Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τοὺς ψαλμούς
Λόγος Ι' (Ψαλμοί 134-150) και επίλογος
Η ολοκλήρωση της ερμηνείας του Ψαλτηρίου με τους δοξολογικούς ψαλμούς, αναφορές στη ζωή των αναχωρητών και καταληκτήρια προσφώνηση του έργου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Ι' (Ψαλμοί 134-150) και επίλογος
Η ολοκλήρωση της ερμηνείας του Ψαλτηρίου με τους δοξολογικούς ψαλμούς, αναφορές στη ζωή των αναχωρητών και καταληκτήρια προσφώνηση του έργου.
ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ Ιʹ ΠΕΡΙ ΤΩΝ ΔΥΟ ΤΟΥ ΨΑΛΤΗΡΟΣ ΥΣΤΑΤΩΝ ΚΑΘΙΣΜΑΤΩΝ ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΕΝΑΤΟΝ <Προοίμιον> Εὐλόγησον, πάτερ. Ὁ ἔνατος μὲν λόγος τὸ ιζʹ καὶ ιηʹ ἐσαγήνευσε κάθισμα, ὁ δὲ παρὼν δέκατος τὸ ιθʹ σὺν τῷ κʹ διὰ βραχέων ῥητορεύειν ἐπείγεται, ἐπιδρομάδην ἀποκαλύπτων τὰ τούτων παράβυστα.
Ψαλμὸς ρλδʹ Ἀλληλούϊα. «Αἰνεῖτε τὸ ὄνομα Κυρίου». Τὸ ὄνομα αὐτοῦ αἰνεῖτε, ὅτι αὐτοῦ ἡ φύσις ἀκίχητος. «Αἰνεῖτε δοῦλοι Κύριον». Αἶνος παρὰ δούλων Κυρίῳ, ἀληθὴς καὶ ἀμιγέστατος ἔπαινος. «Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου» καὶ μὴ ἑστῶτες ἐν οἴκῳ δυσώδει καὶ σκοτεινῷ τῆς εἰδεχθοῦς ἁμαρτίας, «αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς καὶ ψάλατε τῷ ὀνόματι αὐτοῦ ὅτι καλόν», ὅπως ὡς ἀγαθὸς τοῦ καλοῦ ἡμᾶς ἀντιδώσειε τῶν αἴνων τὰς ἀμοιβάς. «Ὅτι τὸν Ἰακώβ», τὸν ἐξ Ἰακὼβ περιούσιον λαόν, παρὰ πάντα τὰ ἔθνη «ἐξελέξατο ἑαυτῷ ὁ Κύριος», διὰ τοὺς πατέρας αὐτοῦ. «Ὅτι ἐγὼ ἔγνωκα» ἐπέκεινα ὑμῶν, «ὅτι μέγας ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς». Ψευδώνυμοι γὰρ ἐκεῖνοι θεοὶ καὶ ἁμαρτίας συνήγοροι. Ὁ δὲ ὡς ἀληθὴς Θεὸς καὶ δημιουργὸς «πάντα ὅσα ἠθέλησεν ἐποίησε» θελήσει καὶ μόνῃ, ἀγγέλους καὶ οὐρανοὺς καὶ γῆν καὶ θαλάσσας καὶ ἀβύσσους καὶ τὰ μυριοσχεδῆ μεταξὺ τούτων κτίσματα. «Ἀνάγων νεφέλας ἐξ ἐσχάτων τῆς γῆς» καὶ «ἀστραπὰς εἰς ὑετὸν» κατασκευάσας· συνέμιξε τὰ ἄμικτα καὶ οὐδὲ τὸ πυρῶδες τῆς ἀστραπῆς τὴν τοῦ ὑετοῦ καταλυμαίνεται φύσιν οὐδὲ τοῦ ὑετοῦ τὸ ῥαγδαῖον τὴν τῆς ἀστραπῆς κατασβέννυσι φλόγα. «Ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ». Οὐχ ὅτι ὡς ἐν ἀσκῷ τεθησαυρισμένοι εἰσίν, ἀλλ’ ὅτι νεύσει Θεοῦ ἐξάγονται ἐκ τῆς γῆς πρὸς τὸ πνεῖν χρειωδῶς.
Ἐκλικμίζουσι γὰρ καρποὺς ἐξ ἀχύρων ἁλώνων, κινοῦσι φυτὰ καὶ ὕδατα καὶ πλοῖα καὶ ἑτέρας μυρίας ἔχουσιν ἐνεργείας, ἃς λέγειν κατὰ μέρος οὐ βούλομαι. Τοῦτο δὲ λέγω συντόμως, ὅτι καὶ ἀνέμους καὶ πᾶν κτίσμα σοφῶς καὶ χρησίμως ἔδρασε Θεός, «ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου, ἀπὸ ἀνθρώπου ἕως κτήνους», ἵνα γνώσηται ὅτι οὐ θεοὶ τὰ εἴδωλα αὐτῆς, ἀλλ’ εἰς Θεὸν ὃν σέβεται λαὸς Ἰακὼβ καὶ μὴ κατέχουσιν εἰς δουλείαν τοὺς αὐτῶν ὑπερτέρους. Καὶ ἐπειδὴ διὰ σημείων καὶ τεράτων οὐ συνῆκαν ἀπολῦσαι τὸν λαόν, ἐν δέκα πληγαῖς δεινοτάταις ἐπάταξεν αὐτούς, σὺν τῷ Φαραὼ καὶ τοῖς μεγιστᾶσιν αὐτοῦ. Τότε καὶ μὴ βουλόμενος ἀπέλυσε τὸν λαὸν τοῦ Θεοῦ. «Ὃς ἐπάταξεν ἔθνη πολλά», ἤτοι, Ἀμορραίους, Χαναναίους, Χετταίους, Φερεζαίους, Εὐαίους, Γεργεσαίους, καὶ Ἰεβουσαίους «καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς», ἤτοι, ἐννέα καὶ τριάκοντα βασιλεῖς ὧν πρῶτον ἀπέκτεινεν «τὸν Σηὼν βασιλέα τῶν Ἀμορραίων», πόλεως Ἐσεβών, ὃς καὶ διεκώλυε τὴν πάροδον τοῦ λαοῦ πρὸς τὴν γῆν τῆς ἐπαγγελίας· ἐν τῇ ἐρήμῳ γὰρ ᾤκει. Πρὸς ὃν καὶ ἀπέστειλε Μωϋσῆς μανδάτορας λέγων· «Τάδε σοι δηλοῖ ὁ ἀδελφὸς Ἰσραήλ. Παρελεύσομαι διὰ τῆς ὁδοῦ, μὴ ἐκκλίνων δεξιὰ ἢ ἀριστερά, εἰς ἀμπελῶνα ἢ ἀγρόν σου· ἀλλὰ καὶ τὸ ὕδωρ τῆς γῆς σου ἀργυρίῳ πίομαι». Ὁ δέ· «Οὐ παρελεύσει φημὶ διὰ τῆς γῆς μου».
Καὶ οὐ μόνον τὴν πάροδον διεκώλυεν, ἀλλὰ καὶ πόλεμον συγκροτήσας πλήθη πολλὰ ἀνεῖλεν ἐκ τοῦ λαοῦ. Ἦσαν γὰρ ὠργισμένοι παρὰ Θεοῦ διὰ τὴν ὁρμὴν τῆς πρὸς Αἴγυπτον ἀποστροφῆς, διὸ οὐδὲ εἰς Αἴγυπτον ἀποστρέψαι οὐδὲ εἰς Ἰερουσαλὴμ συνεχωρήθησαν φθάσαι. Ὁ δὲ Ἀμορραῖος μετὰ ταῦτα, παραδοθεὶς ὑπὸ Θεοῦ εἰς χεῖρας Μωσέως καὶ τοῦ λαοῦ, ἀνεῖλον αὐτὸν μετὰ μυριάδων πολλῶν λαοῦ αὐτοῦ. «Καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν», οἰκοῦντα εἰς πόλιν Ἀνοταρώθ. Γίγας δὲ ἦν οὗτος παμμεγέθης «καὶ ἡ κλίνη αὐτοῦ σιδηρᾶ πήχεων ἐννέα τὸ μῆκος καὶ τὸ εὖρος τεσσάρων».
Οὗτοι γοῦν οἱ δύο βασιλεῖς, ὁ Ἀμορραῖος καὶ ὁ Ὤγ, ἀνῃρέθησαν πρῶτον πέραν τοῦ Ἰορδάνου ἔτι περιόντος τοῦ μεγάλου Μωυσέως οἱ δὲ λοιποὶ ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ ἐν τῇ γῇ Χαναάν. «Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν Ἰσραὴλ λαῷ αὐτοῦ. Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν», τέλος μὴ ἔχον, ὥσπερ μηδὲ ἀρχήν. «Τὰ δὲ εἴδωλα τῶν ἐθνῶν», ἃ θεοὺς ἀφρόνως καλοῦσιν, ὕλη φθαρτή, «ἔργα χειρῶν ἀνθρώπων. Στόμα ἔχουσι καὶ οὐ λαλήσουσι», καὶ τὰς λοιπὰς αἰσθήσεις ἀλάλους καὶ ἀνενεργήτους, ὥστε οὐ μόνον θεῶν, ἀλλὰ καὶ ἀνθρώπων ἀποσώζοντες τόπον. «Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς». Κατάλληλος ἡ εὐχή. Εἰ μὲν θεοί, φησίν, εἰσίν, ἔσο καὶ σὺ θεὸς καὶ μάλιστα μείζων ἐκείνου, ὅτι σὺ ἐκεῖνον ἐποίησας θεὸν καὶ ὡς θεοῦ θεὸς μεῖζον ἔχε τὸ κλέος· Εἰ δὲ νεκρά ἐστιν ὕλη παρὰ σοῦ σκευασθεῖσα καὶ θεοποιηθεῖσα, ὅμοιος αὐτοῖς ἔσο καὶ αὐτός, ἄλαλος καὶ κωφός, «ὅτι ἐν τιμῇ ὤν, οὐ συνῆκας». «Οἱ δὲ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον· εὐλογητὸς Κύριος ἐκ Σιὼν ὁ κατοικῶν Ἰερουσαλήμ». Ἐπειδὴ γὰρ τὴν Ἰερουσαλὴμ ἐξελέξατο ἄνωθεν, ἵνα ὡς μέσον τῆς γῆς ἐργάσηται τὴν διὰ σταυροῦ σωτηρίαν, ἐτόπαζον οἱ ἄνθρωποι τότε, ὅτι ἐν Ἰερουσαλὴμ καὶ μόνῃ κατοικεῖ ὁ Θεός «ὁ πανταχοῦ τὰ πάντα πληρῶν».
