Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τοὺς ψαλμούς

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος Θ' (Ψαλμοί 118-133)

Ερμηνεία του 118ου ψαλμού (περί των αμώμων) και των Ωδών των Αναβαθμών, με έμφαση στην αξία του θείου νόμου και τη διαρκή προστασία των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 10 από 11

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ Θʹ ΠΕΡΙ ΤΟΥ ΙΖʹ ΚΑΙ ΙΗʹ ΚΑΘΙΣΜΑΤΟΣ ΤΟΥ ΨΑΛΤΗΡΟΣ ΣΑΦΗΝΕΙΑ ΚΕΦΑΛΑΙΩΔΗΣ ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΕΒΔΟΜΟΝ Εὐλόγησον, πάτερ.

Ψαλμὸς ριηʹ Ἀλληλούϊα Τὸ Πνεῦμα τὸ ἅγιον διὰ Δαβὶδ εὐδοκῆσαν πολλοὺς σαγηνεῦσαι πρὸ τὰς ὁδοὺς τοῦ Θεοῦ πολλοὺς καὶ παρεισάγει ἐνταῦθα μακαρισμοὺς περὶ ἀμώμων ἀνδρῶν λέγον·

Στάσις αʹ «Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου». Πολλοὶ γὰρ ἀνόμως καὶ παρανόμως περιπατοῦντες ἐν νόμῳ Κυρίου δοκοῦσι περιπατεῖν ἀμωμήτως. Καὶ προηγουμένως μὲν ἐκείνους ἴσμεν ἀμώμους τοὺς εὐσεβεῖς καὶ ἀβεβήλους τῷ βίῳ, εἶτα καὶ τοὺς κατὰ τὸ σῶμα ὑγιεῖς καὶ ὁλοκλήρους.

Καὶ τοῦτο οὐ στοχαστικῶς λέγω, ἀλλ’ ἐξ ὧν ἤκουσα Θεοῦ λαλοῦντος Μωυσεῖ τῷ θεράποντι αὐτοῦ· «Πᾶς ἄνθρωπος», φησίν, «ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως, ᾧ ἐστὶν ἐν αὐτῷ μῶμος, οὐκ ἐγγιεῖ τοῦ προσενεγκεῖν τὴν θυσίαν τῷ Θεῷ, ὅτι μῶμος ἐν αὐτῷ ἐστιν». Μῶμος δὲ ἀνθρώπῳ, φησίν, ὅταν λάχῃ χωλὸς ἢ μονόφθαλμος ἢ κολοβόχειρ ἢ ὠτότμητος ἢ τὸν πόδα ἢ τὴν χεῖρα συντετριμμένος ἢ κυρτὸς ἢ ἔφηλος, ἤτοι κακόχειλος, ἢ πτιλός, ἤτοι κακόφθαλμος, ἢ ψώραν ἔχων ἀγρίαν, ἢ λειχῆνα ἢ μονόρχις. Καὶ ταῦτα μέν, μῶμος ἀνθρώπῳ, κατὰ νόμον κεκωλυμένα, μὴ προσεγγίζειν τῷ θείῳ θυσιαστηρίῳ, κἂν καὶ «ἐκ τοῦ σπέρματος Ἀαρὼν» οὗτοι λάχωσιν εἶναι. Εἰ δὲ ὁ ἀκούσιος μῶμος ἀπείργει προσεγγίζειν τῷ θείῳ θυσιαστηρίῳ, τί ἂν εἴποιμεν περὶ ἑκουσίου μώμου προστριβέντος ἐξ ἁμαρτιῶν; Μῶμος δὲ ζῴου κατὰ νόμον κεκωλυμένου πρὸς θυσίαν Θεοῦ, τὸ τυφλόν, τὸ συντετριμμένον, τὸ ὠτότμητον, τὸ κολοβοκέρων, τὸ μυρμηκιοῦν, τὸ ψώραν ἔχον ἢ λειχῆνα ἢ θλαδίαν ἢ ἐκτομίαν ἀπεσπασμένον, εἰς θυσίαν ἀπρόσδεκτα Θεῷ, ὅτι «μῶμος», φησί, καὶ «σφάλματα», φησί, ἐν αὐτῷ.

Εἰ δὲ τὰ φυσικὰ ἔχοντα μῶμον εἰς θυσίαν ἀπρόσδεκτα, πῶς τὰ ἀπὸ κλεψίας καὶ πλεονεξίας προσφερόμενα προσδέξεται Θεός; «Ὁ προσάγων θυσίαν», φησίν, «ἐκ χρημάτων πενήτων, ὡς ὁ θύων κύνα ἢ υἱὸν ἔμπροσθεν τοῦ πατρὸς αὐτοῦ». Ἐμάθομεν τέως τίνες οἱ ἄμωμοι, ὅτι οὐ μόνον οἱ ἐξ ἁμαρτίας ἀβέβηλοι, ἀλλὰ καὶ οἱ κατὰ τὸ σῶμα ὑγιεῖς καὶ ὁλόκληροι. «Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ», ἤτοι, τοὺς λόγους τοῦ Θεοῦ· «ἐν ὅλῃ τῇ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν».

Ἐπλανήθησαν γὰρ ὡς τυφλώττοντες καὶ ἀνόμως περιπατοῦντες πρὸς ἀνοδίας καὶ βάραθρα, εὑρήσουσιν ἀκολούθως καὶ τῆς ὁδοῦ τὸ κατάλυμα. Ἀλλ’ ἔγωγε, εἰ κατὰ στίχον πειραθῶ διεξιέναι τὸν ψαλμὸν τοῦτον, εἰς ἄπειρον πλῆθος πολυλεξίας ἔχω περιπεσεῖν. Διὸ κατ’ ἔρανον λοιπόν τινα τὰ δυσληπτότερα τούτου σὺν Θεῷ πρὸς τὸ εὐληπτότερον ἐκκαλύψας τὸ ἐκ τῆς μακρηγορίας ἄχθος κουφότερον φωραθήσεται. «Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου». «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου». Οὕτω γὰρ καὶ ἡμεῖς προσήκει δεῖσθαι τῷ Θεῷ. Εἰ μὴ γὰρ νοερῶν ὀφθαλμῶν ἀποκάλυψις γένηται ἡμῖν πρὸς Θεοῦ, τὰ τῶν θείων νόμων συνιέναι θαυμάσια οὐ σθένομεν.

