Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τοὺς ψαλμούς

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος Ζ' (Ψαλμοί 91-104)

Το δέκατο τρίτο και δέκατο τέταρτο κάθισμα, με ύμνους στη δημιουργική σοφία, τη θεία πρόνοια για την κτίση και το έλεος του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 8 από 11

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ Ζʹ ΠΕΡΙ ΤΟΥ ΙΓʹ ΚΑΙ ΙΔʹ ΚΑΘΙΣΜΑΤΟΣ ΤΟΥ ΨΑΛΤΗΡΟΣ ΑΙΝΙΓΜΑΤΑ ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΤΡΙΤΟΝ <Προοίμιον> Εὐλόγησον, πάτερ. <Ἡ> τοῦ ἑβδόμου λόγου κατάπαυσις τὴν τοῦ ὀγδόου φορὰν ἐξανίστησιν, ἵνα, καθὼς ἐκεῖνος ᾐνίξατο περὶ τοῦ ιαʹ καὶ ιβʹ καθίσματος, οὕτω καὶ αὐτὸς σημανεῖ τὰ περὶ τοῦ ιγʹ καὶ ιδʹ παράβυστα, ὡς ἡ τοῦ παναγίου Πνεύματος χάρις ἐκκαλύψει τὰς ῥητορείας, ὧν ἡ ἀρχὴ οὕτω φησίν·

Ψαλμὸς ϟαʹ ᾨδὴ εἰς τὴν ἡμέραν τοῦ σαββάτου. «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· τοῦ ἀναγγέλειν τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα». Καὶ τί τῶν ἀγαθῶν ἀγαθώτερον γένοιτ’ ἄν, ἢ τῷ Θεῷ προσομιλεῖν ἡμέρας καὶ νυκτός, καὶ μὴ λήθης βυθοῖς καταδῦσαι, τὰς εἰς ἡμᾶς αὐτοῦ κηδεμονίας ἀποσιωπᾶν, ἀλλὰ λέγειν μετὰ χρηστοῦ συνειδότος· «Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιασόμεθα». Τίς γὰρ συνετὸς καθορῶν οὐρανοῦ καὶ γῆς καὶ τῶν λοιπῶν ποιημάτων τοῦ Θεοῦ καλλονήν, οὐ μετὰ θαύματος φαίη· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, σφόδρα ἐβαρύνθησαν οἱ διαλογισμοί σου» καὶ οὐδεὶς ἐκείνους καταλαβεῖν ἱκανός. «Ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα». Ποῖα ταῦτα; εἴτε τὰ Θεοῦ ποιήματα εἴτε τὰ περὶ αὐτῶν παρὰ τοῦ θείου Πνεύματος εἰσηγούμενα. Τάχα γὰρ οὐδὲ φρόνιμος καὶ συνετὸς τὴν τῶν θείων ποιημάτων κατάληψιν εὑρήσειεν ἄν. Πολλοὶ γὰρ τῶν σοφῶν ἐπεχείρησαν φάναι περὶ κτισμάτων Θεοῦ καὶ ὡς ἕνα κύαθον ἐῴκεισαν ἐκ τῆς θαλάσσης λαβεῖν. «Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον» καὶ χλοηφορῆσαι τῷ βίῳ φρούδους αὐτοὺς ἀπέφηνεν ἡ ἁμαρτία. «Καὶ διέκυψαν» καὶ πεπτώκασι «πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν»· περὶ τοῦ Χριστοῦ καὶ τῶν Ἰουδαίων ταῦτα ὑποληπτέον. «

Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου», ἤτουν καὶ ἡ βασιλεία μου, «καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι» δόξῃ καὶ τιμῇ κλεϊζόμενον. «Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου», οἷα πόματα ἐκείνοις κατέλαβεν ἐνδίκως. «Καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ’ ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὖς μου. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσειε» καρποὺς ὡρίμους προσάγων τῷ φυτουργῷ· μηδὲν παρὰ τῶν ἐναντίων ἀφανιζόμενος. «Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ»· διὸ κἂν ἄδικόν τι κακοφρόνως οἴωνταί τινες Θεὸν δρᾶν, ἴστωσαν, ὅτι «οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ».

Ψαλμὸς ϟβʹ Εἰς τὴν ἡμέραν τοῦ σαββάτου, ὅτε κατῴκισται ἡ γῆ· αἶνος ᾠδῆς τῷ Δαβίδ. «Ὁ Κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο». Φύσει τὴν βασιλείαν καὶ τὴν δύναμιν καὶ τὴν εὐπρέπειαν Χριστὸς εἶχε συναΐδιον τῷ Πατρὶ καὶ τῷ Πνεύματι· ὕστερον δὲ καὶ τῇ σαρκί, ἣν προσελάβετο, κατεκόσμησε καὶ αὐτὴν τὰ ῥηθέντα θεῖα πλεονεκτήματα. «Καὶ γὰρ» κατώρθωσε καὶ «ἐστερέωσε τὴν» πολυσχέδιον ταύτην «οἰκουμένην, ἥτις οὐ σαλευθήσεται». Οὐ σκυλμόν, οὐ σκέψιν ἐχρήσατο, ἀλλὰ μόνον ἠθέλησε καὶ κτίσις παρήχθη ἀκράδαντος. «Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε», πρὸ τοῦ τὸν κόσμον κτίσαι, «ἕτοιμος ὁ θρόνος σου», παρὰ μηδενὸς ἑτοιμασθείς, πλὴν τῆς πατρικῆς εὐδοκίας δεξιόθεν, ὅτι «ἀπὸ τοῦ αἰῶνος σὺ εἶ» ἅμα τῷ Πατρὶ καὶ τῷ Πνεύματι. «Ἐπῆραν οἱ ποταμοί, Κύριε», ἤτοι ὕψωσαν «φωνὰς αὐτῶν, φωνὰς ὑδάτων πολλῶν». Νοητοὶ δὲ ποταμοὶ οἱ θεῖοι ἀπόστολοι, ἀφ’ ὧν ἔρρευσαν θεογνωσίας ὕδατα φωνῶν διδαχῆς ἕως ἐσχάτων τῆς γῆς. «Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης», τῆς αἰσθητῆς μέν, ὁπηνίκα ὡς πεδίον ἱππόλατον κυανίζουσα καθορᾶται καὶ ἠρέμα προσπαίει γαληνομόρφως τὰς παραλίους ἀκτάς.

Τῆς δὲ νοητῆς, ἤτοι τῆς Ἐκκλησίας, «θαυμαστοὶ οἱ μετεωρισμοί», ὁπηνίκα δημοτελεῖς ἄγουσα πανηγύρεις, γεραίρουσα Θεὸν ἐν πλήθει εὐταξίας κλήρου λογάδος κυκλοῦντες ἀρχιερεῖς καὶ τὰ ἅγια θυσιαστήρια. Τί τῆς τοιαύτης θαλάσσης θαυμαστότερον ἐν μετεωρισμοῖς γένοιτ’ ἄν; «Θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος» ἄνωθεν αὐτὴν καθορῶν καὶ εὐλογῶν παρ’ αὐτῆς ἀνυμνούμενος. «Τὰ μαρτύριά σου», ἤτοι, αἱ γραφαί σου καὶ οἱ νόμοι σου, «ἐπιστώθησαν σφόδρα» τῇ ἐκκλησίᾳ σου ἀναμφιλέκτως. «Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν». Τοῖς ἱεροῖς σου ναοῖς, ἐν οἷς αἱ ἱεραὶ τελεταὶ δρῶνται, «πρέπει ἁγίασμα» κατοικοῦντος Πνεύματος ἁγίου σου «εἰς μακρότητα ἡμερῶν». Καὶ ἄλλως, τῷ ἐμψύχῳ σου οἴκῳ, ἐφ’ ᾧ μέλλεις αὐτὸς κατοικεῖν διὰ Πνεύματος ἁγίου σου «πρέπει ἁγίασμα» καθαρότητος καὶ παθῶν ἀλλοτρίωσις «εἰς μακρότητα ἡμερῶν», μέχρι τέλους ζωῆς.