Ψαλμὸς ρλεʹ Ἀλληλούϊα. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ». Ἦν γὰρ τότε πολλὴ καὶ δεινοτάτη ἡ τῆς εἰδωλομανίας ἐπικράτεια καὶ πολλὴ τοῖς προφήταις ἦν ἡ σπουδή, πρὸς θεογνωσίαν μετοχετεύειν τὸν λαόν, διὸ ἄνω καὶ κάτω ἐργωδεστέρως κηρύττουσι τὸν ὄντως Θεόν. Διὸ καὶ ὁ θεῖος οὗτος Δαβίδ, ἐν ὅλῳ τῷ παρόντι ψαλμῷ, τρανῶς θεολογεῖ, Θεῷ καὶ μόνῳ εὐχαριστεῖν καὶ ἐξομολογεῖσθαι διδάσκων «ὅτι ἀγαθός», φησί, καὶ «ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ», ἤτοι, διηνεκῶς παραμένει. Εἶτα «Θεὸν τῶν θεῶν» καὶ «Κύριον τῶν κυρίων» εἰκότως ἐπονομάζει καὶ «θαυμασίων μεγάλων αὐτουργόν», καὶ ὅτι «ἐν συνέσει», ἤτοι, σοφίᾳ «τοὺς οὐρανοὺς ἐποίησε» καὶ «τὴν γῆν» τὴν οὕτω βαρεῖαν καὶ δυσβάστακτον «ἐπὶ τῶν ὑδάτων ἐθεμελίωσε» καὶ ἐπὶ τὴν ῥυτὴν φύσιν καὶ ἁπαλωτάτην τὴν φορτικὴν καὶ στερρὰν ἐστερέωσε, καὶ ὅτι «φῶτα μεγάλα» διὰ ποικίλων φωστήρων «αὐτὸς μόνος ἐποίησεν», «ἡλίῳ τὴν ἡμέραν» ἐφαίδρυνε «σελήνῃ τε καὶ ἄστροις τὴν νύκτα» κατηύγασε, «τὴν Αἴγυπτον ἔπληξε», «τὸν λαὸν αὐτοῦ» μετὰ βραχίονος ὑψηλοῦ «ἐκεῖθεν ἐξήγαγε», καὶ ὅτι «τὴν Ἐρυθρὰν θάλασσαν διατεμὼν εἰς διαιρέσεις τὸν λαὸν μὲν αὐτοῦ διὰ ξηρᾶς διεβίβασε» τὸν δὲ διώκτην «Φαραὼ πανστρατεὶ κατεπόντισε».
Εἶτα πάλιν τὰ κατὰ τὴν ἔρημον καὶ περὶ τῶν κραταιῶν βασιλέων τὴν ἐρήμωσιν ἀναμνήσας καὶ τῆς ἁγίας γῆς τὴν κληρονομίαν ἐξειπών, καὶ ὅτι πολλὰ μογήσαντες ἐν Αἰγύπτῳ καὶ ταπεινωθέντες, «ἐμνήσθη αὐτῶν ὁ Κύριος» λέγων· «Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου» καὶ τὰ ἑξῆς. «Καὶ ἐλυτρώσατο ἡμᾶς», φησίν, «ἐκ τῶν ἐχθρῶν ἡμῶν», «ὁ διδοὺς τροφὴν πάσῃ σαρκί». Καὶ ταῦτα πάντα περὶ Θεοῦ μυσταγωγήσας, μελῳδικῶς ἀνυμνῶν πρὸς εὐχαριστίαν πάλιν ἀποπεραίνει τὸν ὕμνον· «Ἐξομολογεῖσθε», φησί, «τῷ Θεῷ τοῦ οὐρανοῦ». Μὴ τοῖς ἐπὶ γῆς ψευδωνύμοις θεοῖς τὸ τοῦ ἀληθινοῦ Θεοῦ ὀφειλόμενον ἀπονέμετε γέρας, ἀλλὰ «τῷ Θεῷ τοῦ οὐρανοῦ», ἤτοι, τῷ ἐν τῷ οὐρανῷ, καὶ τῷ δημιουργῷ τοῦ οὐρανοῦ.
Ψαλμὸς ρλϛʹ Ψαλμὸς τῷ Δαβίδ. «Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών». Ὅτε εἰς Βαβυλῶνα αἰχμάλωτος ἀπηνέχθη ὁ λαός, κατὰ τὰς ὄχθας τῶν ποταμῶν γενόμενοι, ἐθρήνουν, οἵας ἐστερήθησαν γῆς καὶ ἀγαθῶν. «Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς», τῆς χώρας Βαβυλῶνος, «ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν», ἤτοι, τὰ μουσικὰ ὄργανα, μεθ’ ὧν ἐν Σιὼν ὕμνουν τὸν Θεόν. Διότι ἔξω Σιὼν ἀθέμιτον αὐτοῖς ἦν ὑμνεῖν τὸν Θεόν. «Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν, καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον». Εἴτε παιγνίως εἴτε διὰ τέρψιν ἠθέλησαν οἱ βάρβαροι ἀκοῦσαι, πῶς ἐν ὀργάνοις μουσικοῖς ᾄδουσιν Ἰουδαῖοι τὸν Θεὸν ἐν Σιών. Οἱ δὲ τὰ ὄργανα κρεμάσαντες ἐν τοῖς φυτοῖς· «Ἀθέμιτον», φησίν, «ἐστὶν ἡμῖν ἀπὸ νόμου ᾄδειν ᾠδὴν τῷ Κυρίῳ ἐπὶ γῆς ἀλλοτρίας». Καὶ δι’ ὀργάνων μὲν οὐκ ἠνείχοντο ᾆσαι τῷ Κυρίῳ, ᾄδουσι δὲ διὰ στόματος θρηνητικά· «Ἐὰν ἐπιλάθωμαί σου, Ἰερουσαλήμ, ἐπιλησθείη», ξηρανθείη «ἡ δεξιά μου·, κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου» καὶ ἄλαλος γενηθείην, «ἐὰν μὴ σοῦ μνησθῶ, ἐὰν μὴ προανατάξωμαι τὴν Ἰερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου». Ἐὰν <μὴ> μεταβληθῇ ἡ θλῖψίς μου πρὸς εὐφροσύνην, φησί, καὶ ἐὰν ἐν πάσαις γραφαῖς μου οὐ προτάξω σε, ξηρανθήτω ἡ χεὶρ τοῦ μὴ γράφειν καὶ ἡ γλῶσσα κολληθήτω τοῦ μὴ λαλεῖν. «
Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδώμ», τῶν υἱῶν Ἠσαῦ τῶν ἐκ γένους Ἰσμαήλ, πῶς συμμαχοῦντες τοῖς Βαβυλωνίοις τὴν ἡμέραν τῆς ἁλώσεως Ἰερουσαλὴμ μανιωδῶς ἔλεγον· «Ἐκκενοῦτε, ἐκκενοῦτε», ἐξολοθρεύσατε αὐτήν, ἐξολοθρεύσατε, «ἕως τῶν θεμελίων αὐτῆς». Ὧν μνήσθητι, Κύριε, τῆς μανίας καὶ ἀνταπόδος αὐτοῖς ἐνδίκως. «Θυγάτηρ Βαβυλῶνος», ἡ φύσις τῆς χώρας, «ἡ ταλαίπωρος», ἡ μοχθηρὰ καὶ ἀθλία, «μακάριος ὃς ἀνταποδώσει τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν. Μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν», ἐὰν τοιοῦτός τις, φησίν, εὑρεθῇ ἀποδοῦναί σοι κακά, ὅσα σὺ ἔδρασας εἰς ἡμᾶς, ὥστε καὶ τὴν τῶν νηπίων σου ἄωρον ἡλικίαν ἀσυγγνώστως ἐπὶ πετρῶν παίειν καὶ ἀναιρεῖν, μακάριος ὁ τοιοῦτος λογισθήσεται· καὶ μακάριος, ὅστις ἐκ τῆς ἐμπαθοῦς καὶ Βαβυλωνίου καρδίας αὐτοῦ, ὡς νήπια, πρὸ τοῦ παχυνθῆναι τὰ πάθη, ἐδαφιεῖ αὐτά, πρὸς τὴν πέτραν Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν τῶν παθῶν ἡμῶν ἀναιρέτην.
