμένων ἀγαθῶν τοῦ οἴκου ἐν ἀπολαύσει γίνεται. «Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ».

Αἰσθητὸς μὲν ναὸς οὐδεὶς τότε ἦν, ὅτε Δαβὶδ ἔλεγε ταῦτα, οὐδὲ ὁ Σολομώντειος ναός, πλὴν τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐν ᾗ θαυμαστῶς πολλάκις ἐλάλει Θεός. Νοητὸς δὲ ναὸς «θαυμαστὸς ἐν δικαιοσύνῃ» ἡ ἄχραντος Θεοτόκος, ἐν ᾗ τὸ Πνεῦμα τὸ ἅγιον ἐσκήνωσε καὶ ἡ δύναμις τοῦ Ὑψίστου. «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν». Σύ, φησίν, «ὁ πανταχοῦ τὰ πάντα πληρῶν, ὡς Θεός», ἐπακούσας, ἐξελοῦ ἡμᾶς ἐκ παντὸς ἐναντίου. «Ὁ ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ σου, ὁ περιεζωσμένος ἐν δυναστείᾳ, ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης· ἤχους δὲ κυμάτων αὐτῆς» τίς καθέξει ἢ τίς ὑποστήσεται πλὴν σοῦ τοῦ συνταράσσοντος αὐτὴν μέχρι τοῦ πυθμένος καὶ περιθέντος αὐτῇ κλεῖθρα καὶ πύλας; «Ταραχθήσονται τὰ ἔθνη καὶ φοβηθήσονται τὰ κατοικοῦντα τὰ πέρατα ἀπὸ τῶν σημείων σου», ὁπηνίκα σε ἴδωσιν ἐν θεοσημίαις Θεὸν ἐνανθρωπήσαντα. «Ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις». Τέρψεις τῶν σῶν μαθητῶν ἐξοδεύων πρὸς τὰς ἐρήμους καὶ πάλιν ἐπιχωριάζων τῇ πόλει σου Σιών. «Ἐπεσκέψω τὴν γῆν» ἐν τῇ σῇ παρουσίᾳ «καὶ ἐμέθυσας αὐτὴν» τῆς χρηστότητός σου· «ἐπλήθυνας τοῦ πλουτίσαι αὐτὴν» ἐπομβρίαις τῶν σῶν ἀγαθῶν. «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων». Μυρίους γὰρ ποταμοὺς ὁ κόσμος κεκτημένος, ποῖον ἆρα τοπάσωμεν ποταμὸν Θεοῦ;

Τέσσαρες δὲ ἐκ τοῦ Παραδείσου, εἰσρέουσι κατὰ τὴν θείαν Γραφήν, ὁ Φισών, ὁ Τίγρης, ὁ Γεὼν καὶ ὁ Εὐφράτης. Εἶτα καὶ μυρίους ἑτέρους ποταμοὺς ἱστοροῦσιν οἱ περὶ τὴν τούτων εὕρεσιν ἐσχολακότες, οὓς καὶ ἐπονομάζουσιν οὕτως· ὁ Ἰνδός, ὁ Βάκτρος, ὁ Χόσοπις, ὁ Ἄραξ, ὁ Τάναϊς, ὁ Τάρσισος, ὁ Ἴστρος, ὁ Ῥοδανός, ὁ Ἐαγών, ὁ Νύσσης, ὁ Χρεμέτης. Καὶ ἄλλων μυρίων ἁπλῶς ποταμῶν εἰσρεόντων κατὰ τὴν ἕω καὶ τὴν ἑσπέριον γῆν, κατὰ τὴν ἄρκτον καὶ μεσημβρίαν, μόνος ἐκεῖνος ἐξελέγη κληθῆναι ποταμὸς Θεοῦ, ἐφ’ ὃν ἐξ οὐρανοῦ ἐξηκούσθη φωνὴ τοῦ Πατρός, ἐφ’ ὃν ἐβαπτίσθη ὁ Υἱὸς καὶ ἐφ’ ὃν ἐφάνη τὸ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς. «Ἡτοίμασας τὴν τροφὴν αὐτῶν» τῶν βαπτιζομένων εἰς Τριάδα ὁμοούσιον τὴν παναγίαν σου σάρκα, «ὅτι οὕτως ἡ ἑτοιμασία» αὕτη εἰς ἄφεσιν ἁμαρτιῶν. «Τοὺς αὔλακας τῆς γῆς μέθυσον, πλήθυνον τὰ γεννήματα αὐτῆς» ταῖς ἐπομβρίαις σου «καὶ εὐφρανθήσεται ἀνατέλλουσα» καρποὺς πολυτελεῖς. «Εὐλόγησον τὸν κύκλον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, ἵνα τὰ πεδία σου πλησθήσονται πιότητος καὶ πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. Ἐνδύσονται οἱ κριοὶ τῶν προβάτων» ἔριον δαψιλῶς «καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται καὶ γὰρ ὑμνήσουσι».

Ταῦτα πάντα, φησί, τὰ ἀγαθὰ πλεονάσουσι ἐν τῇ γῇ σου, εἴ γε παριδὼν τὰς ἁμαρτίας ἡμῶν «εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου». «Κεκράξονται» ἐν θυμηδίᾳ «καὶ γὰρ ὑμνήσουσί» σε.

Ψαλμὸς ξεʹ Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ· ἀναστάσεως. «Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ» ἡ τὸ πρὶν ἀγνοοῦσα καὶ τὴν κτίσιν λατρεύουσα. «Εἴπατε τῷ Θεῷ» καὶ Πατρί· «ὡς φοβερὰ τὰ ἔργα σου», ὅτι οὐκ ἐφείσω τοῦ Υἱοῦ σου τοῦ ἀγαπητοῦ πρὸς τὸ σῶσαι τὸ πλάσμα σου. Ἐν δὲ τῷ πλήθει τῆς δυνάμεώς σου, ἤτοι, τοῦ Υἱοῦ σου, «ἐψεύσαντό σε οἱ ἐχθροί σου» λέγοντες μὴ ἔχειν σε ὁμοούσιον Υἱὸν μηδὲ Πνεῦμα συναΐδιον.

Οἱ δὲ πιστεύοντες τῷ Υἱῷ εἴπατε αὐτῷ· «Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι. Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ» φανέντος ἐπὶ τῆς γῆς, ὡς «φοβερὸς ἐν βουλαῖς» καὶ πράξεσιν «ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ὁ μεταστρέφων τὴν» Ἐρυθρὰν «θάλασσαν εἰς ξηρὰν» πρὸς διάβασιν φυγάδος λαοῦ, «ἐν ποταμῷ» Ἰορδάνῃ «διελεύσονται ποδί» μετὰ τῆς κιβωτοῦ δημαγωγοῦντος Ἰησοῦ τοῦ Ναυῆ. Ἐκεῖ «εὐφρανθήσομαι» ἐν τοῖς τέρασι τοῦ Θεοῦ. «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσι» διὰ τὴν τῶν Ἰουδαίων χριστοκτονίαν, «οἱ παραπικραίνοντες» θεοκτόνοι «μὴ ὑψούσθωσαν ἑαυτούς», ὡς τέκνα τοῦ Ἀβραάμ, ἀλλὰ «τὰ ἔθνη εὐλογεῖτε τὸν Θεὸν ἡμῶν καὶ ἀκοντίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ», μετάνοιαν κηρύττουσαν καὶ οὐρανῶν βασιλείαν. «Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν καὶ μὴ δόντος εἰς σάλον» ἀπιστίας «τοὺς πόδας μου». Ταῦτα ἡ Ἐκκλησία τοῦ Θεοῦ λέγει καὶ οἱ μάρτυρες αὐτῆς· «Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς» ἐν πειρασμοῖς καὶ βασάνοις «ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον», ἀποκαθάρας ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ. «Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα» τῶν ἀσεβῶν τυράννων, «ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.

Ἐπεβίβασας ἀνθρώπους» δυσμενεῖς «ἐπὶ τὰς κεφαλὰς ἡμῶν, διήλθομεν διὰ πυρὸς καὶ ὕδατος» ἀνιώμενοι, καὶ μετὰ ταῦτα πάντα τὰ πήματα «ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχὴν» ἀτελευτήτου ζωῆς· πρὸς τοῦτο γὰρ καὶ συνεχώρησας ἡμᾶς πείσεσθαι ταῦτα. Εἶτα φησὶ καὶ αὖθις τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ· «Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου» τῇ ἐκ τῶν τυράννων. «Ὁλοκαυτώματα μεμυελωμένα», ἤτοι πεπιωμένα «ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν» λογικῶν καὶ οὐχ ὡς οἱ πάλαι «βόας μετὰ χιμάρων. Δεῦτε ἀκούσατε καὶ διηγήσομαι ὑμῖν, πάντες οἱ φοβούμενοι τὸν Θεόν, ὅσα ἐποίησε τῇ ψυχῇ» τῆς ὁμηγύρεώς «μου». «Πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου» λέγουσαν· «Ἀδικίαν» δυσσεβείας «εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου Κύριος. Διὰ τοῦτο εἰσήκουσέ μου ὁ Θεός», διὰ τὸ ἀδικίαν τοιαύτην μὴ καθορῶν ἐν ἐμοί. «Προσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου», κἀγὼ ἐρῶ πρὸς αὐτόν· «Εὐλογητὸς ὁ Θεός, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ’ ἐμοῦ», [***], ἀλλὰ «καὶ ἔτι προστίθημι» λέγουσα<ν>.

Ψαλμὸς ξϛʹ Εἰς τὸ τέλος, ἐν ὕμνοις· Ψαλμὸς ᾠδῆς τῷ Δαβίδ. «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς» καὶ ἐλεήσαι ἡμᾶς· «τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου καὶ ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου» ὡσεὶ λαμπὰς ὀφθήσεται· καὶ «ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου» Συμεὼν ἔφη θεοδόχος. «Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη» ἐν τούτῳ τῷ σωτηρίῳ σου. «Ὅτι κρινεῖ λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσει. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες». «Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς», αἰσθητῶς μὲν τὸν ἐδώδιμον, νοητῶς δέ, Μαριὰμ τὴν Παρθένον. Ἐξ ἧς ὁ καρπὸς τῆς ζωῆς, ἐξ οὗ τρεφόμεθα χάριτι αὐτοῦ οἱ πρὸς αὐτὸν πεποιθότες.