Καὶ συνίστορές μοι πρὸς τοῦτο οἱ μαθηταὶ τοῦ Χριστοῦ. «Τότε», φησί, «διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς». «Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου», δηλονότι καρδίαν ὑπὸ παθῶν στενουμένην ὁδὸν Θεοῦ ἐντολῶν δραμεῖν, ἄπορον καὶ ἀμήχανον. Διό· «Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου», ἵνα μὴ ἔξω τούτων περιπλανώμενος, πρὸς ἀνοδίας ἐμπέσω σαρκικῶν θελημάτων. «Συνέτισόν με καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδία μου». Εἰ μὴ γὰρ αὐτὸς συνετίσῃς με, οὔτε ἐξερευνῆσαι οὔτε φυλάξαι αὐτὸν ἱκανῶ. «Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα». Ἠθέλησα μὲν αὐτήν, εὑρεῖν δὲ ταύτην οὐ δύναμαι, εἰ μὴ αὐτὸς ὁδηγήσῃς με. «Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου», ἤτοι, εἰς τὰ προστάγματά σου, «καὶ μὴ εἰς πλεονεξίαν». Ἔχει γὰρ ἡ καρδία μου πρὸς πλεονεξίαν ἐπιρρεπῶς καὶ εἰ μὴ σὺ αὐτὴν κλίνεις πρὸς τοὺς νόμους σου, τῶν τῆς σαρκὸς νόμων ἀποκλῖναι ἀμήχανον. «Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα· ἐν τῇ ὁδῷ σου ζῆσόν με». Μοχθηρὰ καὶ λιχνώδης ὀφθαλμοῦ τυραννίς, ἐπιρρεπῶς ἔχουσα περὶ τὰ μάταια, ἤτοι ἀπατηλά, καὶ εἰ μήπω τις αὐτοὺς ἀποστρέφει μετὰ καὶ θείας ἐπικουρίας ἐκ θεωρίας ἀπατηλῶν, ἐν τῇ ὁδῷ τοῦ Θεοῦ ζῆσαι οὐ δύναται. «Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου».

Στῆσον τὴν τῶν παθῶν τυραννίδα καὶ περιστοίχισόν με τῷ φόβῳ σου. «Περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα» παρὰ τῶν ἐναντίων, «ὅτι τὰ κρίματά σου χρηστά». Τῶν κριμάτων καὶ δικασμάτων οὐδὲν ἄδικον, οὐδὲν παρέλκον, οὐδὲν ἀνόνητον. Ἰδοὺ στίχοι ἑπτά, οὓς ὀφείλομεν ὡς εὐκτικοὺς λέγειν πρὸς Θεὸν ἡμέρας καὶ νυκτός. «Νομοθέτησόν με, Κύριε», φησί, καὶ τὰ ἑξῆς τῶν ῥητῶν. «Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα». Ὅτε δὲ ἐπορευόμην ἐν πλατυσμῷ τῶν σαρκικῶν ὀρέξεων, ἐν στενότητι διῆγον τῶν σῶν ἐνταλμάτων. «Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου», ἤτοι, ἐν τοῖς νόμοις σου, «ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην». Τοῦτο προφητῶν καὶ ἀποστόλων καὶ μαρτύρων τὸ ἔπαθλον, ἐναντίον βασιλέων καὶ τυράννων ὑπὲρ τῆς ἀληθείας ἀγωνισάμενοι. «Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου». Ὡς βασιλεὺς καὶ προφήτης ἐκεῖνος ὑπάρχων καὶ μυρίαις φροντίσι περικυκλούμενος, ἴδε πῶς οὐδὲ τῆς μεσονύκτου προσευχῆς παρημέλει. Ἡμεῖς δὲ τὸν ἡσύχιον καὶ ἰδιωτικὸν ὑποδιεξάγοντες βίον, καὶ μὴ μόνον τῶν μεσονυκτικῶν, ἀλλὰ καὶ τῶν μεσημβρινῶν κατολιγωροῦντες προσευχῶν καὶ συνάξεων, ποίαν, εἰπέ μοι, εὑρήσομεν ἀπολογίαν; «Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα».

Ἄνθρωπος εὐρωστῶν καὶ διάγων ἐν εὐπραγίᾳ, πλημμελείᾳ ἁμαρτάνων κἀντεῦθεν ταπεινοῦται ἀρρωστίαις προσομιλῶν καὶ πειρασμοῖς ἀνελπίστοις, ἵνα ταπεινούμενος μνημονεύσῃ Θεοῦ, κατὰ τό· «Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου». «Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου».

Εὐπραγῶν γὰρ καὶ μεγάλα φυσῶν, οὐ προειλόμην μαθεῖν τὰ δικαιώματά σου, ἄχρις ἂν οἰκονομικῶς ἐταπείνωσάς με διὰ θλίψεων καθηκουσῶν. «Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου». Πολλοὶ γὰρ χρυσίου καὶ ἀργυρίου ἐκτήσαντο θησαυροὺς καὶ ἀπώλοντο σὺν αὐτοῖς, καθὼς καὶ «δυσκόλως πλούσιοι εἰς βασιλείαν», οἱ δὲ νόμοι τοῦ στόματός σου, παντὸς πλούτου βελτίονες, ζωὴν νομοθετοῦντες καὶ ἀπέραντον οὐρανῶν βασιλείαν.

Στάσις βʹ «Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με». Ἐποίησάν με πρότερον μὲν ἀπὸ τοῦ χοός, καὶ συντριβεὶς διὰ τοῦ ὄφεως ὕστερον πάλιν ἀνέπλασάν με διὰ λουτροῦ παλιγγενεσίας. Διό· «Συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου». Οὐ σθένω γὰρ ταῦτα μαθεῖν, εἰ μὴ αὐτὸς συνετίσῃς με. Καὶ ὅτε μοι τοῦτο γενήσεται παρὰ σοῦ, τότε· «Οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα». «Γενηθήτω ἡ καρδία μου ἄμωμος», ἤτοι, ὑγιὴς καὶ καθαρὰ καὶ ὁλόκληρος, «ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ»· αἰσχύνης γὰρ ἄξιον πᾶν μωμητόν. «Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην».