Ψαλμὸς ρλζʹ Ψαλμὸς τῷ Δαβίδ, Ἀγγαίου καὶ Ζαχαρίου. «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδία μου καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι». Εὐχαριστήσω σοι ὁλοκαρδίως ἐνώπιον τῶν ἀγγέλων. Ἄγγελοι γὰρ καὶ οἱ τοῦ Θεοῦ ἄγγελοι καὶ οἱ ἐξ ἀνθρώπων στελλόμενοι μανδάτορες, ὧν ἐνώπιον εὐχαριστήσω καὶ ᾄσω σοι ᾠδὴν ἀξιόχρεων, «ὅτι ἤκουσας πάντα τὰ ῥήματα τοῦ στόματός μου», ἤτουν τὰς αἰτήσεις μου «Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου, ὅτι ἐμεγάλυνας» ἐν παντὶ ἔργῳ σου «τὸ ὄνομα τὸ ἅγιόν σου». Ἀλλὰ καὶ αὖθις· «Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε ταχὺ ἐπάκουσόν μου» καὶ μὴ βραδύνῃς, «πολυωρήσεις με», φυλάξεις με, «τῇ δυνάμει σου». «Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς· ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου». Εὐχαριστήσουσί σοι πάντες πιστοὶ ἐπὶ γῆς βασιλεῖς τῷ οὐρανίῳ βασιλεῖ, ἀκούσαντες τὰ ἐν τῷ νόμῳ «ῥήματα τοῦ στόματός σου» καὶ «ᾄσουσί σοι ᾠδὴν τῷ Κυρίῳ» λέγοντες· «Ὅτι μεγάλη ἡ δόξα Κυρίου» καὶ ὅτι «ὑψηλὸς ὢν τὰ ταπεινὰ ἐφορᾷ καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει». Καὶ «ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως ζήσεις με», ἤτοι, οὐκ ἐάσεις με θανεῖν «ἐπ’ ὀργὴν ἐχθρῶν ἐκτείνας μοι χεῖρα σώσει με ἡ δεξιά σου. Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ» τοῖς κατ’ ἐμοῦ μαχομένοις. «
Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς», ἤτοι, διὰ τὸ ἄληκτον ἔλεός σου «μὴ παρίδῃς τὰ ἔργα τῶν χειρῶν σου» διὰ τὰ πονηρὰ ἔργα τῶν ἀνθρώπων.
Ψαλμὸς ρληʹ Εἰς τὸ τέλος, τῷ Δαβὶδ ψαλμός. «Κύριε, ἐδοκίμασάς με» ἐν πειρασμοῖς «καὶ ἔγνως με», ὁ προγινώσκων τὰ πάντα, «καὶ τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου», ἤτοι, τὴν τοῦ βίου μου ἀκρίβειαν. «Καὶ τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν» γινώσκεις καὶ «τὴν τρίβον τοῦ βίου μου» καὶ τῆς ζωῆς μου τὸ ἄμετρον, ὡς «ὑπὸ σχοίνου» μετροῦντος, «σὺ ἐξιχνίασας». «Καὶ πάσας τὰς ὁδούς μου προεῖδες, ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου» οὐδὲ κατὰ τοῦ νόμου σου οὐδὲ κατὰ ἀνθρώπου πιστοῦ σου. Καὶ τοῦτο οὐκ ἀγνοεῖς, Κύριε, «ὁ γινώσκων πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ’ ἐμὲ τὴν χεῖρά σου» πρὸς τὸ πλεῖον βελτιῶσαί με. Καὶ «ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ». Ἐκ τῆς ἐμῆς διαπλάσεως θαυμαστοῦται τῆς σοφίας σου τὸ ἄμετρον. «Ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτὴν» ἀντιβλέψαι. «Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;» Τὸ γὰρ πνεῦμά σου καὶ τὸ πρόσωπόν σου ἀπεριγράπτως τὰ πάντα πληροῖ. Ἐάν τις πειραθῇ ἐκφυγεῖν σε, καί τις γένηται ξένη φύσις καὶ «ἀναβῇ εἰς τὸν οὐρανόν, ἢ κατασκηνώσῃ εἰς τὸν τῆς θαλάσσης πυθμένα», καὶ εἰς τὴν ἄβυσσον καὶ εἰς τὰ καταχθόνια, εὑρήσει σε ἐκεῖ, ὅτι τὰ πάντα πληροῖς. Καὶ «σκότος καὶ νὺξ ἐνώπιόν σου, ὡς ἡμέρα φωτισθήσεται». «
Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου», ἤτοι, σύ με ἔπλασας «καὶ ἀντελάβου μου ἐκ γαστρὸς τῆς μητρός μου» καὶ ᾠκτείρησάς με. «Ἐξομολογήσομαί σοι», ἤτοι, εὐχαριστήσω σοι, «ὅτι φοβερῶς ἐθαυμαστώθης».
Ἐν φόβῳ θαυμάζουσιν οἱ συνετοὶ τὰ ποιήματά σου· «θαυμάσια τὰ ἔργα σου», ἤτοι, τὰ κτίσματά σου, «καὶ ἡ ψυχή μου γνοῦσα αὐτά» ἐκπλήττεται «σφόδρα». «Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ». Ἐν κρυφῇ τὸ ὀστοῦν τοῦ Ἀδὰμ ἔπλασας εἰς γυναῖκα· «οὐκ ἐκρύβη ἀπὸ σοῦ», ἤτοι οὐκ ἠφανίσθη μετὰ θάνατον. Εἰ γὰρ καὶ «εἰς τὰ κατώτατα τῆς γῆς ἡ τοῦ ἀνθρώπου ὑπόστασις» προσφοιτᾷ καὶ ἀνέργαστος γίνεται, ἀλλ’ ὡς ἐπὶ βιβλίου γεγραμμένοι πάντες ἄνθρωποι ἐξαναστήσονται πάλιν, ὅτε καιρός. «Ἡμέρας πλησθήσονται καὶ οὐδεὶς ἐν αὐτοῖς», ἤτουν ἀναπλασθήσονται καὶ ἀναστήσονται καὶ οὐδεὶς ἐξ αὐτῶν ἀμοιρήσει τῆς ἀναστάσεως, κἂν καὶ ὀλίγοι οἱ σωζόμενοι κατὰ τὴν θείαν φωνήν. «Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ» σωζόμενοι «φίλοι σου, ὁ Θεός», καὶ «λίαν ἐκραταιώθησαν ἀρχαὶ» τῶν ἐνθέων πράξεων αὐτῶν. «Ἐξαριθμήσομαι αὐτοὺς καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται».
Οὐκ ἐναντιοῦται τὸ «ὀλίγοι οἱ σωζόμενοι». Κατὰ σύγκρισιν γὰρ τῶν ἀπίστων ἐθνῶν, εἴρηται τὸ ὀλίγοι. Τὰ δὲ πλήθη τῶν σωζομένων πιστῶν, δικαίων, προφητῶν, ἀποστόλων, μαρτύρων, ὁσίων καὶ τῶν λοιπῶν ὁμηγύρεων, Χριστοῦ χάριτι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν «ὑπὲρ ἄμμον πληθυνθήσονται». «Ἐξηγέρθην» ἐκ νεκρῶν «καὶ ἔτι εἰμὶ μετὰ σοῦ» τοῦ ἀναστήσαντός με τὴν ὁμήγυρίν σου. Οὕτω γὰρ προφητῶν ὀφθαλμοί, ὡς ἤδη γεγονότα βλέπουσι πνευματικῶς τὰ μήπω γενόμενα. «Ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ Θεός», δαίμονάς τε καὶ ἀσεβεῖς, τοῦτο καλόν· ἵνα μὴ «λήψονται εἰς ματαιότητας τὰς πόλεις σου», ἐν αἷς κατοικεῖ ὁ πιστός σου λαός. «Τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ εἰς τοὺς ἐχθρούς σου ἐξετηκόμην, τέλειον μῖσος ἐμίσουν αὐτούς», ὡς μισοῦντάς σε καὶ ἐχθρούς σου. Ἀθέμιτον γὰρ φίλον Θεοῦ ἐχθροὺς Θεοῦ ἀγαπᾷν.
Κἀντεῦθεν ἐκεῖνοι «εἰς ἐχθροὺς ἐγένοντό μοι. Δοκίμασόν με, ὁ Θεός, καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί, ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ» καὶ μή με εἰς τέλος ἐάσῃς ἐν «ὁδῷ ἀνομίας».
Ψαλμὸς ρλθʹ Εἰς τὸ τέλος· Ψαλμὸς τῷ Δαβίδ. «Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με», ἤτοι ἐκ παντὸς μοχθηροῦ καὶ παρανόμου ἀνδρὸς ἐξελοῦ με καὶ φύλαξόν με. Εἶτα πολλὰ περὶ τῶν τοιούτων κακούργων ἐντυχὼν τῷ Θεῷ· «Ἐπεσκίασας», φησίν, «ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου», «ἡ δὲ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν», ἤτοι τῶν παρεμβολῶν αὐτῶν οἱ προάγοντες, «κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς», ἤτοι ἀφανίσει αὐτοὺς ἡ κακίστη βουλὴ τῶν χειλέων αὐτῶν. «Πεσοῦνται ἐπ’ αὐτοὺς ἄνθρακες ἐν πυρί, καταβαλεῖς αὐτοὺς ἐν ταῖς ταλαιπωρίαις», ἤτοι δίκην ἀνθράκων πυρὸς ἄνωθεν ἡ ὀργή σου πεσοῦσα πρὸς αὐτούς, ταλαιπωρήσει αὐτοὺς «καὶ οὐ μὴ ὑποστῶσιν», ἀντὶ τοῦ οὐ μὴ δυνηθῶμεν αὐτοὺς βαστάσαι. «Ἀνὴρ γλωσσώδης», προπετὴς καὶ φιλόνεικος, «οὐ κατευθυνθήσεται», οὐ πορευθήσεται ἀσφαλῶς ἐπὶ τῆς γῆς. «Ἄνδρα ἄδικον», ἀντὶ τοῦ ἀνὴρ ἄδικος, «κακὰ θηρεύσει εἰς διαφθοράν», ἤτοι εἰς ἀφανισμὸν αὐτοῦ. «Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν καὶ τὴν δίκην τῶν πενήτων». Ἀπεκάλυψέ μοι, φησί, τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι εἰ καὶ μακροθυμεῖ Θεὸς τοῖς ἀδικοῦσιν, ἀλλ’ οὐ μὴ ἐκφεύξονται τὴν κρίσιν τοῦ Θεοῦ, οὐδὲ οἱ ἀδικούμενοι πτωχοὶ καὶ πένητες ἀνεκδίκητοι παροραθῶσι.
