Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τοὺς ψαλμούς

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος Η' (Ψαλμοί 105-117)

Ερμηνεία των ψαλμών 105 έως 117, εξετάζοντας την ιστορική πορεία του Ισραήλ, την ενσάρκωση του Λόγου και τη λύτρωση των εθνών από την πλάνη των ειδώλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 9 από 11

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ Ηʹ ΕΙΣ ΤΟ ΙΕʹ ΚΑΙ ΕΙΣ ΤΟ ΙΣΤʹ ΚΑΘΙΣΜΑ ΤΩΝ ΨΑΛΜΩΝ ΕΙΣ ΤΟ ΙΕʹ ΚΑΙ ΕΙΣ ΤΟ ΙΣΤʹ ΚΑΘΙΣΜΑ ΤΩΝ ΨΑΛΜΩΝ ΣΑΦΗΝΕΙΑ ΚΕΦΑΛΑΙΩΔΗΣ ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΠΕΜΠΤΟΝ Εὐλόγησον, πάτερ.

<Προοίμιον> Θεοῦ τοῦ ἀγαθοῦ συνεργείᾳ καὶ χάριτι τὸν περὶ τῶν ψαλμῶν ἕβδομον λόγον ἀποπεράναντες, περὶ τῶν ἑξῆς καθισμάτων βραχέα φιλοσοφεῖν ὁ ὄγδοος λόγος ἐπείγεται.

Ψαλμὸς ρεʹ <Ἀλληλούϊα>. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ». Εἴρηται πρόσθεν τί ἐστι τὸ «ἐξομολογεῖσθε». Καὶ πάλιν φαμέν, ὅτι ἡ ἑβραῒς γλῶττα, ὡς ἔμοιγε δοκεῖ, χρῆται τὸ «ἐξομολογεῖσθε», ἀντὶ τοῦ ὑμνεῖτε ἢ εὐχαριστεῖτε.

Ἔνθεν καὶ Δαβὶδ χρῆται μυριάκις τῇδε τῇ λέξει, τάχα δὲ Χριστὸς ὁ Κύριος τῇδε τῇ γλώσσῃ χρησάμενος ἔφη· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς· ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις», ἀντὶ τοῦ εὐλογῶ σε καὶ εὐχαριστῶ σε. Ποία γὰρ ἀκολουθία ἐξομολογήσεως, ἐξ ὧν εἶπεν, ἀλλ’ ἢ μᾶλλον ὕμνος καὶ εὐχαριστία; «Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου ἀκουστὰς ποιῶν πάσας τὰς αἰνέσεις αὐτοῦ;» Ἀπορεῖ, φησί, πᾶσα γλῶσσα, λαλῆσαι αὐτοῦ τὰς δυναστείας καὶ τὰς αἰνέσεις. «Μακάριοι οἱ φυλάσσοντες κρίσιν», ἤτοι, μνημονεύοντες κρίσιν, «καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ. Μνήσθητι ἡμῶν, Κύριε, καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου· τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου καὶ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου». Παρὰ πάντα γὰρ τὰ ἔθνη, ἐκλεκτοὶ ἐλογίζοντο Θεοῦ Ἰουδαῖοι, ὡς ἐπιγνόντες Θεὸν τὸν ὄντως Θεόν. Ἐπεὶ δὲ καὶ αὐτοὶ ἁμαρτάνοντες παρηνόμουν παραπλησίως τῶν ἀθέων ἐθνῶν· «Ἡμάρτομεν», φησί, «μετὰ τῶν πατέρων ἡμῶν, ἠνομήσαμεν, ἠδικήσαμεν». Οὕτω καὶ ἡμᾶς χρὴ λέγειν ἁλωθέντας ἐν ἁμαρτίαις καὶ ἐπιστρέφοντας πρὸς Θεόν. Εἶτα ἐκτραγῳδεῖ τὸ ἀσύνετον τοῦ λαοῦ ἔν τε τῇ Αἰγύπτῳ καὶ ἐν τῇ ἐρήμῳ.

Ὅτι μετὰ τὴν ξένην ἐκείνην διάβασιν τῆς Ἐρυθρᾶς θαλάσσης καὶ τὰς μυρίας καὶ θείας τερατουργίας καὶ τὰς μυρίας ἐκείνας θείας ὁμιλίας, ἃς ἀπὸ Θεοῦ διεπόρθμευε Μωυσῆς πρὸς αὐτούς, χειροποιήτους ἐπεθύμουν Θεούς, καὶ μοσχοποιήσαντες ηὐφραίνοντο ἐν τοῖς ματαίοις «καὶ προσεκύνησαν τῷ γλυπτῷ» καὶ ἐπεσπάσαντο θείας ὀργῆς. Καὶ εἰ μὴ Μωυσῆς ὑπὲρ αὐτῶν ἔστη πρεσβεύων, ἐξολοθρεῦσαι εἶχεν αὐτοὺς ὁ Θεὸς εἰς τέλος. Ὅμως ἐν παρατάξει πολέμων ἀπό τε τοῦ Ἀμαλήκ, ἀπό τε τοῦ Ἀμορραίου, δυσεξαρίθμητα ἀνῃρέθησαν πλήθη. «Καὶ ἐπληθύνθη», φησί, «ἐν αὐτοῖς ἡ πτῶσις». Ἄλλη πάλιν αὕτη παρανομία, ὅτι μετὰ τῶν ἀλλοφύλων Μαδηναίων συνεμίγνυντο γυναικῶν. Φινεὲς δέ, τοῦ Ἐλεαζάρου μὲν υἱός, ἀνδρῶν δὲ τῶν ἱερέων ἔγγονος, ζήλῳ θείῳ πυρωθείς, δύο τινὰς πεπορνευκότας ἀνήλωσε σειρομάστῃ, ὃς καὶ ἱερεὺς γέγονε μετὰ ταῦτα, ὡς θεῖος ζηλωτής.

Περὶ οὗ λέγει Δαβίδ· «Καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο καὶ ἐκόπασε» τὸ κατ’ ὀργὴν θανατικὸν ἀπὸ τοῦ λαοῦ. «Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος». Πανταχοῦ γὰρ ὁ φόνος ἐναγὴς καὶ ὀλέθριος, ἐνταῦθα δὲ δικαιοσύνη καὶ ἁγιασμός, ὡς κατὰ ζῆλον καὶ κατὰ γνώμην Θεοῦ, ὥσπερ καὶ ἑτέρωθι ὠργίσθη. «Ὅτι οὐκ ἐξωλόθρευσαν», φησί, «τὰ ἔθνη, ἃ εἶπε Κύριος αὐτοῖς· συνεμίγησαν δὲ μᾶλλον καὶ ἔμαθον τὰ ἔργα αὐτῶν καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις». Διὰ τοῦτο εἶπεν αὐτοῖς ὁ Θεὸς ἐξολοθρεῦσαι τὰ ἔθνη ἐκεῖνα, ἵνα μὴ γένηται ταῦτα. Ἐκεῖνοι δὲ παρακούσαντες, ἔδρασαν τὸ ἐναντίον· «Καὶ ἐμιάνθη», φησίν, «ἡ γῆ ἐν τοῖς ἔργοις αὐτῶν, καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν». Πότε δὲ ταῦτα ἐποίουν; μετὰ τὸ κληρονομῆσαι τὴν γῆν τῆς ἐπαγγελίας. «Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐθνῶν καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς». Τοιοῦτοι γὰρ οἱ καρποὶ τῶν ἁμαρτιῶν, πικροὶ καὶ θανάσιμοι. Ὅμως· «Μετεμελήθη», φησί, «κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμούς, ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς».