Δύο ἴσμεν ἀσκῶν εἴδη, ἄπισσον καὶ πεπισσωμένον. Καὶ ὁ μὲν ἐν τῇ πάχνῃ γίνεται στεγανός, ὁ δὲ πλαδαρός. Καὶ ἄνθρωπος γενναῖος ἐν πειρασμοῖς, στεγανώτερος καταρτίζεται, ὥσπερ οἱ μάρτυρες· ὁ δὲ ἀσθενὴς καὶ ἀφερέπονος, πλαδαρὸς ὡς ἀσκὸς μαδαρός. «Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου;» Ἤθελον γνῶναι, ἵνα φροντίσω καὶ θρηνήσω τὰ τελευταῖα. «Πότε ἐκ τῶν καταδιωκόντων με» παθῶν καὶ δαιμόνων «ποιήσεις μοι κρίσιν; Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας», ἤτοι, φλυαρίας καὶ τοῦ σοῦ νόμου ξένας καὶ ἀλλοτρίας, ἢ ὅτι οὐκ ἔστι Θεός, οὐδὲ ἀμοιβαὶ τῶν πρακτέων, ἢ καὶ ἄλλας τοιαύτας ἀδολεσχίας τινὰς ἀλλοκότους τοῦ νόμου σου, Κύριε. Ἐγὼ δὲ τὰς παρανόμους τῶν παρανόμων ἀποτρέπων ἀδολεσχίας φημὶ διὰ Πνεύματος ἁγίου μυσταγωγούμενος· «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει», οὐ προφορικὸς λόγος καὶ διαχεόμενος, ἀλλὰ ζῶν καὶ ἐνυπόστατος, δι’ οὗ καὶ τοὺς αἰῶνας καὶ πᾶσαν κτίσιν ἐποίησας. Γνωρίζεται δὲ ἐν τῷ οὐρανῷ τό γε νῦν ἔχον, εἶτα γνωσθήσεται καὶ ἐπὶ τῆς γῆς, ὅτε καιρός, «εἰς γενεὰν καὶ γενεάν», ὡς Θεὸς ἀληθινὸς ἐκ Θεοῦ σοῦ τοῦ ἀληθινοῦ, δι’ οὗ καὶ «τὴν γῆν ἐθεμελίωσας καὶ διαμένει τῇ διατάξει σου». Ἡ δὲ λογικὴ φύσις μὴ πειθαρχοῦσα τῇ διατάξει σου πρὸς μυρίας παρανομίας περιπίπτει καὶ βάραθρα. «Σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα».

Δύο καὶ μέγιστα τὰ λεγόμενα, ὅτι «σὸς» καὶ ὅτι «τὰ προστάγματά σου ἐξεζήτησα». Καὶ τίς ἐξ ἡμῶν τῶν πάθεσι δεδουλωμένων παρρησιάσοι τὸ εἰπεῖν τῷ Θεῷ· «Σός εἰμι ἐγώ, σῶσόν με», ὅτι φυλάσσω τοὺς νόμους σου; πάντως ἀκούσειεν· «Εἰ ἐμός, εἰ καὶ τὰς ἐντολάς μου φυλάσσεις, ἰδοὺ ἐγὼ ἕτοιμος εἰς τὸ σῶσαί σε.

Εἰ δὲ ἁμαρτάνων προσοικειοῦσαι τῷ ἐχθρῷ καὶ ἀποστάτῃ, τί καταψεύδει, λέγων ἐμὸν εἶναί σε; Γενοῦ ἐμός, κἀγὼ γίνομαι σός». «Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με», εἴτε αἱμοχαρεῖς ἄνδρες εἴτε δυσμενεῖς δαίμονες πρὸς ἐμὴν ἀπώλειαν παρεδρεύουσι, διότι «τὰ μαρτύριά σου συνῆκα», μὴ τὰ ἐκείνων φρονῶν. «Πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα». Πᾶν ἔργον τέλος ἔχει· ἡ δὲ ἐργασία τῶν ἐντολῶν σου καὶ ὁ ἐξ αὐτῶν φωτισμὸς σφόδρα πλατὺς καὶ ἀπέραντος, ἀναβαίνων ἐκ δυνάμεως πρακτικῆς πρὸς δύναμιν θεωρίας καὶ λήγων μηδέποτε. «Βοήθησόν μοι καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός». Οὔτε μελετᾶν καθηκόντως οὔτε σωθῆναι δυνατὸν τῆς σῆς βοηθείας χωρίς. Καὶ Χριστὸς τοῦτο ἐπιβεβαιῶν ἔλεγεν, ὅτι «χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν» «Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου, ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην».

Αἱ μὲν κρίσεις σου πρὸς φόβον με συνωθοῦσι, τὰ δὲ φρονήματα τῆς σαρκὸς πρὸς ἡδονὰς καταθέλγουσιν· ἃ διὰ τοῦ σοῦ φόβου καθηλωθῆναι παρακαλῶ. «Θαυμαστὰ τὰ μαρτύριά σου», ἃ ἐξ οἰκείου στόματος ἐμαρτύρεις ἐκ μέσου τῆς νεφέλης καὶ τοῦ πυρὸς τῷ θεράποντί σου Μωυσεῖ νομοθετεῖν τῷ λαῷ. «Διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου», διότι «ἡ δήλωσις αὐτῶν φωτιεῖ καὶ συνετιεῖ νηπίους». Οὕτω γὰρ καὶ νηπιόφρονας ἁλιεῖς ἡ δήλωσις τῶν λόγων σου φωτίζουσα διὰ τῶν πυρίνων γλωσσῶν ὑπερτέρους τῶν τοῦ κόσμου σοφῶν καθυπέδειξας. «Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν». Ὁ γὰρ ἀνοίγων τὸ στόμα περὶ ἐντολῶν Θεοῦ καὶ νόμων καὶ λόγων ὄντως πληροῦται Πνεύματος θείου, ἢ θεολογῶν ἢ φυσιολογῶν ἢ ἱστορίζων ἢ διδάσκων ἠθικῷ λόγῳ καὶ ῥυθμίζων ἀνθρώπους πρὸς τὰς ὁδοὺς τοῦ Θεοῦ.

Στάσις γʹ «Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου». Φυσιολογία τὸ πρόσρημα· πρῶτον γάρ τις ἐπιβλέπει καὶ οὕτως ἐλεεῖ. Θεὸς δέ, οὐ σωματικῶς, ἀλλ’ ἀπορρήτοις καὶ ἀσωμάτοις ὄμμασι πάντα φέρων κατ’ ὀφθαλμῶν, τὸν κόσμον αὐτοῦ ἐλεεῖ. Περισσοτέρως τοὺς ἀξίους ἐλέους ἐπιβλέπει γνησίως. «Τὰ διαβήματά μου», τὰ φρονήματα τῆς σαρκός μου, «κατεύθυνον κατὰ τοὺς λόγους τῶν νόμων σου καὶ μὴ κατακυριευσάτω μηδεμία τῶν ἀνομιῶν» ὀλέθριος προσβολή. «Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων». Πολλάκις με οἱ περὶ Σαοὺλ ὡς ἐπίβουλον συνεκοφάντουν. «Λύτρωσαί με καὶ φυλάξω τὰς ἐντολάς σου», ὥστε μήτε συκοφαντῆσαι μήτε ψευδομαρτυρῆσαι, καθὼς αἱ ἐντολαί σου θεσπίζουσι. «Τῆς φωνῆς μου ἄκουσον, Κύριε», οὐ κατὰ ἀξίαν ἐμήν, ἀλλὰ «κατὰ τὸ ἔλεός σου», καὶ «κατὰ τὸ κρῖμά σου ζῆσόν με». «Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία» καὶ κινδυνεύουσιν ἄρδην «ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν». «Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην», ἤτοι, κατεφλεγόμην, «ὅτι οὐ συνῆκαν φυλάξαι τὰ λόγιά σου». Ἐγὼ δὲ «ἀγαλλιάσομαι ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά». Ἀγαλλιάσονται μὲν οἱ τοὺς ἐχθροὺς κατασφάττοντες καὶ λαμβάνοντες τὰ ἐκείνων ὅπλα καὶ τὰ ἐσθήματα· ἀλλ’ ἔγωγε ἐπὶ τὰ λόγιά σου πλέον ἐκείνων ἀγάλλομαι. «Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε, ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου».

