Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τοὺς ψαλμούς
Λόγος ΣΤ' (Ψαλμοί 77-90)
Ερμηνεία του ενδέκατου και δωδέκατου καθίσματος, με σχολιασμό της ιστορίας του Ισραήλ, της αιωνιότητας του Θεού και της ανθρώπινης φθαρτότητας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος ΣΤ' (Ψαλμοί 77-90)
Ερμηνεία του ενδέκατου και δωδέκατου καθίσματος, με σχολιασμό της ιστορίας του Ισραήλ, της αιωνιότητας του Θεού και της ανθρώπινης φθαρτότητας.
ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ Ϛʹ ΠΕΡΙ ΤΟΥ ΙΑʹ ΚΑΙ ΙΒʹ ΚΑΘΙΣΜΑΤΟΣ ΤΩΝ ΘΕΙΩΝ ΨΑΛΜΩΝ ΣΑΦΗΝΕΙΑ ΔΙΑ ΒΡΑΧΕΩΝ ΚΑΘΙΣΜΑ ΕΝΔΕΚΑΤΟΝ <Προοίμιον> Εὐλόγησον, πάτερ. Ζηλοτύπου τινὸς περὶ λόγου ψυχῆς εὐρυτέρως ἡμᾶς ἴσως προσαπαιτοῦσα τὰς ἑρμηνείας, ἡμεῖς τὴν ἐκ προοιμίων ὑπόσχεσιν παρακατέχομεν. Ῥητὰς γὰρ καὶ συντόμους ποιεῖσθαι τὰς ἑρμηνείας ὑπεσχόμεθα, καὶ οὕτω διαλαβόντες τὸ ἔνατον κάθισμα καὶ τὸ δέκατον, νῦν περὶ τοῦ ἑνδεκάτου καὶ δωδεκάτου λεκτέον οὕτως·
Ψαλμὸς οζʹ Ἁρμονίης ἱερῆς μελιηδέα ᾄσματα Δαβίδ. Συνέσεως τῷ Ἀσάφ. «Προσέχετε, λαός μου, τῷ νόμῳ μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου· φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς». Πρῶτον μὲν ἐρεθίζει τὴν ἀκοὴν ἡμῶν πρὸς ἀκρόασιν, εἶτα· «ὅσοι», φησί, «τοῦ συλλόγου τυγχάνετε τοῦ ἡμετέρου λαοῦ, προσέχετε ὡς λαός μου τῷ νόμῳ μου», ἵνα εἰσόμεθα ἡμεῖς ἕνα καὶ τὸν αὐτὸν εἶναι νομοθέτην τῆς τε παλαιᾶς καὶ τῆς καινῆς διαθήκης ὁμοῦ, ὃς καὶ καθίσας ἐπὶ πλοιαρίου ἐν παραβολαῖς τοὺς ὄχλους ἐδίδασκεν ἀρχαῖα καὶ κεκρυμμένα.
Ὁ δὲ ψαλμὸς οὗτός ἐστι διηγηματικὸς ὅλος περὶ τῶν θείων εὐεργεσιῶν καὶ τῆς τῶν Ἰουδαίων ἀγνωμοσύνης. Διὸ ἑκὼν παραθέειν βούλομαι ὅσους τῶν στίχων ταυτολεξίαν καὶ τὸ εὔληπτον ἔχουσι. «Καὶ ἀνέστησε», φησί, «μαρτύριον ἐν Ἰακὼβ», δηλαδὴ τὸν Χριστὸν ἐκ τῆς τοῦ Ἰούδα φυλῆς, «καὶ νόμον ἔθετο ἐν Ἰσραήλ», «ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα αὐτῶν καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ μηδὲ γένωνται ὡς οἱ πατέρες αὐτῶν γενεὰ σκολιὰ καὶ παραπικραίνουσα». Ὅρα τῶν Ἰουδαίων τὰ ἐγκώμια· πῶς, ὥσπερ πατροπαράδοτον κλῆρον εἶχον τὴν κακίαν καὶ τὴν σκληροκαρδίαν. «Υἱοὶ Ἐφραὶμ ἐντείνοντες καὶ βάλλοντες τόξον, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου».
Ἔκγονοι ὑπῆρχον οὗτοι Ἰωσὴφ τοῦ παγκάλου, κατηγοροῦνται δέ, ὡς «μὴ φυλάξαντες τὴν διαθήκην τοῦ Θεοῦ» Τούτους τάχα ὡς τὰ πολλὰ καὶ ἡμεῖς ἐκμιμούμεθα, τόξον μὲν προθυμίας ἐκτείνοντες πρὸς ἀρετήν, «στρεφόμεθα εἰς τὰ ὀπίσω ἐν ἡμέρᾳ πολέμου» νοητοῦ καὶ ἀνωμαλίας τινός, ὡς ἄν τις στρατιώτης δειλὸς καὶ ῥίψασπις. «Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ», ὧν ἐνεδείξατο αὐτοῖς «ἐν γῇ Αἰγύπτου ἐν πεδίῳ Τάνεως. Διέρρηξε θάλασσαν καὶ διήγαγεν αὐτοὺς» «καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός. Διέρρηξε πέτραν ἐν ἐρήμῳ καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ». Οὐχ ἁπλῶς ἔβλυσεν ὕδωρ, ἀλλὰ ποταμοὺς καὶ λίμνας ὑδάτων ἐξέτεμεν ἡ ἀκρότομος ἐκείνη καὶ «ἀκολουθοῦσα πέτρα». Εἰ γὰρ κρημνώδης ἡ πέτρα ἦν, οὐκ ἦν ξένον τὸ θαῦμα, ὅτι καὶ νῦν πολλὰ ἐκ τῶν κρημνῶν καθορῶμεν ἐκβλυζόμενα ὕδατα, ἀλλ’ ὅτι πέτρας ἦν κόμμα μετατιθέμενον ᾧδε κἀκεῖσε καὶ ἐν οἱῳδήτινι μέρει τῆς ἐρήμου ὁ λαὸς μεθίστατο κἀκείνην τὴν πέτραν μετέφερον. Τοῦτο γὰρ καὶ «ἀκολουθοῦσαν πέτραν» αὐτὴν ὁ Παῦλος ἐκάλεσεν, «ἡ δὲ πέτρα», φησίν, «ἦν ὁ Χριστός», ἤτοι, ὑπὸ Χριστοῦ ἡ πέτρα ἐκείνη ἦν ἐνεργουμένη τὸ ξένον θαῦμα, ὅπερ ἐν αὐτῇ καθωρᾶτο, ἔνθεν καὶ ἔνθεν μεταφερομένη καὶ ποταμοὺς ἀπορρέουσα.