Πτωχοὺς δὲ ὑποληπτέον τοὺς ἀπὸ πλούτου πρὸς πτωχείαν μεταβληθέντας, πένητας δὲ τοὺς χειροτέχνους, ὅτι παίουσι χερσὶν ἰδίαις ἐν χειρεργίῳ παντὶ καὶ πορίζονται τὰς χρείας τοῦ σώματος αὐτῶν. «Πλὴν δίκαιοι εὐχαριστήσουσί σοι καὶ κατοικήσουσιν εὐθεῖς ἐνώπιόν σου», ὅτι «εὐθύτης ἠγάπησέ σε».
Ψαλμὸς ρμʹ Ψαλμὸς τῷ Δαβίδ. «Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ». Κραυγὴν καὶ φωνὴν τὴν ὁλοκάρδιον ἱκεσίαν δηλοῖ. «Κατευθυνθήτω ἡ προσευχή μου». Εὐχὴ μέν ἐστιν ὑπόσχεσις πρὸς Θεόν, κατὰ τὸ «εὔξασθε καὶ ἀπόδοτε», ἤτοι, μὴ ψεύσησθε τὰς ὑποσχέσεις· προσευχὴ δέ, δέησις πρὸς Θεόν, «ὡς θυμίαμα ἐνώπιόν σου». Προσέταξε Θεὸς τῷ Μωυσεῖ, μετὰ τὸ ἀρτιῶσαι τὴν σκηνὴν τοῦ μαρτυρίου, σκευάσαι καὶ θυμιάματα σύνθετα μυρεψικά, ξένα καὶ θαυμαστά, ἃ θυμιώμενα τὴν σκηνὴν καὶ τὰ σκεύη τὰ ἅγια, ἦσαν εὐπρόσδεκτα τῷ Θεῷ. Οὕτω, φησίν, ὡς τὸ θυμίαμα ἐκεῖνο, «κατευθυνθήτω ἡ προσευχή μου» καθαρὰ «ἐνώπιόν σου». «Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή».
Διάφοροι γὰρ ἦσαν αἱ κατὰ νόμον θυσίαι. Ἦν δὲ τῆς ἑωθινῆς ἡ ἑσπερινὴ τιμιωτέρα Θεῷ. Ἀμνὸς γὰρ ἦν θυσιαζόμενος καθαρῶς καὶ ἀμώμως. Ποίησον, φησί, τὴν «ἔπαρσιν τῶν χειρῶν μου» εὐπρόσδεκτόν σοι, ὡς τὴν ἑσπερινὴν ἐκείνην θυσίαν.
Καὶ Θεὸς μὲν ἑτοίμως ἔχει τοῦ φάναι ἔτι λαλοῦντός σου· «Ἰδού, πάρειμι. Ἐὰν δὲ ἐξ ἁμαρτίας καὶ κλοπῆς καὶ ἁρπαγῆς καὶ πλεονεξίας μεμολυσμένας ἐπαίρῃς τὰς χεῖράς σου πρός με, τί ματαιοπονεῖς; Κάθαρον αὐτὰς διὰ μετανοίας τῶν τοιούτων μολυσμῶν καὶ δέχομαι αὐτὰς κατ’ ἐμφέρειαν θυσίας ἑσπερινῆς, κατὰ τὴν αἴτησίν σου». «Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου». Εὐπετῶς γὰρ στόμα ἀνοιγόμενον καὶ χείλη κινούμενα λαλοῦσι τὰ μὴ καθήκοντα. Περὶ ὧν εὔχεται φυλακὴν μὲν τῷ στόματι τεθῆναι, ὡς θύραν, φόβον Θεοῦ καὶ περιοχὴν δέ, ἤτοι περιτοίχισμα ἀσφαλείας πολιορκηθῆναι τὰ χείλη, τοῦ μὴ ἐξάγειν ἀπρεπεῖς ὁμιλίας. «Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις».
Πρῶτον γὰρ ἐκκλίνει ἀπὸ τοῦ βελτίονος ἐπὶ τὸ χεῖρον ἡ καρδία καὶ συγκατατίθεται τοῦ δρᾶσαι τὴν ἁμαρτίαν καὶ εἶθ’ οὕτως προφασίζεται δῆθεν εὐλόγους τινὰς προφάσεις πρὸς ἐκπλήρωσιν τοῦ κακοῦ, εἶτα καὶ προσπελάζει «ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν», ἤτοι τὰ παρὰ τοῦ νόμου κεκωλυμένα.
Διὸ μὴ συγχωρήσῃς κλῖναί μου τὴν καρδίαν πρὸ τούτων «καὶ οὐ μὴ συνδυάσω», οὐ μόνον μετὰ τῶν ἐλαχίστων, ἀλλ’ οὐδὲ «μετὰ τῶν ἐκλεκτῶν αὐτῶν». Κἀντεῦθεν λοιπὸν «παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με» καὶ τὴν αὐτοῦ παιδείαν καὶ τὸν αὐτοῦ ἐλεγμὸν ἡδέως εἰσδέξομαι. «Ἔλεον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου», ἤτοι καὶ τὰ δοκοῦντα εἶναι χρηστὰ τοῦ ἁμαρτωλοῦ ὡς φαῦλα καὶ ἐναγῆ ἀποπτύσομαι. «Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν»· καθ’ ὧν ἐκεῖνοι δυσσεβῶς εὐδοκοῦσιν ἐγὼ κατεύχομαι. «Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταί». Οἱ προάγοντες αὐτῶν κατ’ ἐμφέρειαν πέτρας ῥᾷον βυθιζομένης φωραθήσονται. «Ἀκούσονται τὰ ῥήματά μου», δηλαδὴ καὶ εἰς τὰς ἑξῆς γενεὰς ὡς ἡδέα καὶ ποθεινὰ ἀκουσθήσονται πιστοῖς. «Ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην». Περὶ τῶν ἀνωτέρω ῥηθέντων ἁμαρτωλῶν καὶ ταῦτά φησι, ὅτι καὶ ὡς πέτρα καταποθήσονται· καὶ ὡς γῆ παχεῖα ῥαγήσονται· καὶ τὰ ὀστᾶ αὐτῶν ἐν τῷ ᾅδη, ἤτοι ἐν τῷ τάφῳ, διασκορπισθήσονται. «Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοί μου», ἤτοι, ἐπὶ σὲ τὴν ἐλπίδα μου ἀναρτήσας, μὴ ἐγκαταλίπῃς με, ἀλλὰ «φύλαξόν με ἀπὸ παγίδων» καὶ σκανδάλων παρανόμων ἀνδρῶν, ὅπως αὐτοὶ «πεσοῦνται ἐν ἀμφιβλήστρῳ», δι’ ὧν δικτύων συνεστήσαντο κατ’ ἐμοῦ. «Ἐγὼ δὲ κατὰ μόνας εἰμί, ἕως ἂν παρέλθω».
Καὶ ποῦ τὰ βασιλικά σου στρατόπεδα, ἵνα οὕτω μονάσῃς; πρῶτον μέν, ὡς μὴ συνδυάζων τοῖς ῥηθεῖσιν ἁμαρτωλοῖς καὶ ἀσεβέσιν ἀνθρώποις· ἔπειτα δέ, ὅτι καὶ περὶ ἀναχωρητῶν καὶ ἡσύχων προφητεύει, ὧν ἐκ προσώπου ἔφη τὸ «κατὰ μόνας» ἕως τέλους.
Ψαλμὸς ρμαʹ Συνέσεως τῷ Δαβίδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ προσευχόμενον. «Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου». Ἁρμόδια μὲν ταῦτα καὶ τῷ Δαβὶδ διὰ τοὺς ἐπιβούλους, ἁρμόδια δὲ καὶ περὶ τῶν ἀνωτέρω ῥηθέντων ἡσύχων ἀνδρῶν ἐκχεόντων πρὸς Θεὸν ὁλοκαρδίως εὐχὰς καὶ τὰς θλίψεις αὐτῶν τὰς ἐκ τῆς φύσεως καὶ ἐκ δαιμόνων ἐνώπιον αὐτοῦ καταγγέλλουσι, βοήθειαν ἐξαιτούμενοι. «Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, σὺ ἔγνως τὰς τρίβους μου», ἤτοι, ἐν τῷ θνήσκειν με σὺ ἔγνως τὰς πράξεις μου. «Ἐν ὁδῷ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι» καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ. Τὴν αὐτὴν ἔννοιαν ἔχουσιν αἰσθητῶς μὲν περὶ Δαβίδ, ἀναγωγικῶς δὲ περὶ ἁγίων ἀνδρῶν. Οἶμαι δὲ ὅτι καὶ τὴν τῶν Ἰουδαίων κατὰ Χριστοῦ σκευωρίαν προῃνίξατο. «Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου». Ἡ μὲν αἰσθητὴ φυλακὴ πρόδηλος, ἡ δὲ τῆς ψυχῆς φυλακή, ἡ σύνδεσμος φύσις τοῦ σώματος, ἐξ οὗ λυθεῖσα καὶ ἐξελθοῦσα δικαία ψυχὴ εὐχαριστεῖ τῷ δεσπότῃ αὐτῆς Ἰησοῦ Χριστῷ, δι’ οὗ σέσωσται. «Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι», ἤτουν περιμένουσί μοι, ἕως οὗ δωρήσῃς ἐμοὶ τὴν πρὸς αὐτοὺς ἔλευσίν μου. Τοῦτο καὶ ὁ θεῖος ἔφη Παῦλος· «Οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν», φησίν, «ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν».
