Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Ἐπιστολαί

Νεόφυτος ὁ Ἔγκλειστος

Η θεία κοινωνία και θαύματα του μυστηρίου της Θείας Ευχαριστίας

Παρουσίαση της αναγκαιότητας κατάλληλης προετοιμασίας για τη θεία μετάληψη, θεολογική προσέγγιση του μυστηρίου και καταγραφή θαυμάτων που επιβεβαιώνουν τη μεταβολή των Τιμίων Δώρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 2 από 6

Τοῦ αὐτοῦ περὶ τῶν θείων καὶ φρικτῶν μυστηρίων Τῶν θείων καὶ παναχράντων μυστηρίων τοῦ σώματος τοῦ Χριστοῦ ὁ μετέχων, ἐν ἁγιωσύνῃ τὸν βίον αὑτοῦ ὑποδιεξάγειν ὀφείλει. Διὰ τοῦτο γὰρ καὶ ὁ θύτης ἐκ τῶν ἀδύτων βοᾷ Τὰ ἅγια τοῖς ἁγίοις, οὐ μέντοι καὶ τοῖς βεβήλοις, ἵνα μὴ ὡς κρῖμα αὐτοῖς λογισθῇ, ὡς Παῦλος θεσμοθετεῖ· ἀλλὰ πρῶτον δοκιμαζέτω, φησίν, ἄνθρωπος ἑαυτὸν καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω.

Ἀκούοντες τοῦ Χριστοῦ τινες ἀσυνέτως, λέγοντος ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ, οὐκ ἴσασιν ὅτι οὐ πρὸς βεβήλους, ἀλλὰ πρὸς ἀξίους ὁ λόγος. Διὰ τοῦτο γὰρ οἱ αὐτοῦ μαθηταὶ ἀποστολικῶς ἐκανόνισαν ἕως δεκαπέντε ἔτη, τινὰς δὲ ἔως καὶ κʹ καὶ λʹ, ἄλλους δὲ καὶ ἕως τοῦ θανάτου αὐτῶν, δηλονότι κατὰ τὴν ἀναλογίαν τῆς ἁμαρτίας ἀφορίζοντες τὴν κοινωνίαν, ἵνα μετανοήσωσι καὶ καθαρισθῶσι, καὶ εἶθ’ οὕτως μεθέξαι τῶν τοῦ Χριστοῦ μυστηρίων μετὰ χρόνους τόσους· κἂν καὶ ἀπορρήτῳ τινὶ οἰκονομίᾳ τοὺς χρόνους ἠλάττωσαν θεοφόροι τινὲς τῶν πατέρων, ἵνα μή, τῷ πλήθει τῶν χρόνων κατολιγωροῦντες, ἀπογινώσκωσιν ἄνθρωποι.

Ὕδωρ αἰσθητὸν καὶ ἄρτος τρέφουσιν αἰσθητῶς, οὐ μέντοι καὶ ζωῆς αἰωνίου παρεκτικά. Ὁ δὲ Χριστὸς λέγει: ὁ τρώγων με, ἀξίως δηλαδή, ζήσεται δι’ ἐμέ, ὅτι ἡ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις· οὕτω γάρ, Κύριε, καὶ ἡμεῖς μετιόντες καὶ πιστεύοντες ὁμολογοῦμεν. Ὁ δέ, δι’ αἰδῷ ἀνθρώπων, τοῦ κυριακοῦ σώματος μετέχων ἀναξίως, ἀκουέτω Παύλου ὅτι εἰς κρῖμα μετέχει, ὡς μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου, καὶ διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί, ἤτοι ἀσθενῶσι καὶ τελευτῶσι πολλοί, διὰ τὸ ἀναξίως μεταλαμβάνειν καὶ μὴ διακρίνειν τὸ σῶμα τοῦ Κυρίου.

Ἤκουσα γὰρ ἔγωγε περὶ τῶνδε τοῦ Χριστοῦ μυστηρίων οὐ παλαιὰ μόνον καὶ ξένα, ἀλλὰ καὶ νέα τινὰ ἐν ταῖς ἡμέραις ἡμῶν ἀξιάκουστα ὄντως καὶ ἱστορίας ἐπάξια, ἅτινα, εἰς δόξαν θεοῦ καὶ ψυχῶν ὠφέλειαν, οὐ κατοκνήσω σημᾶναι διὰ βραχέων.