Ὅτε γὰρ ἐταπεινώθησαν καὶ ἐκακώθησαν καὶ συνετρίβησαν, τότε συνῆκαν δεῖσθαι τοῦ Θεοῦ καὶ λέγειν· «Σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν, τοῦ ἐξομολογεῖσθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου. Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραήλ, ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο γένοιτο». Ὅτε γὰρ αὐτοὺς ἐδάμασεν εἰς τὰ ἔθνη ἡ αἰχμαλωσία καὶ ἡ ἐσχάτη δουλεία, τότε πρὸς τὸν Θεὸν ὑπισχνοῦντο ταῦτα. Ὅτε δὲ τοῦ αὐτεξουσίου ἀπήλαυον, ἐπελάθοντο τοῦ Θεοῦ τοῦ σώζοντος αὐτούς. Τοῦτο γὰρ καὶ πλεῖστοι πάσχουσι τῶν ἀνθρώπων καὶ ὁπηνίκα εὐκληρίας τινὸς ἐπαπολαύουσιν, ἁμαρτάνουσιν ἀδεῶς. ληθαργοῦντες τὸν φόβον τοῦ Θεοῦ, ὅτε δὲ ἀνιαραὶ μάστιγες αὐτοὺς συναντήσωσι, τότε συμβαίνει τό· «Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου».

Ψαλμὸς ρϛʹ Ἀλληλούϊα. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ», ἤτοι, αἰνεῖτε τὸν Κύριον, ὅτι αὐτοῦ ἡ χρηστότης καὶ τὸ ἔλεος τέλος οὐκ ἔχει. «Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθρῶν» καὶ «ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης». Ὅρα ποῦ καὶ ἐν πόσαις χώραις ἦσαν διεσπαρμένοι καὶ ᾐχμαλωτισμένοι, καθὼς καὶ ὁ πρόσθεν ψαλμὸς ἔλεγεν, ὅτι «ὠργίσθη Κύριος καὶ παρέδωκεν αὐτοὺς ἐν τοῖς ἔθνεσι καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν». «Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐρρύσατο αὐτούς», «καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου καὶ τοὺς δεσμοὺς αὐτῶν διέρρηξε» καὶ «συνέτριψε πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν». Ταῦτα γὰρ καὶ ἐπὶ τῆς αἰχμαλωσίας τοῦ λαοῦ εἴρηται, ἀλλὰ καὶ περὶ τῆς αἰχμαλωσίας τῶν ἐν τῷ ᾅδῃ δεσμίων, περὶ ὧν καὶ λέγεται· «Ἀπέστειλε», φησί, «τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτούς». Λόγος οὐ προφορικὸς καὶ διαλυόμενος ἀλλ’ ὁ ἐνυπόστατος λόγος καὶ συναΐδιος τοῦ στείλαντος Πατρός, ὃς σθένει θεότητος καὶ τὰ δεσμωτήρια τοῦ ᾅδου κατέλυσε καὶ τὰ κλεῖθρα συνέτριψε καὶ τοὺς δεσμίους ἔλυσε καὶ τὸν τύραννον ἔδησε. «Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων.

Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. Εἶπε καὶ ἔστη πνεῦμα καταιγίδος», ἤτοι, ἄνεμος ῥαγδαῖος καὶ σφοδρότατος λίαν. «Ὑψώθη τὰ κύματα αὐτῆς. Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων». Ἔθος τῇ Γραφῇ οὐρανὸν καὶ τὸν ἀέρα καλεῖν, ὥσπερ ὅταν λέγῃ πόλεις τετειχισμένας ἕως τοῦ οὐρανοῦ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ὅσα τοιαῦτα. Τάχα δὲ καὶ οἱ ἐν τοῖς πλοίοις ἐν τῇ τοιαύτῃ ἀνάγκῃ οὕτω δοκοῦσιν, ὅτι τὰ κύματα μέχρι καὶ τοῦ οὐρανοῦ κορυφοῦνται.

Καὶ τοῦτο εἶδον ἐγὼ οἰκείοις ὀφθαλμοῖς ἐν τῷ ἅπαξ με ἀποπλεῦσαι εἰς προσκύνησιν τῶν σεβασμίων τόπων καὶ τοῦ ζωηφόρου τάφου Χριστοῦ, ὅτι συνήντησεν ἡμῖν τότε τοιοῦτον πνεῦμα καταιγίδος καὶ ἐκινδυνεύομεν ὁλόκληρον ἡμερόνυκτον ἕν. Καὶ ἐφαίνοντο ἡμῖν τὰ κύματα ὡς ὄρη μεγάλα καὶ ὑψηλὰ σφόδρα καὶ ἐδοκοῦμεν ὅτι ἡ θάλασσα ἐξάπαντος συνήφθη τῷ οὐρανῷ. Ἐναυάγησαν δὲ τότε πλοῖα πολλὰ καὶ ἡμεῖς ἀπηλπίσαμεν τότε τῆς ἡμῶν ζωῆς καὶ λοιπὸν σωτηρίαν ψυχῆς καὶ μόνης ἐζητοῦμεν Θεόν. Ὅμως ἐν ἐλέει αὐτοῦ καὶ τὸ ζῆν ἐχαρίσατο «καὶ εἴδομεν ὄντως τότε τὰ ἔργα Κυρίου ἐν τῷ βυθῷ», ἃ κατὰ μέρος γράφειν οὐ δύναμαι, ἵνα μὴ πρὸς λόγων πλῆθος ἐξενεχθῶ.

Ἀλλὰ καὶ τὸν ψαλμὸν κατὰ στίχον διεξιέναι παρέλκειν μοι δοκεῖ διὰ τὸ πρόδηλον αὐτοῦ. Γίνεται δὲ πολλάκις «καὶ γῆ καρποφόρος εἰς ἅλμην», ἡ δὲ αἰτία «ἀπὸ κακίας», φησί, «τῶν κατοικούντων ἐν αὐτῇ». Τηροῦσι δὲ νόμους Θεοῦ ποιεῖ ὁ Θεὸς «ἔρημον εἰς λίμνας ὑδάτων καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. Καὶ κατῴκισεν ἐκεῖ πεινῶντας καὶ συνεστήσατο πόλεις κατοικεσίας καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας καὶ ἐποίησαν καρπὸν γεννήματος καὶ εὐλόγησεν αὐτοὺς καὶ ἐπληθύνθησαν σφόδρα καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν». Ὥσπερ «τὴν καρποφόρον γῆν» ἡ παρανομία μεταλλεύει «πρὸς ἅλμην», φησίν, οὕτω τὴν ἔρημον ἡ εὐνομία πολύκαρπον ἀποφαίνει. «Τίς σοφὸς καὶ φυλάξει ταῦτα καὶ συνήσει τὰ ἐλέη τοῦ Κυρίου;» Σοφὸς οὐχ ὁ ἀκούων ἁπλῶς, ἀλλ’ ὁ συνιὼν καὶ φυλάσσων τοὺς νόμους τοῦ Κυρίου.