Ψαλμὸς ϟγʹ Ψαλμὸς τῷ Δαβίδ, τετράδι σαββάτου. «Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο», ἤτοι, «Θεὸς κριτὴς ἐπαρρησιάσατο». Ἐρώτησις· Καὶ πότε, φησίν, οὐκ ἦν κριτὴς ὁ Θεός; ἢ πότε ἀπαρρησίαστος ἦν;

Ἀπόκρισις· Ὥσπερ τὸ «ἐβασίλευσεν», οὕτω καὶ τὸ «ἐπαρρησιάσατο», περὶ τῆς τοῦ Χριστοῦ ἐνανθρωπήσεως εἴρηται. Εἶχε μὲν γὰρ τὴν βασιλείαν καὶ τὴν παρρησίαν προαιωνίως, ὡς Θεός, ἐνανθρωπήσας δὲ καὶ αὖθις, ὡς «Θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο», τοὺς θεοκαπήλους ἐκ τοῦ ἱεροῦ ἐξελαύνων ἐν παρρησίᾳ καὶ ταλανίζων Γραμματεῖς καὶ Φαρισαίους πρὸ τῆς ἐν σταυρῷ ὑψώσεως. «Ὑψώθητι», φησίν, «ὁ κρίνων τὴν γῆν καὶ ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις», οἵτινες φθόνῳ καὶ ὑπερηφανίᾳ πτερωθέντες τὸν νοῦν ἐν ξύλῳ σε ὕψωσαν ἐν μέσῳ δύο λῃστῶν. «Ἕως πότε ἁμαρτωλοί, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται» κατὰ τοῦ σοῦ λαοῦ; «Ὃν λαόν σου, Κύριε, ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν· χήραν καὶ ὀρφανὸν ἀπέκτειναν καὶ προσήλυτον ἐφόνευσαν. Καὶ εἶπαν·

Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ». Ἁμαρτωλοὺς ἐνταῦθα καλεῖ τοὺς ἀπίστους τυράννους καὶ τὸν λαὸν τῶν Ἰουδαίων. Οἵτινες τὸν πιστὸν λαὸν καὶ τοὺς ἱεροὺς ἀποστόλους οὕτως κατετυράννουν καὶ κατεφόνευον, ὡς μηδὲ βλέποντος μηδὲ συνιέντος Θεοῦ, οὓς ἄφρονας καὶ μωροὺς ὁ θεῖος λόγος ἀποκαλῶν· «Σύνετε δή, ἄφρονες» φησίν, «ἐν τῷ λαῷ, καί, μωροί, ποτὲ φρονήσατε», τουτέστι, κἂν ὀψέποτε σύνετε καὶ μὴ οὕτω μωραίνετε, ὡς ὅτι οὐκ ἀκούει Θεός, οὐδὲ βλέπει τὰ πραττόμενα παρ’ ὑμῶν. «Ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει, ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐχὶ κατανοεῖ;» Ἄλλοις, φησί, χαρίζεται ἀκοὰς καὶ ὀφθαλμοὺς καὶ τὰς λοιπὰς αἰσθήσεις τοῦ σώματος, καὶ ἐκεῖνος ἀμοιρεῖ τούτων; «Ὁ παιδεύων ἔθνη, οὐχὶ ἐλέγξει» τὴν ἀφροσύνην ὑμῶν; «Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων», καὶ ὑμεῖς οἴεσθε, ὅτι «οὐ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ;» «Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν», πρὸς τὸ ἀποστῆναι τοῦ ῥηθέντος μωροῦ καὶ ἀσυνέτου λαοῦ, «τοῦ πραΰναι αὐτῷ ἀφ’ ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος», τοὐτέστιν, ἕως οὗ ὁ ἀσεβὴς ἀποβιούς, ὀρυγῇ αὐτῷ βόθρος ταφῆς αὐτοῦ. «

Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει», δηλαδὴ διὰ τοὺς ἐπιστρέφοντας ἐξ ἀπιστίας πρὸς τὴν τοῦ Χριστοῦ πίστιν, κατὰ γενεὰν καὶ γενεάν, οὐ τελείως ἀπώσατο τὰς τῶν Ἰουδαίων φατρίας «Ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν», ἤτουν ὁ ἐκ τῆς γῆς εἰς οὐρανοὺς ἀνελθὼν ἐπιστρέψῃ πάλιν κρῖναι τὴν γῆν· ταύτην ἐκάλεσε δικαιοσύνην, «καὶ ἐχόμενοι αὐτῆς», ἤτοι, πλησιάζοντες τῆς δικαιοσύνης, ἥτις ἐστὶν ὁ Χριστός, «πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ», οἱ δὲ μὴ εὐθεῖς, οὐκ ἐχόμενοι, ἀλλὰ πόρρω σταθήσονται. «Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις; ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοῖς ἐργαζομένοις τὴν ἀνομίαν;» Πονηροί, φησί, καὶ παράνομοι οὐ πλησιάζουσιν, οὐ παραστήσονταί μοι. «Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου, εἰ ἔλεγον· Σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου ἐβοήθει μοι.

Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ παρακλήσεις εὔφραναν τὴν ψυχήν μου». Ἔθος γὰρ τῷ Χριστῷ τὰ ἑαυτοῦ πάντα πρὸς τὸν ἑαυτοῦ ἀναφέρειν Πατέρα, γέρας αὐτῷ ἀπονέμων, ὡς φιλοπάτωρ Υἱός. «Μὴ συμπροσέστω μοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα καὶ θηρεύων ἐπὶ ψυχὴν δικαίου» καὶ αἷμα ἀθῷον καταδικάζων.

Ἐπειδὴ πολλοὶ θρόνοι, φησί, βασιλέων καὶ ἀρχόντων, μὴ ἐξ αὐτῶν τις συμπροσέστω μοι, ὁ μετὰ κόπου προστάσσων καὶ πλάσματος καὶ καταδικάζων αἷμα ἀθῷον. Οὐδεὶς τοιοῦτός ποτε δυνήσεται προσπελάσαι μοι, φησί. «Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου». Τὴν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὁμόνοιαν περὶ τὸ πάθος ἐνταῦθα ὑποληπτέον. «Καὶ ἀποδώσει αὐτοῖς Κύριος τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεός», ἤτοι, τοὺς Κυριοκτόνους καὶ οὓς εἴρηκεν ἀνωτέρω πονηρευομένους καὶ παρανομοῦντας ἀποδώῃ καὶ ἀφανιεῖ Κύριος ὁ Θεός.

Ψαλμὸς ϟδʹ Αἶνος ᾠδῆς τῷ Δαβίδ. Ἀνεπίγραφος παρ’ Ἑβραίοις. «Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν· προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν». Οὕτω γὰρ συντελοῦνται ταῦτα παρὰ τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν, ἀγαλλιωμένων καὶ ἀλαλαζόντων ἐν ἐκκλησίαις τὸν Θεόν. «Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν»· οὐκ ἔστιν, φησί, μόριον ἐν πάσῃ τῇ γῇ, ὃ οὐ βασιλεύεται καὶ ὃ οὐ κατακυριεύεται παρὰ Κυρίου τοῦ Θεοῦ. «Ὅτι ἐν χειρὶ αὐτοῦ πάντα τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν». Οἱ ζητοῦντες καὶ διαποροῦντες ποῦ τεθεμελίωται ἡ γῆ, ἀκούσατε, «ὅτι ἐν χειρὶ τοῦ Θεοῦ», ἤτοι ἐν τῇ δυνάμει αὐτοῦ τοῦ Θεοῦ τὰς βάσεις ἔχει καὶ τὰς κρηπίδας «Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτὴν καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν». Μὴ τοπάζετε, φησίν, ἑλληνόφρονες, αὐτόματον τὴν γῆν καὶ τὴν θάλασσαν, ἀλλὰ ποιήματα καὶ πλάσματα τῶν χειρῶν Θεοῦ. Διό· «Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς». Μὴ φανῶμεν, φησίν, ἀγνώμονες μηδὲ ἀγνοήσωμεν τὸν ποιήσαντα ἡμᾶς, «ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ», δηλονότι, καὶ ὡς πρόβατα ποιμένι ὀφείλομεν ὑπείκειν αὐτῷ καὶ τοῖς προστάγμασιν αὐτοῦ. «

Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ».

Παραπικρασμὸν καὶ πειρασμὸν λέγει τοῦ ἐν τῇ ἐρήμῳ λαοῦ τὴν δυστροπίαν. «Ἐδοκίμασάν με», φησί, «καὶ εἶδον τὰ ἔργα μου», ἤτοι, ἐν τῷ τρέφειν με αὐτοὺς ἀνηρότους καὶ ποτίζειν με αὐτοὺς ὕδωρ ἐκ πέτρας. «Τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ», ἤτοι, ἐμίσησα τὰς αὐτῶν στραγγαλίας καὶ ἀγχιστρόφους φορὰς καὶ «ἐπεὶ ἐπλανῶντο τῇ καρδίᾳ καὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου» καὶ αὐτὸς «ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου» καὶ ἐγένετο οὕτως. Καὶ ἀπὸ τῶν ἑξακοσίων τεσσαράκοντα ὀκτὼ χιλιάδων ἐκείνου τοῦ λαοῦ, πλὴν Ἰησοῦ τοῦ Ναυῆ καὶ Χάλεβ υἱοῦ Ἰεφεννῆ, οὐδεὶς εἰσῆλθεν εἰς τὴν κατάπαυσιν τοῦ Θεοῦ εἰς τὴν γῆν τῆς ἐπαγγελίας· ἀλλὰ καθόλου ἐκεῖνα τὰ πλήθη ἀπέθανον ἐν τῇ ἐρήμῳ· οἱ μέν, ἀπὸ θανάτου φθορᾶς, οἱ δέ, ἐν παρατάξει πολέμων, ὡσεὶ χόρτος κατεθερίσθησαν. Εἰσῆλθον δὲ εἰς τὴν γῆν τῆς ἐπαγγελίας τὰ τέκνα αὐτῶν, πάλιν ὁ αὐτὸς ἀριθμός, ἤτοι χιλιάδες ἑξακόσιαι τεσσαράκοντα ὀκτώ, καθὼς ἡ βίβλος διαγορεύει τῶν Ἀριθμῶν καὶ ἀνεῖλον βασιλεῖς τριάκοντα ἐννέα καὶ ἀμύθητα πλήθη ἐθνῶν, Χαναναίων, Ἀμορραίων Γεργεσαίων καὶ τῶν ἑξῆς καὶ παρέλαβον πόλεις ὀχυρὰς τετειχισμένας τεσσαράκοντα ὀκτώ.