Ὃς καὶ «εὐλογήσαι ἡμᾶς ὡς Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς».

Ψαλμὸς ξζʹ Εἰς τὸ τελος· ᾠδῆς ψαλμὸς τῷ Δαβίδ. «Ἀναστήτω ὁ Θεός», ἀναστήτω τριήμερος ἐκ τοῦ τάφου καὶ τῶν τοῦ ᾅδου ταμείων, «καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ», δαίμονες καὶ Ἰουδαῖοι καὶ οἱ τὸν τάφον φρουροῦντες στρατιῶται «καὶ φυγέτωσαν» πάντες οὗτοι «ἀπὸ προσώπου αὐτοῦ, ὡς μισοῦντες αὐτόν. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν» εὐπετῶς, «ὡς τήκεται κηρὸς» ῥᾷον «ἀπὸ προσώπου πυρός, οὕτως ἀπολοῦνται» οἱ ῥηθέντες «ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ» ἐκ νεκρῶν ἀναστάντος «Θεοῦ· καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν» μαθηταί, καὶ πᾶς ὁ σύλλογος τῶν πιστῶν «τερφθήτωσαν ἐν εὐφροσύνῃ. Ψάλλοντες τῷ ὀνόματι αὐτοῦ ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν» ταπεινότητος θανασίμου· ὅτι «Κύριος ὄνομα αὐτῷ» καὶ οὐκ ἠλλοίωται τῆς θεϊκῆς δόξης αὐτοῦ. Καὶ «ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ» οἱ πιστοὶ αὐτοῦ, «ταραχθήτωσαν δὲ ἀπὸ προσώπου αὐτοῦ» οἱ ἄξιοι ταραχῆς, «ὡς πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν, ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ», ἀπεριγράπτως καὶ οὐ τοπικῶς περιειργμένος. «Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ» ἡσυχίας, ὡς μονομάχους δούλους αὐτοῦ, ἐνισχύων αὐτούς, «ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ», ἐκ τῶν τοῦ ᾅδου χρονίων δεσμωτηρίων, «ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις».

Τάχα τίνες ἦσαν οἱ τότε ἡσυχάζοντες ἐν τοῖς τάφοις, οἵ, ἀντὶ τοῦ θεραπεύειν Θεόν, παρεπίκραναν μᾶλλον κενὴν δόξαν θηρώμενοι καὶ πράξεσιν ἀθεμίτοις. «Ὁ Θεός, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν», δηλονότι τὸ μάννα καὶ τὴν ὀρτυγομήτραν «ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ καὶ Ἰσραήλ. Βροχὴν ἑκούσιον ἀφοριεῖς ὁ Θεὸς τῇ κληρονομίᾳ σου», τὸ μάννα φαγεῖν, «καὶ ἠσθένησεν» ἡ ῥηθεῖσα κληρονομία σου ἀνὰ τὴν ἔρημον, «σὺ δὲ κατηρτίσω αὐτήν», διατρέφων αὐτὴν χωρὶς ἀροτριώσεως καὶ ἀμητοῦ τεσσαράκοντα χρόνους. «Τὰ ζῷά σου», ἤτοι, ὁ λαός σου, «κατοικοῦσιν ἐν αὐτῇ» τῇ ἐρήμῳ. «Ἡτοίμασας ἐν τῇ χρηστότητί σου», Χριστέ, «τῷ πτωχῷ» τῶν ἀποστόλων χορῷ «ῥῆμα εὐαγγελιζομένῳ δυνάμει πολλῇ, ὡς βασιλεὺς τῶν δυνάμεων καὶ τοῦ ἀγαπητοῦ» Πατρὸς Υἱὸς ἀγαπητός. «Τῇ ὡραιότητι τοῦ οἴκου» τῆς θεοκλήτου ἐκκλησίας σου, «διελέσθαι σκῦλα» λογικά, καὶ τὴν προσήκουσαν μοῖραν εὐκληρίας ἀπονέμων ἑκάστῳ. «Ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων» πράξεως καὶ θεωρίας, ὄντως «πτέρυγας περιστερᾶς περιηργυρωμένας» ἐσχήκατε, «ἧς τὰ μετάφρενα ἐν χλωρότητι χρυσίου», ἐν τῷ λαλεῖν «τὸν ἐπουράνιον βασιλέα ἐπ’ αὐτῆς». «Χιονωθήσονται» οἱ τοιοῦτοι «ὡς ἐν Σελμὼν» τῷ ὄρει, ὅ ἐστιν «ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον», ἤτοι, πεπιωμένον καὶ διάλευκον καὶ στεγανόν.

Καὶ «Ἱνατί», φησίν, «ὑπολαμβάνετε» κοινὰ «ὄρη» εἶναι «τετυρωμένα;» ἓν γάρ ἐστι τὸ τοιοῦτον ὄρος, οὐ πολλά, «τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ. Καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος». Πνευματικὸν ὄρος καὶ νοητὸν ἡ ἄχραντος Θεοτόκος, ἐν ᾗ εἰς τέλος ἐσκήνωσεν ὁ εἷς τῆς Τριάδος καὶ σωτὴρ τοῦ κόσμου· αἰσθητὸν δὲ ὄρος Σιών, ἐν ᾧ «εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς». «Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων». Ἅρμα τοῦ Θεοῦ τὴν θείαν ῥοπὴν εἴρηκεν, ἣν μυρίαι μυριάδες Ῥωμαίων ἀντιτυπῆσαι οὐ δύνανται. «Κύριος ἐν αὐτοῖς ἐν Σινᾶ ἦν ἐν τῷ ἁγίῳ», ἤτοι ἐν ἀπορρήτῳ συγκαταβάσει ἐν τῷ ἁγίῳ Σινᾶ ἦν ἐν τῷ Μωυσῇ· ἤγουν ἦλθε, παρέλαβεν. «Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν».

Τοῦτο τὸ ῥητὸν ὁ θεῖος Παῦλος εἰς τὴν τοῦ Χριστοῦ κατάβασιν καὶ ἀνάβασιν ἐρρητόρευσεν. Ὅθεν οὐδὲ λέγει ὅτι «ἔλαβες δόματα ἐν ἀνθρώποις», ἀλλ’ ὅτι «ἔδωκας δόματα τοῖς ἀνθρώποις». «Καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι», ἤτοι τοὺς ἀπειθοῦντας Ἰουδαίους διὰ τὴν πρὸς τοὺς Πατέρας ἐπαγγελίαν, συγχωρεῖ τοῦ κατασκηνῶσαι εἰς τὴν γῆν τῆς ἐπαγγελίας· «Κύριος ὁ Θεὸς εὐλογητός», δηλαδὴ ἐπαινετὸς καὶ πανευκλεὴς καὶ μηδὲν ἀθετῶν τῆς ἐπαγγελίας αὐτοῦ. «Εὐλογητὸς Κύριος ἡμέραν καθ’ ἡμέραν» καὶ τῆς αἰνέσεως αὐτοῦ οὐκ ἔστι διατομή. «Κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν», ὃς ἐξελεῖται καὶ σώζει ἡμᾶς ἐκ παντὸς πειρασμοῦ. «Ὁ Θεὸς ἡμῶν ὁ Θεὸς τοῦ σώζειν· καὶ τοῦ Κυρίου κυρίως αἱ διέξοδοι τοῦ θανάτου», ἤτουν ἀμήχανον ψυχὴν διεξοδεῦσαι τοῦ σώματος ἄνευ κελεύσεως αὐτοῦ. «Πλὴν ὁ Θεὸς συγκλάσει» καὶ ἀφανίσει «κεφαλὰς ἐχθρῶν αὐτοῦ», ὁπηνίκα θελήσῃ, «κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν».

Οὐκ ἄλλην τινὰ κορυφήν, ἀλλ’ ἐκείνων συνθλάσει τὰς κορυφὰς τῶν πλημμελούντων ἐν ἁμαρτίαις, ἐν ᾗ αἱ τρίχες κομῶσιν. «Εἶπε Κύριος· ἐκ Βασὰν ἐπιστρέψω, καὶ ἐν βυθοῖς θαλάσσης, ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι». Αἰσθητὴ Βασάν, χώρα ἐν γῇ Χαναάν, ἐν ᾗ ἐβασίλευσεν Ὤγ, νοητὴ δὲ Βασὰν ἡ παγκόσμιος ἤπειρος, ἐν ᾗ γενόμενος ὁ Υἱὸς τοῦ Θεοῦ εἶπε· «Κύριος», ὁ Πατήρ, «ἐπιστρέψω», ἤτοι ἐάσω σε οἰκονομικῶς καὶ φοβηθήσεται ὁ πούς σου ἐν αἵματι λογχευθείσης σου τῆς πλευρᾶς παρὰ τῶν δυσμενῶν. «Ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ’ αὐτοῦ», ἤτουν οἱ ἀπόστολοι ἐξ ἐχθρῶν Ἰουδαίων ἐξελέγησαν, ὧν ἡ γλῶσσα ἀναιρετικὴ ἀπιστίας, ὡς θῆρες ἀναιροῦνται παρὰ κυνῶν. «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός μου, τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ». Ἐφάνησαν ἐν τῷ κόσμῳ αἱ τοῦ Χριστοῦ ὁδοί, τῆς καινῆς διαθήκης αὐτοῦ ὡς βασιλέως ἁγίου καὶ ἀγαπητοῦ νόμοι θεοπρεπεῖς. «Προέφθασαν ἀρχόντων ἐχόμενοι», ἤτοι πλησίον ἐγένοντο καὶ οἱ ἄρχοντες οὗτοι, «ἐν μέσῳ νεανίδων» ψαλλουσῶν «τυμπανιστριῶν».

