Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τοὺς ψαλμούς

Νεόφυτος ὁ Ἔγκλειστος

Πίνακας περιεχομένων και προοίμιο

Γενικός κατάλογος των λόγων της ερμηνείας του Ψαλτηρίου και εισαγωγικός λόγος του συγγραφέα ως προς τον σκοπό και τη μέθοδο του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 1 από 11

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΕΡΜΗΝΕΙΑ ΣΥΝ ΘΕῼ ΣΥΝΟΠΤΙΚΗ ΠΕΡΙ ΤΟΥ ΘΕΙΟΥ ΨΑΛΤΗΡΟΣ ΔΑΒΙΔ ΠΙΝΑΞ Σαφήνεια συνοπτικὴ εἰς τὸ πρῶτον καὶ δεύτερον κάθισμα· Λόγος πρῶτος. Τοῦ αὐτοῦ, Λόγος δεύτερος περὶ ἑτέρων δύο καθισμάτων τοῦ θείου ψαλτῆρος, σαφήνεια διὰ βραχέων· Κάθισμα γʹ καὶ δʹ.

Τοῦ αὐτοῦ, Λόγος τρίτος εἰς τὸ πέμπτον καὶ τὸ ἕκτον κάθισμα τῶν θείων ψαλμῶν, σαφήνεια κεφαλαιώδης. Τοῦ αὐτοῦ, Λόγος τέταρτος περὶ τοῦ ζʹ καὶ ηʹ καθίσματος τῶν θείων ψαλμῶν, βραχυτελὴς ἑρμηνεία. Τοῦ αὐτοῦ, Λόγος πέμπτος περὶ τοῦ θʹ καὶ τοῦ ιʹ καθίσματος τῶν θείων ψαλμῶν, σαφήνεια διὰ βραχέων.

Τοῦ αὐτοῦ, Λόγος ἕκτος περὶ τοῦ δεκάτου καὶ δωδεκάτου καθίσματος τῶν θείων ψαλμῶν, σαφήνεια διὰ βραχέων. Τοῦ αὐτοῦ, Λόγος ἕβδομος περὶ τοῦ ιγʹ καὶ ιδʹ καθίσματος τοῦ Ψαλτῆρος, αἰνίγματα. Τοῦ αὐτοῦ, Λόγος ὄγδοος εἰς τὸ ιεʹ καὶ ιϛʹ κάθισμα τῶν ψαλμῶν, σαφήνεια κεφαλαιώδης.

Τοῦ αὐτοῦ, Λόγος θʹ περὶ τοῦ ιζʹ καὶ ιηʹ καθίσματος τοῦ ψαλτῆρος, σαφήνεια κεφαλαιώδης. Τοῦ αὐτοῦ, Λόγος δέκατος, περὶ τῶν δύο τοῦ ψαλτῆρος ὑστάτων καθισμάτων. Τοῦ αὐτοῦ, Λόγος ιαʹ εἰς τὰς γʹ ᾠδὰς τὰς πρώτας εὐσύνοπτος ἑρμηνεία.

Τοῦ αὐτοῦ, Λόγος ιβʹ, εἰς τὰς ἑξῆς ἓξ ᾠδὰς εὐσύνοπτος ἑρμηνεία.

<Προοίμιον> Εὐλόγησον, πάτερ. Ἄνωθεν ἐκ τοῦ πατρὸς τῶν φώτων, Πνεύματι θείῳ ἐνηχούμενος, ὁ θεῖος Δαβὶδ περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ προεφήτευσεν ἀτεχνῶς καὶ περὶ πλείστων ἑτέρων· οὗ παρὰ τῆς θείας ἐλλάμψεως καὶ θεωρίας γένοιτο καὶ τὸν τῆς ἐμῆς ταπεινότητος ἐξίτηλον φωτισθῆναι νοῦν, ὥστε μηδὲν ἔξωθεν τῆς λεωφόρου τοῦ ἁγίου Πνεύματος, μεθ’ οὗ ἐκεῖνος ἐλάλει, περιφέρεσθαι ἡμᾶς, ἀλλὰ φαιδρῶς ἅμα καὶ ἀπλανῶς ἐκεῖθεν ἐνθουσιαζόμενοι, τὰ τῶν Ψαλμῶν ἄδυτα ἐξομαλίζειν, εἰς δόξαν Θεοῦ καὶ εἰς σήν, τέκνον Ἠσαΐα, παράκλησιν καὶ σωτηρίαν, καθὼς καὶ μετὰ πάσης εἰλικρινείας καὶ δουλότητος λιπαρήσας πρὸς ἔργον πηλίκον παρέθηξας ἡμᾶς, εἰς πολλῶν, λέγων, ὠφέλειαν ἔσεσθαι καὶ σὴν σωτηρίαν καὶ δόξαν Θεοῦ ἡ παρ’ ἡμῶν εὐσύνοπτος καὶ πληρεστάτη ἑρμηνεία τῶν θείων Ψαλμῶν, καὶ ὡς πνευματικὸν θησαύρισμα ἡ τοιαύτη φωραθήσεται βίβλος καὶ μετὰ τῶν λοιπῶν ψυχωφελῶν βίβλων ἡμῶν προστεθήσεται καὶ αὕτη.

Ἐγὼ δὲ ἐδίστασα εἰκότως τῷ μεγέθει τοῦ δράματος καὶ ὅτι ἐξ ἀκοῆς μὲν ἔχω ὅτι πολλοὶ συνετοὶ καὶ σοφοὶ ἄνδρες ἡρμήνευσαν τὸ Ψαλτήριον, οὐδενὶ δὲ τούτων ἐνέτυχον ἔγωγε, ἵνα εἴσομαι τὰ παρ’ ἐκείνων ῥητορευόμενα. Ὅμως εὐχαριστῶ τῷ Θεῷ μου, ἵνα μὴ δόξω «ἐφ’ ἑτέρων θεμελίους οἰκοδομεῖν», μηδὲ «ἐν πειθοῖς ἀνθρωπίνης σοφίας», κατὰ Παῦλον, λαλεῖν, ἀλλ’ ἐκεῖνα λαλήσω καὶ διαγράψομαι, ἃ ἡ χάρις τοῦ θείου Πνεύματος ἐν Χριστῷ Ἰησοῦ τὸν νοῦν καταυγάσαι μου. Οἶδα δὲ ὅτι, εἴ γε πειραθῶ λέγειν πλατυτέρως καὶ διαξαίνειν κατὰ λέξιν τὰ τοῦ Ψαλτῆρος χωρία, βαρεῖά τις καὶ δυσβάστακτος ἀρτιωθήσεται βίβλος. Καὶ διὰ τοῦτο λοιπὸν ἑλοῦμαι σὺν Θεῷ ῥητῶς πως καὶ συλλήβδην διαπορθμεύειν τὰς ῥήσεις, ὥστε, εἰ δυνατόν, τὰ εἴκοσι τοῦ Ψαλτῆρος Καθίσματα εἰς δέκα μόνους λόγους συνάψαι.