Τί οὖν; ὁ κοιλιομανὴς καὶ ἀχάριστος ἐκεῖνος λαός, ἀντὶ τοῦ ἐκπλαγῆναι τῷ παραδόξῳ τοῦ θαύματος, μάλιστα κατελάλουν τοῦ Θεοῦ, ἐπεὶ «ἐπάταξε», φησί, «πέτραν καὶ ἐρρύησαν ὕδατα καὶ χείμαρροι κατεκλύσθησαν. Μὴ καὶ ἄρτον δύναται δοῦναι ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ;» Ὦ ἀνόητοι καὶ ἀναίσθητοι κατὰ πάντα, ὁ ἐκ τῆς πέτρας ποτίσας ὑμᾶς οὐ δύναται καὶ βρώμασιν ὑμῖν χορηγῆσαι; Οὔ, φησί. Τὰ γὰρ ὕδατα φύσει ἐκ τῶν λαγόνων τῆς γῆς ἀναβλύζουσι· τὰ δὲ βρώματα πόθεν; Ὢ τῆς ἀβελτηρίας. Πάντως διὰ τοῦτο οὐκ ἐκ τῆς γῆς, ἀλλ’ ἐκ τῆς πέτρας ὑμῖν ὁ εὐεργέτης ἔδωκε τὸ ὕδωρ, ἀλλ’ οὐδ’ οὕτως συνήκατε. «Διὰ τοῦτο ἤκουσε Κύριος καὶ ἀνεβάλετο», ὑπερετίθετο, ἐμακροθύμει, ἕως οὗ δείξει αὐτοῖς ὅτι ἀδυνατεῖ αὐτῷ οὐδέν. «Καὶ θύρας οὐρανοῦ ἀνοίξας, ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν· καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος». Οὐχ ὅτι ἄγγελοι ἄρτον ἐσθίουσι· ἀλλὰ διὰ τὸ οὐρανόθεν προσφοιτᾶν αὐτοῖς τὴν τροφήν, εἰκότως ἄρτον οὐρανοῦ καὶ ἄρτον ἀγγέλων τὴν τροφὴν ἐκείνην ἐκάλεσε. «Καὶ ἔβρεξεν ἐπ’ αὐτοὺς ὡσεὶ χνοῦν σάρκας καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά». «Καὶ ἔφαγον καὶ ἐνεπλήσθησαν σφόδρα». Διὰ γὰρ τὴν ἀπιστίαν αὐτῶν καὶ ἀπληστίαν ἄπειρος καὶ ἄμετρος ἐπωμβρίσθη αὐτοῖς ἡ τροφή, «ὡσεὶ χνοῦς καὶ ὡσεὶ ἄμμος θαλασσῶν», ἵνα κἂν οὕτω συνήσουσιν ὅτι ῥᾴδια πάντα καὶ δυνατὰ τῷ Θεῷ.
Καὶ μεθ’ ὃ «ἔφαγον καὶ ἐνεπλήσθησαν σφόδρα» καὶ οὐδ’ οὕτως συνῆκαν δοῦναι δόξαν τῷ Θεῷ «Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ’ αὐτούς· καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν». «Ὅτι οὐκ ἐπίστευσαν», φησίν, «ἐν τοῖς θαυμασίοις αὐτοῦ καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς. Καὶ ὅταν ἀπέκτεινεν αὐτούς», τότε, φησίν, «ἐξεζήτουν αὐτὸν καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν». Ἡ κατὰ ἀνάγκην γὰρ καὶ οὐ κατὰ γνώμην πρὸς Θεὸν ἐπιστροφή, τάχα οὐκ ἐπαινετή.
Παρελθούσης γὰρ τῆς ἀνάγκης ἐπὶ τὴν κακίαν ὁ τοιοῦτος πάλιν ἐπανακάμπτει, ὅπερ κἀκεῖνος ὁ λαὸς ἔπασχε τότε. Εὐεργετούμενος γὰρ ἀφωνία καὶ μαστιζόμενος ἐπέστρεφε μέν, οὐ καλῶς δέ. «Ἠγάπησαν γὰρ αὐτόν», φησίν, «ἐν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτόν» καὶ «ἡ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ’ αὐτῶν. Αὐτὸς δέ ἐστιν οἰκτίρμων καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν καὶ οὐ διαφθερεῖ» καὶ τὰ ἑξῆς τῆς θείας μακροθυμίας ἐκτραγῳδήσας, καὶ ὅσα «παρώξυναν αὐτὸν ἐν τῇ ἐρήμῳ» ἐκτραγῳδεῖ καὶ πῶς αὐτοὺς ἐλυτρώσατο δουλείας Αἰγυπτίων, καὶ πῶς ἐπάταξεν Αἴγυπτον δέκα πληγαῖς καὶ «ἐξήγαγε τὸν λαὸν αὐτοῦ» ἐν χειρὶ κραταιᾷ «καὶ ἀνήγαγεν αὐτοὺς ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψε θάλασσα· καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ», καίτοι γε τὰ πλήθη ἐκεῖνα τὰ ἐξ Αἰγύπτου ἐξελθόντα ἐν τῇ ἐρήμῳ τεθνήκασι διὰ τὰς δυστροπίας αὐτῶν. «Ὡς ὤμοσα», φησί, «ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου», τὰ δὲ ἔκγονα αὐτῶν διὰ Ἰησοῦ τοῦ Ναυῆ δημαγωγούμενα πρὸς τὴν γῆν τῆς ἐπαγγελίας διασωθέντα, οὐδ’ αὐτοὶ γὰρ πρὸς τὸ εὐθὲς διετέθησαν. «
Ἐξεπείρασαν δὲ μᾶλλον καὶ παρεπίκραναν», φησί, «τὸν Θεὸν τὸν Ὕψιστον καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο καὶ ἀπέστρεψαν καὶ ἠθέτησαν, καθὼς καὶ οἱ πατέρες αὐτῶν, μετεστράφησαν εἰς τόξον στρεβλὸν καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βωμοῖς αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν». Τάχα τοὺς ἐν ἐρήμῳ πατέρας αὐτῶν ἐκμιμούμενοι, ἀντὶ τοῦ γνῶναι τὸν δοτῆρα τῆς ἁγίας γῆς, ἐν τοῖς γλυπτοῖς μᾶλλον αὐτὸν παρεζήλουν· διὸ καὶ ἐνδίκως πρὸς Θεοῦ παροραθέντες πρὸς αἰχμαλωσίας παρεδίδοντο κατὰ διαφόρους καιρούς. «Καὶ τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ, καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν» καὶ τὰ ἑξῆς, ἃ κατὰ μέρος μακρηγορεῖν οὐκ ἀνέχομαι κατὰ μέρος μακρηγορῶν. «Καὶ ἐξελέξατο Δαβὶδ τὸν δοῦλον αὐτοῦ καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων· ἐξόπισθεν τῶν λοχευομένων», ἤτοι, τῶν τικτόντων, «ἔλαβεν αὐτόν». Ὁπηνίκα γὰρ πρὸς Θεοῦ ἀπεστάλη Σαμουὴλ εἰς Βηθλεὲμ ἕνα τῶν υἱῶν Ἰεσσαὶ χρῖσαι εἰς βασιλέα, ἤγαγεν Ἰεσσαὶ τοὺς υἱοὺς αὐτοῦ, περιφανεῖς ὄντας καὶ μαχητάς. Γνοὺς δὲ ὁ προφήτης μὴ εὐδοκεῖν Θεὸν ἐν αὐτοῖς, ἐζήτει τὸν βασιλέα. Μετασταλεὶς δὲ ἐκ τῶν προβάτων Δαβὶδ καὶ γνοὺς αὐτὸν εἶναι τὸν πρὸς Θεοῦ προχειρισθέντα, ἔχρισεν αὐτὸν εἰς βασιλέα ἔτι κρατοῦντος Σαούλ.
Καὶ ἀπὸ ποίμνης εἰς ποίμνην μετανάστης «ἐποίμανεν αὐτούς», φησίν, «ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὐτοῦ», δι’ ἧς καὶ ἐξελέγη πρὸς Θεοῦ «ποιμαίνειν τὸν Ἰσραήλ» «καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς», καίτοι γε οὐκ ἐπὶ τῶν χειρῶν, ἀλλ’ ἐπὶ τοῦ νοὸς ἡ σύνεσις ἐκλαμβάνεται· ἀλλ’ ὅμως ἐκεῖνα καὶ αἱ χεῖρες ἐργάζονται, ἃ ὁ νοῦς ἐπισκήπτει πρὸ τῶν χειρῶν.
Ψαλμὸς οηʹ Ψαλμὸς τῷ Ἀσάφ. «Ὁ Θεὸς ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἰερουσαλὴμ ὡς ὀπωροφυλάκιον. Τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς· ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡσεὶ ὕδωρ κύκλῳ Ἰερουσαλὴμ καὶ οὐκ ἦν ὁ θάπτων». Ταῦτα δὲ οὐχ ἅπαξ οὐδὲ δὶς καὶ τρίς, ἀλλὰ καὶ μυριάκις κατὰ διαφόρους γενεὰς ἡ θεία ἐκείνη κληρονομία ὑπέστη τὰ πήματα.