Σημαίνοντος δέ μου τὸ θεηγόρημα, ὁρᾶτε. Προάστειον γάρ τι ἐστὶν ἐν Ἀμαθοῦντι προσπελάζον τῷ Πεντακώμῳ, Ἀράβαντα τοῦτο καλούμενον, ἐν ᾦ καὶ τῆς ἁγίας μάρτυρος Μαρίνης ἵδρυται ναός· ἐν ᾧ καί τις ἱερομόναχος λειτουργήσας ἐξῆλθεν ὀξέως καθελκούσης τινὸς ἀνάγκης αὐτόν. Ἔνθεν καὶ τὴν τῶν ἁγίων δώρων διοίκησιν ἐπελάθετο. Εἰσελθὼν δὲ κατὰ τὴν αὔριον καὶ ἄρας τὸ κάλυμμα, εὗρε τὰ ἐν τῷ ἁγίῳ σκεύει αἷμα καὶ σάρκα πλήρη. Φόβῳ δὲ συσχεθείς, πειρᾶται περικρύψαι τὸ δρᾶμα· κλιβάνου γὰρ ἐκκαιομένου ἐγγὺς τοῦ εὐκτηρίου, τοὺς ἄνθρακας ἐφαπλοῖ, καί, ἐπάνω αὐτῶν τὰ ἅγια κατακενώσας, ὢ θαύματος ξένου, ἀντὶ τοῦ ἐμπρησθῆναι, κνίσσαν μάλιστα κρεῶν ἀπετέλουν καὶ ὡς ἐν χωνείᾳ τινὶ συνήφθησαν εἰς ἓν κόμμα σαρκός· ὃ καὶ ἀνελόμενος μετὰ φρίκης ὁ μοναχὸς καὶ τῆς σποδιᾶς ἀποκαθάρας, ἐνείλησε τῷ καλύμματι.

Ὃ καὶ κατακρύπτειν πειρώμενος, οὐδὲν διέλαθεν· ὁ ἀρχιεπίσκοπος γὰρ Ἰωάννης ὁ Κρητικὸς καὶ Κασιανὸς ὁ δοὺξ Κύπρου, ἀκούσαντες περὶ τούτου, μεταστέλλονται αὐτὸ μετ’ αἰδοῦς ἐν ἀργυρῷ θηκαρίῳ. Ἀλλὰ καὶ ἐν τῇ βασιλίδι τῶν πόλεων, ὡς οἶμαι, ἀνεκόμισαν τοῦτο· τοῦτο δὲ παρὰ πολλῶν θρυλλούμενον ἤκουσα. Ἀλλὰ καί τις ἡμέτερος μοναχός, ἐκείνῳ τῷ ἱερομονάχῳ ἐντυχών, ἀκριβῶς περιειργάσατο περὶ τοῦ δράματος, ἔφεσις δὲ ἦν ἐκείνῳ τῷ ἱερομονάχῳ ἐλθεῖν πρός με καὶ ἐκτραγῳδῆσαι τὸ θαῦμα· κεκώλυκε δὲ τοῦτον προφθάσαν τὸ τέλος τοῦ βίου αὐτοῦ.

Προσέχετέ μου τὸν λόγον, ὅσοι φιλόχριστοι, καὶ λέξω διαρρήδην οὐδὲν ἔλαττον τοῦ προρρηθέντος. Λέγοντος γάρ μου ποτὲ περὶ τῶν θείων θυσιῶν, μοναχός τις ὑπολαβὼν λέγει μοι ὅτι “Πρὸ χρόνου βραχέος, ὄντος μου ἐν Ἱεροσολύμοις ἐν τῇ τοῦ μεγάλου Εὐθυμίου μονῇ ξένον εἶδον τεράστιον· λειτουργήσαντος γὰρ τοῦ ἱερέως καὶ τὸν θεῖον ἄρτον ὑψώσαντος καὶ μελίσαι αὐτὸν κατὰ τὸ ἔθος ἐπιχειροῦντος, ἀδελφός τις, ἐπιδραμὼν ὥσπερ ἐξεστηκώς, κατέσχε τὰς τοῦ ἱερέως χεῖρας.” Εἰς ἑαυτὸν δὲ γενόμενος, κατ’ ἰδίαν ἐπηρωτᾶτο παρὰ τοῦ ἡγουμένου Θεοστηρίκτου “Ὅτου χάριν τὰς τοῦ ἱερέως χεῖρας κατέσχες;” φησί· ὁ δὲ “Παιδίον ἔβλεπον”, ἔφη, “τὸν ἱερέα κατασφάττειν ἐπιχειροῦντα, καὶ ἐκράτησα αὐτόν, τὴν σφαγὴν διακωλῦσαι βουλόμενος.” Καὶ ἠρώτησεν ὁ γέρων: “Ποταπήν, ἀδελφέ, πρὸς τὰ τελούμενα ἅγια εἶχες τὴν πίστιν;” Καὶ εἶπεν ὁ ἀδελφός: “Συγχώρησον, πάτερ, ὅτι ἄρτον ψιλὸν καὶ οἶνον ἐλογιζόμην αὐτὰ καὶ οὐδὲν πλέον.” Καὶ εἶπεν ὁ γέρων: “Ἔμελλες, ταπεινέ, ἀπολέσθαι οὕτως κρατῶν, εἰ μή που Κύριος τὸ μέγα τοῦτο καὶ φρικτὸν μυστήριον πεφανέρωκέ σοι· καὶ πρόσεχε σεαυτῷ ἀπό γε τοῦ νῦν.” Ῥητορεύσω φιλομαθέσι καὶ ἕτερον, τῶν εἰρημένων ἐφάμιλλον.