Τὰς δικαίας σου κρίσεις ἐνοπτριζόμενος, οὐχ ἅπαξ καὶ δίς, ἀλλ’ ἑπτάκις ᾔνεσα καὶ ἐμεγάλυνα, ἐρεθίζων πρὸς τοῦτο καὶ τοὺς σοὺς ἐραστάς. «Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε», καὶ «εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου», πρὸς σέ, καὶ ῥῦσαί με τῶν ἐχθρῶν μου. «Γενέσθω ἡ χείρ σου», ἤτοι, ἐλθέτω ὁ Ὑιός σου πρός με τὴν αὐτοῦ ἐκκλησίαν, «καὶ σῶσόν με, ὅτι τὰς ἐντολάς σου ᾐρετισάμην. Ἐπεπόθησα τὸ σωτήριόν σου», δι’ οὗ σέσωσμαι, «καὶ ὁ νόμος σου μελέτη μού ἐστι». «Ζήσεται ἡ ψυχή μου», διὰ τοῦ σοῦ Υἱοῦ, «καὶ αἰνέσει σε» ἀνενεχθεῖσα ἐκ τῶν τοῦ ᾅδου ταμείων, «καὶ τὰ κρίματά σου βοηθήσει μοι» καὶ οὐ παρόψει με τοῖς ἀφεύκτοις τοῦ ᾅδου δεσμοῖς κατατρύχεσθαι. «Ἐπλανήθην ὡς πρόβατον ἀπολωλὸς» τῇ τοῦ ὄφεως συμβουλῇ καὶ τῇ φθορᾷ παρεδόθην. Ἀλλ’ ὁ σὺν ἐμοὶ συγκατάδικος χορὸς τῶν δικαίων σου βοᾷ· «Ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην». Ταῦτα οὐ περὶ ἑαυτοῦ καὶ μόνου ἔλεγεν ὁ Δαβίδ, ἀλλὰ καὶ εἰς πρόσωπον τῆς ἐκκλησίας καὶ τοῦ Ἀδὰμ καὶ τοῦ χοροῦ τῶν δικαίων. Τοιαύτη γὰρ τῆς προφητείας ἡ χάρις, ἐν βραχέσι ῥήμασι σαγηνεύειν πολλά.

ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΟΓΔΟΟΝ Ψαλμὸς ριθʹ ᾨδὴ τῶν ἀναβαθμῶν Καὶ ᾠδὴ μὲν ἡ λιγυρὰ μελῳδία, ἀναβαθμοὶ δὲ νοοῦνται πολλοί· ἡ ἄνοδος ἐκ τῆς αἰχμαλωσίας τοῦ λαοῦ πρὸς τὴν Ἰερουσαλὴμ καὶ ἄνοδος ὑπὸ Χριστοῦ τῶν ἐν τῷ ᾅδῃ κατεχομένων καὶ ἄνοδος ἀξίων πρὸς οὐρανὸν καὶ τὸν θεῖον παράδεισον.

Εἰ δ’ ἄλλο τί εἰσιν οἱ ἀναβαθμοί, ἐχρῆν τὸν ὑπογραφέα σαφῶς ἐκείνους παραδηλῶσαι καὶ πολλὰς ἐπινοίας περικόψαι. «Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα καὶ εἰσήκουσέ μου». Καὶ ὁ ἐν Αἰγύπτῳ καὶ Βαβυλῶνι καὶ Περσίδι αἰχμάλωτος λαός, ὡς αἱ κατ’ αὐτὸν ἱστορίαι παραδηλοῦσιν, «ἐν θλίψει πρὸς Κύριον ἐκέκραξαν καὶ εἰσηκούσθησαν» καὶ πρὸς τὴν πατρῴαν γῆν ἀνηνέχθησαν, ὀψέποτε καὶ οἱ ἐν τῷ ᾅδῃ κατεχόμενοι, ὡσαύτως ἀναβιβασθέντες ὑπὸ τοῦ Χριστοῦ καὶ σωτῆρος ἡμῶν Θεοῦ. «Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας» εἴτε κατ’ ἐμοῦ παραθήγεται εἴτε περὶ δογμάτων ὀρθῶν παραχαράττουσα σκάζει. «Τί δοθείη σοι», ὦ δόλιε, «καὶ τί προστεθείη σοι» ἕτερον πάθος; ἀρκεῖ γάρ σοι εἰς ἀπώλειαν ἡ «γλῶσσα καὶ τὰ χείλη τὰ δόλια». «Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς». Τοῖς αἰσθητοῖς, αἰσθητὰ βέλη· τοῦ δὲ νοητοῦ δυνατοῦ, βέλη πνευματικά· βέλος γὰρ κατὰ τῆς δυσσεβείας θεοσέβεια· βέλος κατ’ ἀσελγείας ἡ σωφροσύνη· βέλος κατ’ ἀδικίας ἡ δικαιοσύνη· βέλος κατὰ τῆς ἀπιστίας ἡ πίστις· καὶ ὅσα τοιαῦτα βέλη τοῦ κατὰ Θεὸν δυνατοῦ ἠκονημένα. «Οἴμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ». Περιεκτικὸν τὸ ῥητόν, οὐ τοῖς αἰχμαλώτοις ἁπλῶς, ἀλλὰ παντὶ ἀνθρώπῳ αἰχμαλώτῳ ὑπὸ τοῦ σκότους τῆς ἁμαρτίας προσήκει τὸ ῥῆμα.

Κηδὰρ μὲν χώρα ἐστίν, ἑρμηνεύεται δὲ σκότος. «Πολλὰ παρῴκησεν ἡ ψυχή μου· μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός». Αἰσθητῶς μέν, περὶ τῶν ῥηθέντων αἰχμαλώτων· νοητῶς δέ, περὶ ἁμαρτωλῶν καὶ δαιμόνων, οἳ μισοῦσι μὲν τοὺς ἀνθρώπους, θέλγοντες δὲ αὐτοὺς περὶ τὸ σκότος τῆς ἁμαρτίας ὑποκρίνονται εἰρηνικῶς, κατακρημνίζειν αὐτοὺς πρὸς ἀπώλειαν. «Ὅταν ἐλάλουν αὐτοῖς» ἀπ’ ἐμοῦ ἀποστῆναι, «ἐπολέμουν με δωρεάν», οἰόμενοί με δουλεύειν αὐτοῖς εἰς τέλος.