Ἐρώτησις· Ἐπεὶ γοῦν θεία κληρονομία λέγεται Ἰερουσαλήμ, ὅτου χάριν εἰς τοιαύτας ἀνίας προυδόθη πολλάκις παρὰ πάσας τὰς πόλεις; Ἀπόκρισις· Ὅτι οὐκ ἀνέχεται ὁ κληρονόμος καθορᾶν τὴν κληρονομίαν Θεοῦ βεβηλοῦσθαι καὶ καταχραίνεσθαι ὑπὸ τῆς ἁμαρτίας· καὶ βλέπων αὐτὴν ἀναξίως διάγουσαν τῆς εὐγενείας αὐτοῦ, προδίδωσιν αὐτὴν τοῖς ὑπεναντίοις πρὸ παιδείαν καὶ σωφρονισμόν. Τοῦτο γὰρ φιλόστοργοι ποιοῦσι πατέρες τοῖς αὐτῶν κληρονόμοις, ἵνα βελτιωθῶσιν, ὁπηνίκα ἔξω γενήσονται τῆς εὐγενείας. Λέγει δὲ ὅτι «τὰ θνησιμαῖα τῶν δούλων σου καὶ τὰς σάρκας τῶν ὁσίων σου», ὅτι μετὰ τῶν ἁμαρτωλῶν καὶ δίκαιοι πολλάκις συνεκινδύνευον καὶ λαμπροτέρως ἐστεφανοῦντο. Οὕτω γὰρ καὶ προφῆται συναιχμάλωτοι τῷ λαῷ ἀπηνέχθησαν εἰς Βαβυλῶνα. «Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν· μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν». Εἶτα πρὸς ἱκετείαν Θεοῦ τραπείς, μετὰ καὶ ἑτέρων ἱκετηρίων ῥημάτων καὶ τοῦτο φησί· «Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε», καὶ τὰ ἑξῆς «Μήποτε», φησί, «εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν». Μηδέν, φησί, διὰ τὰς ἁμαρτίας ἡμῶν κατὰ σοῦ βλασφημεῖν συγχωρήσῃς αὐτοῖς. «Ἀπόδος» δὲ μᾶλλον «αὐτοῖς ἑκατονταπλάσια τὸν ὀνειδισμόν, ὃν ὠνείδισάν σε, Κύριε.
Ἡμεῖς δὲ λαός σου καὶ πρόβατα νομῆς σου ἀνθομολογησόμεθά σοι, ὁ Θεός, εἰς τὸν αἰῶνα», ἤτοι, μεγαλυνοῦμεν καὶ εὐχαριστήσομέν σοι, «εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου».
Ψαλμὸς οθʹ Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· μαρτύριον τῷ Ἀσάφ, ψαλμὸς ὑπὲρ τοῦ Ἀσσυρίου. «Ὁ ποιμαίνων τὸν Ἰσραήλ, πρόσσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ». Ποιμαίνεται ἀεὶ καὶ ὁδηγεῖται πρὸς Θεοῦ νοῦς ὁρῶν τὸν Θεὸν καὶ σώφρονα κατ’ ἐκεῖνον τὸν Ἰσραὴλ καὶ τὸν Ἰωσήφ. «Ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ἐμφάνηθι».
Τὴν ἐπιφάνειαν δυσωπεῖ τοῦ Θεοῦ Λόγου γενέσθαι ταχύτερον. «Ἐξέγειρον τὴν δυναστείαν σου» ἐκ τῶν κόλπων ἐκείνων τῶν πατρικῶν σου «καὶ ἐλθὲ ἐπὶ τὸ σῶσαι ἡμᾶς» τοὺς «ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένους» τῆς τυραννίδος τοῦ ᾅδου, «καὶ ἐπίφανον τὸ πρόσωπον σου καὶ σωθησόμεθα. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σου; Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων; καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ;» «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας», τὴν πληθὺν τῶν Ἑβραίων. «Ὡδοποίησας ἔμπροσθεν αὐτῆς» καὶ «ἐξέβαλες ἔθνη» Χαναναίων «καὶ κατεφύτευσας αὐτὴν καὶ ἐπλήρωσε τὴν γῆν. Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ». Οὕτω γὰρ παραδηλώσας τὸ πλῆθος τοῦ λαοῦ ἐκείνου κατ’ ἐμφέρειαν εὐκληματούσης ἀμπέλου αἰνίττεται καὶ αὖθις αὐτῆς τὸν ἀφανισμόν. «Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; ἐλυμήνατο αὐτὴν ὗς ἐκ τοῦ δρυμοῦ, μονιὸς ἄγριος κατενεμήσατο», τὴν θραῦσιν τοῦ λαοῦ ἐνταῦθα δηλῶν, ἣν ὑπέστησαν ἐκ τῶν ὑπεναντίων ἀσεβήσαντες πρὸς Θεόν. Μονιὸς ἄγριος, μονόλυκος ἢ ὄνος ἄγριος, ἢ ζῷον ἕτερον μοναχόν, ἢ χοῖρος, μονιὸς καὶ ὁ διάβολος. «
Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου» «καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου, ὃν ἐκραταίωσε» τέρασι καὶ λαοῦ δημαγωγίᾳ. «Γενηθήτω ἡ χείρ σου ἐπ’ ἄνδρα δεξιᾶς σου» τῷ αὐτῷ δημαγωγῷ· «καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ» πειθαρχούμενοι αὐτῷ. «Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς», ἤτοι, ἐπίσκεψαι ἡμᾶς, «καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα». Καλῶς προείρηται, ὅτι, ὅτε αὐτοὺς ἀπέκτενον, τότε ἐξεζήτουν αὐτόν.
Ψαλμὸς πʹ Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν, ψαλμὸς ᾠδῆς τῷ Ἀσάφ. Οἶμαι γὰρ ὅτι ἀκόλουθα τοῦ ῥηθέντος ψαλμοῦ καὶ ὁ παρὼν ὑποτίθεται. Εἰπόντες γὰρ ἐκείνῳ θλιβόμενοι «ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε» καὶ «ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα» καὶ ὅσα τοιαῦτα, καὶ τυχόντες ἐπικουρίας καὶ ἀντιλήψεως Θεοῦ, εἰκότως ἀγάλλονται καὶ τὴν θείαν βοήθειαν ἀναμέλπουσι λέγοντες· «Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ· λάβετε ψαλμὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας· σαλπίσατε ἐν νουμηνίᾳ σάλπιγγι».
Ἦν γὰρ καὶ τοῦτο παιδαγωγία τις διὰ τὸ ἀτελὲς τοῦ λαοῦ διὰ μουσικῶν ὀργάνων ὑμνεῖσθαι Θεόν, ἵνα κἂν οὕτως συναθροίζωνται πρὸς ὑμνῳδίαν Θεοῦ. Νῦν δέ, οὐδὲ ἐπὶ γάμοις σχεδὸν συγχωρεῖ ἡ Ἐκκλησία τοῦ Θεοῦ μουσικὰ ὄργανα κρούεσθαι. «Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ», ἤτοι, ἀπὸ σκανδάλων βραχέων καὶ βασταγμάτων, «αἱ χεῖρες αὐτοῦ», δηλαδὴ τοῦ λαοῦ, «ἐν τῷ κοφίνῳ ἐδούλευσαν», τῷ πηλῷ καὶ τῇ πλινθείᾳ ταλαιπωρούμεναι. «Ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐρρυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος», ἤτοι, ἐν τῇ ζάλῃ σου ἐκείνῃ τῇ μηδὲν ἀποδεούσῃ σφοδρᾷ καταιγίδι, ῥυσάμενος ἐξειλόμην σε. «Ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας», γογγύζων κατὰ Μωϋσῆ «τί πιόμεθα;» «Ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σοι. Ἰσραήλ, ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος», καθὼς οἶδας ἐν Αἰγυπτίοις, «οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ. Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου». Ἴδε πόση παιδαγωγία ἦν τῷ λαῷ ἐκείνῳ παρὰ Θεοῦ καὶ οὐδ’ οὕτως ἔστεργον τῇ εὐσεβείᾳ, ἀλλὰ πρὸς εἰδωλομανίαν μυριάκις ἐτρέποντο «Πλάτυνον τὸ στόμα σου» τὰ εὐσεβῆ κηρύττων «καὶ πληρώσω αὐτὸ» ῥήσεων εὐαγῶν. Γέγονε δὲ τὸ ἐναντίον· «Οὐκ ἤκουσε», φησίν, «ὁ λαός μου τῆς φωνῆς μου καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοῖς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν».