Ὕστερον δὲ καὶ βασιλεῖς καὶ πόλεις πλείστας παρέλαβον, αἱ δὲ τεσσαράκοντα ὀκτὼ πόλεις μόναι ἔλαχον τὰς τεσσαράκοντα ὀκτὼ χιλιάδας τῶν Λευιτῶν· διὰ γὰρ τὸ λατρεύειν εἰδώλοις καὶ γλυπτοῖς ξοάνοις, παρεδίδου αὐτοὺς ὁ Θεὸς εἰς χεῖρας Ἰσραὴλ καὶ ἐξωλόθρευον αὐτούς.

Ψαλμὸς ϟεʹ Αἶνος ᾠδῆς τῷ Δαβίδ, ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ τὴν αἰχμαλωσίαν. Ἀνεπίγραφος παρ’ Ἑβραίοις. «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ». Ταῦτα γὰρ καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ χαρμόσυνα καὶ θείας δοξολογίας ἀνάπλεα, ὅτι μετὰ τὴν αἰχμαλωσίαν καὶ τὴν ἐπάνοδον τοῦ λαοῦ καὶ τὴν οἰκοδομὴν οἴκου Κυρίου, ᾖδον ταῦτα· καὶ «ὅτι μέγας ὁ Κύριος», «οἱ δὲ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησε», δηλονότι καὶ πάντα τὰ γεγονότα.

Διὸ «ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ καὶ προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ». Δομηθέντος γὰρ τοῦ ἱεροῦ ναοῦ, πρὸς αὐτὸν τὴν θυσίαν προσάγειν Θεῷ χρή, φησί, καὶ μὴ ξοάνοις νεκροῖς καὶ κωφοῖς. «Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ». Ἐσαλεύθη γὰρ ἡ γῆ, ὅτε ὁ νόμος ἐδόθη, καὶ ὅτε ὁ Χριστὸς ἐσταυρώθη.

Καὶ οἷα δὴ προτρέπων τοὺς ἀποστόλους κηρύττειν Χριστόν· «Εἴπατε» φησίν, «ἐν τοῖς ἔθνεσι, ὅτι Κύριος ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται», ἤτοι, ὁ λόγος τοῦ Θεοῦ ὁ τὰ πάντα δημιουργήσας οὐ σεσάλευται, οὐ τετάρακται κατ’ ἐμφέρειαν οἰκοδόμου τινός. Ἀλλὰ θελήσει καὶ μόνῃ «κατώρθωσε πᾶσαν τὴν οἰκουμένην»· καὶ κατορθωθεῖσα ἡ οἰκουμένη τὸ ἑδραῖον ἔχει καὶ τὸ ἀσάλευτον. Ὁμοίως καὶ ἡ τὸν Χριστὸν ἔχουσα θεμέλιον ἐκκλησία τοῦ Θεοῦ, ὁ αὐτὸς δηλαδὴ καὶ «κρινεῖ λαοὺς ἐν εὐθύτητι. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, ἡ θάλασσα, τὰ πεδία καὶ τὰ ξύλα τοῦ δρυμοῦ, εὐφραίνεσθε ἀπὸ προσώπου αὐτοῦ· ὅτι ἔρχεται κρῖναι τὴν γῆν. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ», ὅτι «αὐτός ἐστιν ἡ ἀλήθεια καὶ ἡ ζωή». Ὅτι «ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε», φησί, «τῷ Υἱῷ, ἵνα τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα».

Ψαλμὸς ϟϛʹ Ψαλμὸς τῷ Δαβίδ, ὅτε ἡ γῆ ἀποκαθίστατο. Ἀνεπίγραφος παρ’ Ἑβραίοις «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί». Τὰ ἰσοσθενῆ τοῦ ῥηθέντος ψαλμοῦ καὶ ὁ παρὼν ἐμπεδοῖ, περί τε τῆς Χριστοῦ ἐνανθρωπήσεως καὶ τῆς δευτέρας αὐτοῦ παρουσίας. Διὸ καὶ ἐπάγει· «Πῦρ ἐνώπιον αὐτοῦ», φησί, «προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ». Τὸ δέ· «Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τὴν οἰκουμένην», αἰσθητὴν καὶ νοητὴν χάριτος δύναμιν, ὅτι αἱ πράξεις αὐτοῦ καὶ αἱ θεοσημίαι «ἔφαναν τὴν οἰκουμένην» ὡς ἀστραπαὶ καταυγάζουσαι, ἃς «εἶδε καὶ ἐσαλεύθη ἡ γῆ. Τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς». Ὄρη μὲν νόει τυράννους βασιλεῖς, οἳ ἐτάκησαν ἀπὸ προσώπου Κυρίου Ἰησοῦ, ὡς ἀντίπαλοι αὐτοῦ, καὶ πυρὸς αἰωνίου γεγόνασι παρανάλωμα. «Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ», ἤτουν οἱ ἀπόστολοι, «καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ», ἤτοι, διὰ «τῶν ἐπακολουθούντων σημείων» τῷ κηρύγματι τῶν μαθητῶν κατενόουν οἱ ὁρῶντες τὴν δόξαν τοῦ κηρυττομένου Χριστοῦ. Καὶ «κατῃσχύνοντο πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν» Μαξιμιανοί, Διοκλητιανοί, Ἰουλιανοί, καὶ ὅσοι τούτοις ὁμόφρονες καὶ συμμέτοχοι. «Προσκυνήσατε αὐτῷ πάντες ἄγγελοι αὐτοῦ».

Εἰ γὰρ καὶ ἄνθρωπος, ἀλλὰ διὰ τοὺς ἀνθρώπους· διὸ «προσκυνήσατε αὐτόν», ὡς Θεόν, «πάντες ἄγγελοι αὐτοῦ. Ἤκουσε καὶ εὐφράνθη ἡ Σιὼν καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας». Πολλάκις οἱ ἀπόστολοι ἐπιστρέφοντες πρὸς Σιὼν ἀπὸ τῶν χωρῶν, ἀπαγγέλοντες ὅσα δι’ αὐτῶν ἐποίει ὁ Θεός, καὶ τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, οὐ τὴν τυχοῦσαν εὐφροσύνην προσῆγον τοῖς πιστοῖς ἐν τῇ Ἰουδαίᾳ, ἀνδράσι καὶ θυγατράσιν. «Ἕνεκεν τῶν κριμάτων σου Κύριε», ἤτοι, ἕνεκεν τῶν οἰκονομιῶν καὶ τῶν θαυμασίων σου, Κύριε, ὅτι «Σὺ Κύριος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν» κἂν καὶ ἐσαρκώθης, ἀλλὰ «σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεοὺς» καὶ οὐδέν σου ἡ θεότης παρὰ τῆς σαρκὸς ἐπημάνθη. «Οἱ ἀγαπῶντες τὸν Κύριον μισεῖτε πονηρά». Ἰδοὺ σημεῖον ἀγάπης πρὸς Θεόν, τὸ μισεῖν πράξεις πονηράς, ὅσας καὶ αὐτὸς μισεῖ ὁ Κύριος. «Φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ». ἤτοι, τῶν μισούντων πονηρά, καὶ «ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσεται αὐτούς. Φῶς ἀνέτειλε τῷ δικαίῳ καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη». Ἔνθα γὰρ φῶς νοερὸν καὶ ἔνθεος εὐφροσύνη, ἐκεῖ ἄνοια καὶ μῖσος πονηρὸν χώραν οὐχ εὑρήσει. Διὸ καὶ ἐπάγει· «Εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ», ἤτοι, εὐφραινόμενοι ἐνθέως καὶ φωτιζόμενοι, ὀφείλετε αὐτῷ εὐχαριστεῖν καὶ ἐπὶ μνήμης φέρειν ἑκάστοτε τὴν ἁγιωσύνην αὐτοῦ καὶ ἀπέχεσθαι τῶν χαμαιζήλων.