Ψαλμὸς ρμβʹ Ψαλμὸς τῷ Δαβίδ, ὁπότε κατεδίωκεν αὐτὸν Ἀβεσαλὼμ ὁ υἱὸς αὐτοῦ. «Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου», ἤτοι, μὴ θελήσῃς κρῖναί με κατὰ τὰ ἔργα μου. Προσήκει γὰρ ταῦτα τῷ Δαβίδ, οὐχ ἁπλῶς, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ ὑπὸ ἐχθροῦ διωκομένῳ καὶ δεομένῳ Θεοῦ. «Ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν». Οὐ δικαιοῦται, φησί, οὐδὲ σώζεταί τις τῶν ζώντων ἐξ οἰκείων ἔργων, ἀλλὰ χάριτι διὰ τὸ ἔλεός σου. «Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου», τὴν μὲν Δαβὶδ ὁ πατραλοίας Ἀβεσαλώμ, παντὶ δὲ ἀνθρώπῳ ὁ ἐχθρὸς καὶ ἀποστάτης Θεοῦ. «Ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου». Καὶ ταῦτα ἱστορικῶς τε καὶ ἀναγωγικῶς ὡς περὶ τῶν ἀνωτέρω ῥηθέντων ἀνθρώπων τε καὶ ἐχθρῶν. «Ἐμνήσθην ἡμερῶν ἀρχαίων», ἀμάχων καὶ εἰρηναίων, «ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις» τῶν σοφῶν σου κτισμάτων, καὶ εὔελπις γενόμενος, «διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου» ἀντιλήψεως δεόμενος. «Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι», διψῶσα τὴν παρὰ σοῦ ἄμαχον βοήθειαν.
Διό· «Ταχὺ εἰσάκουσόν μου, Κύριε», πρὶν «ἐκλίποι τὸ πνεῦμά μου», ἤτοι ἡ ψυχή μου. «Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ», ἤτοι, μὴ ἐγκαταλίπῃς με, «καὶ ὁμοιωθήσομαι νεκροῖς καταβαίνουσιν εἰς τάφον», τοῦτο γὰρ ὁ λάκκος δηλοῖ. «Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου», ἤτοι, τάχυνον τοῦ ἀκοῦσαί με, «ὅτι ἐπὶ σοὶ ἤλπισα», καὶ «γνώρισόν μοι ὁδὸν» σωτηρίας, «ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου» καὶ ὕψωσα. «Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου», τῶν ὁρατῶν καὶ ἀοράτων, Κύριε, «ὅτι πρὸς σὲ κατέφυγον.
Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου» καὶ μὴ τὰ χαμαίζηλα θελήματα τῆς σαρκός, «ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν» καὶ σωτήριον, ἐκ γῆς παρανόμων «ὁδηγήσει με ἐν γῇ εὐθείᾳ», ἐν ᾗ οὐκ ἔστι παθῶν προσκοπή. «Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με» καὶ οὐχ ἕνεκεν κατορθωμάτων ἐμῶν. «Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου» ὁρατούς τε καὶ ἀοράτους ὁμοῦ «καὶ ἀπολεῖς αὐτούς», ἵνα μὴ θλίβωσι τὴν ψυχήν μου, «ὅτι ἐγὼ δοῦλός σού εἰμι» καὶ χρή με παρὰ σοῦ ἐκδικεῖσθαι δικαίως.
ΚΑΘΙΣΜΑ ΕΙΚΟΣΤΟΝ Ψαλμὸς ρμγʹ Ψαλμὸς τῷ Δαβίδ, πρὸς τὸν Γολιάθ. «Εὐλογητὸς Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν καὶ τοὺς δακτύλους μου εἰς πόλεμον. Ἔλεός μου καὶ καταφυγή μου, ἀντιλήπτωρ μου καὶ ῥύστης μου». Αἰνετός, φησί, Κύριος ὁ Θεός μου καὶ ὑπερένδοξος, παρ’ οὗ μοι σθένος χειρῶν καὶ δακτύλων κατὰ τῶν πολεμίων, ἀφ’ ὧν με καὶ ῥύεται ἐν ἡμέρᾳ πολέμου, ἀπό τε τοῦ παλαμναίου Γολιὰθ καὶ μυρίων ἑτέρων. «Ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ’ ἐμέ». Ἐξ ἐμοῦ, φησί, καὶ ἡ τῶν ἐχθρῶν ἧττα καὶ τοῦ ὑπ’ ἐμὲ λαοῦ εὐηνὴς εὐπείθεια. «Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ, καὶ ὅτι λογίζῃ αὐτῷ; Ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι». Πολλή σου, φησίν, ἡ εἰς τὸν θνητὸν ἄνθρωπον προμήθεια καὶ συγκατάβασις.
Ἀλλὰ καὶ ἔτι· «Κλῖνον, Κύριε, οὐρανοὺς καὶ κατάβηθι» πρὸς μήτραν παρθενικήν, ἵνα «τὰ σύμπαντα πλησθήσονται χρηστότητος», «ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται». «Ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς· ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς». Ταῦτα καὶ περὶ τῆς ἐνσάρκου τοῦ Χριστοῦ καταβάσεως καὶ περὶ τῶν ὑπερόγκων τυράννων ὑποληπτέον καὶ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, ὅτε καὶ «ἐκκαυθήσεται πῦρ παρὰ Θεοῦ καὶ καταφάγεται γῆν ἕως ᾅδου κατωτάτου», φησὶν ἡ θεία φωνή. «Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους», ἤτοι τὴν βοήθειάν σου. «Ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν», ἤτοι, ἐκ πνιγηρῶν θλίψεων καὶ πειρασμῶν. Ἱστορικῶς μὲν τὸν Δαβίδ, ἀναγωγικῶς δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν σου ἀπὸ τυράννων δυσμενῶν. «Ὧν, τὸ μὲν στόμα ἐλάλησε ματαιότητα» βλασφημοῦσαν τὸν Κύριον τῆς δόξης «καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας», ἀναιροῦσα χριστιανοὺς ἀνηλεῶς. «Ὁ Θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι», νεαρὰν παρὰ τὰς ἤδη λεχθείσας εὐχαριστήριον ᾠδὴν ᾄσομαί σοι, «ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι». Λέγεται δὲ καὶ ἄνθρωπος δεκάχορδον ψαλτήριον ἔμψυχον, διὰ τὰς πέντε τοῦ σώματος αἰσθήσεις καὶ διὰ τὰς πέντε δυνάμεις τῆς ψυχῆς, ἤτοι ταῖς νοεραῖς αἰσθήσεσιν αὐτῆς.
Ἄλλος γὰρ ὁ τοῦ σώματος καὶ ἄλλος ὁ τῆς ψυχῆς νοητὸς ὀφθαλμὸς καὶ τὰ λοιπὰ αὐτῆς αἰσθητήρια, ἅτινα ὁ τηρῶν, ὡς δοκεῖ τῷ τεχνίτῃ, ὡς ψαλτήριον δεκάχορδον ἔμψυχον μελῳδεῖ Θεῷ «ᾆσμα καινόν». «Τῷ διδόντι σωτηρίαν τοῖς βασιλεῦσι, τῷ λυτρουμένῳ Δαβὶδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πονηρᾶς». Θεός φησιν· «Οὐ στρατόπεδα διατηροῦσι βασιλεῖς ἐκ ῥομφαίας πικρᾶς». «Ῥῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρῶν υἱῶν ἀλλοτρίων, ὧν οἱ υἱοὶ αὐτῶν ὡς νεόφυτα ἱδρυμένα» εὐθαλῆ καὶ κατάκομα «ἐν τῇ νεότητι αὐτῶν· αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι, ὡς ὁμοίωμα ναοῦ».
Ὡραΐζουσαι, φησίν, ἑαυτὰς καὶ καλλωπίζουσαι παραπλησίως ναῷ λελαμπρυσμένῳ. «Τὰ ταμιεῖα αὐτῶν πλήρη» ἀγαθῶν καὶ ὡς μὴ χωροῦντα ἀποκενοῦσιν ἐξ ἑτέρων πρὸς ἕτερα. «Τὰ πρόβατα καὶ οἱ βόες αὐτῶν παχεῖς καὶ πολύτοκοι.
Οὐκ ἔστι κατάπτωμα φραγμοῦ» εἰσόδου ἢ ἐξόδου ἐναντίου εἰς ἀγροὺς καὶ ἀμπελῶνας αὐτῶν, «οὐδὲ κραυγὴ» ὀδυνηρὰ «ἐν ταῖς πλατείαις» τῶν τρίβων «αὐτῶν». Καὶ ταύτην τὴν εὐπραγίαν τῶν ἀσεβῶν ἐμακάρισαν ἄφρονες. Ἐγὼ δέ φημι· «Μακάριος ὁ λαός, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ». Τοὐτέστιν ἐκεῖνος ὁ λαὸς μακάριος, ὃν ἰδιοποιεῖται Θεός· οἱ δὲ ξένοι τοῦ Θεοῦ πανάθλιοι, κἂν πλουτοῦσιν εἰς τὸν παρόντα βίον.