Ψαλμὸς ρζʹ Τῷ Δαβίδ. «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου» πρὸς τὸ ᾄδειν καὶ ψάλλειν σοι. «Ἐξεγέρθητι», ἡ δόξα μου, τῆς προφητείας μου ἡ χάρις. «Ἐξεγερθήσομαι ὄρθρου», καθὼς ὑπεσχόμην ἑτοίμην ἔχειν καρδίαν. «Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν». Ὅτι δὲ καὶ ἐκ προσώπου Χριστοῦ εἴρηται τὸ «ἐξεγερθήσομαι ὄρθρου» δεδήλωκεν ἀριδήλως «ὑψώθητι» λέγων «ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου». Σὺ μὲν «ὑψώθητι» ἀναληφθεὶς εἰς οὐρανούς, ἀφ’ ὧν καὶ κατῆλθες, «ἡ δὲ δόξα σου ἐπὶ πᾶσαν τὴν γῆν» διὰ τὸ πλῆθος τῶν θαυμάτων σου οὐκ ἐπιλησθήσεται. «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου» ἀπόστολοι μετὰ μαρτύρων ἐκ χειρὸς τυράννων δυσμενῶν «σῶσόν με τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου» λέγει Δαβὶδ καὶ ὁ λαός. Εἶτα λέγει Χριστός· «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα». Σίκιμα ἡ νῦν λεγομένη Ναζαρέτ. «Καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω»· κοιλάδα, ἐν ᾗ τὴν σκηνὴν εἶχον οἱ Χαναναῖοι. Ὑμῖν, φησίν, αὐτὴν μετρήσας διαμεριῶ. Ἐπεὶ δὲ κλῆρος Ἰωσὴφ τὰ Σίκιμα, ἀριθμεῖ τοὺς ἐκγόνους αὐτοῦ λέγων· «Ἐμός ἐστι Γαλαὰδ καὶ ἐμός ἐστι Μανασσῆς, καὶ Ἐφραὶμ ἀντίληψις τῆς κεφαλῆς μου». Αὗται γὰρ αἱ φυλαὶ Ἰωσήφ, οὓς διεμέρισε, καθὼς ἔφη· «Διαμεριῶ Σίκιμα». «Ἰούδας βασιλεύς μου».

Πολύφυλος γὰρ παρὰ πάσας τὰς φυλὰς ἡ τοῦ Ἰούδα φυλή, ὡσεὶ πεντακοσίων χιλιάδων εὐποροῦσα μαχητῶν ἀνδρῶν, χωρὶς τῶν ἀπὸ εἰκοσαετοῦς καὶ κατωτέρω ἀρρένων καὶ γυναικῶν πλῆθος, ἀναρίθμητα πλήθη. Ἔνθεν καὶ βασιλεὺς αὐτὸς καλεῖται τάχα, οὐ διὰ τὸ πλῆθος καὶ μόνον, ἀλλὰ καὶ διότι ἔμελλεν ὁ βασιλεὺς τῆς δόξης ἐκ τῆς αὐτοῦ ἀνατεῖλαι φυλῆς. «Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου». Ἰδουμαία ἡ οἰκουμένη, ὑπόδημα ἡ σάρκωσις Χριστοῦ. «Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν».

Καὶ γὰρ ὑπετάγησαν ὄντως Χριστῷ ἀλλοφύλων ἐθνῶν πλήθη συχνὰ πιστεύσαντα εἰς αὐτόν. «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;», ἤτοι, εἰς πόλιν πολιορκουμένην; «τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;», ἤτοι, πολιορκουμένης τῆς οἰκουμένης λατρείαις δαιμονικαῖς, τίς αὐτὸν ἐξελεῖται τῆς δεινῆς ταύτης πολιορκίας; «Οὐχὶ σύ, ὁ Θεός, ὁ ἀπωσάμενος ἡμᾶς; οὐκ ἐξελεύσῃ, ὁ Θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν; Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως καὶ ματαία σωτηρία ἀνθρώπων».

Εἴ γε τῆς βοηθείας τῆς σῆς καταξιωθῶμεν, φησί, ματαίαν ἡγησόμεθα τὴν ἐξ ἀνθρώπων βοήθειαν. «Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν». Ταῦτα καὶ Δαβὶδ μὲν ἔλεγε μετὰ Ἰουδαίων, ἀλλὰ καὶ ἐκ προσώπου τῆς ἐκκλησίας τοῦ Θεοῦ εἶχον τὴν δύναμιν.

Ψαλμὸς ρηʹ Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ. «Ὁ Θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ καὶ δολίου ἐπ’ ἐμὲ ἠνοίχθη». Ὁ Δαβὶδ μὲν ταῦτα ἐξετραγῴδει καὶ τὰ τοιαῦτα, εἰς Χριστὸν δὲ ἐπληρώθησαν πρεπόντως. «Ἐλάλησαν», φησί, «κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ καὶ λόγοις μίσους». «Ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου». Μέγα τὸ ὄνειδος· Θεὸς ὤν, φησίν, ἐγώ, διὰ τὴν αὐτῶν ἀγάπην ἄνθρωπος γέγονα, καὶ αὐτοὶ μίσους μανίαν ἠμείψαντό μοι. Πρὸς γὰρ Ἰουδαίους καὶ τὸν προδότην Ἰούδαν φαίνηται. «Κατάστησον ἐπ’ αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ», ἵνα «ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν». Ἄθλια καὶ δεινὰ τὰ κατὰ σὲ πανταχόθεν, ταλαίπωρε Ἰούδα. «Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι». «Καὶ ἀπελθὼν ἀπήγξατο». «Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος», ἤτοι, τὴν ἀποστολικὴν αὐτοῦ ἀξίαν. Καὶ ἔλαβεν αὐτὴν Ματθίας. «Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ καὶ ἡ γυνὴ αὐτοῦ χήρα». Καὶ ἐπήσαντο ταῦτα ἀποπνιγέντος ἐκείνου.

Οὐ μὴν δέ, ἀλλὰ «καὶ ἐκβληθῆναι τῶν οἰκοπέδων αὐτοῦ». Καὶ ἐπαιτεῖν εἰκότως κατεδικάσθησαν καὶ τὰ ὑπάρχοντα αὐτῶν πάντα διήρπασαν ἀλλότριοι καὶ δανεισταὶ «μήτε ἀντιλήπτωρ αὐτοῦ εὑρεθείς, μήτε οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ». «Τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν καὶ ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ». Τοιαύτη γὰρ ἡ ἁμαρτία τοῦ προδότου Ἰούδα ἀπεφάνθη, ὡς οὐχ ἁπλῶς αὐτὸν μόνον, ἀλλὰ καὶ γυναῖκα αὐτοῦ καὶ τέκνα καὶ τὴν οἰκίαν καὶ τὰ ὑπάρχοντα αὐτοῦ συναπώλεσεν ἄρδην. Οὐ μόνον δέ, ἀλλὰ καὶ τοὺς αὐτὸν τεκόντας. «Ἀναμνησθείη», φησίν, «ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἐναντίον Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη». Τάχα ὡς πονηροῦ καρποῦ αἴτιοι συναπόλλυνται καὶ αἱ ῥίζαι σὺν τῷ καρπῷ. «Καὶ μὴ θελήσας εὐλογίαν, ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ, ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ». «Καὶ ὡς ἱμάτιον καὶ ὡσεὶ ζώνην αὐτοῦ». Οὕτως τὴν δεινὴν ταύτην ἀρὰν «ἐνεδύσατο καὶ περιεζώσατο», ἡ δὲ αἰτία ἀσύγγνωστος καὶ μεγάλη σφόδρα. «Ἀνθ’ ὧν», φησίν, «οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι» αὐτόν.