Ψαλμὸς ϟζʹ Ψαλμὸς τῷ Δαβίδ. «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος». Ποῖα θαυμαστά; «Ἔσωσεν αὐτόν», φησίν, «ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ». Πόθεν αὐτὸν ἔσωσεν; Ἀπὸ τοῦ σταυροῦ καὶ τοῦ ᾅδου καὶ τοῦ θανάτου. Ὁπηνίκα γὰρ περὶ τῆς ἀνθρωπίνης οὐσίας εἰσηγεῖταί τι, τὸν Πατέρα εἰσάγει σωτῆρα, ὡς ὅταν λέγῃ· «Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης». Ὅταν δὲ περὶ τῆς ἀπαθοῦς θείας οὐσίας, οὐδενὸς δεῖται βοηθοῦ καὶ σωτῆρος· «Ἐξουσίαν ἔχω» φησί, «θεῖναι τὴν ψυχήν μου ἀπ’ ἐμαυτοῦ καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν». «Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ», ἤτοι, ὁ Πατὴρ ηὐδόκησε γνωρισθῆναι τὸν Υἱὸν αὐτοῦ καὶ «ἀποκαλυφθῆναι ἐναντίον τῶν ἐθνῶν τὴν δικαιοσύνην αὐτοῦ». Διὸ λέγει· «Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν». Ὃν γὰρ ἠγνόουν πρὸ σαρκώσεως σωτῆρα καὶ Υἱὸν τοῦ Θεοῦ, μετὰ τὴν σάρκωσιν εἴδοσαν καὶ ἔγνωσαν πάντα τὰ πέρατα τῆς γῆς. Εἰ γὰρ καὶ μὴ πάντα ἐπίστευσαν, ἀλλ’ ὅμως πάντες ἀκηκόασιν. «Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ».

Ἀλαλαγμός ἐστι γεγωνοτέρα φωνὴ καί, ὥσπερ ὁ Θεὸς ἔδειξε τὸ σωτήριον αὐτοῦ ἐν πάσῃ τῇ γῇ, οὕτω καὶ πᾶσα ἡ γῆ ὀφείλει ἀλαλάζειν αὐτῷ ᾠδαῖς πνευματικαῖς. «ᾌσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ».

Ὄργανόν ἐστι μουσικὸν δεκάχορδον καὶ ἡδύφθογγον ὁ ψαλμός, ὃ κατεσκεύασε πάλαι Ἰουβὰλ ὁ τοῦ Κάϊν ἀπόγονος καὶ αὖθις Δαβὶδ χρώμενος αὐτῷ πρὸς μελῳδίαν ἐν τῷ ᾄδειν ᾄσματα πρὸς τὸν Θεόν. Διὸ καὶ τὴν βίβλον τῶν ᾀσμάτων αὐτοῦ ἐκάλεσε ψαλτήριον, συνώνυμον τοῦ ψαλτικοῦ ὀργάνου, περὶ οὗ καὶ νῦν ἔφη «ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ». Μετὰ καὶ ὀργάνων ἑτέρων μουσικῶν εἰσηγεῖται ᾄδειν τῷ Θεῷ, ἅτινα νῦν οὐ χρῆται ἡ ἐκκλησία τοῦ Θεοῦ, ἀλλὰ ἡσύχως καὶ εὐλαβῶς καὶ συνετῶς ψάλλουσα ᾠδὰς πνευματικὰς ἀναπέμπει τῷ Θεῷ. «Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ ἡ θάλασσα καὶ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην». Τὴν ἔνσαρκον οἰκονομίαν Χριστοῦ ᾐνίξατο ἐνταῦθα. «Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό». Ποταμοὶ γὰρ αἰσθητοὶ χεῖρας οὐκ ἔχουσιν οὐδὲ κροτοῦσι· ποταμοὶ δὲ νοητοί, οἱ θεῖοι ἀπόστολοι, ἐν χειρὶ γλώσσαις πυρίναις τοῦ Πνεύματος ἐκρότησαν εἰς πάντα τὰ ἔθνη τὸ σωτήριον κήρυγμα. «Τὰ ὄρη ἀγαλλιάσονται» ἀπὸ προσώπου Κυρίου, «ὅτι ἔρχεται κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν εὐθύτητι». Πῶς τὰ ὄρη ἀγαλλιάσονται;

Τὸ ὑπερβάλλον τῆς ἀγαλλιάσεως τῆς ἐλεύσεως ἐκείνης σημαίνει τὴν τῶν ὀρέων ἀγαλλίασιν. Καίτοι γε τὴν ἡμέραν ἐκείνην φοβερὰν καὶ φρικτὴν αἱ ἁγίαι καλοῦσι Γραφαὶ καὶ ἔστιν ἀληθῶς τότε καὶ φόβος καὶ ἀγαλλίασις· καὶ φόβος μὲν ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀγαλλίασις δὲ πιστοῖς καὶ δικαίοις.

Ψαλμὸς ϟηʹ Ψαλμὸς τῷ Δαβίδ. «Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί», οἱ ἄξιοι δηλονότι τῆς τοῦ βασιλεύσαντος δικαίας ὀργῆς, ὅτι ἐβασίλευσεν ἐφ’ οἷς βασιλεῦσαι οὐκ ἤθελον. «Ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σαλευθήτω ἡ γῆ», ἐπὶ τῆς ἐλεύσεώς σου δηλονότι. «Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς».

Ὁ ὑψηλός, φησίν, ἐπὶ πάντας τοὺς λαοὺς ἐν τῇ Σιὼν μόνῃ ἐμεγαλύνετο, ἀλλαχοῦ δὲ καὶ πανταχοῦ θεοὺς εἰδωλικοὺς οἱ λαοὶ ἐμεγάλυνον. «Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ» καὶ ὀψέποτε, «ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι. Καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ». Καὶ διατί, ὦ δυσσεβεῖς, τὸν βασιλέα τῆς δόξης, ὑμεῖς οὐ τιμᾶτε ἀναλόγως κἂν τῶν ἐπὶ γῆς βασιλέων, «ὃς ἡτοίμασεν εὐθύτητα καὶ κρίσιν καὶ δικαιοσύνην;

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν». Ὑποπόδιον θεότητος ἡ προσληφθεῖσα καὶ ὑψωθεῖσα καὶ τιμηθεῖσα τοῦ Χριστοῦ σάρξ, ἥτις καὶ προσκυνεῖται σὺν τῷ σταυρῷ αὐτοῦ τῷ τιμίῳ. «Μωυσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ». Μνησθεὶς γὰρ ὑψώσεως καὶ προσκυνήσεως, εἰκότως μέμνηται καὶ Μωυσέως ἱερουργίαν, οὗ ἡ ῥάβδος καὶ αἱ τῶν χειρῶν ἐπάρσεις τὸν σταυρὸν τοῦ Κυρίου «προδιετύπουν σαφῶς». «Ἐπεκαλοῦντο τὸν Κύριον καὶ αὐτὸς εἰσακούων ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς». Διατί ἡ μεγάλη αὕτη καὶ ὑπερφυεστάτη τιμή; «Ὅτι ἐφύλασσον», φησί, «τὰ μαρτύρια καὶ τὰ προστάγματα αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν».

Ψαλμὸς ϟθʹ Ψαλμὸς τῷ Δαβίδ, εἰς ἐξομολόγησιν. «Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ, δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ, εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. Γνῶτε ὅτι Κύριος ὁ Θεὸς αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς». Διὰ τοὺς τότε ἀγνοοῦντας τὸν Θεὸν καὶ λατρεύοντας εἰδώλοις ἀνακηρύττει μυριάκις Θεὸν τὸν ποιήσαντα ἡμᾶς καὶ ὅτι αὐτὸν ἀλαλάζειν χρὴ καὶ ἀπονέμειν τὸ γέρας καὶ ὑπείκειν αὐτῷ, «ὡς πρόβατα νομῆς αὐτοῦ» καὶ ψευδωνύμων θεῶν ναοῖς μὴ προσφοιτᾶν, ἀλλ’ «ἐν αὐλαῖς καὶ πύλαις» ναῶν ἱερῶν Θεοῦ εἰσιέναι «καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τὸ ὄνομα Κυρίου, οὗ ἡ χρηστότης καὶ τὸ ἔλεος καὶ ἡ ἀλήθεια εἰς γενεὰς καὶ γενεάς».

Ψαλμὸς ρʹ Ψαλμὸς τῷ Δαβίδ. «Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε», ὅπως διὰ μὲν τοῦ ἐλέους σε θεραπεύσω τὸν ἐλεήμονα φύσει, διὰ δὲ τῆς ὀρθῆς καὶ δικαίας κρίσεως, καθὼς κρίνω κριθήσομαι. «Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ, πότε ἥξεις πρός με;» Ἐν τῷ ψάλλειν με καὶ ὑμνεῖν σε, φησί, δύο καὶ μέγιστα κατορθοῦνταί μοι, σύνεσις, ὁδηγοῦσά με ἐν ὁδῷ ἀμώμῳ, καὶ ἡ σὴ πρός με ἐνδημία· πρῶτον τὴν πρώτην, εἶτα καὶ τὴν δευτέραν. «Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου· καὶ οὐ προετιθέμην πρᾶγμα παράνομον· ποιοῦντας παραβάσεις ἐμίσησα».