Ψαλμὸς ρμδʹ Αἴνεσις τῷ Δαβίδ. «Ὑψώσω σε, ὁ Θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος». Ὡς Θεόν μου καὶ ὡς βασιλέα μου τοῖς ἀγνοοῦσί σε κηρύξω καὶ μεγαλυνῶ σε. Κἂν ἐγὼ θανοῦμαι, ἀλλὰ τὰ παρ’ ἐμοὶ γεγραμμένα «καθ’ ἑκάστην ἡμέραν αἰνέσουσί σε εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας». Ἡ αἴνεσις καὶ ἡ μεγαλωσύνη αὐτοῦ, φησί, πέρας οὐκ ἔχει· εὔδηλον γὰρ ὅτι οὐδὲ ἀρχήν. «Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου», ἤτοι, τὰ κτίσματά σου κατὰ γενεὰν καὶ γενεάν. Πολλοὶ τῶν συνετῶν ἐκπλαγήσονται καὶ ἐπαινοῦντες τὰ ἔργα σου δοξάσουσι τὸν αὐτουργὸν αὐτῶν, ὅπερ καὶ ὁρῶμεν ἔργῳ τελούμενον. Πολλοὶ γὰρ τὰ κτίσματα τοῦ Θεοῦ μετ’ ἐπείξεως ἐπεχείρησαν ἱστορικῶς ἀνατάξασθαι, ἀλλὰ τίς ἱκανὸς τὴν θάλασσαν ἐξαντλῆσαι ἢ τὴν δύναμιν, «τὴν μεγαλοπρέπειαν καὶ τὰ θαυμάσιά σου;» Τίς ἱκανὸς ἐξειπεῖν «μνήμην τοῦ πλήθους τῆς χρηστότητος καὶ δικαιοσύνης καὶ τῶν οἰκτιρμῶν σου, καὶ τῆς μακροθυμίας σου τίς διηγήσεται;» «Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου», ἤτοι, τὰ κτίσματά σου κηρύττουσί σου τὴν ἄπειρον σοφίαν καὶ δύναμιν, «καὶ οἱ ὅσιοί σου» λέξουσι· «Δόξα τῇ βασιλείᾳ καὶ τῇ δυναστείᾳ σου», «τοῦ διδάξαι ἀνθρώποις τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου.
Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ».
Ἡ πάντων, φησί, δεσπόζουσα βασιλεία σου, τέλος οὐκ ἔχει οὐδὲ ἀρχήν. Δι’ αὐτῆς γὰρ μάλιστα καὶ βασιλεῖς βασιλεύουσι καὶ τύραννοι κρατοῦσι γῆς. «Πιστὸς Κύριος», ἀληθής, «ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος», ἄμεμπτος, «ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας». Οὐδένα γὰρ βούλεται πίπτειν, ἀλλὰ καὶ ὑποστηρίζει τοὺς βουλομένους μὴ πίπτειν· πίπτουσι δὲ οἱ πίπτοντες ἐθελοκάκως. «Καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμένους», ἤτοι τοὺς προσερχομένους αὐτῷ διὰ μετανοίας. «Οἱ ὀφθαλμοὶ πάντων» ἀνθρώπων τε καὶ κτηνῶν «εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ». Οὐ διαμαρτάνουσι τῆς ἐλπίδος, ἀλλὰ τὴν τροφὴν κατάλληλον παρέχεις ἑκάστῳ. Ἐν καιρῷ δὲ λιμοῦ ἀποθνήσκουσι πλεῖστοι, οὐκ ἀποροῦντος τοῦ τρέφοντος, ἀλλὰ δι’ ἁμαρτίας ὑπερβολήν. Δι’ ὑπερβολὴν δὲ ἀγαθότητος «ἀνοίγεις σὺ τὴν χεῖρά σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας». Οὕτω, φησίν, εὐδοκεῖς ἐμπιπλᾶν τροφῆς πᾶσαν ζῶσαν φύσιν βροτείαν. «Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν» ἀπὸ καρδίας «καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς. Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτόν», δηλαδὴ ἐξ ἀοράτων ἐχθρῶν καὶ κινδύνων, «καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει».
Εἰ γὰρ καὶ ζῶσιν ἁμαρτωλοὶ καὶ ἀσεβεῖς, ἀλλὰ νεκροὶ διὰ τὴν ἀσέβειαν λογίζονται Θεῷ. «Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου», ἤτοι, τὰ ᾀδόμενα ταῦτα διὰ Πνεύματος ἁγίου καὶ μουσικῶν ὀργάνων, «καὶ εὐλογείτω» ἤτοι, αἰνείτω πᾶσα ἔμψυχος φύσις «τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος». Τοῦτο γὰρ καὶ ὁ νόμος ἐκέλευσε, μὴ ἐκκλίνειν ἀπὸ Θεοῦ πρὸς ἀλλοτρίους καὶ ψευδωνύμους θεούς, ἀλλὰ προσμένειν ἑκάστοτε τῷ ἀληθεστάτῳ Θεῷ.
Ψαλμὸς ρμεʹ Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου. «Αἴνει ἡ ψυχή μου τὸν Κύριον, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω». Ὀφείλω, φησίν, ἕως οὗ ζῆν τὸν Κύριον εὐλογεῖν. «Μὴ πεποίθατε», μὴ ἐλπίζετε πρὸς ἀρχικοὺς ἀνθρώπους· οὐ δύνανται γὰρ οὔτε ἑαυτοὺς σῶσαι ἐκ πειρασμῶν καὶ κινδύνων, οὔτε τοὺς πρὸς αὐτοὺς πεποιθότας. Κἀκεῖνος γὰρ ὁ ἄρχων ὡς εἷς τῶν εὐτελῶν ἀποθανεῖται. «Ἐξελεύσεται», φησί, «τὸ πνεῦμα αὐτοῦ», ἤτοι ἡ ψυχὴ αὐτοῦ, καὶ αὐτὸς «ἐπιστρέψει εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη». «Ἐκείνῃ τῇ ἡμέρᾳ» τῆς αὐτοῦ τελευτῆς «ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ» τῶν βιοτικῶν φροντίδων. Καὶ λοιπόν· «Μακάριος ὁ ἐλπικὼς ἐπὶ τὸν Θεόν·», ἐφ’ ὃν ἤλπισεν «Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς» καὶ καθαρὰ πίστις «πρὸς Κύριον τὸν Θεὸν αὐτοῦ τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς». Πρὸς τοῦτον, φησίν, ἄνθρωπε, τὸν δημιουργὸν τῶν ὅλων ἔχε σου τὴν ἐλπίδα «τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα» καὶ οὐδαμοῦ ψευδόμενον ταῖς ὑποσχέσεσιν αὐτοῦ. «Ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις», ἤτοι ἐκδίκησιν ἀπὸ τῶν ἀδικούντων, «διδόντα τροφὴν τοῖς πεινῶσιν», εἴτε σωματικὴν εἴτε πνευματικήν. «Κύριος λύει πεπεδημένους», αἰσθητῶς μὲν δεσμωτηρίων πιστούς, νοητῶς δὲ σειρὰς ἁμαρτιῶν τοῖς μετανοοῦσι καλῶς. «Κύριος σοφοῖ τυφλούς».
Τυφλοὺς τῷ σώματι, τυφλοὺς τῇ ψυχῇ, εἴτε ἐξ ἁμαρτιῶν πρὸς μετάνοιαν εἴτε ἐξ ἀπιστίας εἰς πίστιν εἴτε ἐξ ἀγνωσίας πρὸς γνῶσιν αὐγοειδῆ. «Κύριος ἀνορθοῖ κατερραγμένους» εἴτε ἐξ ἁμαρτίας εἴτε ἐξ ἀσεβείας εἴτε ἐκ δεινῶν συμπτωμάτων καὶ περιστάσεων βιοτικῶν. «Κύριος ἀγαπᾷ δικαίους». Τοὺς πρὸ νόμου καὶ μετὰ νόμον δικαίους ἀγαπᾷ Κύριος, ὡς ἀγαπῶντας αὐτόν. «Κύριος φυλάσσει τοὺς προσηλύτους» εἴτε πτωχοὺς ξένους εἴτε προσεληλυθότας ἐξ ἁμαρτιῶν τῇ μετανοίᾳ. «Ὀρφανὸν καὶ χήραν ἀναλήψεται», ἀντιλάβεται ὡς ἐρήμους πατρικῆς καὶ ἀνδρικῆς ἀντιλήψεως. «Καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ».
Ἁμαρτωλοὶ μετὰ τῶν ἔργων αὐτῶν ἀφανισθήσονται. «Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα», οὐχ ὅτι οὐκ ἦν βασιλεύς, ἀλλ’ ὅτι τοῖς ἀγνοοῦσι γνωσθήσεται αἰώνιος βασιλεύς, «ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν». Θεὸς Σιὼν Ἰερουσαλήμ, Θεὸς Σιὼν τῆς ἐξ ἐθνῶν ἐκκλησίας καὶ Θεὸς πάσης τῆς οἰκουμένης εἰς πάντας τοὺς αἰῶνας.