Καὶ ἐθανάτωσε μέν, ἐθανατώθη δὲ μᾶλλον ὁ θανατώσας θάνατον ἀθάνατον καὶ ἀΐδιον, ὁ δὲ θανατωθεὶς τὸν θάνατον ἐθανάτωσε καὶ τοὺς νεκροὺς ἐζωοποίησε, λέγων ἐν παρρησίᾳ· «Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν. Ἐξομολογήσομαι τῷ Κυρίῳ», ἤτοι τῷ Πατρί, «σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν, ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου». Ἄνθρωπον πένητα καὶ πτωχὸν ἀεὶ ἑαυτὸν ὁ Χριστὸς ὀνομάζει καὶ πάντα τὰ ἔργα αὐτοῦ πατρόθεν ἐνεργεῖσθαι βεβαιοῖ, ἵνα καὶ τὴν τελείαν αὐτοῦ ἐνανθρώπησιν ἀναμφίβολον δείξῃ καὶ γέρας ἀπονέμῃ τῷ αἰτίῳ καὶ ὁμοφυεῖ αὐτοῦ Πατρί.

ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΕΚΤΟΝ Ψαλμὸς ρθʹ Ψαλμὸς τῷ Δαβίδ. «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου», δηλαδὴ ὁ Πατὴρ τῷ Υἱῷ, ὅς ἐστι τοῦ Δαβὶδ Κύριος καὶ Υἱός· Κύριος μέν, κατὰ τὸ ἀξίωμα τῆς θεότητος, Υἱὸς δὲ τὸ κατὰ σάρκα. Τοῦτο γὰρ καὶ ὁ θεῖος ἄγγελος ἐξεῖπε πρὸς τὴν Παρθένον, ὅτι «δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ» καὶ τὰ ἑξῆς. «Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου». Ἀκουέτωσαν Ἰουδαῖοι καὶ τὴν τοῦ Πατρὸς ἀπόφασιν, ὅτι ὑπὸ τοὺς πόδας τοῦ Υἱοῦ αὐτοὺς καταδικάζει θεῖναι. «Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών». Ῥάβδον οὐχ ἁπλῶς ἀπὸ ξύλου, ἀλλὰ δυνάμεως θεϊκῆς δυναστείας. «Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου». Ἀλλ’, ὢ τῆς ἀνοίας, ὅτι καὶ κατακυριευόμενοι καὶ δαμαζόμενοι ὑπὸ Χριστοῦ, οὐ συνιοῦσιν αὐτῷ ὑποκλῖναι τὸν αὐχένα. «Μετὰ σοῦ ἡ ἀρχή», ἤτοι, τὸ κατὰ πάντα θεαρχικὸν ἀξίωμα, «ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου» ἀγγέλων καὶ τῶν ἁγίων σου ἀνδρῶν. «Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε». Μαρτυρεῖ ὁ Πατήρ, ὅτι ἐγέννησεν Υἱόν, καὶ πῶς τὴν αὐτοῦ μαρτυρίαν κακοφρόνως οὐ προσίενται. «Ἐκ γαστρός», οὐχ ὅτι σωματικὴ γαστὴρ τῇ θείᾳ καὶ ἀσωμάτῳ φύσει, ἀλλ’ ἵνα τὸ ὁμοφυὲς τοῦ γεννήσαντος καὶ τοῦ γεννηθέντος διδάξῃ ἐξεῖπεν «ἐκ γαστρός». Τὸ δὲ «πρὸ Ἑωσφόρου», ἵνα σημανῇ τὸ ἄχρονον καὶ συναΐδιον τοῦ γεννηθέντος Υἱοῦ.

Πρὸ Ἑωσφόρου γὰρ οὐρανὸν καὶ γῆν καὶ τὰ μεταξὺ τούτων ἐποίησεν. Ἑωσφόρον δέ, μετὰ καὶ πλήθους φωστήρων, ἐν τῇ τετάρτῃ ἡμέρᾳ ὁ σοφὸς δημιουργὸς «εἶπε καὶ ἐγενήθησαν». «Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται».

Πρὸς ὃν ἐγέννησεν Υἱὸν ὤμοσε λέγων· «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». Οὐ κατὰ τὴν τάξιν Ἀαρὼν ζωοθύτους θυσίας θυσιάζων μοι, ἀλλὰ «κατὰ τὴν τάξιν Μελχισεδὲκ» ἐν ἄρτῳ καὶ οἴνῳ, σύμβολα τῆς σῆς σαρκὸς καὶ τοῦ σοῦ αἵματος. «Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς», ἤτοι, θεοστυγεῖς βασιλεῖς καὶ τυράννους. «Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα, συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν». Δηλαδή, αὐτὸς ὁ ῥηθεὶς πρὸ Ἑωσφόρου, «Ἐκ χειμάρρου ἐν ὁδῷ πίεται», ὡς εἷς τῶν ἀνθρώπων, «καὶ διὰ τοῦτο ὑψώσει κεφαλήν». Οὐ μειωθήσεται, φησίν, ἡ δόξα αὐτοῦ ἐν τῇ ταπεινώσει αὐτοῦ, ἀλλ’ ὑμνηθήσεται ἔτι μᾶλλον καὶ δοξασθήσεται.

Ψαλμὸς ριʹ Ἀλληλούϊα. «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου». Καλὸν γὰρ ἐξ ὅλης καρδίας ἐντυγχάνειν Θεῷ. «Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ μεγάλα τὰ ἔργα Κυρίου». Οὐ μέντοι καὶ ἐπὶ συναγωγῇ πονηρῶν καὶ ἀθέων, οὐ γάρ ἐστι σύνεσις αὐτοῖς. «Μεγαλύνατε τὰ ἔργα Κυρίου, ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος· τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν», οὐ τὴν φθαρτὴν μόνην καὶ ῥέουσαν, ταῦτα γὰρ καὶ οἱ μὴ φοβούμενοι ἐπαπολαύουσιν ἐν οἰκτιρμοῖς αὐτοῦ, ἀλλὰ καὶ τὴν ἄφθαρτον καὶ πνευματικὴν τροφήν, ἧς μυστικῶς ἐπαπολαύουσιν οἱ φοβούμενοι αὐτόν. «Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ», πρόξενοι σωτηρίας τοῖς τηροῦσιν αὐτάς, «ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος». Καὶ οὐχ ἁπλῶς λυόμεναι καὶ ἀφανιζόμεναι, ἀλλά· «πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι» πλέον ἢ ἔλαττον μὴ ἔχουσαι τοῦ καθήκοντος. «Λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ», ὁ Πατὴρ τὸν Υἱόν, «ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ. Ἀρχὴ σοφίας φόβος Κυρίου». Χωρὶς δὲ φόβου Κυρίου, οὐκ ὠφελήσει σοφοὺς ἡ τοῦ κόσμου σοφία. «Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν» ἔργα συνέσεως ἄξια. «Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος», μὴ ἔχουσα τέλος, ὥσπερ οὐδὲ ἀρχήν.