Μακάριος ἄνθρωπος ὁ οὕτω καταξιωθεὶς ζῆν καὶ πορεύεσθαι ἔν τε τῷ οἴκῳ αὐτοῦ καὶ ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι. Ὃς λέγει διαφερόντως· «Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή», ἤτοι, διεστραμμένη καὶ φιλοκάκιστος, «ἐκκλίνοντος ἀπ’ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον». Ὁ ἐν ἀκακίᾳ καὶ ἀπαθείᾳ γενόμενος, οὐκ εἴσεται πῶς καὶ πότε τὸ πονηρὸν πρὸς αὐτὸν εἰσελήλυθε καὶ ἐξελήλυθεν, ὅτι «ζῇ οὐχ αὑτῷ, ἀλλὰ ζῇ Χριστὸς ἐν αὐτῷ». «Τὸν καταλαλοῦντα λάθρᾳ τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ τούτῳ οὐ συνήσθιον», ἐπειδὴ καὶ ὑπερηφανία καὶ ἀπληστία ἐκ διαμέτρου κάκιστα πάθη. Πῶς ὁ ἀπαθὴς κοινωνήσει τραπέζης ἀπλήστου καὶ ὑπερηφάνου; ποία γὰρ ἀπαθοῦς πρὸς ἐμπαθῆ κοινωνία; «Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαθῆσθαι αὐτοὺς μετ’ ἐμοῦ». Καθ’ ὅσον ὑπερηφάνους καὶ ἀπλήστους συγκοινωνεῖν οὐ προσήκει κατὰ τοσοῦτον πιστοῖς καὶ ἐναρέτοις συνεδριάζειν προσήκει. «Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ οὗτός μοι ἐλειτούργει», δηλονότι κατὰ τὴν ἰδίαν ἑκάστου γνώμην χρῆται καὶ λειτουργόν, ὁ μὲν ἄμωμος ἀμώμους, ὁ δὲ μοχθηρὸς καὶ πλεονέκτης ἢ καὶ φιλαμαρτήμων κατὰ τὴν γνώμην αὐτοῦ καὶ τοὺς ὑπηρέτας ἑλεῖται, πρὸς ἐκπλήρωσιν τῶν ἐκ παθῶν θελημάτων αὐτοῦ. «Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου, ποιῶν ὑπερηφανίαν, λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου».

Καλὸν μὲν καὶ ἐφ’ οἷς αἰσθητῶς τοῦτο συντελεῖται, κρεῖττον δὲ καὶ ἐν οἷς τροπικῶς τοῦτο ταμιεύεται, τοῦ μὴ συγχωρεῖν ἐν μέσῳ τῆς οἰκείας ψυχῆς κατοικεῖν λογισμὸν ποιοῦντα ὑπερηφανίαν μηδὲ λογισμοὺς κατευθύνειν ἀδίκους καὶ θεομισεῖς, ἀλλὰ «ἀποκτείνειν τὸ πρωί», ἤτοι, ἐκ προοιμίων «πάντας τοὺς ἁμαρτωλοὺς» λογισμοὺς τῆς καρδίας «καὶ ἐξολοθρεύειν ἐκ πόλεως Κυρίου», ψυχῆς καὶ διανοίας, «πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν» λογισμοὺς φιληδόνους.

ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΤΕΤΑΡΤΟΝ Ψαλμὸς ραʹ Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. «Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι· κλῖνον πρός με τὸ οὖς σου· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε ταχὺ ἐπάκουσόν μου». Εὐκτικῆς ὁ ψαλμὸς ἁρμόδιος, οὐχ ἁπλῶς τῷ Δαβίδ, ἀλλὰ καὶ πᾶσι τοῖς βουλομένοις ἐκτενῶς δεῖσθαι τοῦ Θεοῦ. «Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν».

Καπνοῦ δίκην ἡ παροῦσα ἐκλείπουσα ζωή· ξηραίνονται τὰ ὀστᾶ ὡσεὶ φρύγιον κατεξηραμένον ἐξ ἡλιακῆς ἀκτῖνος. «Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, καὶ ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου». Πληγεὶς κέντρῳ θανάτου καὶ ξηρανθείσης καρδίας αὐτοῦ, τότε μετὰ πάντων καὶ λήθη βρώσεως ἄρτου προσγίνεται. Μετὰ γὰρ τὸν θάνατον, ἄρτον φαγεῖν οὐκ ἔστιν, ὥσπερ οὐδὲ ῥευστὴ καὶ βρότειος οὐσία. «Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου». Καὶ τοῦτο προσγίνεται, ὁπότ’ ἄν τις ἐν ἀρρωστίᾳ θανάτου στενάζῃ τὰ τελευταῖα. Τότε γὰρ ἡ τοῦ θανάτου καραδοκία καὶ ὁ φόβος, τὸ ὀστοῦν κατακεκόλληται τῇ σαρκὶ τοῦ κειμένου. «Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ». Τούτου τοῦ ὀρνέου τὰ νεογνά, παρὰ τοῦ ὄφεως θανατούμενα, οὐδεὶς ἐξανίστησιν, εἰμὴ τὸ αἷμα τὸ γονικόν. Καὶ τῶν ἀνθρώπων τὸ γένος, ὑπὸ τοῦ νοητοῦ ὄφεως θανατωθέν, πλὴν τοῦ αἵματος τοῦ Χριστοῦ οὐδεὶς ἐξανέστησεν. «Ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ» οἰκῶν. Ὁ νυκτικόραξ ἐν οἰκοπέδῳ ἀγνοεῖται πολλάκις τοῖς τοῦ οἴκου οἰκοδεσπόταις· κἀμοῦ γενομένου ἀνθρώπου καὶ συνοικήσαντός μου ἐν οἰκοπέδῳ ἀνθρώπων οὐκ ἔγνωσαν οἱ πολλοὶ τὴν ἐμὴν συγκατάβασιν. «Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος», ἤτοι, ὡς ἐξ ὕπνου ἀναστὰς ἐκ τοῦ τάφου, ὡς στρουθίον, πρὸς οὐρανίους δόμους ἐξεπετάσθην ἀναληφθείς. «

Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου», βασκανίας πάθει τηκόμενοι, «οἱ δὲ ἐπαινοῦντές με κατ’ ἐμοῦ ὤμνυον, ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον». Τοῦτο, φησίν, οἱ ἐπαινοῦντές με ἔφασκον τὴν ἐμὴν βρότειον οὐσίαν ἐπιβεβαιούμενοι, ἄνω καὶ κάτω κηρύττοντες, ὅτι «συνεφάγομεν αὐτῷ καὶ συνεπίομεν, οὐ πρὸ τοῦ πάθους μόνον, ἀλλὰ καὶ μετὰ τὴν ἐκ νεκρῶν αὐτοῦ ἐξανάστασιν». «Καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων», ἤτοι, ὄξος μετὰ χολῆς μοι ἐκίρνων ἐν τῷ σταυρῷ. «Ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου», ἤτοι, ἀπὸ προσώπου τῆς περὶ τὰ τοιαῦτα οἰκονομίας σου, Πάτερ, «ὅτι ἐπάρας κατέρραξάς με», ἵνα ἡ ἐπαρθεῖσα γῆ πρὸς εὐλογίαν ἐπαμειφθῇ, ὡς κατάρατος δῆθεν αἰωρισθεὶς ἐγὼ ἐπὶ ξύλου μετὰ λῃστῶν. «Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν», ἤτοι, παρήλθοσαν, «κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην», ἤτοι, τέθνηκα, τῇ θνητῇ οὐσίᾳ παρομαρτῶν.

Ἡμεῖς δέ φαμεν· «Σὺ δέ, Κύριε, εἰς τὸν αἰῶνα μένεις», κἂν τέθνηκας τῇ σαρκί, «καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν», μηδαμῶς πημανθείσης σου τῆς θεότητος ἐκ τῆς χοϊκῆς οὐσίας. «Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών», θείαν ἐκκλησίαν σου, «ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν, ὅτι ἥκει καιρὸς» ἐξελέσθαι αὐτὴν ἐκ δυσμενῶν τυράννων. «Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου· ὅτι οἰκοδομήσει Κύριος τὴν Σιών», ἐκκλησίαν αὐτοῦ θεμέλιον ἀκράδαντον αὐτῆς ἑαυτὸν τεθεικώς, «καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν». Ὅρα πῶς ἡ προσευχὴ τῶν ταπεινῶν ἐπισπᾶται ἐπισκοπὴν θείων ὀφθαλμῶν. «Γραφήτω αὕτη», ἤτοι ἡ εὐχὴ αὕτη, «γραφήτω εἰς γενεὰν ἑτέραν» καὶ γραφεῖσα πρὸς ἡμᾶς ἐταμιεύθη, «καὶ λαὸς ὁ κτιζόμενος» διὰ λουτροῦ παλιγγενεσίας «αἰνέσει τὸν Κύριον». «Ὅτι Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν, τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν» ἐν τῷ ᾅδῃ «πεπεδημένων» καὶ κατελθεῖν ἀπορρήτως, «τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων» παρὰ τοῦ ἐχθροῦ Βελίαρ. Υἱοὺς γὰρ καὶ πατέρας κατετυράννει ὁ δυσμενὴς ἀσυγγνώστως, ἄχρις ἂν ἐκ τῶν ἄνω κατῆλθεν ὁ λυτρωτής. «

Τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα» τοῦ Θεοῦ καὶ Πατρὸς «καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἰερουσαλήμ, ἐν τῷ ἐπισυναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ», καὶ μὴ κωφοῖς ξοάνοις. «Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ». Ἐν ᾠδῇ μελῳδίας ἀπεκρίθη Δαβὶδ λέγων· «Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι», δηλονότι, ἵνα ἑτοιμάσω τὰ τελευταῖα καὶ μὴ ἀνέτοιμος εὑρεθῶ τοῦ τέλους ἐφεστηκότος. «Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου», πρὸ τοῦ με ἁγιάσαι τὰ ἐφόδια τῆς μακρᾶς ἐκείνης ὁδοιπορίας, ἐπεί εἰσι καί τινες ἐν ἡμίσει ἡμερῶν ἀποθνήσκοντες, ἤτοι, ἀντὶ τοῦ ἑκατοστοῦ πεντηκονταετεῖς· ἢ ἀντὶ τοῦ ἑξηκοστοῦ τριακονταετεῖς, καὶ ἁπλῶς τὰ ἡμίση τῶν ἐτῶν περικόπτεις διὰ τὴν ἁμαρτίαν, ἵνα μὴ τῷ πλήθει τῶν χρόνων καὶ τὸ πλῆθος ἐπαύξῃ τοῦ φορτίου τῶν ἁμαρτιῶν. «Ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου» ἀρχὴν μὴ ἔχοντα καὶ εἰς τέλος μὴ καταλήγοντα. «Κατ’ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας», ὁ λόγος τοῦ Θεοῦ καὶ τῷ Παύλῳ δοκεῖ, «καὶ τὰ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Αὐτοὶ παρελεύσονται, σὺ δὲ διαμένεις, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν».

Ψαλμὸς ρβʹ Τῷ Δαβίδ. «Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ πάντα τὰ ἐντός μου», ἤτοι, ἡ καρδία μου σὺν τῇ ψυχῇ μου καὶ πάντα τὰ διανοήματά μου, ὑμνεῖτε «τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις».

Ποίας; τὸ εὐΐλατον, τὸ ἰαματικόν, τὸ λυτρωτικόν, τὸ στεφοδοτικόν, τὸ ἐμπιπλωτικὸν τῶν ἀγαθῶν αὐτοῦ καὶ τὰ λοιπὰ πάντα τῶν δαψιλῶν αὐτοῦ δωρημάτων. Καὶ εἴ γε ἀνεπίληπτος καὶ εὐγνώμων, ὦ ψυχή, περὶ ταῦτα φανῇς, «ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου». Εἰ γὰρ ἱέραξ καὶ πελαργὸς καὶ διάφορα τῶν πτηνῶν τὴν παλαιότητα ἀποτίθενται καὶ ἀνακαινίζονται νόμῳ φύσεως, πόσῳ γε μᾶλλον ψυχὴ εὐγνωμονοῦσα εἰς Θεόν; «Ποιῶν ἐλεημοσύνας ὁ Κύριος», πρὸς τοὺς ἀξίους ἔλεον «καὶ κρῖμα», ἤτοι, κατάκριμα καὶ ἀνταπόδομα «πᾶσι τοῖς ἀδικουμένοις», τοῖς ἀδικοῦσιν ἀποδιδοὺς εἴτε ταχύτερον εἴτε βραδύτερον. «Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσεῖ» μηδενὶ γνωρίσας ἑτέρῳ ταῦτα καὶ τηλικαῦτα «τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ». Αὐτοὶ δὲ λήθης βυθοῖς ἐκεῖνα παραδιδόντες εἰδωλολάτρουν πολλάκις. «Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος», ἐξ οὗ κἀκεῖνοι κατηξιοῦντο συγγνώμης καὶ ὁ κόσμος συνίσταται εἰς τέλος. «Οὐκ εἰς τέλος ὀργισθήσεται οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ», ἵνα μὴ τὰ σύμπαντα καταστραφήσονται ῥᾷον. «Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν». Εἰ γὰρ ἔδρασε τοῦτο, πάντες ἂν ἀπωλόμεθα ἄρδην, ὅτι τῆς δικαιοκρισίας ἐπὶ πολὺ ἐπιπολάζει τὸ ἔλεος αὐτοῦ. «

Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοῖς φοβουμένοις αὐτὸν καὶ καθ’ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν», δηλαδὴ τῶν δρεψαμένων καρποὺς ἀξίους τῆς μετανοίας, ἀμετανοήτως δὲ ἁμαρτάνουσιν ἐπὶ τὸν τράχηλον κεῖται τῆς ἁμαρτίας ὁ φόρτος, ἀντὶ τοῦ μακρυνθῆναι. «Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν· ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν», ἤτοι, τὸ ἐπίπλαστον καὶ οὐκ ἀληθὲς ἡμῶν δρᾶμα ἢ ῥῆμα ἢ διανόημα. «Ἐμνήσθην ὅτι χοῦς ἐσμεν». Κἂν βασιλεύς τίς ἐστι καὶ τῇ δόξῃ περίβλεπτος, μνήσθητι, φησίν, αὐτοῦ τῆς χοϊκῆς οὐσίας καὶ μέτρια φρονείτω, ὅτι· «ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, καὶ ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει» μετὰ μικρόν. «Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ». Ὅτε Δαβὶδ ταῦτα ἔλεγεν, οὔπω ἦν ἀναστάσεως ἐλπίς, οὐδὲ ἀπεκαλύφθη αὐτῷ τὰ περὶ αὐτῇς, διὸ καί φησιν «ὅτι πνεῦμα διῆλθεν», ἤτοι, ἐξῆλθεν αὐτοῦ ἡ ψυχὴ ἐκ τοῦ σώματος, «καὶ οὐχ ὑπάρξει», ἤτοι, οὐ ζήσεται, «οὐδὲ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ». Χριστὸς δὲ καταργήσας τὸν θάνατον καὶ τὴν ἀνάστασιν πρυτανεύσας, οἱ ἐν Χριστῷ θνήσκοντες ζῶσι καὶ ἔτι «ἐπιγινώσκουσι τὸν τόπον αὐτῶν» καὶ πολλοὶ τῶν ἁγίων ἐν τῷ κόσμῳ φαινόμενοι θαύματα τελοῦσιν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. «

Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσιν τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς».

Ὅρα πῶς, οὐχὶ ἁπλῶς τοῖς φυλάσσουσιν αὐτοῦ τὴν διαθήκην, ἀλλὰ καὶ μέχρι τέκνοις καὶ μέχρι τέκνοις τέκνων διατενεῖ ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ. Ἐῶ γὰρ λέγειν, ὅτι καὶ ἐπὶ τῶν ἐναντίων, τοὐναντίον ἐνδίκως παρομαρτεῖ. «Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ» ἀΐδιον, ἀνερμήνευτον καὶ ἀκατάληπτον, «καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει» οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, ὡς δημιουργὸς πάντων καὶ συνοχεύς. «Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ καὶ πᾶσαι αἱ δυνάμεις αὐτοῦ, ὡς δυνατοὶ ἐν ἰσχύϊ καὶ ὡς ἀκούοντες τῆς φωνῆς τῶν λόγων αὐτοῦ λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ» εἴτε ἄγγελοι εἴτε ἄνθρωποι λάχωσι. «Εὐλογεῖτε τὸν Κύριον πάντα τὰ ἔργα αὐτοῦ» τὰ μὲν λογικά, ἔργῳ καὶ λόγῳ, τὰ δὲ ἄλογα, «ἐκ μεγέθους καὶ καλλονῆς καὶ πληθύος». «Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον». Ἐπειδὴ «ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει» οὐδὲν τὸ κωλῦον ἐν παντὶ τόπῳ εὐλογεῖν αὐτόν, ἤτοι δοξάζειν.

Ψαλμὸς ργʹ Τῷ Δαβίδ. «Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον». Νοῦς φιλόθεος τὴν ἰδίαν ἐρεθίζει ψυχὴν δοξάζειν τὸν Κύριον. «Κύριε, ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα», ἤτοι, ἐπεγνώσθης Θεὸς μόνος. «Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω», ἤτοι, εὐχαριστῆσαι καὶ μεγαλῦναί σε μεγαλοπρεπῶς ἐκ πάντων σου τῶν κτισμάτων, «ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον», οὐ δοῦλον φῶς καὶ κτιστόν, ἀλλὰ φῶς ἀπρόσιτον, ἐνναΐζον αὐτοφυῶς. «Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν», ἤτοι, ἐξαπλώσας αὐτὸν ὡς βύρσαν τινὰ ἐπηρμένην ἐξ ἑκατέρων μερῶν. «Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ». Οὕτω, φησίν, ἐκτείνας τὸν οὐρανὸν ἀστηρίκτως καὶ βάρος ὑδάτων αὐτῷ ἐπιφορτίσας, ἵνα μὴ δόξῃ ὡς κοῦφος καὶ παρὰ μηδενὸς ἄχθους ἐπιβαρούμενος, κρεμάμενος ἵσταται, ἀλλὰ καὶ βάρος ἐπὶ νώτου βαστάζων ἀμυθήτων ὑδάτων πημαίνεται οὐδαμῶς. «Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων». Τὸ λεπτότατον τῆς ἀσωμάτου καὶ θείας φύσεως ἐνταῦθα παραδηλοῦν, ἢ καὶ τὴν Χριστοῦ ἀνάληψιν ἐπὶ νεφέλης ἐπιθεὶς καὶ εἰς οὐρανοὺς ἀνελθών, ἢ καὶ τὰ ἀμφότερα. «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα». Οὐχ ἁπλῶς πῦρ, ἔστι γὰρ τὸ πῦρ σῶμα, ἀλλὰ πυρὸς αὔρα, λίαν ἀσώματον καὶ κουφότατον. «Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς». Ἐπ’ οὐδενὸς μὲν αὐτὴν ἐθεμελίωσεν, ἐν ἀσφαλείᾳ δὲ αὐτὴν ἐστερέωσε.