Εἴασα, φησί, πορεύεσθαι αὐτοὺς τοῖς ἰδίοις θελήμασιν, ἵνα πευκεδανοὺς καρποὺς ἐντεῦθεν τρυγήσωσιν. «Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἄν», ἤτοι, εὐκόλως ἄν, «τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα· καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου». Θλιβόμενοι γὰρ πολλάκις ὑπό τινων ἐχθρῶν, οὐ τῆς ἐκείνων ἐστὶ δυνάμεως, ἀλλὰ ἐκ τῆς ἡμῶν πρὸς Θεὸν παρακοῆς τῶν ἀνιαρῶν ἡ αἰτία προσγίνεται. «Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτόν, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα». Εἰ γὰρ καὶ εὐημεροῦσι, φησί, κατὰ τὸν παρόντα αἰῶνα, ἀλλ’ ὁ καιρὸς τῆς αὐτῶν ἀνταποδόσεως ταμιεύεται εἰς τὸν μέλλοντα αἰῶνα. «Καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ», ἤτοι, ἐκ σίτου σεμιδάλεως, «καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς», καίτοι γε ἐχθροὺς ὄντας. Ἴδε οἷα ψωμίζει αὐτοὺς δαψιλῶς, διότι ὁ καιρὸς τῆς θλίψεως αὐτῶν διαπορθμεύεται εἰς τὸν αἰῶνα. Τὸ δὲ «μέλι ἐκ πέτρας», εἴτε τὸ ἐκ τῆς πέτρας ἐκείνης ἡδύποτον ὕδωρ παραδηλοῦν, εἴτε καὶ κυρίως μέλι, ὃ ἐν ταῖς τρώγλαις τῶν πετρῶν μέλισσαι αὐτουργοῦσιν.
Ψαλμὸς παʹ Ψαλμὸς τῷ Ἀσάφ. «Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν». Οὐχ ὅτι πολλοί εἰσι θεοί, ὁ φύσει γὰρ Θεὸς ὁ ἀληθὴς εἷς ἐστίν, ὁ δημιουργὸς τοῦ κόσμου· λέγονται δὲ καὶ βασιλεῖς τῆς γῆς καὶ οἱ ἡγούμενοι τοῦ λαοῦ θεοί, ὡς ἀντιπρόσωποι τοῦ Θεοῦ, ὡς κρίνοντες τὴν γῆν καὶ ὡς διαφερόντως τιμώμενοι παρὰ τῶν δήμων. Ἔστη δὲ ἐν μέσῳ αὐτῶν οὐχ ἅπαξ, ἀλλ’ ἑκάστοτε ἵσταται ἀοράτως καὶ ἀπεριγράπτως μεταξὺ αὐτῶν. Ἐπεὶ δὲ πολλοί, τῶν τοιούτων θεῶν ἡ διαφορά. Οἱ μὲν γὰρ τούτων τοῦ δικαίου ἀντέχονται, οἱ δὲ πρὸς τὸ ἄδικον καὶ πλεονεκτικὸν ἐπιρρεπῶς ἔχουσιν, «ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ», διαχωρίζων καὶ διελέγχων τὴν ἄδικον γνώμην αὐτῶν καὶ λέγων· «Ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;» Καὶ οὐχ ἁπλῶς διελέγχει, ἀλλὰ καὶ διδάσκει αὐτοὺς πρὸς τίνας καὶ πῶς δεῖ ταπεινοὺς ἐκλυτροῦσθαι. «Κρίνατε», φησίν, «ὀρφανὸν καὶ πτωχόν· ταπεινὸν καὶ πένητα δικαιώσατε· ἐξέλεσθε πένητα καὶ πτωχόν, ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε αὐτούς». Πολλαχοῦ γὰρ ἡ γραφὴ τοὺς ἀδίκους ἁμαρτωλοὺς εἰκότως φησὶ καὶ χωρὶς σαρκικῆς ἁμαρτίας· ὁ κρίνων ἀδίκως καὶ πλεονεκτῶν ἁμαρτωλὸς παρὰ τῇ γραφῇ ὀνομάζεται. «Οὐκ ἔγνωσαν» ταῦτα «οὐδὲ συνῆκαν» καὶ διὰ τοῦτο «ἐν σκότει διαπορεύονται· σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς», διὰ τὴν αὐτῶν παρακοήν.
Ὅτι «Ἐγὼ εἶπα, ἵνα θεοὶ ἐστὲ καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ» τοῦ πηλίκου ἀξιώματος καταφρονήσαντες, «ὡς ἄνθρωποι ἀποθνήσκετε», καθὼς καὶ ὁ πρῶτος ἄνθρωπος διὰ παρακοῆς ἐτεθνήκει, «καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε».
Κἀκεῖνος γὰρ τὰ ὑπὲρ ἀξίαν αὐτοῦ σφετερισάμενος, τῆς ἀρχαγγελικῆς ἀξίας ἀποπεσὼν ἀρχιδαίμων ἐγένετο. «Ἀνάστα ὁ Θεὸς κρίνων τὴν γῆν· ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι» καὶ ἡ τριήμερος ταφὴ οὐκ ἀφελεῖται τὴν δόξαν σου, ἀλλὰ κριτὴς πάσης τῆς γῆς καὶ πάντων τῶν ἐθνῶν ἔσῃ κλεϊζόμενος.
Ψαλμὸς πβʹ ᾨδὴ τῷ Ἀσάφ. «Ὁ Θεὸς τίς ὁμοιωθήσεταί σοι;» Εἰ γὰρ καὶ ἔστης «ἐν συναγωγῇ θεῶν», ἀλλὰ πολλὴ καὶ ἄπειρος ἡ μεταξὺ σοῦ τε κἀκείνων διαφορὰ καὶ οὐδεὶς ὁμοιωθήσεταί σοι. Διὸ «μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς, ὁ Θεός. Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν· ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην· εἶπον· Δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους καὶ οὐ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι».
Μυριάκις γὰρ προείλοντο ἔθνη ἐξολοθρεῦσαι Ἰουδαίους, αὐτοὶ δὲ ἐπληθύνοντο μᾶλλον, διὰ τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν. Ὥσπερ καὶ τύραννοι βασιλεῖς προείλοντο μετὰ ταῦτα ἐξολοθρεῦσαι τὴν Χριστοῦ ἐκκλησίαν, αὐτὴ δὲ ἀπὸ Χριστοῦ κρατυνομένη ὡρᾶτο στερεωτέρα. «Ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ καὶ διαθήκην διέθεντο κατὰ σοῦ τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοὶ Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλήκ· ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον· ἀλλὰ καὶ Ἀσσοὺρ σὺν αὐτοῖς ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ». Ὅρα πόσων ἐθνῶν συμμορίαι συνεκροτήθησαν, ἀπὸ πλησίον τῆς Ἀραβίας μέχρι τῆς Τύρου καὶ οἱ τὸν ζυγὸν οἰκοῦντες πέραν τοῦ Ἰορδάνου υἱοὶ Λώτ, ἵνα ἐξολοθρεύσωσι τοὺς υἱοὺς Ἰσραήλ. Αὐτοὶ δὲ ἄμαχον ἕρκιον ἔχοντες τὴν θείαν ἐπικουρίαν, τὰς μυρίας ἐκείνων παρεμβολὰς φρούδας ἀπέφηναν. Ἐν οἷς γὰρ οὐκ εὐδοκεῖ Θεός, μυριάδες πολλαὶ ὠφελοῦσιν οὐδέν· εἴπερ καὶ Σεναχηρεὶμ μετὰ πολλῶν μυριάδων πολιορκήσας τὴν Ἰερουσαλήμ, γυμνὸς ἐξέφυγε μόνος· ἀλλ’ οὐδ’ αὐτὸς διεσώθη· ἀπέκτεινεν γὰρ καὶ αὐτὸν Νααχορδὰν ὁ υἱὸς αὐτοῦ, αἱ δὲ ῥηθεῖσαι πολλαὶ τῶν ἐθνῶν συμμορίαι ἤνυσαν οὐδέν. «Ποιήσει καὶ αὐτούς», φησί, «ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ, ὡς τῷ Ἰαβεὶμ ἐν τῷ χειμάρρῳ Κεισών».