Ψαλμὸς ρκʹ ᾨδὴ τῶν ἀναβαθμῶν «Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη» τῶν οὐρανῶν, «ὅθεν ἥξει ἡ βοήθειά μου», τοῦ ἐξελέσθαι με τῆς μοχθηρᾶς δουλείας τοῦ δυσμενοῦς. Καὶ οὐχ ἥμαρτε τῆς προσδοκίας, ἀλλ’ ἐγενήθη «ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν», διδάσκουσά με καὶ λέγουσά μοι· «Μὴ δῴης εἰς σάλον» τρικυμίας παθῶν ἑκουσίως «τὸν πόδα» τῆς προθέσεώς «σου καὶ οὐ μὴ νυστάξει ὁ φυλάσσων σε» ἄγγελος. Καὶ «Κύριος φυλάξει σε». Ἀπὸ παντὸς κακοῦ «φυλάξει τὴν» ἐν τῷ βίῳ «εἴσοδόν σου καὶ τὴν» ἐκ τούτου «ἔξοδόν σου» ἄθικτον «εἰς αἰῶνα αἰῶνος».

Ψαλμὸς ρκαʹ ᾨδὴ τῶν ἀναβαθμῶν. «Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα». Οἶκος Κυρίου Ἰερουσαλὴμ ἐπωνομάζετο τότε καὶ εὐφράνθη ὁ λαὸς ἀκούσας παρὰ Μωυσέως καὶ Ἀαρὼν ἐξαιρεθῆναι τῆς δουλείας τῶν Αἰγυπτίων καὶ πορευθῆναι εἰς οἶκον Κυρίου, ἤτοι εἰς Ἰερουσαλήμ. «Ἐκεῖ γάρ», φησίν, «ἀνέβησαν αἱ φυλαί», ἤτοι, αἱ δώδεκα φυλαὶ Ἰσραήλ, καὶ ὅτι «ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν». Οὐ γὰρ ἐξήρκει Μωυσῆς μόνος κρίνειν τὰς δώδεκα φυλάς· ἦσαν γὰρ χιλιάδες ἑξακόσιαι τεσσαράκοντα ὀκτὼ καὶ ἐπέκεινα ψυχαὶ διακόσιαι ἑβδομήκοντα καὶ τρεῖς, ὡς ἡ βίβλος διαγορεύει τῶν Ἀριθμῶν. Διὸ καὶ ὅσας εἶχε χιλιάδας τοσούτους κατέστησε καὶ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκάρχους καὶ γραμματοεισαγωγεῖς.

Ἑκάστη φυλὴ σφετέρους εἶχε τοὺς κριτὰς καὶ τοὺς ἄρχοντας, Μωυσῆς δέ, ὡς κεφαλὴ πάντων, τὰς δυσεφίκτους καὶ τραχυτέρας ἔκρινεν ὑποθέσεις καὶ τοῦτό ἐστιν «ὅτι ἐκάθισαν θρόνοι εἰς κρίσιν», ἐπὶ οἶκον Δαβίδ, τουτέστι καὶ πρὸ τοῦ Δαβίδ, οἱ ἐξ Αἰγύπτου, καὶ μετὰ τὸν Δαβίδ, οἱ ἐκ Περσίδος καὶ Βαβυλῶνος. «Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου», πόλις Ἰερουσαλήμ, «καὶ εὐθηνία ἐν τοῖς πυργοβάρεσί σου».

Πυργοβάρεις, οἱ προμαχίονες· οἳ εὐθηνοῦσαν εἰρήνην, μηδενὸς πολιορκοῦντος πολέμου, ὅτε ὁ λαὸς εἶχετο πρὸς Θεόν.

Ψαλμὸς ρκβʹ ᾨδὴ τῶν ἀναβαθμῶν. «Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς· οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς». Ταῦτα καὶ περὶ τοῦ ῥηθέντος αἰχμαλώτου λαοῦ καὶ περὶ τῶν θλιβομένων παρὰ τῶν τυράννων ἐκκλησιῶν τοῦ Θεοῦ καὶ περὶ τῶν ἐν τῷ ᾅδῃ κατεχομένων ὑποληπτέον.

Ἑκάτεροι γὰρ ἐλεεινῶς πρὸς Κύριον ἱκετικῶς ἀπέβλεπον. Ἀλλὰ καὶ ἡμῶν ἕκαστος ἐν καιρῷ περιστάσεως, «ὡς ὀφθαλμοὶ δούλων καὶ δουλίδων» πρὸς δεσπότας, πρὸς Θεὸν καθορῶντες λέγομεν· «Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως καὶ ὀνειδισμοῦ τῶν εὐθηνούντων καὶ τῶν ὑπερηφάνων», ἤτοι, κατορχουμένων ἡμῶν, ὡς μὴ ἐχόντων πρὸς Θεὸν ἐξαιρούμενον ἡμᾶς τῶν περιστάσεων.

Ψαλμὸς ρκγʹ ᾨδὴ τῶν ἀναβαθμῶν. Εἶτα τῆς θείας ἐπικουρίας καταξιωθέντες πάλιν φαμέν· «Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς» οἱ δυσμενεῖς· «ἄρα τὸ ὕδωρ» τῶν πειρασμῶν «ἀπέπνιξεν ἡμᾶς» καὶ «οὐ μὴ διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ» τῆς ἀνίας «ὕδωρ τὸ ἀνυπόστατον. Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων». Θήρατρα τυραννίδος κατὰ τοῦ λαοῦ τοῦ Θεοῦ οἱ ἐχθροὶ περιθέμενοι «συνετρίβησαν καὶ ἡμεῖς ἐρρύσθημεν. Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν», ὅτι πλὴν αὐτοῦ Θεὸς ἰσχυρὸς ἄλλος οὐδείς.