Ψαλμὸς ρμϛʹ Ἀλληλούϊα. «Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός». Ἀγαθὸν ψάλλειν ᾠδὴν τῷ Θεῷ καὶ πάνυ καλόν· «τῷ Θεῷ ἡμῶν ἡδυνθείη ἡ αἴνεσις». Τῷ καθαρῶς αἰνοῦντι ἡδίων ὁ αἶνος ὀφθήσεται Θεῷ. «Οἰκοδομῶν Ἰερουσαλὴμ ὁ Κύριος, τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει». Πολλάκις ἐκ τῆς αἰχμαλωσίας αὐτοὺς περιεσύναξεν ὄντας διεσπαρμένους καὶ τὴν Ἰερουσαλὴμ συμπατηθεῖσαν διὰ τὴν ἀσέβειαν τοῦ λαοῦ φιλανθρώπως ᾠκοδόμει αὐτήν. «Ἰώμενος τοὺς συντετριμμένους τῇ καρδίᾳ καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν». Τὴν ἐξ ἁμαρτιῶν συντριβεῖσαν ψυχὴν ἰᾶται καὶ θεραπεύει Θεὸς διὰ μετανοίας καὶ συντριβῆς καρδίας ἐκ ταπεινοφροσύνης. «Ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν». Ὅρα καὶ θαύμαζε ἄβυσσον Θεοῦ σοφίας, πῶς οὐχ ἁπλῶς εὐαρίθμητα αὐτῷ τὰ τῶν ἀστέρων πλήθη, ἀλλὰ ἑκάστῳ αὐτῶν ὀνόματα τέθεικε. «Μέγας ὁ Κύριος ἡμῶν καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ», ἤτοι τῆς σοφίας αὐτοῦ, «οὐκ ἔστιν ἀριθμός».
Τοῦτο, φησίν, οἶδα ὅτι μέγας καὶ παντοδύναμος, τὸ δὲ πόσον οὐκ οἶδα, καὶ ὅτι ἄστρα μὲν καὶ τρίχας κεφαλῆς ἡμῶν αὐτὸς εὐκόλως ἀριθμεῖ, ἡ δὲ σύνεσις αὐτοῦ ἀγγέλοις καὶ ἀνθρώποις ἐστὶν ἀναρίθμητος. «Ἀναλαμβάνων πραεῖς ὁ Κύριος», ἤτοι ἀνυψῶν, «ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως γῆς» ὅτι «πᾶς», φησίν, «ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται», πόσῳ γε μᾶλλον τῆς ἁμαρτίας τὸ ἄχθος ταπεινώσει τὸν ἐργάτην αὐτῆς; «Ἐξάρξατε» προκατάρξατε «τῷ Κυρίῳ ἐν ἐξομολογήσει, καὶ ψάλατε αὐτῷ τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ»· ἐν τοῖσδε γὰρ τοῖς ὀργάνοις εἰώθασι τότε ὑμνεῖν τὸν Θεόν, «Τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις» καὶ τὰ ἑξῆς δημιουργήματα τῶν χειρῶν αὐτοῦ καὶ μὴ μόνον τοῖς μειζοτέροις «κτήνεσι τρέφων», ἀλλὰ καὶ τοῖς βραχυτάτοις «νεοσσοῖς τῶν κοράκων», φησί, «τοῖς ἐπικαλουμένοις αὐτόν». Οὐχ ὅτι εὐμοιροῦσι γνώσεως ἱκετικῆς, ἀλλ’ ὅτι οἱ μισότεκνοι κόρακες μετὰ τὸν τόκον ἀναχωροῦντες καὶ οἱ νεοσσοὶ τῇ πείνῃ θλιβόμενοι, οἷα ἐπικαλούμενοι καὶ κεχηνότες κράζουσι καὶ τοὺς αὐχένας ἐκτείνουσι ἄνω καὶ κατά τινα πρόνοιαν Θεοῦ ζωύφιά τινα διὰ τοῦ ἀέρος φερόμενα αὐτομάτως εἰσδύουσι ἐν τοῖς στόμασιν τοῖς πεινῶσιν νεοσσοῖς τῶν κοράκων. «Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς» πρόκειται νίκη.
Πολλοὶ γὰρ ῥωμαλέοι σὺν τοῖς ἵπποις αὐτῶν καταπίπτουσιν ἐν ἡμέρᾳ πολέμου καὶ κνῆμαι, ἤτοι γονάτων δύναμις, ὠφέλησεν αὐτοὺς οὐδαμῶς. «Εὐδοκεῖ δὲ Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν καὶ τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ». Οὗτοι γὰρ καὶ ἵππων ἐκτὸς καὶ ἀσθενεῖς ὄντες, πολλάκις ὡς τὸν Θεὸν φοβούμενοι καὶ πρὸς αὐτὸν τὴν ἐλπίδα ἔχοντες σώζονται ἀπὸ κινδύνων.
Ψαλμὸς ρμζʹ Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου. «Ἐπαίνει, Ἰερουσαλήμ, τὸν Κύριον, αἴνει τὸν θεόν σου Σιών». Ἰερουσαλὴμ καὶ Σιών, ἡ πόλις καὶ τὸ ὄρος. Τὸ δὲ «ἐπαίνει», κήρυττε τὰς εὐεργεσίας τοῦ Θεοῦ σου. «Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου» καὶ «εὐλόγησε τοὺς υἱούς σου ἐν σοί», ἤτοι καὶ κατὰ τῶν ἐχθρῶν σου ἐνίσχυσέ σε καὶ τὸν λαόν σου εὐλογήσας ἐπλήθυνέ σοι. «Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην» ἀπὸ τῶν πολεμίων «καὶ στέαρ πυροῦ», ἤτοι σεμίδαλιν ἐκ σίτου «ἐμπιπλῶν» καὶ χορτάζων «σε». «Ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ» διὰ τῶν αὐτοῦ προφητῶν «ἐν τῇ γῇ καὶ διὰ τάχους δραμεῖται ὁ λόγος αὐτοῦ» πρὸς πάντα τὰ ἔθνη· ὅ ἐστι πρόρρησις περὶ τοῦ τῶν ἀποστόλων θείου κηρύγματος τοῦ «δόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον καὶ ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος». Ἡ μὲν χιὼν καταστρωθεῖσα τῇ γῇ ὡσεὶ ἔριον καταστρωθὲν παρεικάζεται, ἡ δὲ ὁμίχλη ὡσεὶ σποδὸς ταῖς ἀκρωρείαις ἐπιπάσσεται τῶν πεδίων ἐπέκεινα. «Βάλλοντος» ἄνωθεν «κρυστάλλους ὡσεὶ ψωμούς». Τὸ πεπηγὸς τῆς χιόνος καὶ τῆς χαλάζης καὶ τοῦ κρυστάλλου ὡσεὶ ψωμοὺς εἴκασε. «Κατὰ πρόσωπον ψύχους» χειμερίου τοιούτου καιροῦ «τίς ὑποστήσεται;», ἤτοι τίς ἱκανὸς βαστάσαι στεγανῶν ἐφοστρίδων χωρίς; «Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά».
Ἡ χιὼν καὶ κρύσταλλος, φησί, τῷ θείῳ προστάγματι κατατήκονται. «Πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα». Ἡμεῖς οἰόμεθα ἡλίου θερμότητι χιὼν καὶ κρύσταλλος τήκονται, ἐνταῦθα φησὶν ὅτι καὶ τὸ πνεῦμα, ἤτοι ὁ ἄνεμος τήκει αὐτὰ καὶ ῥέουσιν ὕδατα. «Ὁ ἀπαγγέλλων τὸ λόγιον αὐτοῦ τῷ Ἰακώβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ». Λόγους καὶ κρίματα καὶ δικαιώματα τὸν νόμον λέγει Ἰακὼβ καὶ Ἰσραὴλ τὸν ἐξ Ἰακὼβ λαόν. «Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς». Παρὰ πάντα, φησί, τὰ ἔθνη τῷ Ἰσραηλίτῃ λαῷ τὸν νόμον καὶ τὰ δικαιώματα αὐτοῦ τότε ἐδωρήσατο.
Ψαλμὸς ρμηʹ Ἀλληλούϊα. Ὥσπερ σαγήνην τινὰ διατείνας ἐνταῦθα Δαβίδ, πρὸς αἶνον Θεοῦ σεσαγήνευκε πᾶσαν κτίσιν «Αἰνεῖτε» λέγων «τὸν Κύριον ἐκ τῶν οὐρανῶν». Ἐκ μὲν τοῦ πρώτου τὰ πλήθη τῶν ἀγγέλων, ἐκ δὲ τοῦ δευτέρου τὰ πλήθη τῶν φωστήρων καὶ ἁπλῶς πᾶσαν κτίσιν τῆς ἀνωτάτω μοίρας καλέσας πρὸς ὕμνον Θεοῦ, προσάγει καὶ τὴν αἰτίαν· «Ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν». Καὶ «ἔστησεν αὐτά».
Μετὰ τὸ ποιῆσαι αὐτά, διαρκῆ αὐτῶν καὶ τὴν διαμονὴν «εἰς αἰῶνα αἰῶνος» ἐδωρήσατο. Εἶτα καὶ τὴν ἐπίγειον κτίσιν καθόλου συγκαλέσας, «δράκοντας» πρὸ πάντων παρεισάγει πρὸς αἶνον Θεοῦ. Οὐχ ὅτι εὐμοιρεῖ λόγου ἄλογος κτίσις, ἀλλ’ ὅτι «διὰ μεγέθους καὶ καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς ὑμνεῖται» παρὰ τῆς λογικῆς κτίσεως, ἀγγέλων καὶ ἀνθρώπων.