Ψαλμὸς ριαʹ Ἀλληλούϊα. «Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα». Κυρίου γὰρ φόβος καρποφορεῖ ἐντολῶν αὐτοῦ φυλάξεις, ἀφ’ ὧν μακάριος ἀνὴρ εὑρίσκεται Θεῷ. «Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ», εἴτε σωματικὸν εἴτε πνευματικόν, δηλονότι. «Γενεὰ εὐθέων εὐλογηθήσεται», ἤτοι, πρὸς Θεοῦ αὐξηθήσεται. «Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς ἔθνεσι». Φῶς ὢν ὁ Πατήρ, ἐσκοτισμένοις ἔθνεσι τὸν Υἱὸν αὐτοῦ, ὡς φῶς ἀνατείλας ἐφώτισεν αὐτούς. «Ἐλεήμων, οἰκτίρμων, δίκαιος καὶ χρηστὸς ἀνήρ, ὁ οἰκτείρων καὶ κιχρῶν», ἤτοι, ὁ ἐλεήμων καὶ εὐμετάδοτος δίκαιος καὶ χρηστὸς τῷ Θεῷ. Ὁ δὲ τοιοῦτος καὶ τοὺς αὐτοῦ «λόγους οἰκονομήσει ἐν κρίσει», ἤτοι, ἐν ἔργῳ καὶ λόγῳ ζῶν εὐδιακρίτως «ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται», ἤτοι, οὐ ταραχθήσεται οὐδὲ θλιβήσεται. «Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος», παρὰ Θεοῦ καὶ ἀνθρώπων διὰ παντὸς κλεϊζόμενος. «Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται», ὡς πρὸς Θεοῦ ἔχων ἐρηρεισμένας τὰς ἐλπίδας αὐτοῦ. «Ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον».

Ἐν παντὶ καιρῷ «ἐστήρικται ἡ καρδία αὐτοῦ» πρὸς Θεὸν καὶ «οὐ μὴ φοβηθῇ» ἐχθρῶν προσβολάς. «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν». Ἅπαξ τὴν οὐσίαν αὐτοῦ «ἐσκόρπισε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ». Ταῦτα δὲ πάντα, φησί, ἐπὶ ἐλεήμονι ἀνδρὶ συντελεῖται χρηστῷ καὶ δικαίῳ «Ἁμαρτωλὸς δέ», φησίν, «ὄψεται καὶ ὀργισθήσεται». Φανήσεται μὲν εἰς πρόσωπον τοῦ κριτοῦ, ἀλλὰ διὰ τὸ αἶσχος τῆς ἁμαρτίας μετ’ ὀργῆς πρὸς τὰς κολάσεις ἀποπεμφθείς, «τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται», ἤτοι, ὡς κηρὸς ἐκ πυρὸς ἐκτακήσεται. «Ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται». Ἐπειδὴ γὰρ κατὰ τὸ ἐνεστὼς τὴν ἐπιθυμίαν σαρκὸς ἐξεπλήρου, ὡς ἀχαλίνωτος ἵππος, κατὰ τὸ μέλλον «ἐπιθυμία» λοιπὸν ἀγαθῆς ἀπολαύσεως «ἁμαρτωλοῦ ἀπολεῖται».

Ψαλμὸς ριβʹ Ἀλληλούϊα. «Αἰνεῖτε παῖδες Κύριον»· παῖδες γὰρ λέγονται οἱ δοῦλοι. Εἰ οὖν δοῦλοι Κυρίου ἐστέ, φησίν, «αὐτὸν αἰνεῖτε», «οὗ τὸ ὄνομα αἰνετὸν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν». «Τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν;» Εἰ ἔστι καὶ ἄλλος τοιοῦτος, δειξάτωσαν εἰδωλόθεοι. Αὐτοῦ γὰρ ἡ δόξα «ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ καὶ ἀπὸ κοπρίας δύναται πτωχὸν ἀνυψῶσαι μετὰ ἀρχόντων λαοῦ αὐτοῦ», «στεῖραν» ἐπιστηρίζων καὶ «μητέρα δεικνύων ἐπὶ τέκνοις εὐφραινομένην».

Ψαλμὸς ριγʹ Ἀλληλούϊα. «Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου ἐγενήθη Ἰουδαία ἁγίασμα, Ἰσραὴλ ἐξουσία αὐτοῦ». Μετὰ τὸ ἐξελθεῖν, φησί, τὰς δώδεκα φυλὰς Ἰσραὴλ ἐκ λαοῦ βαρβάρου αἰγυπτιακοῦ, τότε ἡ τὸ πρὶν καλουμένη Χαναναία γῆ «ἐγενήθη ἁγίασμα», ἤτοι, ἀνάθημα τῷ Θεῷ, ἐξουσιασθεῖσα ὑπὸ λαοῦ Θεοῦ Ἰσραήλ, καίτοι γε μετὰ τεσσαρακονταετοῦς χρόνου περίοδον τὴν ἁγίαν γῆν ἐκληρονόμησαν, οὐκ ἀποροῦντος τοῦ Θεοῦ, ἀλλ’ ἡ δυστροπία τοῦ λαοῦ αἴτιος τῆς βραδυτῆτος. «Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν». Τί εἶδε καὶ ἔφυγε;

Τύπον σταυροῦ καὶ δύναμιν Θεοῦ καὶ ἔφυγε διαιρεθεῖσα ἔνθεν καὶ ἔνθεν, ὁδοποιοῦσα διὰ ξηρᾶς διάβασιν τῷ λαῷ τοῦ Θεοῦ. «Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω». Εἶδε καὶ αὐτὸς τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὰ σκεύη τοῦ μαρτυρίου καὶ νόμῳ φύσεως αἰδεσθεὶς τὸ ῥεῖθρον ἀνεχαίτισεν εἰς τὰ ὀπίσω, ἄχρις ἂν ὁ λαὸς τοῦ Θεοῦ διῆλθε διὰ ξηρᾶς σὺν τῷ δημαγωγῷ Ἰησοῦ τῷ τοῦ Ναυῇ. «Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί, καὶ οἱ βουνοί, ὡς ἀρνία προβάτων». Ὁπόταν γάρ τι Θεὸς τερατουργῇ νόμῳ φύσεως καὶ ἡ ἄψυχος κτίσις ἀγάλλεται καὶ σκιρτᾷ. Εἶτα, ὡς ἐν τάξει ἐρωτήσεως, τὴν θάλασσαν καὶ τὸν Ἰορδάνην καὶ τὰ ὄρη καὶ τοὺς βουνούς, πυθόμενος ὁ προφήτης, ὡς ἐκ προσώπου αὐτῶν ἐπάγει τὰς ἀποκρίσεις. «Ἀπὸ προσώπου Κυρίου», φησίν, «ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ, τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων». Αἰτία, φησί, τῆς ὑμῶν διατομῆς, τῆς τε θαλάσσης καὶ τοῦ ποταμοῦ καὶ σκιρτημάτων ὀρέων, ὁ τὰ ῥηθέντα τερατουργήσας Θεὸς καὶ σαλεύσας τὴν γῆν ἐν τῇ δόσει τοῦ νόμου καὶ τὴν πέτραν εἰς πηγὰς ὑδάτων παρασκευάσας καὶ ἡμᾶς οὕτω παράθησι. «Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ’ ἢ τῷ ὀνόματί σου δὸς δόξαν», τερατουργῶν ἐφ’ ἡμᾶς, «ἐπὶ τῷ ἐλέει καὶ τῇ ἀληθείᾳ σου».