Ἄρχοντας μὲν νόει τοὺς θείους ἀποστόλους, τυμπανιστρίας δέ, τὴν παλαιὰν καὶ καινὴν διαθήκην, τυμπανιζούσας καὶ ᾀδούσας τὰ μεγαλεῖα τοῦ Θεοῦ, ἐν αἷς «προέφθασαν» πάντες οἱ τῆς πίστεως «ἄρχοντες» θεῖοι ἀπόστολοι «ἐν ἐκκλησίαις εὐλογοῦντες τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ», ἤτοι ἐν συναγωγῇ ἐθνῶν κηρύττοντες τὸν σαρκωθέντα Θεόν, «ἐκ πηγῶν», ἤτοι, ἐκ φυλῶν «Ἰσραήλ. Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει», δηλαδὴ ὁ ἐκ τῆς φυλῆς Βενιαμὶν Παῦλος, ὃς ἐγένετο πορευόμενος ἐν Δαμασκῷ καὶ ἤκουσε· «Σαούλ, Σαούλ, τί με διώκεις;» καὶ τὰ ἑξῆς πρόδηλα. «Ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν». Ἄρχοντες καὶ ἡγεμόνες Ἰουδαῖοι οἱ ἅγιοι ἀπόστολοι. «Δυνάμωσον, ὁ Θεός,» τὸ κήρυγμα «τοῦτο, ὃ κατειργάσω ἐν ἡμῖν. Ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἰερουσαλήμ, σοὶ οἴσουσι βασιλεῖς δῶρα», προσιόντες σοι «χρυσὸν καὶ λίβανον καὶ σμύρναν». Τὸ δέ, «ἀπὸ τοῦ ναοῦ σου», ὅτι περσικὸς τῶν εἰδώλων ναὸς καθιερώθη Θεῷ. Ὑποστρέψαντες γὰρ εἰς Περσίαν οἱ Μάγοι μετὰ καὶ τῶν εἰκονισμάτων τοῦ θείου βρέφους καὶ τῆς θεομήτορος καὶ ἀνατεθέντων ἐν τῷ ναῷ τοῦ Διός, ἔγραψεν ὁ Βασιλεύς· «Δὴ ναὸς Ἰησοῦ Θεοῦ», τουτέστιν, οὐ κληθήσεται πλέον ὁ ναὸς Διός, ἀλλὰ «Ἰησοῦ Θεοῦ». «

Ἐπετίμησε τοῖς θηρίοις τοῦ καλάμου», δηλονότι ἐν τῇ μακρᾷ ἐκείνῃ περσικῇ ὁδῷ, ἔν τινι τόπῳ ὑλώδει καὶ καλαμώδει, θῆρες κατέμενον· καὶ ἵνα μὴ ἔρυμα γένωνται τοῖς ὁδοιπόροις καὶ δωροφόροις Μάγοις, «ἐπετίμησε», φησίν, «αὐτοῖς», ἄδειαν παρέχων τοῖς δωροφόροις τούτοις ἀνδράσιν. «Ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν», κατὰ μὲν τὸ αἰσθητόν, ταῦροί τε καὶ δαμάλεις τῷ λαῷ πρὸς ἀπόλαυσιν καὶ ὑπηρεσίαν, κατὰ δὲ τὸ ἀναγωγικόν, ταῦροι καὶ δαμάλεις, ἀπόστολοι ἄνδρες, ἀπόστολοι γυναῖκες, ὥσπερ καὶ ἀλλαχοῦ, ἵππους καὶ ἱππασίας αὐτοὺς ἡ θεία Γραφὴ προηγόρευσεν.

Ἐνταῦθα δὲ ταύρους καὶ ἀροτῆρας τῆς εὐσεβείας καὶ ὡς κερατιοῦντας τὴν ἀσέβειαν «τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ». Ἢ γὰρ τῶν φιλαργύρων τὸ αἴνιγμα αἰνίττεται ἢ τῶν μαρτύρων τὸ κλέος τυρωθέντων βασάνοις ἐν χωνευτηρίῳ καὶ καθαρθέντων ὡς ἀργύριον καὶ χρυσίον. «Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα». Ἐκ πολέμων γὰρ χρήσιμον οὐδέν, ἀλλὰ σφαγαὶ καὶ χύσεις αἱμάτων τὸ πᾶν, οὓς διασκέδασον. «Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ». Ἥκασι γὰρ ἐξ Αἰγύπτου τότε ἀρχικώτερον ἄνδρες τινές, ἀπὸ Αἰθιοπίας Κανδάκης ὁ Εὐνοῦχος, ὃν βαπτίσας ὁ Φίλιππος κῆρυξ Χριστοῦ καὶ ἀπόστολος ἐγένετο Αἰθιοπίας, καὶ οὕτω προέφθασε χεὶρ Αἰθιοπίας τῷ Θεῷ. «Αἱ βασιλεῖαι τῆς γῆς ᾄσατε τῷ Θεῷ ψάλατε τῷ Κυρίῳ», δηλαδὴ τῷ οὐρανίῳ βασιλεῖ καὶ φανέντι ἐπὶ τῆς γῆς. «Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς» τῆς θεϊκῆς δόξης αὐτοῦ καὶ λαμπρότητος. Καὶ ἐπὶ δυσμὰς τῆς ἡμῶν ταπεινότητος γενόμενος καὶ τῆς αὐτοῦ δόξης μὴ ἀποστάς, «ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. Δότε δόξαν τῷ Θεῷ».

Αὐτὸς μὲν «δώσει φωνὴν δυνάμεως» ἐν τῷ κηρύγματι τῶν ἀποστόλων, ὑμεῖς δὲ οἱ ἀκούοντες «δότε δόξαν τῷ Θεῷ». «Ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ», ἤτουν ἡ μεγαλοπρεπὴς ἔνσαρκος οἰκονομία ἐκ τοῦ Ἰσραὴλ ἀνεφάνη, ἐξ οὗ καὶ οἱ προφῆται τὰ περὶ αὐτοῦ προεκελάδησαν, «καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις». Ὁσάκις γὰρ ἐπεφάνη, διὰ νεφελῶν ἐπεφάνη καὶ διὰ νεφέλης πρὸς τὸν αὐτοῦ ἀνελήφθη Πατέρα. «Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραήλ»· ἤτοι, παρὰ τῶν ἁγίων αὐτοῦ θαυμάζεται ὁ Θεός, τῶν αἴσθησιν εἰληφότων Θεοῦ σοφίαν καὶ δύναμιν. Ἁμαρτωλοὶ δέ, τοιαύτης αἰσθήσεως ἀμοιροῦντες, θαυμάζειν Θεὸν οὐ δύνανται. «Αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός». Τοὺς οἰκείους αὐτοῦ, φησί, κραταιῶς ἐνδυναμώσας, ἐπαινετὸς ὁ Θεός.

Ψαλμὸς ξηʹ Εἰς τὸ τέλος· ὑπὲρ τῶν ἀλλοιωθησομένων, ψαλμὸς τῷ Δαβίδ. «Σῶσόν με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις». Ἔθος τῇ θείᾳ Γραφῇ ὕδατα καὶ ἰλὺν τοὺς πειρασμοὺς καλεῖν καὶ τὰς θλίψεις. «Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς» αὐτῶν «κατεπόντισέ με». Οὐδὲ γὰρ εἰς θαλάσσης βάθος εἰσῆλθε Δαβίδ, οὐ καταιγὶς αὐτὸν κατεπόντισεν, ἀλλ’ εἰς Χριστὸν ταῦτα συνετελέσθησαν, ὃς ἦλθεν εἰς τὰ βάθη τῆς θαλάσσης τοῦδε τοῦ βίου καὶ καταιγὶς παθῶν αὐτῷ ἐπανέστη ὑπὸ ἀνόμων ἀνδρῶν. «Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου». Ἐγένετο ταῦτα, ὅτε προσηύχετο ἐν ἀγωνίᾳ καὶ ὁ ἱδρὼς αὐτοῦ «ὡσεὶ θρόμβοι αἵματος» κατεφέρετο, καὶ ἔλεγε· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο». «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν· ἐκραταιώθησαν οἱ ἐχθροί μου, οἱ ἐκδιώκοντές με ἀδίκως», ἤτοι τὰ τῶν Ἰουδαίων παρανομοῦντα πλήθη. «Ἃ οὐχ ἥρπαζον» πρὸ τοῦ πάθους, «τότε ἀπετίννυον», ἤτοι ἀπεδίδουν ἐν τῷ καιρῷ τοῦ πάθους μετὰ πολλῆς τῆς μανίας. «Ὁ Θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν». Οὔτε γὰρ ἀφροσύνη παρὰ Χριστῷ ἦν οὐδὲ πλημμελεῖαι, ἀλλ’ ἐπείσακτα αὐτῷ τὰ τοιαῦτα πάθη, διὰ τὸ ἆραι τοῦ κόσμου τὴν ἁμαρτίαν. «