Διὸ καὶ σειομένη πολλάκις, ἐν ἡμέρᾳ ἐνδίκου θείας ὀργῆς, ἀλώβητος ἵσταται. «Οὐ κλιθήσεται», ἤτοι, οὐ ταπεινωθήσεται, «εἰς τὸν αἰῶνα τοῦ αἰῶνος». «Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ». Ὁ τὴν ἄβυσσον ποιήσας, ἱματίου δίκην αὐτὴν ἐσπαργάνωσεν, ἵνα μὴ ὑπερβαίνῃ τοὺς ὅρους αὐτῆς περαιτέρω τοῦ δέοντος. «Ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα», ἤτοι, φανήσονται, εὑρεθήσονται. «Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται», ἤτοι, ἐκφύγουσιν, ἐκλείψουσι σῷ προστάγματι, «ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσι». Πῶς δὲ ἡ ἀναίσθητος φύσις τῶν ὑδάτων δειλιᾷ ἐξ ἤχου βροντῆς λέγειν οὐκ ἴσμεν, ὅμως δειλιᾷ κατὰ τὸ τῆς φύσεως αὐτῆς χωρητόν. «Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία». Ὁπηνίκα οἱ σίφωνες πρὸς οὐρανὸν ἀνιμῶνται, ὕδατα θαλάσσης ὡς ὄρη ἀναβαίνουσι, καταβαίνουσι δὲ ὡσεὶ πεδία διακεκριμέναι ψεκάδες.

Οὐ μὴν δέ, ἀλλὰ καὶ θάλασσα μαινομένη ἐν σάλῳ καὶ τρικυμίᾳ, ὀρέων φαντασίας παρέχει τοῖς καθορῶσι, καταβαίνουσι δὲ πεδία εἰς ἀφροὺς καταλήγοντα «εἰς τὸν τόπον ὃν ἐθεμελίωσας αὐτὰ» καθιστάμενα. «Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν». Ἅπαξ γὰρ τῇ κελεύσει σου εἰς συναγωγὴν μίαν σαγηνευθεῖσα ἡ πληθὺς τῶν ὑδάτων, οὐκέτι ἐπιστρέφουσι καλύψαι τὴν γῆν. «Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν». Φρέατα μὲν γὰρ καὶ κρῆναι ἐπὶ πεδίων, ποταμῶν δὲ πηγαὶ ἐν φάραγξιν ὀρέων ἀναπηγάζουσιν. «Ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα· ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ· προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν».

Καὶ οὐχ ἁπλῶς ὄναγροι, ἀλλὰ καὶ ἐλάφων καὶ δορκάδων ἀγέλαι καὶ μυρίαι ἑρπετῶν συμμορίαι τὸ τῆς δίψης θεραπεύουσι πάθος. Ἄδειαν αὐτοῖς παρέχει τὸ ἄοικον τῶν ὀρέων. «Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει», διὰ τὸ ἀδιόδευτον καὶ ἀπερικτύπητον ἐξ ἀνθρωπίνων πημάτων. «Ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν». Τὰ μὲν γὰρ τῶν πετεινῶν φυτοῖς ἐποχούμενα κελαδοῦσι, τὰ δὲ ἐκ μέσου τῶν πετρῶν τῶν δυσβάτων τόπων διδόασι φωνήν. «Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ». Οὐκ ἔχουσιν ἀκρώρειαι ἰκμάδα ἐκ τῆς ἀβύσσου, ἀλλ’ ἐκ τῶν ὑπερῴων αὐτῆς ἀέρων ποτίζονται νεύσει Θεοῦ, ἵνα μὴ ξηρασία ἐξίτηλα αὐτῶν τὰ φυτὰ καταστήσῃ.

Διὸ πάχναι καὶ χιόνες ἐν αὐτοῖς καταφοιτοῦσι πολλάκις, καὶ ψυχροτέρων ἀέρων ἀπολαύουσι παρὰ πᾶσαν πεδιάσιμον γῆν. «Ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ», ἤτοι, τῶν ἀνθρώπων τὰ πλήθη καὶ πᾶσα βροτεία φύσις χορτασθήσεται ἐκ τῶν σῶν ἔργων, δαψιλῶς παρεχόντων γεννήματα χορτασμάτων. «Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων». Ἅπαξ, φησίν, ἐκέλευσας τὴν γῆν ἐξανατεῖλαι χόρτον καὶ χλόην καὶ εἰς τέλος ὑπηρετεῖ τῷ προστάγματί σου, λήϊα χλοηφοροῦσα ποικίλα καὶ ἀμφιλαφῆ καὶ τοῖς κτήνεσιν χόρτον. «Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς» ἀγροίκων ἐπιμελείᾳ. «Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει». Ἔργῳ τοῦτο μυούμεθα πάντες ἐν ἄρτῳ καὶ οἴνῳ καὶ ἐλαίῳ θεραπευόμενοι καὶ εὐφραινόμενοι τῇ καρδίᾳ. «Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου» καρποὺς ὡρίμους ἐκφύοντα καὶ δρυπετεῖς εὐκαίρως, καὶ οἱ τούτων θεραπευταὶ καθηκόντως αὐτὰ θεραπεύουσιν. «Αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας».

Ἐρώτησις· Τί οὖν, παρὰ πάσας τὰς κέδρους, αἱ τοῦ Λιβάνου καὶ μόνου ἐφυτεύθησαν πρὸς Θεοῦ; Ἀπόκρισις· Πάσας μὲν Θεὸς κατεφύτευσε λόγῳ, τετίμηνται δὲ πλέον αἱ τοῦ Λιβάνου, ἀφ’ ὧν καὶ ὁ σταυρός· «καὶ ἡ δόξα τοῦ Λιβάνου», <ἀφ’ ὧν> καὶ τὴν κιβωτὸν ἐτεκτήνατο Νῶε.

Ὅθεν καὶ ὡς θεοφύτευτοι τῶν λοιπῶν τῇ τιμῇ πλεονεκτοῦσιν αἱ κέδροι τοῦ Λιβάνου. «Ἐκεῖ στρουθία ἐνοσσεύσουσι». Στρουθία λέγονται καὶ ὀρνίθια ὅλα τὰ πετεινά. «Τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν», ἤτοι, ἄρχει τῶν ῥηθέντων στρουθίων, εἴτε ὡς φιλέρημος, εἴτε ὡς νοσσεύων πρὸ πάντων ἐκείνων τῶν ῥηθέντων στρουθίων. «Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς». Κατὰ μὲν τὸ αἰσθητόν, οὕτως ὁρῶμεν τοῖσδε ταῖς ζῴοις ἐνδιαιτωμένοις, οὐ βουλόμεθα δὲ καὶ ἀλληγορῆσαι ταῦτα, ὡς συντομίας ἐπιμελούμενοι. «Ἐποίησε σελήνην εἰς καιρούς», ἤτοι, τὸ τεταγμένον τῆς κινήσεως αὐτῆς, τῶν ὡρῶν τὰς τροπὰς καὶ τῶν μηνῶν τὴν περίοδον καταμανθάνουσιν ἄνθρωποι. «Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ», ἣν παρὰ τοῦ σοφοῦ δημιουργοῦ νόμῳ φύσεως ἔσχηκεν. «Ἔθου σκότος καὶ ἐγένετο νύξ», ἵνα καὶ τὰ ἡμερινὰ ἔργα σχολάσωσι πρὸς ἀνάπαυσιν καὶ τὰ νυκτονόμα ζῷα διελεύσονται πρὸς νομήν. «Ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ», ἄδειαν εἰληφότα νυκτερινὴν ἐκ τοῦ δρυμοῦ καὶ τοῦ ἰδίου χηραμοῦ ἐξῄεσαν. «Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς». Κατάλληλον ἑκάστου τὴν βρῶσιν τάξαντος τοῦ Θεοῦ ἄνωθεν, ζητοῦσι προσφόρως τὴν τροφήν, ὁ μέν, τήνδε, ὁ δέ, τήνδε· «Ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται».