Ὅρα πῶς ἐνταῦθα τρία ᾐνίξατο πρόσωπα, ἤτοι, τοῦ Πατρός, πρὸς ὃν καὶ ἀποφθέγγεται, εἶτα πρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ἃ ἔλεος καὶ ἀλήθειαν εἰκότως ἐκάλεσε. «Μήποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;» ἔλαβον τὰ ἔθνη πεῖραν τῆς δυνάμεώς σου, ἀφ’ ὧν ἔδρασας εἰς ἡμᾶς τεράστια. Καὶ νῦν, εἴ γε παρίδῃς ἡμᾶς, εἰπεῖν ἔχουσι· «Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν», καίτοι γε σὺ πληροῖς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ «πάντα ὅσα ἠθέλησας ἐποίησας», οὐχ ὅσα ἠδυνήθης. Δυνατὸν γάρ σοι μυρίους κόσμους κατασκευάσαι θελήσει καὶ μόνῃ· ἀλλ’ ἐποίησας «ὅσα ἠθέλησας ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ» καὶ «πάντα καλὰ λίαν». «Τὰ δὲ εἴδωλα τῶν ἐθνῶν» οὐχ οὕτως, ἀλλ’ «ἐξ ἀργυρίου καὶ χρυσοῦ» καὶ διαφόρων ὑλῶν «ὑπὸ χειρῶν ἀνθρώπων» αὐτουργηθέντα, «στόμα μὲν ἔχουσι» καὶ τὰς λοιπὰς αἰσθήσεις τοῦ σώματος, ἀνενεργήτους δὲ καὶ νεκρὰς παντάπασι καὶ κωφάς. «Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς», ἤτοι, οἱ ἐλπίζοντες ἐπὶ τοῖς εἰδώλοις τῆς ἀλογίας αὐτῶν καὶ κουφότητος οὐδὲν διενηνόχασι. Ὁ δὲ «οἶκος Ἰσραὴλ καὶ Ἀαρὼν» καὶ Λευΐ, «ἐλπίσας ἐπὶ Κύριον» «βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστί.

Κύριος μνησθεὶς ἡμῶν», ἤτοι τῆς πρὸς τοὺς πατέρας ἐπαγγελίας· «Εὐλόγησεν ἡμᾶς τοὺς μικροὺς μετὰ τῶν μεγάλων», οὐ κατὰ τὴν ἡλικίαν μικρούς, ἀλλὰ καὶ τοὺς ὡς εὐκαταφρονήτους, καὶ ἐπλήθυνεν ἡμᾶς, ὡς ὑπέσχετο, «ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης». «Προσθείη Κύριος ἐφ’ ἡμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ἡμῶν», ἤτοι, πλεονασμοῦ αὔξησιν λαοῦ δι’ εὐλογίας Κυρίου καὶ πλείστων κληρονόμων. Πολυτεκνίας γὰρ ἔρως ἀνείκαστος ἦν εἰς τὸ ἔθνος ἐκεῖνο. Εὑρίσκομεν γὰρ πλείστους ἐν ταῖς παλαιαῖς ἱστορίαις, ὅτι μέχρι καὶ τῶν ἑβδομήκοντα υἱῶν ἔφθασαν τινὲς γενέσθαι πατέρες, οἷον ὁ Γεδεὼν καὶ Ἀχαὰβ ὁ βασιλεὺς καὶ ἕτεροι πλεῖστοι· πλὴν οὐκ ἐκ μιᾶς, ἀλλ’ ἐκ πολλῶν γυναικῶν τὸ πλῆθος τῶν τοσούτων ἐτίκτετο τέκνων, οἷον ἀγέλαι χοίρων πολλῶν βοσκομένων. «Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν». Τάχα ἐμεγαλαύχουν, ὅτι παρὰ πάντα τὰ ἔθνη, ἡμεῖς ἐσμὲν ἐπαινετοὶ «τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν». Οὐ πολὺ τὸ ἐν μέσῳ καὶ αὐτοὶ ἔθυον τοῖς εἰδώλοις τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτῶν. «Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ», ὡς ἀναμάρτητος χώρα, κἂν καὶ πανταχοῦ τὰ πάντα πληροῖ ἀπερίγραπτος ὤν, «τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων», ἐξ ἧς ἐλήφθησαν, ἣν καὶ καταχραίνουσιν αἵμασι καὶ ἁμαρτίαις καὶ πρὸς ἣν θνήσκοντες ἐπιστρέφουσι. «

Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδην, ἀλλ’ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον» ἐν ὅλῳ τῷ αἰῶνι τῆς ἡμετέρας ζωῆς. Νεκροὶ γὰρ καὶ πρὸς τὸν ᾅδην καταφοιτήσαντες Κύριον ὑμνεῖν καὶ ἐξιλεοῦσθαι χαλεπὸν καὶ ἀμήχανον.

Ψαλμὸς ριδʹ Ἀλληλούϊα. «Ἠγάπησα ὅτι εἰσακούσεται Κύριος τῆς δεήσεώς μου, ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι». Χορὸς γὰρ δικαίων καὶ προφητῶν καὶ ἀποστόλων ἤκουε Θεοῦ νόμον, καὶ ὁ Θεὸς ἤκουεν αὐτῶν κἀντεῦθεν ἔτι πλείονα ἠγάπουν τὸν Θεόν, ὅτι ὁ εἰσακουόμενος ἔτι πλεῖον ἀγαπᾷ τὸν ὑπακούοντα καὶ πληροῦντα τὴν αἴτησιν. «Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με, καὶ τὸ ὄνομα τοῦ Κυρίου ἐπεκαλεσάμην» δεόμενος καὶ λέγων· «Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου». Καὶ εἰσακουσθείς, ἔτι πλέον ἠγάπησα τὸ αὐτοῦ ἔλεος. Ἐκτραγῳδῶ λέγων· «Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ» τοὺς πρὸς αὐτὸν πεποιθότας. «Φυλάσσων τὰ νήπια ὁ Κύριος», ὡς πλάστης αὐτῶν, πρό γε τοῦ τεχθῆναι καὶ μετὰ τὸ τεχθῆναι, ὅπως μὴ ἀπὸ καύσωνος ἢ ψυχρότητος ἢ κρημνοῦ, ἢ ἰοβόλου ἑρπετοῦ ἀπόλωνται διὰ τὸ νηπιῶδες καὶ ἀπειρόκακον. «Ἐταπεινώθην», εἴτε ἑκὼν διὰ ταπεινοφροσύνην εἴτε καὶ ἄκων διὰ πειρασμῶν «καὶ ἔσωσέ με» ὁ Κύριος συντόμως. Καὶ ἐν πείρᾳ γενόμενος τοῦ καλοῦ φαίη μοι ἄν· «Ἐπίστρεψον, ψυχή μου», ἀπὸ τοῦ βάρους τῆς ἁμαρτίας «πρὸς τὴν ἀνάπαυσίν σου» τῆς μετανοίας. «

Ὅτι Κύριος εὐηργέτησέ σε» μακροθυμίᾳ, «ὅτι ἐξείλετό σε ἐκ θανάτου καὶ δακρύων καὶ ὀλισθήματος» καὶ λοιπῶν, ἐν οἷς λέγειν ὀφείλεις ἐμπράκτως· «Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων», ἐπεί ἐστι καὶ χώρα νεκρῶν, ὁ ᾅδης καὶ ἡ ἀπώλεια, ἐν οἷς οἱ καταδικασθέντες διὰ φαυλότητα ἔργων μακρὰν ἐκ τῆς χώρας τῶν ζώντων εὑρίσκονται.