Μὴ αἰσχυνθείησαν ἐπ’ ἐμὲ οἱ ὑπομείναντές σε, Κύριε τῶν δυνάμεων, μηδὲ ἐντραπείησαν ἐπ’ ἐμὲ οἱ ζητοῦντές σε, ὁ Θεὸς τοῦ Ἰσραήλ», τουτέστι μὴ διὰ τὸν ἐμὸν ἐπονείδιστον θάνατον συγχωρήσῃς, Πάτερ, καταισχύνεσθαι τοὺς πιστούς. Διὸ καὶ πολλὰ μὲν ἀπόστολοι, πολλὰ δὲ καὶ μάρτυρες ὀνειδιζόμενοι παρὰ τῶν τυράννων, ὡς εἰς βιοθανῆ ἄνθρωπον πιστεύοντες, οὐ κατῃσχύνθησαν, ἀλλὰ καὶ μέγα ἐν τούτῳ φρονοῦντες ἔλεγεν ἕκαστος αὐτῶν· «Αὕτη μου τιμὴ μᾶλλον», «ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν». Ἵνα τὴν σὴν εὐδοκίαν εἰς τέλος ἀγάγω διὰ τὴν τοῦ κόσμου σωτηρίαν «ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου», ἐν τῷ καταπαίζεσθαί με ὑπὸ ἀσεβῶν ἀνθρώπων. «Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου», καί περ οὐδ’ ἀδελφοὺς εἶχεν ὁμομητρίους οὐδὲ ἡ μήτηρ αὐτοῦ ἕτερον υἱὸν πλὴν αὐτοῦ. Ἀδελφοὺς δὲ αὐτοῦ τοὺς ἀποστόλους καλεῖ, ἀφ’ ὧν ἠλλοτριώθη προδοθεὶς καὶ ἀφέντες αὐτὸν ἔφυγον. «Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με»· τοῦτο καὶ οἱ ἀπόστολοι εἰς Χριστὸν ἐρρητόρευσαν, ὁπηνίκα διὰ φραγγέλλων τοὺς θεοκαπήλους ἐξέβαλε τοῦ ναοῦ. «Καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ’ ἐμέ», τοὐτέστι δι’ ἐμοῦ καὶ σὲ κατωνείδιζον λέγοντες· «Σωσάτω αὐτὸν εἰ θέλει αὐτὸν» καὶ τὰ ἑξῆς ἄτιμα. «

Συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου» ἡμερόνυκτα τεσσαράκοντα «καὶ ἐγενήθην» καὶ τοῦτο παρά τινων ἀφρόνως «εἰς ὀνειδισμοὺς ἐμοί. Καὶ ἐθέμην τὸ ἔνδυμα σάκκον», δηλαδὴ τὴν θνητὴν σάρκα, «καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.

Κατ’ ἐμοῦ ἠδολέσχουν», ἤτοι, ἐφλυάρουν «οἱ καθήμενοι ἐν πύλαις, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον». Καθάπερ, φησίν, ἐπί τινος τριοβολιμαίου, οὕτω κατέπαιζον κατ’ ἐμοῦ ἐν τοῖς συλλόγοις αὐτῶν. «Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, Κύριε· καιρὸς εὐδοκίας». Οὕτω, φησίν, ηὐδόκησεν ὁ Πατὴρ μακροθυμῆσαι πρὸς ταῦτα. «Ὁ Θεός, ἐν τῷ πλήθει τοῦ ἐλέους σου, ἐπάκουσόν μου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων». Πηλοῦ ἰλὺν καὶ βάθος ὑδάτων τὸ διὰ σταυροῦ πάθος καλεῖ, ἀφ’ ὧν ῥυσθῆναι προσηύχετο, τὴν τελείαν ἀσθένειαν τῆς τοῦ δούλου μορφῆς αἰνιττόμενος· διὸ καὶ εὐρυτέρως περὶ τοῦ πάθους λιπαρεῖ τὸν Πατέρα. «Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ’ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ».

Βυθὸν καὶ φρέαρ τὸν τάφον ᾐνίξατο. «Εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ’ ἐμέ. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου.

Πρόσσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήν, ἕνεκεν τῶν ἐχθρῶν μου ῥῦσαί με», ἤτοι, ἵνα μὴ εἰς τέλος κατορχήσωνταί μου. «Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου». Ταῦτα γὰρ διὰ στόματος Δαβὶδ προανεφώνει Χριστός, τὴν τελείαν ἐνανθρώπησιν διαβεβαιούμενος, ὅτι «οὐσίᾳ οὐ φαντασίᾳ» γέγονεν ἄνθρωπος καίτοι μικρὸν τῆς θεότητος περισταλείσης. Πάσχει δὲ ὡς ἄνθρωπος λόγῳ καὶ πράγματι, διὸ καὶ πάλιν φησίν· «Ἐναντίον σου πάντες οἱ θλίβοντές με. Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας καὶ οὐχ εὗρον». Οὐδείς, φησίν, ἐν τῇ θλίψει μου ἐκείνῃ παρῆν συλλυπούμενος ἢ παρακαλῶν, ἀλλὰ τοὐναντίον μᾶλλον. «Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος».

Διό· «Γενηθήτω» λοιπὸν ἐνδίκως καὶ «αὐτῶν ἡ τράπεζα ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον», ὅπως μὴ εἰρηνεύοντες ἐπὶ κακὸν ὁμονοιάζωσι. «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν», ἐπεὶ τὸ φῶς τὸ ἐλθὸν εἰς τὸν κόσμον θεάσασθαι οὐκ ἠθέλησαν, «καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον», ἐπεὶ καὶ αὐτοὶ τὸν τράχηλον αὐτῶν συγκάμψαι οὐ προείλοντο. «Ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν σου καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς», ὡς καὶ αὐτοὶ πᾶν ἀγαθὸν ἀφ’ ἑαυτῶν διακρουσάμενοι τὰ πάσης ὀργῆς ἐπάξια ἐδραματούργησαν. «Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν», ὅπερ καὶ γέγονε. Διασπαρέντες γὰρ κατὰ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ τῶν κατὰ τὴν Ἰουδαίαν σκηνωμάτων αὐτῶν «ἐγένετο ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη». Οὕτω γὰρ καὶ αἱ Πράξεις τῶν Ἀποστόλων περὶ τοῦδε τοῦ ῥητοῦ ῥητορεύουσιν. «Ὅτι ὃν ἐπάταξας», ὡς ἀποστάτην διάβολον, «αὐτοὶ κατεδίωξαν», δρῶντες τὰ ἐκείνου εὐάρεστα, διὸ «καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων» ἐξ ἥλων μοι «προσέθηκαν» λογχεῦσαι καὶ τὴν πλευράν μου. Καὶ αὐτός, Πάτερ, «πρόσθες ἀνομίαν» ἐνδίκως «ἐπὶ τῇ ἀνομίᾳ αὐτῶν καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου· ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν».

Ἐρώτησις· Τί οὖν, ἐπαρᾶται καὶ Χριστὸς τοὺς ἐχθρούς; Ἀπόκρισις· Πολλάκις γὰρ διὰ τῶν ψαλμῶν ἐπαρώμενος φαίνεται, ἀλλ’ οὐδεμία καθήψατο ἀρὰ τῶν τε μετανοησάντων καὶ πιστευσάντων, κἂν καὶ ἐχθροὶ καὶ πολέμιοι τὸ πρότερον ἀνεφάνησαν. Ἐκείνων δὲ καθάπτονται αἱ ἀραί, οἳ καὶ χωρὶς ἀρᾶς σὺν τῷ διαβόλῳ ὑπεύθυνοι μέλλουσιν ἔσεσθαι. «Πτωχὸς καὶ ἀλγῶν εἰμὶ ἐγώ», πτωχὸς διὰ τὴν σάρκα, ἀλγῶν διὰ τὸ πάθος καὶ τοὺς ἥλους τοὺς ἐμπαγέντας μοι καὶ τὴν ἐξ ὠμότητος λόγχευσιν. «Ἡ σωτηρία σου, ὁ Θεός, ἀντελάβετό μου. Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ’ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει, καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφύοντα καὶ ὁπλάς». Ὅρα πῶς τὰς αἰνετικὰς θυσίας ὑπὲρ τὰς ζωοθύτους διαφερόντως ἀποδέχεται ὁ Θεός, ὑπὲρ ταύρους περισσοὺς ἐκφύντας κέρατα καὶ ὁπλάς, ἤτοι ὄνυχας. «Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν», ὡς εὐκόλους τὰς θυσίας εἰσδέχεται ὁ Θεός, μηδὲ πλούτου σωματικοῦ χρήζοντες οἱ βουλόμενοι ἀναφέρειν τῷ Θεῷ, ἀλλὰ κἂν μυριάκις ὦσι πτωχοί, οὐκ ἀποροῦσι «θυσίαν αἰνέσεως» προσφέρειν τῷ Θεῷ. «Ἐκζητήσατε τὸν Θεὸν καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν», ἤτοι, ἐπιστρέψατε πρὸς τὸν Θεὸν καὶ μετανοήσατε καὶ σωθήσεται ἡ ψυχὴ ὑμῶν. «Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος καὶ τοὺς πεπεδημένους αὐτῶν οὐκ ἐξουδένωσεν».

Πένητας τοὺς ἐν τῷ ᾅδη πεπεδημένους ὑποληπτέον, ὧν τὴν δέησιν μὴ ἐξουδενώσας ὁ Κύριος, ἀλλὰ καὶ ὑπακούσας καὶ κατελθών, αὐτοὺς ἐλυτρώσατο. «Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ». Οὐρανὸν καὶ γῆν καὶ θάλασσαν, ἤτοι πᾶσαν κτίσιν προτρέπεται ὡς δημιουργὸν αὐτὸν ἀνυμνεῖν. «Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτήν· καὶ τὸ σπέρμα τῶν δούλων σου», ἤτοι, τοῦ Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, «καθέξουσιν», ἤτοι κρατήσουσιν «αὐτήν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ». Διαφόρως γὰρ ᾐχμαλωτίσθησαν Ἰουδαῖοι, καὶ πολλάκις κατεστράφησαν αἱ πόλεις τῆς Ἰουδαίας, ἀλλὰ πάλιν ἀνακληθέντες ᾠκοδομοῦντο καὶ αὖθις αἱ πόλεις καὶ ᾤκουν ἐν αὐταῖς. Μετὰ δὲ τὴν σφαγὴν τοῦ Χριστοῦ αἰχμαλωτισθέντες οὐκέτι ἀνεκλήθησαν, ἀλλὰ «ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη» καὶ αὐτοὶ ἀλῆται καὶ βδελυκτοί.

Ψαλμὸς ξθʹ Εἰς τὸ τέλος· τῷ Δαβὶδ εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί με, Κύριε. «Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον». Οὕτω καὶ ἡμῖν προσήκει λέγειν ἀεὶ πρὸς τὸν Θεόν. «Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου· ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά· ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε εὖγε».