Κἀκεῖνοι γὰρ πάλαι λυττήσαντες κατὰ τοῦ Ἰσραήλ, «ἐξολοθρεύθησαν ἐν Ἀενδὼρ», ἤτοι μετ’ εὐκολίας, «ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ». Καὶ νῦν, φησί, τῶν καθ’ ἡμῶν ἐξεγειρομένων ἐθνῶν, «θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανάν, πάντας τοὺς ἄρχοντας αὐτῶν». Οὕτω γὰρ κἀκεῖνοι ποτὲ καθ’ ἡμῶν ὁπλισθέντες εἶπον· «Ἐξολοθρεύσωμεν τὴν Ἰερουσαλήμ». «Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ». Καὶ αὐτοὺς αὐτὸς ἐξολοθρεύσας εὐπετῶς «γεγόνασι ὡσεὶ κόπρος τῇ γῇ». Καὶ νῦν τοὺς καθ’ ἡμῶν ἐρχομένους Ἰδουμαίους καὶ Ἰσμαηλίτας καὶ τοὺς ἑτέρους αὐτῶν, «Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου· ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν, ὡσεὶ φλόξ, ἣ κατακαύσει ὄρη. Οὕτω καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου καὶ ἐν τῇ ὀργῇ σου συνταράξεις αὐτούς· πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος καὶ σὺ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν».
Καλὸν γὰρ ἐπί τε αἰσθητῶν καὶ νοητῶν πολεμίων καταφεύγειν, πρὸς τὸ ἀπόρθητον τεῖχος τῆς θείας ἐπικουρίας, καὶ συνθλᾶν ἐντεῦθεν κέρατα πολεμίων.
Ψαλμὸς πγʹ Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν, τοῖς υἱοῖς Κορέ. «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων». Σκηνώματα Θεοῦ πρῶτον μὲν τὰ τῆς ἄνω Ἰερουσαλήμ, εἶτα καὶ τῆς κάτω, ἐν ᾗ «ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη», ἐν οἷς «ἐπιποθεῖ καὶ ἐκλείπει ψυχὴ θεοφιλὴς» καὶ «ἀγαλλιᾶται σφόδρα ψυχὴ μετὰ σαρκὸς καὶ καρδίας»· «Καὶ γὰρ στρουθίον εὗρεν ἐν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς». Ἰουδαῖοι δέ, αἰχμαλωτιζόμενοι ἄνω καὶ κάτω, ἐν μιᾷ νοσσιᾷ στέργειν οὐκ ἴσχυσαν. «Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων», σεμνὰ καὶ ἐπίχαρτα. «Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Μακάριος ἀνήρ, οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοί», ὅτι «ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ» χορηγήσεις τοῦ πορεύεσθαι ἐκ δυνάμεως πρακτικῆς πρὸς δύναμιν θεωρίας. «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών», τοὐτέστιν, ὁ ἐν Σιὼν σαρκὶ φωραθῆναι μέλλων ἐπ’ ἐσχάτων τῶν χρόνων, οὐ ψιλὸς ἄνθρωπος, ἀλλὰ Θεὸς θεῶν ἐστιν, εἴτε τῶν ἀποστόλων εἴτε τῶν ἄλλων τινῶν καλουμένων θεῶν. «Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου» «καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ σου, ὅτι κρείσσων ἡμέρᾳ μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας» ἐτῶν ἐν τῷ προσκαίρῳ βίῳ.
Διὸ καὶ «ἐξελεξάμην ἐν τῷ οἴκῳ τοῦ Θεοῦ παραρριπτεῖσθαι, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν», ὧν ἡ εὐμαρὴς μίμησις πρὸς ἁμαρτίαν μεταλλεύει πολλούς. «Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος». Ὡς ἐλεήμων καὶ ἀληθὴς φύσει τυγχάνων ὁ Θεός, «χάριν καὶ δόξαν δώσει» τοῖς ἐκζητοῦσιν ἐν καθαρᾷ καρδίᾳ «καὶ οὐ στερήσει τῶν ἀγαθῶν αὐτοὺς πορευομένους ἐν ἀκακίᾳ» οὔτε ἐν τῷ νῦν οὔτε ἐν τῷ μέλλοντι αἰῶνι. Καὶ «Μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σοί» τῷ Θεῷ τῶν δυνάμεων.
Ψαλμὸς πδʹ Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορέ. «Εὐδόκησας, Κύριε, τὴν γῆν σου» καὶ τὰ ἑξῆς εὐχαριστήρια καὶ ἱκετήρια πρὸς Θεὸν ῥητά. Εἶτα «δεῖξον ἡμῖν, Κύριε», λέγων «τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δώῃς ἡμῖν», δηλαδὴ τὸν ἀγαπητὸν Υἱὸν καὶ ἀληθινὸν κόσμου σωτῆρα, ὃς «καὶ λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους», ἤτοι, ἐπὶ τοὺς πιστοὺς αὐτοῦ, «καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ’ αὐτόν, ἐγγὺς δὲ τῶν φοβουμένων αὐτὸν καὶ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν», εἴτε τῇ «χοϊκῇ οὐσίᾳ» ἡμῶν εἴτε καὶ τῇ γῇ μεταλλεύων πρὸς δόξαν θεογνωσίας. «Ἔλεος καὶ ἀλήθεια συνήντησαν» ἐν τῷ Ἰορδάνῃ. Ἔλεος ὁ Χριστός, ἀλήθεια ὁ Βαπτιστής, κηρύττων αὐτὸν ἐν ἀληθείᾳ Υἱὸν Θεὸν καὶ «ἀμνὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου». «Ἔλεος καὶ ἀλήθειαν συνήντησαν» οἱ ῥηθέντες, «δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν», φιλικῶς δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν, φιλικῶς θάτερος θατέρῳ προσμαρτυρῶν ἀληθῶς. Ὁ μέν, ὅτι «οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ», ὁ δέ, ὅτι «οὗτός ἐστιν ὁ διὰ Ἡσαίου καὶ Μαλαχίου προκηρυχθεὶς ἄγγελος, ἑτοιμάζων ὁδοὺς τῷ ἐρχομένῳ». «Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν», ἡ ἀληθῶς φωραθεῖσα θεοτόκος μήτηρ καὶ παρθένος. «Καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε» καὶ κατῆλθε Χριστὸς ἀπορρήτως ἐν τῇ πανάγνῳ αὐτῆς γαστρὶ καὶ νηδύϊ. «
Ἔδωκεν γὰρ Κύριος ὁ Πατὴρ χρηστότητα» τὸν αὐτοῦ ἀγαπητὸν Υἱόν, «καὶ ἡ γῆ ἡμῶν ἔδωκε τὸν καρπὸν αὐτῆς», τὴν παμφόρον θεοτόκον. «Δικαιοσύνη» ἐν Προδρόμῳ αὐτοῦ «προπορεύσεται», τὰς τρίβους μὲν τοῦ ἐρχομένου εὐθείας ἀπεργαζόμενος· καὶ αὐτὸς δὲ ἐλθὼν εἶτα ἀπορρήτως «θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ» τῆς ἄνω διατριβῆς μὴ ἀπολειπόμενος, ὅπως ἂν «τὰ σύμπαντα» τῆς αὐτοῦ «πλησθήσονται χρηστότητος».