Ψαλμὸς ριεʹ Ἀλληλούϊα. «Ἐπίστευσα διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα». Εἰ μὴ γὰρ ἐπίστευσα, οὐκ ἂν ἐλάλησα περὶ χώρας ζώντων καὶ νεκρῶν. Ἐταπεινώθην δέ, ἵνα μὴ ὑπεραίρωμαι τὰ ὑπὲρ ἀξίαν σφετεριζόμενος. Διὸ καί· «Εἶπα ἐν τῇ ἐκστάσει μου», ἤτοι, ἐν τῇ ὑψώσει μου, «πᾶς ἄνθρωπος ψεύστης». Μή σε φενακίζει, φησί, τῆς προφητείας ἡ χάρις καὶ τὸ ὕψος τῆς βασιλείας καὶ φρονήσεις ὑπέρογκα, ὅτι «πᾶς ἄνθρωπος ψεύστης». Ἀθανασίαν φανταζόμενος ψευδῶς, θνήσκει μετὰ μικρόν· ἡ δὲ εὐγνώμων ψυχή, τὰς θείας εὐεργεσίας κατανοοῦσα καὶ ὀφειλέτην Θεοῦ ἑαυτὴν καθιστῶσα, φησί· «Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἐδωρήσατό μοι;» Ἐπεὶ οὖν ἀμοιβὴν ἀξίαν οὐχ εὑρίσκω, λοιπόν· «Ποτήριον σωτηρίου λήψομαι», ἤτοι, θανάτου ποτήριον καταδέξομαι «καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι». Καὶ ἐξέπιε τὸ ποτήριον τοῦτο προφητῶν καὶ ἀποστόλων καὶ μαρτύρων χορὸς τὸ τοῦ Χριστοῦ ἐπικαλούμενος ὄνομα. Καὶ λέγει ἕκαστος τούτων καὶ πᾶς ὁ προαιρούμενος· «Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ». Οὐ μετὰ παρατηρήσεως, ἀλλὰ παρρησίᾳ δήμων καὶ τυράννων Χριστὸν ὁμολογήσω Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, καὶ ὡς νύμφη αἱρουμένη νυμφίῳ ἡ ἐκκλησία αὐτοῦ καταδέξομαι θάνατον, ὅτι· «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν πιστῶν αὐτοῦ». Ὧν γὰρ αἱ πράξεις τίμιαι καὶ ὁ θάνατος τίμιος καὶ ὅσιος.

Πολλῶν γὰρ ὁσίων θάνατον ἐτίμησεν ὁ Θεός, οὐχ ἁπλῶς ἐπιστασίᾳ ἀγγέλων καὶ ἁγίων, ἀλλὰ καὶ Χριστὸς αὐτὸς οὐκ ἀπηξίωσε πρὸς αὐτοὺς ἀφικέσθαι.

Τοῦτο γὰρ καὶ περὶ τοῦ μεγάλου Σισώη ἀκηκόαμεν· ὅτι μετὰ τὴν ἔλευσιν τῶν πολλῶν ταγμάτων ἐκείνων· «Ἰδού», φησί, «καὶ ὁ Χριστὸς παραγέγονε λέγων· Ἐνέγκατέ μοι τὸ σκεῦος τὸ μέγα τὸ τῆς ἐρήμου». Καὶ τοῦτο ὁ ὅσιος ἐξειπὼν ἐκοιμήθη τιμίως, ὡς τίμιον ὄντως ἐργαστήριον ἀρετῶν. «Ὦ Κύριε, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς δουλίδος σου» κἀντεῦθεν «διέρρηξας τοὺς δεσμούς μου», τῆς τοῦ σώματος τυραννίδος, ἵνα· «Σοὶ θύσω θυσίαν αἰνέσεως» καὶ ἐν ὀνόματί σου ἐπικαλεσάμενος «τὰς εὐχάς μου ἀποδώσω πρὸς σὲ τὸν Κύριόν μου ἐν αὐλαῖς» ἐκκλησίας «οἴκου Κυρίου ἐν μέσῳ σου, Ἰερουσαλήμ», μῆτερ τῶν πρωτοτόκων. Οὕτω γὰρ οἶδε Κύριος τιμᾶν «θάνατον τῶν ὁσίων αὐτοῦ».

Ψαλμὸς ριϛʹ Ἀλληλούϊα. «Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί». Μὴ κωφοῖς ξοάνοις, φησί, καὶ ἀψύχοις τὸ τοῦ Θεοῦ γέρας ἀπονέμετε ἀφρόνως, ἀλλὰ τὸν Κύριον αἰνεῖτε, παρ’ οὗ καὶ γεγόνατε καὶ τὸ ζῆν χορηγεῖσθε. «Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα». Ἐκεῖτο, φησί, τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ κραταιῶς πρὸς ἡμᾶς ἐξαπέστειλεν, ἤτοι, τὸν ἐνυπόστατον Λόγον αὐτοῦ καὶ τὸ Πνεῦμα τῆς ἀληθείας, καὶ ὑμεῖς ἔτι ἐπαινεῖτε τὰ εἴδωλα καὶ τούτοις λατρεύειν οὐ καταισχύνεσθε.

Τετράστιχος δὲ ὁ ψαλμὸς οὗτος καὶ οὐδὲν πλεῖον ἡ δὲ αὐτοῦ ἐπιγραφὴ μετὰ τῶν ἑτέρων ψαλμῶν πλειόνων «Ἀλληλούϊα», ὃ ἑρμηνεύεται, «ὑμνεῖτε τὸν Κύριον». Ἀλλὰ καὶ ἑτέρων πλείστων ψαλμῶν ὑπογραφαὶ «εἰς τὸ τέλος» φησί. Κἀν ταῖς τοιαύταις ὑπογραφαῖς εἴποιμι ἂν τοῦ Δαβίδ· ἀλλ’ ἐν ὑστέροις χρόνοις τινὲς κομπορρήμονες ἀσαφείᾳ παρέκρυψαν τὴν ὑπογραφὴν τῶν ψαλμῶν, λέγοντες «εἰς τὸ τέλος». Ἆρά γε εἰς ποῖον τέλος; τὸ τοῦ νόμου, τὸ τοῦ ψαλμοῦ, τὸ τῶν αἰώνων, καὶ ἁπλῶς μύριά εἰσι τέλη, καὶ εἰς ποῖον αὐτῶν τάξαι τὸ τέλος ἐκεῖνο οὐκ ἔχομεν. Διὰ τοῦτο οὐδὲ πρὸς ἑρμηνείαν τῶν τοιούτων ἐπιγραφῶν ἐνέκυψα. Εἰκὸς δὲ πολλοὺς τῶν ἑρμηνευτῶν χωρῆσαι πρὸς αὐτάς, οὐ μέντοι καὶ συμφωνοῦντας, ἀλλὰ καθὼς ἕκαστος ἐφαντάσθη θάτερος θατέρου διενηνοχότες διὰ τὸ καὶ πολλὰ περὶ τοῦ τέλους τῶν ὑπογραφῶν οἴεσθαι.