Ταῦτα εἰς Χριστὸν ἐπληρώθησαν, ὁπηνίκα Ἰουδαῖοι καθ’ ὑπόκρισιν αὐτὸν ἐκολάκευον, αὐτὸς δὲ αὐτοὺς κατῃσχυμένους ἀπέστρεφεν εἰς τὰ ὀπίσω λέγων· «Τί μὲ πειράζετε, ὑποκριταί;» «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός», ἤτουν οἱ ἀνυποκρίτως καὶ ἀληθῶς προσερχόμενοι καὶ πιστεύοντες εἰς σέ, «καὶ λεγέτωσαν διὰ παντός·

Μεγαλυνθήτω ὁ Θεός, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου», δηλαδὴ τὴν ἔνσαρκον οἰκονομίαν σου, δι’ ἧς τῷ κόσμῳ ἐβράβευσας σωτηρίαν. «Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεός, βοήθησόν μοι· βοηθός μου καὶ ῥύστης μου εἶ, Κύριε, μὴ χρονίσῃς», ἤτοι, μὴ βραδύνῃς, ἀλλὰ τάχυνον μᾶλλον εἰς τὴν βοήθειάν μου, ὅτι ἀσθενής εἰμι.

ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ Ψαλμὸς οʹ Τῷ Δαβίδ· ψαλμὸς τῶν υἱῶν Ἰωναδὰβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων. Ἀνεπίγραφος παρ’ Ἑβραίοις. «Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με· κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με· γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με». Ταῦτα γοῦν καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ οὐ περί τινος προσώπου τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαβὶδ ἀπεφθέγγετο, ἀλλὰ παντὶ ἀνθρώπῳ βουλομένῳ ἱκετευτικῶς προσομιλεῖν τῷ Θεῷ. Μὴ οὐ χρείαν ἔχομεν πάντες λέγειν· «Ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ.

Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ καὶ παρανομοῦντος;» Μὴ οὐ χρήζομεν λέγειν· «Ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ’ ἐμοῦ», ἀλλ’ ἔγγισόν μοι μᾶλλον «ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν». Μὴ οὐκ ἔστι χρεία καθ’ ἑκάστην ὥραν λέγειν· «Μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρους» καὶ τὰ ἑξῆς; «Ὁ Θεὸς εἰς τὴν βοήθειάν μου πρόσσχες» καὶ «μὴ χρονίσῃς» καὶ ἕως γήρους καὶ πρεσβείου, «ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με»· ὅπως ἂν «αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι», εἴτε ἄνθρωποι εἴτε δαίμονες καθειστήκεσαν.

Ψαλμὸς οαʹ Εἰς Σαλομών, Ψαλμὸς τῷ Δαβίδ. Οὗ ἡ ὑπογραφὴ «εἰς Σαλομών», φησί, «ψαλμός». Καὶ ποῦ Σαλομὼν «συμπαραμένει τῷ ἡλίῳ;» ποῦ Σολομὼν «πρὸ τῆς σελήνης γενεὰς γενεῶν;» Ταῦτα γὰρ καὶ τὰ τούτου κατάλληλα ἁρμόζει τῷ νοητῷ Σολομῶντι Ἰησοῦ Χριστῷ, καθότι καὶ Σολομὼν ἑρμηνεύεται εἰρηνεύων. «Ὁ Θεός, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει». Κατὰ μὲν τὸ αἰσθητὸν εἰς Δαβὶδ καὶ Σολομῶντα, ὡς τύπους καὶ χαρακτῆρας, κατὰ δὲ τὸ νοητὸν καὶ ἀληθὲς πρὸς βασιλέα Θεὸν Πατέρα καὶ πρὸς βασιλέα Υἱὸν καὶ Θεὸν Ἰησοῦν Χριστόν, ὃς καὶ ἔλεγεν, ὅτι «ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα». «Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ καὶ οἱ βουνοὶ δικαιοσύνην». Τὴν καθολικὴν τῶν ἀνθρώπων πρὸς Θεὸν καταλλαγὴν διὰ τοῦ εἰρηνάρχου Χριστοῦ ἐνταῦθα ᾐνίξατο. «Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων». Πτωχοὺς τοῦ λαοῦ καὶ υἱοὺς πενήτων τοὺς πιστεύσαντας υἱοὺς τῶν Ἰουδαίων καὶ σωθέντας ὑποληπτέον· οὐδὲν γὰρ πενέστερον Ἰουδαίων κατὰ πίστιν. «Καὶ ταπεινώσει συκοφάντην καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν».

Μὴ Σολομῶντι συμβάλλεται ταῦτα καὶ οὐχὶ μάλιστα τῷ δεσπότῃ Χριστῷ, ὃς ἀποστάτην καὶ συκοφάντην ἐταπείνωσεν διάβολον καὶ ὑπὲρ ἥλιον καὶ σελήνην συναιωνίζει τῷ Πατρὶ αὐτοῦ καὶ τῷ Πνεύματι; «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον», δηλαδὴ ἠρέμα καὶ λεληθότως πρὸς μήτραν παρθενικήν, «καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν», πιαίνουσα τὴν ἁγίαν ἐκείνην γαστέρα καὶ μὴ πημαίνουσα. «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη» καινοὺς νόμους νομοθετῶν· καὶ δικαιοσύνην καὶ σωτηρίαν τῷ πιστῷ λαῷ «καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης. Ἐνώπιον αὐτοῦ προσπεσοῦνται Αἰθίοπες καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι· βασιλεῖς Θαρσὶς καὶ νῆσοι δῶρα προσοίσουσι· βασιλεῖς Ἀράβων καὶ Σαβᾶ δῶρα προσάξουσι», τοὺς Μάγους λέγων. «Καὶ προσκυνήσουσι αὐτὸν πάντες οἱ βασιλεῖς» τῆς γῆς. Μὴ Σολομὼν πάσης κατεκυρίευσε τῆς οἰκουμένης; μὴ προσεκύνησαν αὐτὸν πάντες οἱ βασιλεῖς τῆς γῆς; μὴ «πάντα τὰ ἔθνη δεδουλεύκασιν αὐτῷ;» Χριστοῦ γὰρ καὶ μόνου τὰ μεγάλα ταῦτα, ὃς «ἐρρύσατο πτωχὸν ἐκ δυνάστου καὶ πένητα, ᾧ οὐχ ὑπῆρχε βοηθός», ἤτοι τὸν Ἀδὰμ ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου, ᾧ βοηθὸς πρὸ τοῦ Χριστοῦ εὑρέθη οὐδεὶς ἄλλος. Οὐ μὴν δέ, ἀλλὰ καὶ ἔτι «φείσεται πτωχοῦ καὶ πένητος λαοῦ καὶ ψυχὰς πενήτων σώσει» τὰς πρὸς αὐτὸν πεποιθυίας. «

Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν». Ὅρα πῶς ἄνω καὶ κάτω τοὺς τόκους ἡ Γραφὴ στηλιτεύει, ὡς σύμβολα τῆς ἀδικίας. «Καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ ζήσεται», ἤτοι ἐκ τῆς Παρθένου τεχθήσεται, «καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας», δηλαδὴ τὰ παρὰ τῶν μάγων αὐτῷ προσφερόμενα δῶρα, «καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντός, ὅλην τὴν ἡμέραν εὐλογήσωσιν αὐτόν». Καὶ γὰρ κήρυκες οἱ μάγοι ἐκεῖνοι γεγόνασι περὶ αὐτοῦ· ἐν τῇ Ἰουδαίᾳ μέν, ὅτι ὁ ἀστὴρ ἀπ’ αὐτῶν ἀπεκρύβη· ἐν Περσίδι δέ, «ὅλην τὴν ἡμέραν», ἤτοι τὴν διάρκειαν τῆς αὐτῶν βιοτῆς, διετέλεσαν εὐλογοῦντες αὐτόν. Καὶ ἄλλως «ζήσεται», ἀντὶ τοῦ ἐκ νεκρῶν ἐγερθήσεται.

Καὶ Ἄραβες ἐθνικοί, παραπλησίως χρυσίου καθαροῦ, καθαρῶς εἰς αὐτὸν πιστεύουσιν. «Ἔσται στήριγμα ἐν τῇ γῇ» ἡ ἐνανθρώπησις αὐτοῦ. «Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς» τῶν ἔργων «αὐτοῦ», ἐξ οὗ καὶ τὸ θεόκαρπον ξύλον, ὁ σταυρὸς αὐτοῦ, ἐξήνθησε τῷ κόσμῳ τὴν ζωήν. «Καὶ ἐξανθήσουσιν ἐκ πόλεων ὡσεὶ χόρτος τῆς γῆς» τὰ πλήθη τῶν πιστῶν. «Καὶ ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας· πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς· πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν». Μὴ Σολομῶντος καὶ ταῦτα τὰ μεγάλα, κατὰ τὴν ἐξίτηλον ψῆφον τῶν Ἰουδαίων; τὸ δὲ Πνεῦμα τὸ ἅγιον διὰ Δαβὶδ Κύριον καὶ Θεὸν ἀποκαλεῖ, περὶ οὗ εἴρηται ταῦτα· «Εὐλογητὸς» λέγον «Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ». Οὐκ εἶπεν ἐπληρώθη, ἀλλὰ «πληρωθήσεται», μετὰ τὴν αὐτοῦ ἐπιφάνειαν, «πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Γένοιτο, γένοιτο». Σολομὼν δέ, οἷα τύπος τῆς ἀρρήτου σοφίας τοῦ Θεοῦ, πηγὴν ἐξεπλούτει σοφίας δαψιλεστάτης.

Ὡς τῆς ἐφαμάρτου δὲ φύσεως κοινωνός, ἐδουλοῦτο καὶ συνεφύρετο τῇ ἁμαρτίᾳ καὶ ἔμελλεν ἀπολέσθαι, εἰ μὴ Χριστὸς δι’ ἔλεος ἄμετρον καὶ διὰ Δαβὶδ τὸν πατέρα αὐτοῦ ἐξείλετο καὶ αὐτὸν ἐξ ἀπωλείας τοῦ ᾅδου καὶ ἔσωσεν αὐτόν.