ΚΑΘΙΣΜΑ ΔΩΔΕΚΑΤΟΝ Ψαλμὸς πεʹ Προσευχὴ τῷ Δαβίδ. Ὃς ὑπογέγραπται «προσευχὴ τῷ Δαβίδ». «Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ». Τί λέγεις; προφήτης καὶ βασιλεὺς ὤν, πῶς πτωχὸς καὶ πένης ὑπάρχεις; Ναί, φησίν, ὅτι καὶ πολλοὺς τῶν πτωχῶν καὶ πένητας αἱροῦμαι ἐπισπάσασθαι πρὸς τὴν εὐχὴν ταύτην καὶ λέγειν· «Κλῖνον, Κύριε, τὸ οὖς σου» καὶ τὰ ἑξῆς. Οὐ μὴν δέ, ἀλλὰ καὶ ἐκ προσώπου τοῦ βασιλέως τῆς δόξης φημὶ ταῦτα, ὃς Θεὸς ὢν ἐπτώχευσε μέχρι μορφῆς δουλικῆς. «Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι», ἤτοι, ὅτι πιστός εἰμι καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ. Σαφὴς προσευχὴ πρὸς Θεόν, ἃ πάρεργον ἡγοῦμαι καὶ κατὰ λέξιν διεξιέναι καὶ πολλοὺς λόγους καινοτομεῖν.
Δεδήλωται γὰρ ὅτι καὶ παντὶ πτωχῷ ἁρμόδιος ὁ ψαλμὸς οὗτος καὶ εἰς Χριστὸν τὴν ἀναφορὰν ἔχει καὶ περὶ τῶν αὐτοῦ σωτηρίων παθῶν. «Πάντα», φησί, «τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου καὶ δοξάσουσι τὸ ὄνομά σου, ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος». «Ὅτι τὸ ἔλεός σου μέγα ἐπ’ ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου. Ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπ’ ἐμὲ καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου», τὰς τῶν Ἰουδαίων παρανόμους φατρίας ἀποκαλῶν, «καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν», ἤτοι οὐκ ᾐδέσθησάν σε, ταῦτα λυττῆσαι κατ’ ἐμοῦ τοῦ ἀγαπητοῦ σου Υἱοῦ.
Σὺ δέ, Κύριε, ὡς φιλόπαις Πατήρ, «δὸς τὸ κράτος σου τῷ παιδί σου» τῷ ἀπὸ τῆς οὐσίας, «καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου», ἐξ ἧς με εὐδόκησας τεχθῆναι ἀνερμηνεύτως. «Ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθὸν καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με», βοήθειαν καὶ παράκλησιν τὴν θείαν ἐπικουρίαν περὶ τῆς ἀσθενοῦς σαρκὸς ὀνομάζων. Τοῦτο δὲ τὸ σταυρικὸν σημεῖον τὸ εἰς ἀγαθὸν καθορῶντες Ἰουδαῖοί τε καὶ δαίμονες καταισχύνονται.
Ψαλμὸς πϛʹ Τοῖς υἱοῖς Κορὲ ψαλμὸς ᾠδῆς. «Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις». Ποίου αὐτοῦ; αὐτοῦ τοῦ σταυρωθέντος, αὐτοῦ τοῦ εἰπόντος· «Ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθόν». «Οἱ θεμέλιοι» τῆς δυνάμεως «αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις». Λέγεται γὰρ λίθος ἐκλεκτός, ἀκρογωνιαῖος, ἔντιμος, εἰς τὰ θεμέλια Σιών· «καὶ ὁ πιστεύων», φησίν, «εἰς αὐτὸν οὐ μὴ καταισχυνθῇ». «Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ».
Καὶ πῶς τῶν σκηνωμάτων αἱ πύλαι ἀγαπῶνται πλέον; ὅτι διὰ νοητῆς πύλης ἀθίκτου εἰσῆλθεν εἰς τὴν αὐτοῦ Σιὼν ἐκκλησίαν ὁ ἀγαπητὸς Λόγος τοῦ Πατρός. «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ» ἔμψυχος «πόλις τοῦ Θεοῦ», παρὰ τοῦ θείου Γαβριήλ. «Μνησθήσομαι Ῥαάβ», ἤτοι πλατυσμοῦ, ἀντὶ στενοχωρίας «καὶ Βαβυλῶνος», ἤτοι αἰχμαλωσίας λαοῦ, «τοῖς γινώσκουσί με. Καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς τῶν Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ», ἤτοι, παρεγένοντο ἐκεῖ, ἔνθα ἐγένετο τὸ σημεῖον εἰς ἀγαθόν. «Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος», ἤτουν πᾶς ἄνθρωπος πιστὸς μητέρα καλέσει τὴν Σιών, ὡς σωτηρίας αἰτίαν τοῦ γένους ἡμῶν τῶν ἀνθρώπων, «ὅτι ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ», Θεὸς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. «Καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων· τούτων τῶν γεγενημένων ἐν αὐτῇ». Ἄρχουσι γὰρ καὶ ἀρχομένοις ἑκάστοτε διηγεῖται Θεὸς παρὰ θείων γραφῶν, «ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί», τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ Σιών.
Ψαλμὸς πζʹ ᾨδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορέ· εἰς τὸ τέλος, ὑπὲρ μαελὲθ τοῦ ἀποκριθῆναι· συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ. «Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου· ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε». Χριστὸς διὰ Δαβὶδ ἀποφθέγγεται ταῦτα. Ἀεὶ γὰρ πρὸς τὸν αὐτοῦ πατέρα τὰ ἑαυτοῦ ἀναφέρει, τοῦτο μὲν γὰρ γέρας τῷ Πατρὶ ἀπονέμων, τοῦτο δὲ βεβαιῶν, ὅτι τέλειος γέγονεν ἄνθρωπος. «Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον», ἤτοι, τῶν θαπτομένων ἐν τάφοις, «ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος». Ἑκὼν ἦλθον πρὸς τοῦτο, φησί, μὴ φύσιν ἔχων νεκρότητος. «Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου», τὸν αὐτοῦ τριήμερον τάφον αἰνιττόμενος. «Ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ’ ἐμέ». Εἰ καὶ ἠνέσχου, φησί, πρὸς τὸ πάθος ἐλθεῖν, ἀλλ’ οὖν οἱ ὀφθαλμοί σου οὐκ ἀπέστησαν ἀπ’ ἐμοῦ· τοῦτο γὰρ μετεωρισμὸν ἐπωνόμασεν. «Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ». Καταλιπόντες γὰρ οἱ μαθηταὶ αὐτὸν ἔφυγον, οἱ φονευταὶ δὲ «ἔθεντό με βδέλυγμα ἑαυτοῖς. Παρεδόθην καὶ οὐκ ἐξεπορευόμην». Ῥᾷόν μοι γὰρ ἦν τὸ πατάξαι αὐτοὺς ἀορασίᾳ καὶ ἐκπορευθῆναι ἐκ μέσου αὐτῶν. «
Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας», μηδεμίαν παρακλήσεως καθορῶντες φοράν. «Ἐκέκραξα πρὸς σέ, Κύριε», καὶ Πατήρ μου, γενικῶς περὶ πάντων. «Μὴ τοῖς νεκροῖς ποιήσῃς θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογηθήσονταί σοι; μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένη;» Διὰ τῶνδε τῶν εἰσηγήσεων παρεδήλωσεν ὁ δεσπότης, ὅτι τοὺς θανόντας ἐν ἁμαρτίαις καὶ ἀνεξομολογήτους, ὥσπερ οὐ δύνανται ἰατροὶ πρὸ ἐξομολογήσεως αὐτοὺς ἀναστῆσαι, οὕτω οὐκ ἔστιν αὐτοῖς μετὰ θάνατον ἐλπὶς σωτηρίας ἐν ᾅδῃ καὶ ἐν γῇ ἐπιλελησμένῃ καταφοιτήσαντας οὐδεὶς λοιπὸν ὁ ἐκεῖθεν ἐξαιρούμενος. Διὸ καὶ γῆν ἐπιλελησμένην τὴν χώραν τῆς κολάσεως ἐπωνόμασε.