Πρὸ γὰρ χρόνου ὀλίγου διηγήσατό μοι ἱερομόναχός τις, ὃς ἦν ἀπὸ βίου καὶ παῖδα ἔχων ἐτῶν ιβʹ, ὅτι “Πολλάκις”, φησί, “λειτουργοῦντός μου καὶ τὴν τῶν ἁγίων δώρων διοίκησιν εὐλαβουμένου, τὸν παῖδα καθόλου μετεδίδουν αὐτά. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν, τὸν παῖδα παραβάλλων τὰ ἅγια, ἠλλοιώθη καὶ ἐτινάχθη καί, ἐρευξάμενος, ὥσπερ κεκορεσμένος”, λέγει μοι: “Ὦ κῦρι, κρέη με παραβάλλεις ὠμά;” Τοῦτο γὰρ οἰκείοις ὠσὶν ἤκουσα ἐγὼ ἐκ τοῦ στόματος ἐκείνου τοῦ τὸ σημεῖον αὐτόπτως ἀθρήσαντος· ὃ καὶ σεσήμακα, γνῶσιν παρέχων πηλίκου μετέχουσιν ἀγαθοῦ οἱ ἀξίως μετέχοντες, καὶ ὅσου ὑστεροῦνται καλοῦ οἱ τῷ βορβόρῳ τῆς ἁμαρτίας ἐγκυλινδούμενοι.

Ὅτι δὲ ὁ προσκομιζόμενος ἄρτος καὶ ὁ οἶνος εἰς αἷμα καὶ σάρκα διὰ πνεύματος ἁγίου μετασκευάζονται δῆλον ἐντεῦθεν· ὁ γὰρ Κύριος ἡμῶν, ἐν τῷ δείπνῳ τῷ μυστικῷ, οὐχ αἷμα καὶ σάρκα, ἀλλὰ ἄρτον καὶ οἶνον εὐλογήσας μετεδίδου τοῖς μαθηταῖς, λέγων: “Τοῦτό μου ἐστὶ τὸ σῶμα καὶ τὸ αἷμα τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν διαδιδόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· ταῦτα γὰρ ἐσθίετε καὶ πίνετε εἰς τὴν ἐμὴν ἀνάμνησιν.” Ἵνα γὰρ μή, τῇ τοῦ αἰσθητοῦ κρέατος καὶ αἵματος μεταλήψει, διαίνωνταί τινες τὴν αὐτὴν μετάληψιν καὶ ὑστεροῦνται τῆς κοινωνίας, εἰς τὸν συνήθως ἐσθιόμενον ἄρτον καὶ πινόμενον οἶνον συνεσκίασε Κύριος τὸ μυστήριον, εὐπετῆ ποιῶν τὴν τῶν θείων μυστηρίων μετάληψιν· ὅπερ καὶ γίνεται. Διὸ καί, αἰσθητῶς μὲν ἄρτου καὶ οἴνου, νοητῶς δὲ σαρκὸς θείας καὶ αἵματος, μετέχειν πιστεύομεν καὶ ἐντρυφᾶν, Χριστοῦ χάριτι. Ἀμήν.

Σώζει, καθαίρει, φωτίζει, ἁγιάζει καὶ θάλπει τοὺς πιστοὺς καὶ ἀξίους ἡ ἁγία μετάληψις, ἀναξίοις δὲ τοὐναντίον, ἤτοι βάρος καὶ καταδίκη· ὁ δὲ θεῖος Χρυσόστομος καὶ ἁμαρτιῶν προσθήκην τὸ πρᾶγμα καλεῖ, καὶ εἰκός, λέγει, “ἐπεὶ καὶ τὸ πῦρ φωτίζει μὲν καὶ θερμαίνει, ἀλλὰ καὶ ξηραίνει καὶ καίει.”