Ψαλμὸς οβʹ Ἐξέλιπον οἱ ὕμνοι Δαβίδ, υἱοῦ Ἰεσσαί. Ψαλμὸς τῷ Ἀσάφ. «Ὡς ἀγαθὸς ὁ Θεὸς τοῦ Ἰσραὴλ τοῖς εὐθέσι τῇ καρδίᾳ». Εἰ καὶ φύσει ἀγαθός, ἀλλ’ οὐ τοῖς πᾶσιν, ἀλλὰ «τοῖς εὐθέσι τῇ καρδίᾳ». Πρὸς στρεβλοὺς γὰρ καὶ αὐτὴ ἡ εὐθύτης διαστρέφει. «Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου». Διὰ ποίας αἰτίας; «Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν». Ἐπειδὴ γὰρ ἄνομοι καὶ ἁμαρτωλοὶ πέλουσι, μὴ ζήλου· θεωρήσεις γὰρ μετ’ ὀλίγον τὴν εἰρήνην αὐτῶν ἀμειβομένην πρὸς ζάλην καὶ ταραχήν. «Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν». Καὶ γὰρ οὕτως ἔχει· ἐν οἷς καὶ θανάτου ἀνάνευσις, ἤτοι ἐνθύμησις, οὐ παρεῖ, ἐκεῖ ἀνομία καὶ ἁμαρτία ἐπιπολάζει διαπαντός. «Ἐν κόποις ἀνθρώπων οὐκ εἰσί, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται». Ἐπειδή, φησίν, οἱ κόποι αὐτῶν οὐκ εἰσὶν ἀνθρώπινοι, ἀλλὰ δαιμονικοί, οὐδὲ μετὰ ἀνθρώπων, ἀλλὰ μετὰ δαιμόνων μαστιγωθήσονται. «Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος».

Διὰ τοῦτο, φησί, παρεδόθησαν τῷ πάθει τῆς ὑπερηφανίας, «ὅτι περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτούς», ἐξ ἧς «ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν». Ὥσπερ γὰρ ἐκ στέατος λίπος, οὕτω καὶ ἐξ ἀσεβείας καὶ ἀνομίας ἀλλοτρίωσις Θεοῦ. «Διήλθοσαν εἰς διάθεσιν καρδίας· διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ· ἀδικίαν εἰς ὕψος ἐλάλησαν· ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς». Περὶ μανίας αἱρετικῶν ταῦτα ὑποληπτέον, οἵτινες κακῶς διενοήθησαν καὶ κακῶς ἐλάλησαν, τὰ ἄνω ἐν οὐρανῷ κάτω ποιῆσαι φιλονεικοῦντες καὶ τὴν ἰσοτιμίαν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα μὴ ἀνεχόμενοι, ἐπὶ γῆς μετὰ τῶν δούλων συνάπτοντες τὸν δεσπότην καὶ κτίσμα τοῦ Πατρὸς ἀνόμως καὶ ἀσεβῶς λέγοντες. «Ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτου· καὶ εἶπον· Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν» καὶ τὰ ἑξῆς. Ἁμαρτωλῶν εὐπραγούντων, φησί, καὶ πλουτούντων, μὴ μάταιος ἡ δικαιοσύνη; Τοῦτο γὰρ καὶ μέχρι τοῦ νῦν πολλοὶ πάσχουσι τῶν κουφοτέρων, ἐν εὐπραγίᾳ ὁρῶντες τινὰς τῶν ἐν ἁμαρτίαις συζώντων, ἀγνοοῦντες ὅτι τὴν πρόσκαιρον αὐτῶν εὐπραγίαν διαδέξεται κόλασις αἰώνιος. Οὐ βούλεται Θεὸς προσκαίρως καὶ αἰωνίως κολάζειν ἁμαρτωλούς, ἀλλὰ δέδωκεν αὐτοῖς ἄδειαν, κἂν ἐν τῷδε τῷ βίῳ τῶν προσκαίρων ἐπαπολαῦσαι, ὥσπερ κἀκείνῳ τῷ περὶ Λαζάρου πλουσίῳ.

Ὃς δὲ κατὰ Θεὸν ζῇ καὶ κοπιᾷ, πεποιθὼς λέγει τοῦτο· «Κόπος ἐστὶν ἐνώπιόν μου, ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν», τουτέστιν ἕως πότε τῷ κοπιῶντι πρὸς ἀρετὴν ὁ κόπος καθάπτεται; ἕως οὗ τοῦ ἁγιαστικοῦ Πνεύματος καταξιωθῇ γενέσθαι οἰκητήριον· μετὰ ταῦτα δὲ καὶ τὰ ἐπαχθῆ τῶν ἔργων κουφότερα αὐτῷ καταφαίνεται. Περὶ δὲ ἀσεβῶν καὶ λείων λέγει· «Πλὴν διὰ τὰς δολιότητας», φησίν, «αὐτῶν, ἔθου αὐτοῖς» κακά· «κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι· καὶ ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα· ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν, ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου». Ἐπαρθέντες, φησί, καὶ ὑψωθέντες, τοσοῦτον κατεβλήθησαν καὶ ἐξηφανίσθησαν καὶ ἀπώλοντο, ὡς μηδὲν ἐνυπνίου διενηνοχέναι, «Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν, κἀγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων». Περὶ τοῦ Χριστοῦ καὶ τῶν Ἰουδαίων εἰσόμεθα ταῦτα, ὃς ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. «Κτηνώδης ἐγενήθην παρὰ σοί, κἀγὼ διὰ παντὸς δὲ μετὰ σοῦ». «Κτηνώδης», ὅτι ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, «διὰ παντὸς δὲ μετὰ σοῦ», ὡς ὁμοούσιος καὶ συνάναρχος. «Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με», μετὰ σαρκὸς καὶ πνεύματος. «Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ;»

ὁ ἐκ δεξιῶν σου θρόνος μου· «Καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς» ἀλλ’ ἢ κόσμου σωτηρίαν καὶ ἀνάπλασιν; «Ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου» ἐπὶ σταυροῦ κρεμάμενος. «Ὁ Θεὸς τῆς καρδίας μου καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα. Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται καὶ πάντα πορνεύοντα ἐξωλόθρευσας ἀπὸ σοῦ». Ἐπεὶ γοῦν «οἱ μακρύνοντες ἀπὸ Θεοῦ ἀπολοῦνται», «προσκολλᾶσθαι τῷ Θεῷ καὶ ἐν αὐτῷ τὴν ἐλπίδα τιθέναι καὶ ἀπαγγέλλειν αὐτοῦ τὰς αἰνέσεις, ἀγαθόν ἐστιν».

Ψαλμὸς ογʹ Συνέσεως τῷ Ἀσάφ. «Ἵνατί, ὁ Θεός, ἀπώσω εἰς τέλος καὶ ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς ἐλυτρώσω ῥάβδον κληρονομίας σου, ὄρος Σιών, ὃ κατεσκήνωσας». Ταῦτα καὶ τὰς διαφόρους αἰχμαλωσίας παραδηλοῦσι τοῦ λαοῦ ἐν τῇ παλαιᾷ καὶ ἐν τῇ καινῇ διαθήκη τὰς τῶν τυράννων ὠμότητας· θατέρων δὲ λύτρωσιν ἐξαιτούμενος ὁ προφήτης, «ἐλυτρώσω», φησί, «ῥάβδῳ κληρονομίαν σου» τοὐτέστι δεῖξον τοῖς ἐχθροῖς ὑπὲρ τοῦ λαοῦ σου τὴν δυναστείαν σου. «Ἔπαρον τὴν χεῖρά σου», ἤτοι, ὕψωσον αὐτὴν «ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος» καὶ κατάβαλε αὐτοὺς «ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου. Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου».

Ἐχθρὸς ὁ διάβολος, ἅγιος ὁ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸς καὶ Θεός, καθ’ οὗ πονηρεύεσθαι τοὺς Ἰουδαίους διηρέθιζεν ὁ ἐχθρὸς ἐν μέσῳ τῆς ἑορτῆς· καὶ ἀντὶ τοῦ πιστεῦσαι πρὸς ἀναίρεσιν αὐτοῦ μᾶλλον αὐτοὺς κατεσκεύαζεν. «Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν. Ὡς εἰς τὴν ἔξοδον ὑπεράνω».

Ὥσπερ, φησί, ἀσύνετός τις τὴν αὐτοῦ αὐτάρκειαν μὴ ἐπιστάμενος, οὕτω καὶ αὐτὸν ἀσυνέτως σημειούμενοι οὐκ ἔγνωσαν. Πρὸς οὓς καὶ ὁ Χριστὸς ἔλεγεν· «Ὑποκριταί, τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν· τῶν δὲ σημείων τοὺς καιροὺς οὐ γινώσκετε». «Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῶν, ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν», δηλαδὴ τὴν συναγωγήν σου καὶ τὴν κληρονομίαν σου διεσκέδασαν· καὶ κατέρραξαν τῶν εἰκονομάχων αἱ τυραννίδες ἢ ἐν πελέκει καὶ λαξευτηρίῳ τὰς θύρας, ἤτοι, τὰς θείας εἰκόνας, δι’ ὧν εἰς τὸ πρωτότυπον ἐπαναγόμεθα, εἰς γῆν οἱ μιαροὶ ἐκεῖνοι κατέρραξαν. «Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου». Τοῦτο καὶ ὁ θηριώνυμος Λέων καὶ ὁ Κοπρώνυμος αὐτοῦ υἱὸς ἔδρασεν ἀτεχνῶς. «Εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν» μετὰ τῶν ὁμοφρόνων αὐτῶν· «Δεῦτε καὶ καταπαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς», ἤτοι, τὰς εἰκόνας αὐτῶν, «τὰ σημεῖα αὐτῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι». Ὢ τῆς ἀβελτηρίας ὑμῶν, παράνομοι. Ἔστω ὅτι «προφήτης οὐκ ἔστιν», ὡς φατέ, «γνώσων ὑμᾶς». Τί οὖν, οὐδὲ Θεὸς ἐστὶν ὑμᾶς καθορῶν, «οὗ τὰς ἑορτὰς καὶ τὰ σημεῖα καταπαῦσαι» ἀπὸ τῆς γῆς ἀγωνίζεσθε; «Ἕως πότε, ὁ Θεός, ὀνειδιεῖ ὁ ἐχθρὸς καὶ παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;»