Καί τινα ἐν τῷ μεταξὺ πρὸς τὸν αὐτοῦ Πατέρα ἐπιφθεγξάμενος, «ἐκύκλωσάν με», φησίν, «ὡσεὶ ὕδωρ», διψῶντες τὸν ἐμὸν θάνατον, «ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα», ἤτοι, ὅλην τὴν ἡμέραν ἐκείνου τοῦ πάθους κρατοῦντες καὶ παροινοῦντές με. «Ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας», καίτοι γε οὐχ ὁ Πατήρ, ἀλλ’ οἱ φονευταὶ τοὺς γνωστοὺς ἀπεσόβουν· ταλαιπωρίαν δὲ τὴν μοχθηρίαν τῶν Ἰουδαίων ἐκάλεσε.
Ψαλμὸς πηʹ Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ. Τῷ παρελθόντι ψαλμῷ καὶ ὁ παρὼν συνῳδὰ τὴν τοῦ Πατρὸς εὐδοκίαν καὶ τοῦ Υἱοῦ τὸ πάθος διαρρήδην ἐκτραγῳδῶν, εἰς πρόσωπον μὲν τοῦ Δαβίδ, τὸ δ’ ἀληθὲς εἰς τὸν Χριστὸν τὰ λεγόμενα νοοῦνται. «Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι».
Πολλοὶ μὲν γὰρ ᾄδοντες πρὸ Χριστοῦ περὶ Θεοῦ ᾖδον ὡς δοῦλοι, Χριστὸς δὲ ὡς Υἱὸς τοῦ Πατρὸς ᾖσε θαρρηκοτέρως· «Κύριε ὁ Θεὸς τῶν δυνάμεων», λέγων «τίς ὅμοιός σοι; δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου», ἐν ἰδίᾳ ὑποστάσει τὴν ἀλήθειαν τοῦ Πατρὸς ἀποκαλῶν τὸν Υἱὸν κύκλῳ τοῦ Πατρὸς ἀπεριγράπτως. «Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, καὶ τὸν σάλον αὐτῆς τῶν κυμάτων σὺ καταπραΰνεις.
Σὺ ἐταπείνωσας» δι’ ἐμοῦ «ὡς τραυματίαν ὑπερήφανον» καὶ ἀποστάτην διάβολον «ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου», ἐμοῦ, «διεσκόρπισας τοὺς ἐχθρούς σου. Σοί εἰσιν οἱ οὐρανοὶ καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς» δι’ ἐμοῦ τοῦ λόγου σου «σὺ ἐθεμελίωσας. Τὸν βορρᾶν καὶ τὴν θάλασσαν», ἤτοι, τὸν νότον, «σὺ ἔκτισας. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται», σὸν εἶναι υἱὸν προσμαρτυρῶν τόν τε βαπτιζόμενον κατὰ τὸ Ἑρμώνιον ἐν Ἰορδάνῃ, τόν τε μεταμορφούμενον ἐν τῷ Θαβώρ. «Ἔλεος καὶ ἀλήθεια», ὁ σὸς Υἱός, «προπορεύεται πρὸ προσώπου σου» εἰς ἀνάπλασιν κόσμου, κἂν καὶ πρὸ προσώπου Χριστοῦ προεπορεύθη ὁ τὰς ὁδοὺς ἑτοιμάζων Ἰωάννης. «Τότε», φησίν, «ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου καὶ εἶπας· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου». Εἶχε μὲν γὰρ Χριστὸς φυσικὴν τὴν δυναστείαν, ὡς Θεός, προσετέθη δὲ βοήθεια αὐτῷ ἐκ τοῦ Πατρὸς ἐν τῇ τοῦ δούλου μορφῇ. Ὑψώθη μὲν γὰρ καὶ Δαβὶδ καὶ ἐδοξάσθη, ἀλλ’ ὡς Χριστοῦ τύπος, Χριστὸς δὲ ὑψωθεὶς ἐν τῷ σταυρῷ καὶ διὰ θανάτου θανατώσας τὸν θάνατον ὑψοῦται καὶ μεγαλύνεται παρὰ πάντων ὡς Θεός. «Εὗρον Δαβὶδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν». Δοῦλος Θεοῦ κατ’ οὐσίαν Δαβίδ, χριστὸς δὲ οὐ κατ’ οὐσίαν, ἀλλὰ κατ’ οἰκονομίαν.
Εἰ γὰρ καὶ ἐθέωσεν ἣν προσελάβετο χοϊκὴν οὐσίαν, ἀλλ’ οὖν δι’ αὐτῆς δεδούλευκε μεταξὺ Θεοῦ καὶ ἀνθρώπων μεσίτης γενόμενος. «Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν». Θάνατος γὰρ αὐτοῦ μετὰ ταῦτα «οὐκέτι κατακυριεύσει». «Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι.
Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ’ αὐτοῦ. Αὐτὸς ἐπικαλέσεταί με Πατέρα, κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς», καθότι καὶ ἡ βασιλεία αὐτοῦ οὐκ ἔστιν ἀπὸ τῆς γῆς. «Καὶ θήσομαι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα» τῆς διδαχῆς «αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ» ἀσάλευτον καὶ ἀΐδιον. «Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου» οἱ ἐπιστάντες αὐτὸν καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσι, «ἐπισκέψομαι ἐν ῥάβδῳ καὶ μάστιγι τὰς ἀνομίας καὶ τὰς ἁμαρτίας αὐτῶν», ἵνα μετανοήσωσι. «Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτῶν». Ταῦτα δὲ πρὸς Χριστιανούς, οὐ πρὸς Ἰουδαίους, ὡς ἐκεῖνοι φρεναπατῶνται, καθότι οὐδὲ γεγόνασιν ἐκεῖνοι Χριστοῦ υἱοί, ἀλλὰ Χριστοῦ φονευταί. «Καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω. Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου» ὀνόματι, «εἰ τῷ Δαβὶδ ψεύσομαι» τῷ τε αἰσθητῷ τῷ τε νοητῷ. «Τὸ σπέρμα αὐτοῦ», ὅπερ ἔσπειρεν εἰς τὸν ἀγρὸν τοῦ κόσμου αὐτοῦ, «εἰς τὸν αἰῶνα μένει» συνέχον καὶ διατρέφον τῶν πιστῶν τὰ συστήματα. «Καὶ ὁ θρόνος αὐτοῦ ὡς ἥλιος ἐναντίον μου» μαρμαρυγαῖς θεότητος καταστραπτόμενος, «καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα», τηλαυγῶς ἐπιλάμπουσα τῇ παρεδρίᾳ μου. «Καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός», ἤτοι ὁ ταῦτα πρὸς τὸν Υἱὸν ὑπισχνούμενος ἀληθὴς Θεὸς καὶ Πατήρ.
Ὁ δὲ Υἱός, οἷα κατὰ τὸ ἀνθρώπινον ποτνιώμενός πως καὶ ἀποκρινόμενος φαίη· «Σὺ δὲ ἀπώσω καὶ ἐξουθένωσας, ἀνεβάλου τὸν χριστόν σου», τἀναντία τῶν ὑποσχέσεων μὴ πείσεσθαι συγχωρήσας. «Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου», ἣν διέθου, ὅτι οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ. «Ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ», ἤτοι, παρῆκες τὸ ἁγίασμα, σκῆνος αὐτοῦ, γῇ καλυφθῆναι νεκρόν. «Καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν» καὶ «διήρπαζον αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν», ἤτοι, ῥᾳδίως συγχωρήσας γενέσθαι τὴν αὐτοῦ προδοσίαν τοῖς φονευταῖς. «Ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ, ὅτι ὕψωσας τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ καὶ εὔφρανας αὐτούς. Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας» τῆς θεϊκῆς «αὐτοῦ» δυναστείας «καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ» τῆς νυκτομάχου αὐτοῦ προδοσίας. «Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ» ἐπανεπαύσω δὲ μᾶλλον ἐν τούτῳ, καθαρίσας θέλων ἀμπλακημάτων πιστούς. «Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας», ἤτοι, ἐταπείνωσας αὐτὸν ἐνώπιον τῶν ἐχθρῶν αὐτοῦ καὶ κατέχεας αὐτῷ αἰσχύνην. «Μνήσθητι, τίς μου ὑπόστασις», ὅτι οὐχ ἁπλῶς ἀνθρωπίνη, ἀλλὰ καὶ θεία. «Τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον;», μεθ’ ὧν καὶ ὑπὲρ αὐτῶν θανοῦμαι καὶ αὐτὸς ἄνθρωπος γεγονώς. «
Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου» τῶν εἰς ἐμὲ πεποιθότων καὶ ὀνειδιζομένων παρὰ τῶν ἀθέων, ὡς εἰς ἄνθρωπον βιοθανῆ πεπιστευκότων.