Ψαλμὸς ριζʹ Ἀλληλούϊα. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ». Εἰ γὰρ καὶ ὀργὴν καὶ θυμὸν Κυρίου ἀκούετε, ἀλλὰ καὶ ἀπαθὴς τῇ οὐσίᾳ καὶ δεῖ αὐτὸν ἐξομολογεῖσθαι καὶ εὐχαριστεῖν, ὡς φύσει ἀγαθόν. Καὶ «εἰς τὸν αἰῶνα», ἤτοι, ἀπέραντον «τὸ ἔλεος αὐτοῦ». Οὐ κατὰ φύσιν ὀργίζεται ἀγαθὸς ὤν, ἀλλ’ αἱ πράξεις τῶν ἀνθρώπων αἱ πονηραὶ τὰ ὀργῆς ἄξια πάσχουσιν ἀδεκάστως. Εἶτα διδάσκει· «Οἶκον Ἰσραὴλ καὶ οἶκον Ἀαρὼν» καὶ «παντὶ ἀνθρώπῳ φοβουμένῳ τὸν Κύριον» κηρύσσει, «ὅτι ἀγαθός ἐστιν ὁ Θεὸς καὶ τὸ ἔλεος αὐτοῦ οὐδέποτε λήγει, ἀλλὰ μένει εἰς τὸν αἰῶνα». Καὶ ὅτι προσήκει «ἐν θλίψει καλεῖν εἰς βοήθειαν τὸν Κύριον καὶ ὅτι εἰσακούει τῶν ἀξίων βοηθείας». Καὶ ὅτι «ἀγαθὸν ἐπὶ Κύριον αἰωρεῖν τὴν ἐλπίδα» καὶ ἁπλῶς πῶς ἔδει χάριτας ὁμολογεῖν Θεῷ· καὶ τὰ τεράστια καὶ τὰς δυνάμεις ἀνακηρύττειν τὸν ἐξ Αἰγύπτου ἔξω δεδουλευκότα λαὸν τῆς ἐνσάρκου Χριστοῦ θείας ἐπιφανείας, «Εὐλογημένος» λέγων «ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου», ἤτοι, δεδοξασμένος καὶ κατὰ πατρικὴν εὐδοκίαν «ἐρχόμενος», οὐχ ὡς ἀντίθεος κατὰ τὴν ψῆφον τῶν δυσφημούντων αὐτόν, ἀλλὰ «Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν». «Θεὸς μὲν καὶ Κύριος», ὡς ὁμοφυὴς τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος· «ἐπέφανεν δὲ ἡμῖν» διὰ σαρκώσεως ἀπορρήτου καὶ ὑπὲρ νοῦν.

Οὐ γὰρ δύναται νοῦς ἑρμηνεῦσαι, πῶς Θεὸς ἐν σαρκί, καὶ πῶς μετὰ τόκον παρθένος, ὡς πρὸ τοῦ τόκου κατακλεΐζεται. Πίστει γὰρ καὶ μόνῃ τὸ μυστήριον τοῦτο δοξάζεται· οἱ δὲ ἀνθρωπίναις ἐννοίαις τὰ ἀκίχητα περιεργαζόμενοι εἰς μυρίας αἱρέσεις ἐξέπεσον.

Ἄρχοντες δὲ Ἰουδαίων, ὡς ἀνεπιστήμονες «οἰκοδόμοι», ἀγνοήσαντες τὴν τοῦ «λίθου» χρηστότητα, «καὶ αὐτὸν ἀποδοκιμάσαντες», ἤτοι ἐξουδενώσαντες καὶ ἀπωσάμενοι, καὶ μὴ βουλομένων αὐτῶν, «οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας» τῆς ἐξ ἐθνῶν ἐκκλησίας, ὥσπερ, φησί, λίθος ἐκλελεγμένος. «Εἰς κεφαλὴν γωνίας» γὰρ καὶ μεγάλης οἰκοδομῆς ἐπιτεθεὶς πᾶσαν τὴν οἰκοδομὴν συνδέει καὶ γλαφυρίζει ὁ «λίθος οὗτος, ὃν ἀπεδοκίμασαν» Ἰουδαῖοι. Ἐτέθη «εἰς κεφαλὴν γωνίας» τῆς θεοκλήτου ἐκκλησίας «καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν». «Παρὰ Κυρίου», φησίν, «ἐγένετο αὕτη», ἤτοι, πατρικῇ εὐδοκίᾳ ὁ Υἱὸς τὴν θεόκλητον ταύτην ᾠκοδόμησεν ἐκκλησίαν «καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς» προφητῶν καὶ δικαίων καὶ πάντων θεοφιλῶν. Καὶ «Αὕτη ἡμέρα, ἣν ἔταξε Κύριος» πρὸ τῶν αἰώνων, τῆς Χριστοῦ ἀναστάσεως, «ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ» σωτήριον εὐφροσύνην. «Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσι» φυτοῖς καὶ κατασκιάζουσιν «ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου». Κεράτων σχήματα περὶ τὰ ἄκρα τοῦ θυσιαστηρίου προσέταξε Θεὸς τῷ Μωυσεῖ ποιῆσαι, ἐν οἷς ὁ ἀρχιερεὺς τοῖς δυσὶ δακτύλοις αὐτοῦ βάλας ἐν τῷ αἵματι τῶν θυσιῶν ἀπετίθει πρὸς ἱλασμὸν τῶν τὰς θυσίας ἐπαγομένων, ἃ ἦσαν τύποι καὶ σκιαὶ τοῦ ἀληθινοῦ θυσιαστηρίου καὶ τοῦ αἵματος τοῦ Χριστοῦ, δι’ οὗ ἱλασμὸς ἡμῖν γίνεται τῶν ἁμαρτιῶν ἡμῶν.

Πρὸς ὃν ἐγώ τε καὶ εἴ τις φιλόχριστος, σὺν τῷ Δαβὶδ κράζω τρανῶς· «Ἐξομολογήσομαί σοι», εὐχαριστήσω σοι, «ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν», εἴτε ἐξ ὁρατῶν εἴτε καὶ ἐξ ἀοράτων κινδύνων καὶ πειρασμῶν. «Ἐξομολογεῖσθε τῷ Θεῷ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ». Στεφάνου περιφορᾷ τὴν ἀρχὴν καὶ τὸ τέλος τοῦ ψαλμοῦ συναρμόσας αὐτὸν ἐπεράτωσε, προτρέπων ἡμᾶς ἐξομολογεῖσθαι καὶ εὐχαριστεῖν τὸ αἰώνιον ἔλεος τοῦ Θεοῦ.

Καὶ ἡμεῖς ἐνταῦθα σὺν Θεῷ τὸν ὄγδοον λόγον ἀποπεράναντες, ἐν κεφαλαίῳ αὐτὸν κατευνάσομεν· οὐ γὰρ προειλόμεθα διαξαίνειν καὶ περισκάπτειν τὰς λέξεις, ἀλλὰ τὸν νοῦν τῶν ψαλμῶν ἐπιτροχάδην ἀνακαλύπτειν, πρὸς ὠφέλειαν ἡμῶν καὶ δόξαν Θεοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.