Ἕως πότε, φησί, ἀνέχει τούτοις μακροθυμῶν; «Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐν μέσῳ τοῦ κόλπου σου εἰς τέλος;» Δηλαδή, καὶ οὐκ ἐκτείνεις αὐτὴν κατὰ τῶν ἀσεβούντων; Ἐγκόλπιος δὲ χεὶρ τοῦ Πατρὸς ὁ Υἱός, ὃς λέγεται χείρ, ὅτι δι’ αὐτοῦ τὰ πάντα ἐγένετο ὁρατά τε καὶ ἀόρατα· διὸ λέγεται χεὶρ δεξιὰ καὶ σοφία τοῦ Θεοῦ, χαρακτὴρ καὶ εἰκὼν καὶ ἀπαύγασμα, τὸ ὁμοφυὲς ἐντεῦθεν τὸ τοῦ Πατρὸς παραδηλῶν ἀτεχνῶς. «Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς». Μὴ ψιλόν, φησίν, ἄνθρωπον λογίζου τὸν παθόντα ἑκουσίως ἐν μέσῳ τῆς γῆς καὶ ἐν ὅλῃ τῇ γῇ ἐργασάμενον σωτηρίαν, ἀλλ’ ἴσθι ὅτι Θεὸς ἡμῶν ἐστι καὶ βασιλεὺς προαιώνιος· οὗ καὶ τὰ τῆς θεότητος σύμβολα λέγει ἀναφανδόν· «Σύ», φησίν, «ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν» «περιθεὶς αὐτῆς κλεῖθρα καὶ πύλας», «σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος» βαπτιζόμενος, «σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος» καὶ ἀποστάτου ἐχθροῦ. «Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν», ἤτοι τοῖς ἐγκεκλεισμένοις μυσαροῖς ἔθνεσιν ἐν Ἰνδαλίοις, οὓς προμηθείᾳ τινὶ Θεοῦ κατέβαλεν Ἀλέξανδρος ὁ βασιλεὺς ἐν Ἰνδαλίοις καλουμένοις οὐρανομήκεσιν ὄρεσιν. Ἐσθίουσι δὲ οὗτοι δράκοντας καὶ ὄφεις καὶ μυίας καὶ πᾶν ἀκάθαρτον, ὡς μυσαρὰ ἔθνη. Εἰσὶ δέ, ὥς φασιν, ἑβδομήκοντα βασιλεῖς σὺν τοῖς λαοῖς αὐτῶν.

Ὁ δὲ Θεὸς ὡς ἁπάντων προνοητὴς οὐδ’ αὐτοὺς παρορᾷ, ἀλλὰ κἀκείνοις τὴν κατάλληλον ἐξαποστέλλει τροφήν, πετεινῶν πλῆθος διὰ νεφέλης τινός, καὶ τοὺς ὑπ’ ἀγγέλων ἁρπαζομένους δράκοντας ἐκεῖ αὐτοὺς ἀπορρίπτει, φησί. «Σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους» ἐκ τῶν λαγόνων τῆς γῆς· «σὺ ἐξήρανας ποταμοὺς Ἡθὰμ» κύκλῳ Ἰερουσαλήμ, ἵνα μὴ τὰ ἔθνη πολιορκοῦσιν αὐτοὺς εὐπετῶς. «Σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νὺξ» τοῦ διαχωρίσαντος «ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους», «σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον» τηλαυγῶς καταυγάζειν τὸν περίγειον κόσμον. «Σὺ ἐποίησας πάντα τὰ ὡραῖα τῆς γῆς» λειμῶνας γλαφυροὺς καὶ πᾶν εἴ τι καλόν· «θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά. Μνήσθητι ταύτης» τῆς κτίσεώς σου. «Ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου» τοῦ δράσαντος τὰ ῥηθέντα μεγάλα καὶ θαυμαστά. Ἀπαριθμήσας γὰρ τὰ σύμβολα τῆς θεότητος τοῦ Χριστοῦ, λοιπὸν πρὸς ἀνθρώπινα καὶ ταπεινὰ μεταφέρεται λέγων· «Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι· τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθου εἰς τέλος· ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν». Θηρία καὶ ἐσκοτισμένους καὶ οἴκους παρανομίας τοὺς Ἰουδαίους ᾐνίξατο. «

Μὴ ἀποστραφήτω τεταπεινωμένος καὶ κατῃσχυμένος» ὁ ἐπὶ σοὶ πεποιθώς· «πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου»· τοὺς δὲ πλουσίους αἱ μέριμναι τοῦ πλούτου πρὸς λήθην Θεοῦ πολλάκις ἰθύνουσιν. «Ἀνάστα, ὁ Θεός, δίκασον τὴν δίκην σου· καὶ μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου· μνήσθητι τοῦ ὀνειδισμοῦ σου τοῦ ὑπὸ ἄφρονος λαοῦ ὅλην τὴν ἡμέραν». Σὸς γὰρ ὁ ἐμὸς ὀνειδισμός. «Ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντός», ἤτοι ἐπὶ τὸ χεῖρον αὐξάνει τῶν θεομισῶν ἡ μανία.

Ψαλμὸς οδʹ Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· ψαλμὸς ᾠδῆς τῷ Ἀσάφ. «Ἐξομολογησόμεθά σοι, ὁ Θεός, ἐξομολογησόμεθά σοι καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου». Τὴν ὁλοκάρδιον πρὸς Θεὸν εὐχαριστίαν ὁ διπλασιασμὸς εἰσηγήσατο. «Διηγήσομαι πάντα τὰ θαυμάσιά σου» ἐν τῇ τοῦ δούλου μορφῇ καὶ «ὅταν λάβω καιρὸν» δευτέρας παρουσίας μου «ἐγὼ εὐθύτητας κρινῶ» εἰς πᾶσαν τὴν οἰκουμένην. «Ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ». Ἐτάκη δηλονότι πυρποληθεῖσα ὑπὸ τῆς ἁμαρτίας· «ἐγὼ δὲ ἐστερέωσα τοὺς στύλους αὐτῆς», ὁ τοῦ Θεοῦ Λόγος, κἂν μὴ οὕτω δοκεῖ τοῖς ἀθέοις.

Ἐρώτησις· Καὶ ποῦ, φησίν, ἐστερέωσε τοὺς στύλους αὐτῆς; τῆς γῆς δηλονότι. Μὴ ἑτέρα ἐστὶ γῆ ὑποκάτω αὐτῆς; Ἀπόκρισις· Στύλοι τῆς γῆς εἰσὶν ἡ τοῦ κτίστου προμήθεια καὶ ἡ θέλησις. Οὔτε γὰρ ἐπὶ στύλους οὔτε ἐπὶ τῶν ὑδάτων, ἀλλὰ καὶ ἡ γῆ καὶ αἱ ἄβυσσοι τῇ τοῦ κτίστου δυνάμει ἐπ’ οὐδενὸς ἔχουσι τὰ θεμέλια. Ὥσπερ καὶ οὐρανὸν παρὰ μηδεμιᾶς βάσεως στηριζόμενον, «ὡσεὶ δέρριν ὁ δημιουργὸς ἐξέτεινεν» ἀσφαλῶς. «Εἶπα τοῖς παρανομοῦσι· Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας». Κἂν γὰρ βασιλεῖς ἦτε καὶ περίβλεπτοι, ταπεινοὺς δρᾷ ὑμᾶς ἁμαρτία. «Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν» χοϊκοὶ ὄντες, «μηδὲ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν», περιγραπτὸν τοῦτον ὑποτοπάζοντες. «Ὅτι οὔτε ἐξ ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων ὀρέων» τὴν ἀρχὴν ἔσχηκεν. «ὅτι κριτής ἐστι», μὴ ἔχων ἀρχὴν μηδὲ τέλος ποτέ. «Τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ». Φοβήθητε πάντες. «Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος» τοῖς ἀγαπῶσιν αὐτόν «καὶ ἐκκλίνει ἐκ τούτου εἰς τοῦτο», οὐκ ἐξ ἑτέρου πρὸς ἕτερον, ἀλλὰ τὸ αὐτὸ πρὸς αὐτὸ ἀποκλίνων ἀεί, καὶ ποτίζων τοῦ ἐλέους τὸν ἄκρατον οἶνον τοὺς δικαίους αὐτοῦ. «Πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη» πρὸς τούτοις, ἀλλὰ «πίονται αὐτὸν πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς», ὡς θολερὸς καὶ τρυγιώδης, μεμολυσμένοι, τῷ αἴσχει τῆς ἁμαρτίας. «

Ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ· καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω», ἤτοι τῶν ἀσεβῶν βασιλέων τὸ ἀσεβέστατον κράτος, «καὶ ὑψωθήσεται τὸ κέρας τοῦ δικαίου» καὶ ἀληθοῦς βασιλέως Θεοῦ καὶ Υἱοῦ τοῦ Θεοῦ.

Ψαλμὸς οεʹ Εἰς τὸ τέλος ἐν ὕμνοις· ψαλμὸς τῷ Ἀσάφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον. «Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός», ἐν ᾗ καὶ προφῆται ἐλάλουν Πνεύματι θείῳ. «Ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ», τὰ δὲ λοιπὰ ἔθνη τοῖς εἰδώλοις τὸ σέβας ἀπένειμον· «Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών». Εἰρήνη γὰρ ἔνθα Θεὸς κατοικεῖ καὶ σάλος οὐδείς.