Μνήσθητι «οὗ ὑπέσχου ἐν τῷ κόλπῳ μου», τῷ ἐν τῷ κόλπῳ σου πολλῶν ἐθνῶν κληρονομίαν καθέξαι με. Καὶ ἰδοὺ «ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου», ὅτι σφέτερον αἷμα προτείνας κόσμον ἐξηγοράσατο. «Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα. Γένοιτο γένοιτο», διπλοῦν τὸ «γένοιτο» ἐκ θυμηδίας.
Ψαλμὸς πθʹ Προσευχὴ Μωϋσῆ, ἀνθρώπου Θεοῦ. «Κύριε καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ», ἤτουν κατὰ γενεὰν καὶ γενεὰν τῶν σῶν δούλων ὑπάρχεις καταφυγή, ὅτι ἀπὸ τοῦ αἰῶνος καὶ «πρὸ τοῦ γενέσθαι τὴν γῆν καὶ τὴν οἰκουμένην σὺ εἶ, μήτε ἀρχὴν ἔχων ὑπάρξεως μήτε τέλος ἡμερῶν». Διό· «Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν» ἀνοίας καὶ κακώσεως, «καὶ εἶπας· Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων».
Ὑμεῖς μὲν φατέ· «μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν», κἀγὼ φημί· «Ἐπιστρέψατε πρός με, υἱοὶ τῶν ἀνθρώπων. Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ ἐχθές». Σημεῖον δὲ τοῦτο θείας φύσεως ἀδιόριστον καὶ ἀΐδιον. «Τὰ ἐξουδενώματα δὲ τῶν ἐναντίων ἔτη ἔσονται».
Παρεοίκασι γὰρ χλόῃ παρερχομένῃ. «Τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη» πᾶν τὸ ἐκπίπτον ἐκ τῆς ζωτικῆς αὐτοῦ στάσεως, εἴτε ἔμψυχον εἴτε ἄψυχον, σκληρὸν καὶ ξηρὸν καὶ ἄχρηστον ὡς νεκρὸν γίνεται. «Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου» διὰ τὰς ἁμαρτίας ἡμῶν, «καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν». «Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν» κατ’ ἐμφέρειαν ἀραχνῶν παριππεύουσιν, ἐὰν δὲ καὶ διατεθῶσι, «μέχρι τῶν ἑβδομήκοντα ἢ καὶ ὀγδοήκοντα ἐτῶν, τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος», ὡς τῶν ὀργάνων τοῦ σώματος ἀσθενησάντων καὶ τοῦ τόνου καταλυθέντος. «Ὅτι ἐπῆλθε πραότης ἐφ’ ἡμᾶς καὶ παιδευθησόμεθα», ἤτοι, διὰ τῆς πραότητος συνήσομεν «τὸ κράτος τῆς ὀργῆς σου καὶ φοβηθέντες ἐξαριθμήσομεν τὸν θυμόν σου, ἵνα τῇ δεξιᾷ σου γνωρίσῃς ἡμῖν τὰ εὐάρεστά σοι ποιῶν πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. Ἐπίστρεψον, Κύριε· ἕως πότε» παρορᾷς ἐνδίκως ἡμᾶς; «παρακλήθητι ἐπὶ τοῖς δούλοις σου καὶ ἔμπλησον τοῦ ἐλέους σου καὶ ἀγαλλιασόμεθα καὶ εὐφρανθησόμεθα ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· ἀνθ’ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς· ἐτῶν, ὧν εἴδομεν κακά» ἄμειψον ἐπὶ τὸ βέλτιον τὰ δεινά, «καὶ ἴδε ἐπὶ τοὺς δούλους καὶ ἐπὶ τὰ ἔργα σου ὁδήγησον τοὺς υἱοὺς αὐτῶν» πρὸς τὰ εὐάρεστά σοι. «Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς», δᾳδουχοῦσα καὶ κατευθύνουσα πρὸς ἔργα θεοτερπῆ. «
Καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον» ἐνώπιόν σου τοῦ εὑρεθῆναι δεκτόν σοι.
Ψαλμὸς ϟʹ Αἶνος ᾠδῆς τῷ Δαβίδ. Ἀνεπίγραφος παρ’ Ἑβραίοις. «Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ» τοῦ ἀληθοῦς «αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίῳ· ἀντιλήπτωρ εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν». Οὐ γὰρ πάντες κατοικοῦσιν ἔνθα καὶ κατοικοῦσιν ἐν βοηθείᾳ Ὑψίστου, ἀλλ’ ἐκεῖνοι καὶ μόνοι οἱ τὰ φίλα δρῶντες τῷ Θεῷ. Κατοικοῦσι γάρ τινες καὶ λῃστρικῶς ἐν σπηλαίοις καὶ ἄλλοι ἐν πορνικοῖς καταγωγίοις, οἳ οὐ κατοικοῦσιν ἐν τῇ βοηθείᾳ τοῦ Ὑψίστου, ἀλλ’ ἐν τῇ ἐνεργείᾳ τοῦ σατανᾶ· ἐν οἷς οὐδὲ παρρησία ἐστὶ φάναι· «Ὁ Θεός μου, βοηθός μου» καὶ τὰ ἑξῆς. Ὃς δὲ κατοικεῖ πεποιθὼς πρὸς Θεόν· «Ὁ Θεός», φησί, «ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν», ἤτοι ἐπιβούλων «καὶ ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυχτερινοῦ», ἐκδειματούντων δαιμόνων, οὐδ’ «ἀπὸ βέλους πετομένου ἡμέρας» λιθοβολούντων ἐχθρῶν, οὐδ’ «ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου» ἀοράτου καὶ ὁρατοῦ, οὐδ’ «ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ», κἂν «πεσεῖται ἐκ τοῦ κλίτους σου», ἤτοι, ἐκ πλαγίων σου «χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου» καὶ μόνοις «κατανοήσεις» τῶν συμπτωμάτων τὴν φύσιν καὶ τὰ πλήθη «καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει», οἷα ἐκεῖνοι πείσονται τὰ δεινά.
Σὺ δέ, ἐπεὶ «τὸν Ὕψιστον ἔθου καταφυγήν σου, οὐ προσελεύσεται πρὸς σὲ κακὰ καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου», εἴτε τῷ σαρκίῳ σου εἴτε τῷ δωματίῳ σου. «Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ» «ὁ Ὕψιστος, ὃν ἔθου καταφυγήν σου, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου», ἀλλ’ «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα». Διάβολον καὶ δαιμόνων μανίαν δυσμενῶν καὶ σωμάτων τυραννίδα καταπατήσεις, φησί, καὶ ἀνώτερος φωραθήσῃ. «Ὅτι ἐπ’ ἐμὲ ἤλπισε» λέγει Κύριος, «καὶ ῥύσομαι αὐτὸν καὶ σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με καὶ ἐπακούσομαι αὐτοῦ· μετ’ αὐτοῦ εἰμὶ ἐν θλίψει· ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτόν. μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου».
Γένοιτο οὖν, Κύριε, γένοιτο καὶ ἐφ’ ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους τῶν μεγάλων σου τούτων καὶ ἀληθεστάτων καταξιωθῆναι ὑποσχέσεων, τοῦ ἐξελέσθαι ἡμᾶς τῆς τῶν παθῶν τυραννίδος καὶ εἰδέναι τὸ σωτήριόν σου καὶ δόξαν σοι ἀναπέμψαι τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.