Ψαλμὸς ρκδʹ ᾨδὴ τῶν ἀναβαθμῶν. «Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών», ἑδραῖοι καὶ ἀπερίτρεπτοι διὰ τὴν πρὸς τὸν Θεὸν πεποίθησιν, «οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἰερουσαλήμ». Ὁ ἐπισκεπτόμενος Ἰερουσαλὴμ Θεός ἐστιν ἀνεπίδεκτος σάλου καὶ ἀναλλοίωτος. «Ὄρη κύκλῳ αὐτῆς» αἰσθητῶς· ἀναγωγικῶς δέ, οἱ προφῆται καὶ οἱ διδάσκαλοι τῆς ἐκκλησίας. «Καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ», ἀοράτων καὶ ὁρατῶν ἐχθρῶν ἀποτειχίζων ἡμᾶς «ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος». «Οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν». Κλῆροι, χωρία, οὐσίαι καὶ μερισμοὶ δικαίων, ἢ καὶ τῶν ἀρετῶν ἔπαθλα, ἀφ’ ὧν Κύριος εἴργει ῥάβδῳ ἐπιφορὰς δαιμόνων καὶ ἁμαρτωλῶν ἀσεβῶν, ἵνα μὴ παρ’ αὐτῶν οἱ δίκαιοι ἐνοχλούμενοι ἀνάξιόν τι τῆς δικαιοσύνης δράσωσι, «χεῖρας ἐκτείναντες». «Ἀγαθύνει Κύριος τοὺς ἀγαθοὺς καὶ τοὺς εὐθεῖς τῇ καρδίᾳ», ὅτι «εὐθύτης», φησίν, «ἠγάπησέ σε». «Τοὺς δὲ ἐκκλίνοντας» πρὸς διαστροφὰς καὶ «στραγγαλίας» παθῶν «συντάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν, εἰρήνη δὲ ἐπὶ τὸν Ἰσραὴλ» θεωρητικὸν καὶ θεοειδέστατον νοῦν.

Ψαλμὸς ρκεʹ ᾨδὴ τῶν ἀναβαθμῶν. «Ἐν τῷ ἐπιστρέψαι» ἡμᾶς ὁ Θεὸς ἐκ τῆς αἰχμαλωσίας πρὸς τὴν πατρίδα ἡμῶν «Σιὼν ἐγενήθημεν ὥσπερ οἱ κεκλημένοι» πρὸς εὐωχίαν ἀρίστου ἢ δείπνου, «καὶ ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως», ὡς ἐπὶ προβάτων ἡδέων οἱ δαιτυμόνες. Οὕτω γάρ τις εὐφραίνεται ῥυσθεὶς αἰχμαλωσίας καὶ πρὸς τὰ ἴδια προσβαλών, ὅπερ καὶ ὁ λαὸς ἐκεῖνος ἐπείσατο τότε. «Τότε εἴπασι τὰ ἔθνη· ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ’ αὐτῶν». Καὶ ὄντως· «Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν» ἔλεος, «ἐπιστρέψας τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ». Χειμάρρους ὑποληπτέον τὰ πλήθη τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, οἳ «ἔσπειραν δάκρυα» πικρά, πορευόμενοι πρὸς τὴν αἰχμαλωσίαν Βαβυλωνίας, ἐρχόμενοι δὲ ἥκασιν «ἐν ἀγαλλιάσει», τὰ ἐκ τῶν δακρύων προκαταβληθέντα σπέρματα δράγματα αἴροντες πεπληρωμένα χαρᾶς. Ἀλλὰ καὶ οἱ σπείροντες δάκρυα μετανοίας, ἐν τῇ αἰχμαλωσίᾳ τοῦ τῇδε βίου, συλλέξουσι δράγματα ζωῆς μετὰ μικρόν.

Ψαλμὸς ρκϛʹ ᾨδὴ τῶν ἀναβαθμῶν. «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες», ὥσπερ καὶ οἱ τὴν πόλιν καὶ τὸν πύργον Χαλάνης πεπόνθασι, βουλόμενοι ποιῆσαι ἑαυτοῖς ὄνομα. «Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων».

Πολλοὶ γὰρ φυλάσσοντες τὰς πόλεις τῶν Χαναναίων, ἀλλ’ ἐπειδὴ Κύριος αὐτὰς οὐκ ἐφύλαττεν, εὐάλωτοι ἐδρῶντο τῷ λαῷ τοῦ Θεοῦ καὶ τὰ ἑξῆς τῶν πολιορκουμένων πόλεων «καὶ ἐσθιόντων ἄρτον ὀδύνης. Ὅταν δὲ δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον», τὸν τελευταῖον, «ἰδοὺ ὡς κληρονόμοι Κυρίου υἱοὶ» τοπάζονται. «Ὁ δὲ μισθὸς τοῦ καρποῦ τῆς γαστρός», ὁ ἐκ νηστείας, «ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ», κατασφάττων παθῶν προσβολὰς καὶ πανουργίας δαιμόνων. «Οὕτως» γὰρ ἀριστεύουσιν «υἱοὶ τῶν ἐκτετιναγμένων» ἐκ παθῶν καὶ βιοτικῶν μελημάτων. «Μακάριος, ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν» ἐλευθερίως· «οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις» τελευτῆς αὐτῶν.

Ψαλμὸς ρκζʹ <ᾨδὴ τῶν ἀναβαθμῶν>. «Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ», οἵτινες ἂν ὦσι, εἴτε σοφοὶ εἴτε ἰδιῶται, ὥσπερ καὶ ἄθλιοι οἱ ἐν ἀφοβίᾳ καὶ ἀσεβείᾳ συζῶντες, ἐν ταῖς ὁδοῖς τοῦ ἐχθροῦ. «Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι», ἄνθρωπε, τὸν βίον ἀπολιπών, εἴτε φαύλους εἴτε χρηστούς. «Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται», εἴ γε πορεύῃ ἐν ταῖς ὁδοῖς Κυρίου. Κἂν καὶ ὑπογύναιος ᾖ, «ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τῷ οἴκῳ σου» φωραθήσεται, «οἱ δὲ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν» τεθηλότα «κύκλῳ τῆς τραπέζης σου» θυμηδίαν καὶ τέρψιν προσάγοντά σοι. «Ἰδοὺ οὕτως» εὐφρανθήσεται καὶ «εὐλογηθήσεται», ἤτοι ἐπαινεθήσεται «ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον». Καὶ «εὐλογηθεὶς παρὰ Κυρίου ἐκ Σιών, ἴδοις τὰ ἀγαθὰ» τοῦ Θεοῦ «καὶ υἱοὺς τῶν υἱῶν σου ἐν εἰρήνῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου».