Ἀπερίγραπτον δὲ τὸ θεῖον· τῇ δὲ περιγράπτῳ σαρκὶ κατοικητήριον ἔσχε τὴν Σιὼν ὁ Χριστός. «Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον», αἰσθητῶς μὲν τυράννους βασιλεῖς καὶ φρυάγματα Ἰουδαίων, νοητῶς δὲ τὸν διάβολον καὶ τὴν αὐτοῦ συμμορίαν. «Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων», ἤτοι, ἐξ οὐρανῶν φωτίζεις πάντα τὰ πέρατα τῆς γῆς, ὑπ’ ἄλλων σου ἀγγέλων φωτίζεις τοὺς δικαίους. «Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ»· δίκαιοι γὰρ καὶ συνετοὶ φωτίζονται καὶ φωτισθήσονται, ἁμαρτωλοὶ δὲ καὶ ἄσωτοι ταράσσονται καὶ ταραχθήσονται. «Ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδέν, πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν». Φθαρτὸς γὰρ ἦν καὶ αὐτοῖς συμφθαρεὶς εὗρον οὐδέν. «Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακώβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις»· τὰς ἑκατὸν ἑβδομήκοντα πέντε χιλιάδας λέγει τῶν Ἀσσυρίων, αἳ ἀνῃρέθησαν διὰ τῆς νυκτὸς τοῦ θείου ἀγγέλου καὶ ὡρῶντο ἅμα πρωί, ὥσπερ νυστάζοντες καὶ καθεύδοντες, μήτε τομὴν ἔχοντες ἀπὸ ξίφους μήτε δι’ αἵματος πεφοινιγμένοι. Πεπόνθασι γὰρ τοῦτο διότι ἐμήνυσε Σεναχηρεὶμ ὁ βασιλεὺς τῷ βασιλεῖ τῆς Ἰουδαίας Ἐζεκίᾳ· «Μή σε ἀπατᾷ» λέγων «ὁ Θεός σου» καὶ τὰ ἑξῆς τῆς αὐτοῦ βλασφημίας ῥητά, καὶ ἔμαθε πείρᾳ τίς ἐστι Θεός, οἱ βάτραχοι αὐτοῦ εἴτε ὁ φύσει Θεὸς ἐν ἀληθείᾳ. «Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι;»

Ποία φάλαγξ πολεμικῶν στρατευμάτων ἢ δαιμόνων φατρία ἀντιστήσεταί σοι; «ἀπὸ τότε ἡ ὀργή σου. Ἐκ τοῦ οὐρανοῦ ἠκόντισας κρίσιν» καὶ ἔδειξας τὴν δυναστείαν σου τοῖς ἐχθροῖς σου καὶ τῷ λαῷ σου. «Γῆ ἐφοβήθη καὶ ἡσύχασεν, ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεόν».

Ἔνθα γὰρ ἀνάστασις πρὸς ἐκδίκησιν ἡσυχίᾳ καὶ τρόμῳ τὰ πάντα συνέχονται. «Τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς». Διὰ τοῦτο «κρινεῖ, ἵνα σώσῃ πραεῖς» καὶ ἀφορίσῃ αὐτοὺς ἐξ ὀργίλων καὶ δυσσεβῶν. «Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι». Ἔστι γὰρ ἐνθύμιον εὐσεβὲς καὶ ἔστιν ἐνθύμιον δυσσεβές· ἀφ’ ὧν, τὸ μὲν ἑόρτιον καὶ χάριεν, τὸ δὲ ἀνιαρὸν καὶ δυσμενές· ἑκάτερα καθορᾷ Θεός. «Τίς ἐστι», φησίν, «ὁ κρύπτων με βουλήν;» καὶ τὰ ἑξῆς. «Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ», τουτέστιν ἃ συντάττεσθε μὴ ἀθετεῖτε ἀποδοῦναι Θεῷ. «Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα», ἤτοι, οἱ καταξιωθέντες πλησιάσαι Θεῷ, καθόσον ἐστὶν ἐφικτόν, ἀρετῶν αὐτῶν οἴσουσι δῶρα. «Τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων», ἤτοι, βασιλέων καὶ τυράννων καὶ πάντων ἁπαξαπλῶς τὰς ψυχὰς ἐκ τοῦ σώματος αἱρουμένῳ· «ὅς ἐστι φοβερὸς παρὰ τοῖς βασιλεῦσι τῆς γῆς». Εἰ γὰρ καὶ φοβεροὶ οἱ βασιλεῖς τῆς γῆς, ἀλλ’ ὑπόδικοι τῷ οὐρανίῳ βασιλεῖ, ὡς θνητοὶ καὶ ἐφάμαρτοι.

Ψαλμὸς οϛʹ Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθούν· Ψαλμὸς τῷ Ἀσάφ. «Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι. Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα, ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ καὶ οὐκ ἠπατήθην».

Ἁρμόδια ταῦτα τῷ θειοτάτῳ Δαβὶδ καὶ τῷ δεσπότῃ Χριστῷ, οὐ μὴν δέ, ἀλλὰ καὶ παντὶ ὁσίῳ διὰ προσευχῆς καθαρᾶς προσφωνοῦντι Θεῷ. «Ἀπηνήσατο παρακληθῆναι ἡ ψυχή μου», παρῃτήσατο τὰς σωματικὰς παρακλήσεις. «Ἐμνήσθην τοῦ Θεοῦ καὶ ηὐφράνθην». Πάσης γὰρ παρακλήσεως ὑπέρκειται μνήμη Θεοῦ ἐναργής, ἀσυγκρίτως εὐφραίνουσα ψυχὴν καὶ καρδίαν. «Ἠδολέσχησα», ἤτοι, περὶ Θεοῦ ἐμελέτησα, «καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου· προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου»· πόρρωθεν ἑώρων τοὺς πολεμίους, εἴτε αἰσθητοὺς εἴτε καὶ νοητούς. «Ἐταράχθην καὶ οὐκ ἐλάλησα»· μακροθυμίας γὰρ τοῦτο τεκμήριον. «Διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα»· νηφούσης γὰρ καρδίας τοῦτο κατόρθωμα. «Νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἤσχαλλε τὸ πνεῦμά μου», ἤτοι ἐλυπεῖτο ἡ ψυχή μου, διαλογιζομένη καὶ λέγουσα· «Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει; μὴ ἐπιλήσεται τῷ οἰκτειρῆσαι ὁ Θεός; ἢ μὴ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ;» Καλῶς γὰρ ἔλεγεν ὅτι «νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν καὶ ἤσχαλλε τὸ πνεῦμά μου», δεδοικὼς μήπως ἀπώσεται ὁ Θεός, καὶ τὰ ἑξῆς φοβερά. «Καὶ εἶπα· Νῦν ἠρξάμην»· ταπεινώσεως γὰρ ἰδίωμα τὸ μὴ οἴεσθαι κεχρονικέναι ἐν τῇ ἀσκήσει.

Ἀλλὰ τὸ λέγειν «νῦν ἠρξάμην, καὶ αὕτη ἡ ἀλλοίωσις» οὐ σπουδῆς ἡμετέρας, ἀλλὰ «τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ἐμνήσθην τῶν ἔργων Κυρίου», εἴτε τῶν κτισμάτων αὐτοῦ εἴτε τῶν θαυμάτων αὐτοῦ, καὶ τὴν αὐτοῦ ὑπέρσοφον ἐμεγάλυνα δύναμιν. «Ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου, καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω» καὶ ᾄσομαι ἐντεῦθεν τὴν ἄφατόν σου σοφίαν καὶ δύναμιν. «Ὁ Θεὸς ἐν τῷ ἁγίῳ ἡ ὁδός σου». Ὑπεράγιος ὤν, οὐκ ἀνέχει ἐν ἀκαθάρτοις οἰκῆσαι ἢ ἐμπεριπατῆσαι. «Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν;», ἤτοι οὐδείς, εἰ μὴ «σὺ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου καὶ τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ»· τὴν ἐξ Αἰγύπτου λέγει ἔξοδον καὶ ἐλευθερίαν τοῦ λαοῦ. «Εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν»· τὴν διατομὴν λέγει τῆς Ἐρυθρᾶς Θαλάσσης καὶ τοῦ Ἰορδάνου πρὸς διάβασιν τοῦ λαοῦ, ἃ καὶ τοῦ θείου βαπτίσματος προϋπῆρχε συνθήματα. «Ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὑδάτων» ἐν καιρῷ χειμερίῳ· «Φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται». Τὴν ἀστραπὴν λέγει καὶ τὴν βροντήν, νοηταὶ δὲ νεφέλαι οἱ θεῖοι ἀπόστολοι βροντήσαντες φωνὴν ἕως ἐσχάτου τῆς γῆς, τὸ σωτήριον κήρυγμα. «Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ».

Τροχόν μοι νόει τὸν οὐρανόν, ἐν ᾧ αἱ βρονταὶ ῥοῖζον ἀποτελοῦσιν. «Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ». Καὶ γὰρ ἐξ οἵου μέρους τοῦ οὐρανοῦ ἡ ἀστραπὴ ἐπιλάμψει, πᾶσαν φαίνει τὴν οἰκουμένην, ᾗ καὶ Χριστὸς τεκμήριον τέθεικε τῆς δευτέρας αὐτοῦ παρουσίας. «Ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ», ὅτε ὁ νόμος ἐδόθη τῷ Μωυσεῖ καὶ ὅτε ὁ Χριστὸς ἐσταυρώθη μετὰ λῃστῶν. «Ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται». Τοῦτο ἐπὶ Τιβεριάδος ἐπ’ ἐσχάτων μὲν ἐξεπλήρωσε Χριστός, ἐπὶ τῆς θαλάσσης πολλάκις πεζοπορήσας, πάλαι δὲ ἐπὶ τῆς Ἐρυθρᾶς τερατουργήσας πρὸς διάβασιν φυγάδος λαοῦ. «Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών».

Καὶ ἡμεῖς τὸν πέμπτον λόγον ἀποπεράναντες ᾧδε, «ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται». Ὅτι αὐτῷ πρέπει δόξα, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.