Ἄδειαν ἔλαβον ἐξ ἀνθρώπων νυκτερινὴν καὶ ἔδωκαν τοῖς ἀνθρώποις ἡμερινήν, ἐπικρυβὲν ἐν τῷ χηραμῷ αὐτῶν ἕκαστον τούτων, ὅπως μὴ εἴργωνται ἄνθρωποι ἐκ τῶν ἔργων αὐτῶν ἄρκτοις καὶ λέουσιν ἐν τοῖς ἀγροῖς αὐτῶν καθορῶντες, ἀλλὰ συσταλέντων ἐκείνων ἐν ταῖς μάνδραις αὐτῶν «ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας».

Ἰλιγγιάσας γοῦν ὁ προφήτης ἐπὶ τῇ εὐταξίᾳ πάντων παρὰ τοῦ σοφοῦ δημιουργοῦ, ἀνεβόησε λαμπρᾷ τῇ φωνῇ καὶ εἶπεν· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας». Οὐδέν, φησίν, ἄσοφον, οὐδὲν παρέλκον, οὐδὲν ἐλλιπὲς τῶν σοφῶν σου κτισμάτων. Εἶτα περιστέλλων τὸν λόγον ἀπὸ τῆς γῆς καὶ μέλλων μεταβῆναι πρὸς τὴν ὑγράν, «ἐπληρώθη», φησίν, «ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων». Ὥσπερ, φησίν, ἡ γῆ πλήρης τῶν σῶν κτισμάτων, οὕτω καὶ ἐν τῇ θαλάσσῃ ἀριθμὸς οὐκ ἔστι τῶν ἐναλίων. «Ἐκεῖ πλοῖα διαπορεύονται», ἀποπληροῦντα τὰ πρόσφορα, «δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ». Δράκοντα τὸ κῆτος λέγει τὸ μέγα, ἐμπαίζειν δέ, ὁπηνίκα ἐν τῷ μυχῷ τῆς θαλάσσης πρὸς τὴν τῶν ὑδάτων ἐπιφάνειαν ἀναχθῇ, ἤπειρον φαντασίας παρέχει τοῖς καθορῶσιν. «Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον», ἤτοι, ὅτε χρήζουσι, καὶ «δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος».

Σοῦ, φησίν, εὐδοκήσαντος πᾶν εἴ τι χρηστὸν καὶ καλὸν ἐπιπολάσει τὰ σύμπαντα, «ἀποστρέψαντος δέ σου τὸ πρόσωπον» διὰ τὰς ἁμαρτίας ἡμῶν τὰ σύμπαντα «ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς». Ὥσπερ γὰρ τὴν τοῦ λόγου σάρκωσιν προέλαβε τὸ Πνεῦμα τὸ ἅγιον, ἁγιάσαι τὴν Παρθένον πρὸς σύλληψιν, οὕτω καὶ ἐν τῇ δευτέρᾳ τοῦ Χριστοῦ παρουσίᾳ τὸ πανάγιον Πνεῦμα προφθάσαν ἀνακαινιεῖ τὸ πρόσωπον τῆς παλαιωθείσης καὶ σαθρωθείσης γῆς, ὡς Θεός, ὡς δημιουργὸς καὶ ὡς πῦρ καταναλίσκον, ὡς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἰσοσθενὲς καὶ ὁμοούσιον. «Ἤτω», ἤτοι αἰνέσθω «ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν». Εὐφραίνεται μὲν ἐπὶ τοῖς σοφοῖς ἔργοις αὐτοῦ, λυπηθεὶς δὲ ἐπὶ τοῖς πονηροῖς ἔργοις τῶν ἀνθρώπων καὶ ἐν ὀργῇ ἐπιβλέψας ἐπὶ τὴν γῆν ποιεῖ αὐτὴν τρέμειν, ὡς μὴ ἱκανοῦσαν βαστάσαι κτίστου ἐπισκοπὴν ἐν θυμῷ. «Ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται». Τὴν αὐτὴν αἰτίαν τῆς ἀγανακτήσεως τοῦ Θεοῦ καὶ ἐνταῦθα παραδηλῶν, ὅτι καὶ τὰ ὄρη, νόμῳ φύσεως αὐτῶν, ἀπὸ προσώπου τοῦ φόβου τοῦ Θεοῦ δριμύττονται καὶ καπνίζονται, ὥσπερ καὶ τὸ Σινᾶ πάλαι.

Οὕτω δὲ ἐχούσης τῆς φύσεως τῶν πραγμάτων· «ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω», ἤτοι, ἐν ὅσῳ ἐν τοῖς ζῶσίν εἰμι. «Ἡδυνθείη», ἤτοι ἡδεῖα καὶ γλυκυτάτη φανήτω «αὐτῷ ἡ διαλογή μου» αὕτη, ἵνα «ἐγὼ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς». Ζήλου θείου πλῆρες τὸ χωρίον. Εἴθε, φησί, καὶ ἁμαρτωλοὶ μὴ παρῆσαν ἐπὶ τῆς γῆς, καὶ ἄνομοι μηκέτι ἔζων ἐπὶ τὴν γῆν, ἀλλὰ δίκαιοι καὶ ἔννομοι πάντες ἐγένοντο ἄν. «Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον». Συνῆψε τοῦ ψαλμοῦ τὸ τέλος πρὸς τὴν ἀρχὴν αὐτοῦ, ψυχὴν ἐρεθίζων πρὸς ὑμνῳδίαν Θεοῦ.

Ψαλμὸς ρδʹ Ἀλληλούια. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ». Τὸ μὲν «ἐξομολογεῖσθε» ἀντὶ τοῦ ὑμνεῖτε, τὸ δὲ «ἐπικαλεῖσθε», ἀντὶ τοῦ καλεῖτε αὐτὸν εἰς βοήθειαν ἐν παντὶ καιρῷ. «Ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ». ᾘνίξατο ἐνταῦθα τῶν ἀποστόλων τὸ κήρυγμα. «ᾌσατε αὐτῷ καὶ ψάλατε αὐτῷ, διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ». Οὕτω γὰρ ἐποίουν οἱ θεῖοι ἀπόστολοι, τά τε παλαιὰ καὶ τὰ νέα θαυμάσια τοῦ Θεοῦ διηγούμενοι, ὧν ὁ ἔπαινος παρὰ τοῦ Θεοῦ· «εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον». Οὕτω γὰρ εὐφραίνονται ἀσκητῶν καὶ μαρτύρων χοροί, ζητοῦντες τὸν Κύριον. «Ζητήσατε τὸν Κύριον καὶ κραταιώθητε», ἤτοι, εὐσθενήσατε, δυναμώθητε· «ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντὸς» καὶ μὴ ἄρτι μὲν λατρεύετε Θεῷ, ἄρτι δὲ δουλοῦσθε τοῖς πάθεσι. «Μνήσθητε τῶν θαυμασίων αὐτοῦ, ὧν ἐποίησε», δηλαδὴ τὰ ἐν Αἰγύπτῳ καὶ ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ καὶ τὰ ἑξῆς. Εἶτα διεξιὼν τὰ περὶ ἐπαγγελίας καὶ τὰ περὶ τοῦ Ἰωσὴφ καὶ τὴν τοῦ Ἰσραὴλ εἰς Αἴγυπτον κάθοδον καὶ περὶ τῆς τοῦ λαοῦ παρὰ τῶν Αἰγυπτίων κακώσεως, τήν τε Μωυσέως ἀποστολὴν πρὸς αὐτοὺς καὶ ὡς ἐπλήγη δέκα πληγὰς δεινοτάτας ἡ Αἴγυπτος παρὰ Μωσέως καὶ Ἀαρὼν νεύσει Θεοῦ· «Καὶ ἐξήγαγε», φησί, «τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει καὶ τοὺς ἐκλεκτοὺς αὐτοὺς ἐν εὐφροσύνῃ. Καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν καὶ πόνους λαῶν κατεκληρονόμησαν».

Καίτοι γε μετὰ τεσσαράκοντα ἔτη μετὰ τὴν ἔξοδον τὴν γῆν τῆς ἐπαγγελίας ἐκαρπώσαντο, ἀλλ’ ὅμως τὰ μεταξὺ παρῆκεν ὡς πρόδηλα, ὡς κἀγὼ τὸ διηγηματικὸν τοῦ ψαλμοῦ. «Ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν».

Ἀλλ’, ὢ τῆς ἀγνωμοσύνης· ὅτι μετὰ τὰς τοσαύτας θεοσημίας καὶ μεγαλοδωρεάς, οἱ πλεῖστοι αὐτῶν τοῖς εἰδώλοις ἐλάτρευσαν. Ἡμεῖς δὲ ἐνταῦθα τὸν ἕβδομον λόγον συστείλαντες, δῶμεν δόξαν τῷ ἐν Τριάδι Θεῷ, οὗ τὸ ἔλεος ἤτω μεθ’ ἡμῶν ἡμέρας καὶ νυκτὸς καὶ ἡμεῖς εὐλογοῦμεν σὺν τῷ Πατρὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ πανάγιον νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.