Ψαλμὸς ρκηʹ ᾨδὴ τῶν ἀναβαθμῶν. «Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου» λεγέτω νοῦς ὁρῶν Θεόν, «καὶ οὐ περιεγένοντό μοι». «Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοί». Νοῦ γὰρ Θεὸν θεωροῦντος, οὐ τολμῶσιν οἱ τέκτονες τῶν παθῶν κατὰ πρόσωπον τεκτονεύειν, ἀλλ’ ἐκ τῶν ὄπισθεν, ὃς καὶ νῶτος καλεῖται. «Ἐμάκρυνον τὴν ἀνομίαν αὐτῶν» οἱ ῥηθέντες ἁμαρτωλοὶ τέκτονες, εἴτε δαίμονες εἴτε βάρβαροι, ἐκ τῶν ὄπισθεν πολεμοῦντες· οὐ ταχεῖαν τὴν ἅλωσιν ἴσχυσαν δρᾶσαι. Καὶ «Κύριος δικαίως συνέκοψεν αὐχένας αὐτῶν» τῶν ἁμαρτωλῶν. «Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών», τήν τε αἰσθητὴν καὶ τὴν νοητὴν Σιὼν ἐκκλησίαν τοῦ Θεοῦ. «Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη». Παντὸς γὰρ χόρτου ξηραίνεται ταχινότερον ὁ τῶν δωμάτων, ᾧ ὁμοιωθῆναι ἐπαρᾶται τοὺς μισοῦντας Σιών. Καὶ ὥς φησι πεπόνθασιν οὕτως, «καὶ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, οὐδὲ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων», ἀφορίᾳ δυστυχεστάτῃ περιπεσόντες.

Κἀντεῦθεν οὐκ ἤκουσαν παρ’ οὐδενὸς τὸ «Εὐλογία Κυρίου ἐφ’ ἡμᾶς». Ἀσεβῶν γὰρ καὶ τυράννων τῶν μισούντων Σιών, καὶ ἐν ἀφορίᾳ εὐσεβείας τὸν βίον ἀπολιπόντων, οὐδεὶς τῶν ἐν τῷ βίῳ ἀσεβῶν, παρὰ Κυρίου εὐλογεῖ, ἤτοι ἐπαινεῖ, ὅτι «ὡσεὶ χόρτος δωμάτων» ἐξηράνθησαν ἄκαρποι.

Ψαλμὸς ρκθʹ ᾨδὴ τῶν ἀναβαθμῶν. «Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε». Προηγουμένως μὲν ἐκ τῶν βαθέων τοῦ ᾅδου ὁ Ἀδάμ, εἶτα ἐκ βαθέων αἰχμαλωσιῶν ὁ λαός, εἶτα πάλιν ἐκ βαθέων καρδίας στεναγμῶν ὁ βουλόμενος κράζει· «Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε» καὶ μὴ ἱλάσῃ, «οὐδεὶς λοιπὸν ὑποστήσεται», ἐπεὶ οὐδεὶς ἀναμάρτητος. Οὐχ ἕνεκεν τῶν ἔργων μου, ἀλλ’ «ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινε», παρέμεινεν, «ἡ ψυχή μου εἰς τὸν λόγον σου καὶ ἤλπισεν ἐπὶ σέ», περιμένουσα τὸ παρὰ σοῦ ἔλεος. «Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτὸς καὶ ἀπὸ φυλακῆς» προοιμιακῆς ἡλικίας μέχρι τῆς τελευταίας ὁ ἐλπικὼς ἐπὶ Κύριον «πολλὴν παρ’ αὐτοῦ λύτρωσιν» εὑρήσειεν ὡς νοῦς Ἰσραηλίτης καθορῶν τὸν Θεόν, ὡς ἐφικτόν.

Ψαλμὸς ρλʹ ᾨδὴ τῶν ἀναβαθμῶν. «Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου οὐδ’ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου» καὶ τὰ ἑξῆς ἠθικὰ σύμβολα τῆς ταπεινοφροσύνης, ἃ διδάσκει τὸ Πνεῦμα τὸ ἅγιον διὰ Δαβίδ, μηδέποτε ἄνθρωπον μέγα φρονεῖν· ἀλλὰ διὰ ταπεινοφροσύνης μάλιστα ὑψοῦσθαι, ὡς νεότιλον βρέφος πρὸ τῆς μητρὸς αὐτοῦ στερνιζόμενον πάντοτε καὶ τοῦτό ἐστι «ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος»

Ψαλμὸς ρλαʹ ᾨδὴ τῶν ἀναβαθμῶν. «Μνήσθητι, Κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ· ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ». Τί ὤμοσε καὶ τί ηὔξατο, αὐτὸς διαγορεύει. «Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, οὐ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου». Κρόταφα γὰρ τὰ κύκλῳ τῶν ὤτων ἡμῶν, τὰ ἐν τοῖς προσκεφαλαίοις ἀναπαυόμενα.

Οὐ μὴ ταῦτα διαναπαύσω φημὶ ἐν τῷ οἴκῳ μου, «ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ». Εἵλετο μὲν γὰρ ἱερὸν οἶκον δομῆσαι τῷ Κυρίῳ καὶ ἐν αὐτῷ τὴν κιβωτὸν τοῦ μαρτυρίου καθιερῶσαι, εἴργετο δέ, ὅτι Σολομῶντι κεκλήρωται ἡ τοῦ Ναοῦ οἰκοδομή. «Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εὐφραθᾷ», ἤτοι, ἐν Βηθλεέμ, τὴν κιβωτὸν περιφέρεσθαι· «εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ». Ἦσαν γὰρ ταῦτα προεικονίσματα τῆς ἐμψύχου κιβωτοῦ, ὅτι ἐν ἐκείνῳ τῷ χώρῳ ἔμελλε τεκεῖν τὸν Χριστόν. Διὸ καὶ προφητεύει Δαβὶδ τὰ ἐσόμενα· «Εἰσελευσόμεθα», φησίν, «εἰς τὰ σκηνώματα αὐτοῦ». Καὶ γὰρ πολλὰ σκηνώματα θεῖα καὶ ὑπεράγια ἡ τοῦ Χριστοῦ ἐνανθρώπησις ἀπεφήνατο· ἔνθα ἐγεννήθη, ἔνθα ἐβαπτίσθη, ἔνθα ἐσταυρώθη. Περὶ οὗ καί φησι· «Προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Ἀνάστηθι, Κύριε, εἰς ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου». Σύ, πρῶτον ἀνάστηθι τριήμερος καταλύσας τὸν θάνατον καὶ ἀναστὰς εἰς τὴν ἀνάπαυσίν σου τὴν προαιώνιον πρῶτος, εἶτα καὶ τὴν κιβωτὸν τοῦ ἁγιάσματός σου, ἐν ᾗ ἀπετέθης, ὡς λόγος τοῦ Θεοῦ γεγραμμένη πλάξ, καὶ προῆλθες ἐκεῖθεν ἐν δυσὶ ταῖς οὐσίαις. Ἀνάστησον καὶ αὐτὴν μετὰ τρίτην ἡμέραν τῆς κοιμήσεως αὐτῆς. «Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην». Ἱερέων καλλωπισμὸς ὑπὲρ πᾶν ἔνδυμα δικαιοσύνη καὶ ὁσίων ἀγαλλίασις· ὑπὲρ πᾶσαν ἀγαλλίασιν τὸ ἐνθέως ἀγάλλεσθαι. «

Ἕνεκεν τοῦ Δαβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου». Χριστοὶ μὲν διὰ τὸ χρῖσμα τοῦ ἐλαίου ἐλέγοντο τότε καὶ βασιλεῖς καὶ ἀρχιερεῖς.