Καὶ νῦν «δράκοντας καὶ ἀβύσσους» καὶ τὰ λοιπὰ εἰπών, πάλιν συνάπτει λέγων· «Ἡ ἐξομολόγησις αὐτοῦ», ἤτοι ἡ ὀφειλομένη πρὸς Θεὸν εὐχαριστία, «ἐπὶ γῆς καὶ οὐρανοῦ». «Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ». Οὗτος ὁ λαὸς τότε ὑπὲρ πάντας ἐλέγετο λαὸς Θεοῦ. Τούτους καὶ ὁσίους ἐκάλεσεν ὡς πιστούς. Ὕμνος καὶ αἶνος ταυτολογία ἐστὶ διττουμένη ταῖς λέξεσι.
Ψαλμὸς ρκθʹ Ἀλληλούϊα. «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν», ἤτοι πρόσφατον νεαρὸν καὶ τῆς καινῆς διαθήκης ἐπάξιον. Καὶ ἰδοὺ ᾄδουσιν ᾆσμα καινὸν ὅσοι ἐκ τῆς παλαιᾶς πρὸς τὴν καινὴν διαθήκην μετήχθησαν. «Ἡ αἴνεσις αὐτοῦ ἐν δικαίων συναγωγῇ. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτὸν καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν». Ἔστι καὶ νέος Ἰσραὴλ καὶ νέα Σιών, ἡ ἐξ ἐθνῶν ἐκκλησία ἀγαλλομένη ἐπὶ τῷ βασιλεῖ αὐτῆς καὶ σωτῆρι Ἰησοῦ Χριστῷ. «Αἰνεσάτωσαν τῷ ὀνόματι αὐτοῦ ἐν χορῷ καὶ τυμπάνῳ καὶ ψαλτηρίῳ». Πάλαι μὲν ἐν ὀργάνοις, νῦν δὲ διὰ στόματος αἰνοῦμεν τὸν Θεόν. «Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ», πάλαι μὲν ἐν τῷ παλαιῷ, νῦν δὲ τῷ καινῷ· «καὶ ὑψώσει» ἤτοι δοξάσει «πραεῖς ἐν σωτηρίᾳ.
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν». Δοξασθήσονται τοὺς ἐχθροὺς νικήσαντες καὶ ἀφόβως κοιμηθήσονται, εἴτε αἰσθητῶς εἴτε νοητῶς. «Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν», αἱ ἱκετήριαι εὐχαί, δι’ ὧν καὶ αἱ δίστομοι σπάθαι καὶ ῥομφαῖαι ἰσχύουσι κατὰ τῶν πολεμίων. «Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν καὶ τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς».
Τοῦ μὴ μόνον, φησί, κατὰ τῶν ἐναντίων δοθῆναι τὰ νικητήρια τῷ λαῷ σου, ἀλλὰ καὶ «τοῦ δῆσαι τοὺς βασιλεῖς καὶ τοὺς ἐνδόξους αὐτῶν» δεσμοῖς ἀφύκτοις. «Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρίμα ἔγγραπτον», ἤτοι, κρίσιν ἔνδικον καὶ ἀνεξάλειπτον. «Δόξα αὕτη», ἤτοι ἡ ῥηθεῖσα νίκη, «ἔσται πᾶσι τοῖς δικαίοις αὐτοῦ».
Ψαλμὸς ρνʹ Ἀλληλούϊα. «Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ», ἤτοι ἀγγέλοις καὶ ἰσαγγέλοις ἀνθρώποις καὶ ἐν τοῖς ἁγίοις αὐτοῦ θυσιαστηρίοις καὶ ἐν πᾶσιν ἁγιάσμασιν αὐτοῦ, αἰνεῖται καὶ ὑμνεῖται Θεός. «Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ», ὅτι στερεὰν καὶ ἄμαχον ἔχων δύναμιν, τὸ στερέωμα ἐκ τῆς τῶν ὑδάτων φύσεως στερεώσας, ἐκάλεσεν οὐρανόν. «Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ», δι’ ὧν τὰ μεγάλα κτίσματα δράσας λόγῳ στερεοῖ καὶ συνέχει αὐτά. «Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ», ὅτι αὐτοῦ ἡ μεγαλειότης ἄναρχος καὶ ἀπέραντος. «Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος καὶ ψαλτηρίῳ καὶ κιθάρᾳ καὶ τυμπάνῳ καὶ χορῷ» μελῳδῶν καὶ «ἐν χορδαῖς καὶ ὀργάνῳ καὶ ἐν κυμβάλοις εὐήχοις», ἤτοι καλλιφώνοις. «Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ», ἤτοι ἐπινικίοις ὕμνοις. Κύμβαλα δὲ τὰ μεγάλους ἤχους ἀποτελοῦντα ὄργανα· τούτοις γὰρ τοῖς μουσικοῖς ὀργάνοις ἐχρῶντο τότε πρὸς ὑμνῳδίαν θεοῦ, οἶμαι γὰρ διὰ τὸ ἀτελὲς τοῦ λαοῦ, ὅπως κἂν διὰ τὰς μελῳδικὰς τῶν ὀργάνων φωνὰς συντρέχωσιν ἀκοῦσαι λόγον Θεοῦ. Ὕστερον δὲ οἱ τῆς Ἐκκλησίας διδάσκαλοι οὐδὲ πρὸς γάμους τὰ τοιαῦτα ὄργανα συγχωροῦσι μελῳδεῖσθαι, ἀλλὰ καὶ καθόλου τὸν ἄνθρωπον πνευματικὸν ὄργανον διδάσκουσι γεννηθῆναι Θεοῦ. «
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον», ἤτοι πᾶσα σὰρξ λογικὴ καὶ ἄλογος· ἡ μὲν λογικὴ διὰ λόγου, ἡ δὲ ἄλογος καὶ κτηνώδης καθ’ ἕτερον τρόπον, «ὅτι τὰ σύμπαντα», φησί, «δοῦλα σά», καὶ ὡς δοῦλα λοιπόν, ὡς ἡ ἑκάστου φύσις χωρεῖ, ὑμνοῦσι τὸν Κύριον.
Καὶ κρηπίδα μὲν τῆς βίβλου τὸ «Μακάριος ἀνήρ», κορωνίδα δὲ τὸ «Πᾶσα πνοή», ἐκεῖ μὲν παραθήγων πρὸς ἀρετήν, ἐνταῦθα δὲ πρὸς αἶνον Θεοῦ σαγηνεύων πᾶσαν πνοήν. Ἐγὼ δέ, τὸ μὲν τῇ ἀμαθείᾳ περιεχόμενος, τὸ δὲ τῇ συντομίᾳ τοῦ λόγου περιποιούμενος, οὐ προειλόμην καὶ ἑτέρων γραφῶν συμφωνούντων ἐν τοῖς ψαλμοῖς μνημονεῦσαι, ἀλλὰ μάλιστα καὶ ἔν τισι τῶν ψαλμῶν παρῆκα στίχους τινάς, ἢ ὡς εὐλήπτους ἢ ὡς ταυτολόγους ἢ ὅτι οἱ μετ’ αὐτοὺς ἑρμηνευόμενοι στίχοι καὶ τὸν τῶν ἐαθέντων νοῦν κεφαλαιωδῶς συνελάμβανον.
Ὥστε λοιπὸν κατὰ τὸν ὑγιῆ τῆς πραγματείας περίφορον οὐδὲν περιῃρήσαμεν. Εὔχομαι δὲ τοῦ ἄμεμπτον καὶ εἰς δόξαν Θεοῦ φωραθῆναι τὸ δρᾶμα τοῦτο καὶ εἰς ψυχῶν σωτηρίαν, ἐντυγχανόντων πιστῶς, καὶ εἰς σήν, τέκνον ἱερομόναχε Ἠσαΐα, μυσταγωγίαν ἀσφαλεστάτην καὶ προκοπὴν θεοφιλῆ, τὸν πρὸς τὸ ἔργον τοῦτο ἐρεθίσαντα ἡμᾶς ἀπροσδοκήτως.
Κἀγὼ μὲν ἐνταῦθα τὸν δεκάλογον ἀποπεράνας, ᾠήθην μέχρι καὶ τούτου ἐπισφραγίσαι τὴν βίβλον. Ἐπεὶ δὲ καὶ αὖθις ἠρώτησας, ἵνα καὶ δι’ ἑτέρων δύο λόγων σαγηνεῦσαι συλλήβδην καὶ τὰς ᾨδὰς καὶ ἰσαρίθμους τῆς δωδεκάδος τῶν ἀποστόλων ἀρτιωθῆναι δωδεκάλογον βίβλον, ὑπέκυψά σοι σὺν Θεῷ καὶ πρὸς ταύτην τὴν αἴτησιν. Καὶ ὡς ἡ τοῦ παναγίου Πνεύματος χάρις τὸν ἐξίτηλον ἡμῶν νοῦν καταυγάσειεν, ἐροῦμεν ἐπιδρομάδην καὶ τὰς ᾨδάς, ὅτι οὐκ ἐκ πολυλογίας ἡ ὠφέλεια, ἀλλ’ ἐκ συνέσεως καὶ νηφούσης διανοίας ἡ κάρπωσις γίνεται. Τοῦτο καὶ ὁ Χριστὸς περὶ τῶν πολυλογούντων ἐθνῶν ἀπεφήνατο τῶν δοκούντων ἐκ τῆς πολυλογίας τῆς πεφαντασμένης αὐτῶν εἰσακούεσθαι. Γένοιτο δὲ ἡμᾶς ἔκ τε πολλῶν καὶ ἐκ βραχέων λόγων θεοπνεύστων καρποῦσθαι τὰ σωτηρίας ἐχόμενα καὶ καταξιωθῆναι τῆς βασιλείας τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.