Ἐνταῦθα δὲ περὶ τοῦ ἀληθοῦς Χριστοῦ καὶ Θεοῦ προφητεύει σαφῶς· «Μέλλω», φησί, «μετὰ θάνατον ἐν τῷ ᾅδῃ καταφοιτῆσαι» καὶ «μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ Χριστοῦ σου» ἐκεῖ κατελθεῖν τάχα, οὐχ «ἕνεκεν Δαβὶδ τοῦ δούλου σου» μόνου, ἀλλὰ χάριν καὶ τῶν λοιπῶν ἐκεῖσε κατεχομένων. Εὐδόκησον, ὁ Πατήρ, ἐλθεῖν πρὸς ἡμᾶς τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Τί οὖν ὁ ταχὺς εἰς τὸ ἀκοῦσαι πανοικτίρμων Θεός; Μεθ’ ὅρκου τὴν αἴτησιν ἐκπληροῖ· «Ὤμοσε Κύριος», φησί, «τῷ Δαβὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν», ὅτι· «Ἐκ καρποῦ τῆς κοιλίας σου, θήσομαι ἐπὶ τοῦ θρόνου σου». Οὐ περὶ Σολομῶντος, ἀλλὰ περὶ τοῦ Χριστοῦ λέγει τοῦτο, ὡς καὶ Γαβριὴλ ὁ θεῖος εὐηγγελίσατο τῇ Παρθένῳ, ὅτι· «Δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ Πατρὸς αὐτοῦ καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον εἰς Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος». Τοῦτο γοῦν προϋπέσχετο ὁ Θεὸς τῷ Δαβίδ· «ὅτι ἐκ καρποῦ τῆς κοιλίας σου, θήσομαι ἐπὶ τοῦ θρόνου σου» καὶ καταβήσεται πρὸς σὲ ἐν τῷ ᾅδῃ κατὰ τὴν αἴτησίν σου, «καὶ οὐ μὴ ἀποστρέψω τὸ πρόσωπον τοῦ Χριστοῦ μου ἀπὸ σοῦ» καὶ τῶν σὺν σοὶ καταδίκων ἐν τῷ ᾅδῃ. «

Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου» καὶ τὰ ἑξῆς, ἃ ὑπέσχετο ὁ Θεὸς περὶ τῶν υἱῶν Δαβὶδ καὶ τοῦ θρόνου αὐτοῦ, καὶ «ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν εἰς κατοικίαν», ὅπως ἐν αὐτῇ πρῶτον γνωρίσῃ ἀνθρώποις τὰ σύμβολα τῆς δυνάμεως αὐτοῦ, εἶτα κατὰ μικρὸν καὶ τὰς λοιπὰς πόλεις ἀποκαθάρῃ τῆς πλάνης τῶν εἰδώλων. Καὶ ὑπισχνεῖται κατοικῆσαι ἐν Σιὼν καὶ χορτάζειν πτωχοὺς «εὐλογῶν θήραν αὐτῶν» καὶ «ἱερεῖς ἐνδύων σωτηρίαν» καὶ ὅτι· «Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ». Ἐκεῖ, δηλαδὴ ἐν τῇ Σιών·, «ἐξανατελῶ κέρας» βασιλείας, ὡς ἥλιον φωταυγῆ. «Ἡτοίμασα λύχνον τῷ χριστῷ μου» Δαβίδ, φαίνων τοῖς ἔθνεσι θεοσεβείας αὐγήν. «Καὶ τοὺς ἐχθροὺς μὲν αὐτοῦ, ἐνδύσω αἰσχύνην ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου», ἤτοι ὁ Υἱός μου ὁ ἀγαπητὸς ὁ αἴτιος τοῦ ἁγιασμοῦ.

Ψαλμὸς ρλβʹ Ὠδὴ τῶν ἀναβαθμῶν. «Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό». Καλοῦ γὰρ καὶ τερπνοῦ παντός, τῆς κατὰ Θεὸν ἀγάπης καὶ ὁμονοίας ἐξισοῦται οὐδέν. «Ὡς μύρον ἐπὶ τῆς κεφαλῆς» καὶ ὡς δρόσον οὐράνιον τὴν ἀγάπην καὶ τὴν ὁμόνοιαν εἰκάζει ὁ θεῖος Δαβίδ, καὶ ὅτι ἐκεῖ, ἐν μέσῳ τῶν οὕτως ἀγαπώντων, «ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος», ἤτοι, τὴν ἀξιέπαινον ζωὴν διηνεκῶς.

Ψαλμὸς ρλγʹ ᾨδὴ τῶν ἀναβαθμῶν. «Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον», ἤτοι, ἐπαινεῖτε, δοξάζετε, εὐχαριστεῖτε τὸν Κύριον «πάντες οἱ δοῦλοι Κυρίου». Εἴτε ἐκ τῆς αἰχμαλωσίας καὶ ἐκ τοῦ ᾅδου ἀνασωθέντες τῶν ἀναβαθμῶν εἴτε ἐκ τῶν τυράννων καὶ δυσμενῶν τρωθέντες, ὡς εὐγνώμονες δοῦλοι «εὐλογεῖτε τὸν Κύριον οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου», καὶ μὴ εἰς ἀγροὺς παθῶν αὐλιζόμενοι. «Ἐν ταῖς νυξὶν ἄραντες τὰς χεῖρας ὑμῶν εὐλογεῖτε τὸν Κύριον λέγοντες· «Εὐλογητὸς Κύριος ἐκ Σιὼν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν»». Εὐλογῶν γὰρ αὐτὸν εὐλογίαν, ἣν ἐκεῖνος οὐ χρῄζει, ἀντευλογήσει σε εὐλογίαν, ἣν σὺ χρῄζεις, ἀποδεξάμενός σου τὴν εὐγνωμοσύνην. Καὶ ἡμεῖς κατὰ τὸ ἐγχωροῦν εὐλογοῦντες αὐτόν, καὶ ἡ αὐτοῦ εὐλογία ἐν ἐλέει αὐτοῦ γένοιτο πρὸς ἡμᾶς.

Καὶ ἡμεῖς ἐνταῦθα σὺν Θεῷ τὸν ἔνατον περιστείλωμεν λόγον, συντόμως τὰς ἑρμηνείας τοῦ ἑπτακαιδεκάτου καὶ ὀκτωκαιδεκάτου καθίσματος ἀνακαλύψαντες· ὅτι τῷ ἐν Τριάδι Θεῷ ἡμῶν πρέπει δόξα καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.