Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Ἐπιστολαί

Νεόφυτος ὁ Ἔγκλειστος

Παραινετική ομιλία προς τους μαθητές περί υπακοής και βασικών αρετών

Νουθεσίες για την εφαρμογή της αδιάκριτης υπακοής, της εγκράτειας, της υπομονής και της ταπείνωσης στην πορεία του πνευματικού βίου, με κατακλείδα δοξολογική ευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 6 από 6

Νεοφύτου πρεσβυτέρου μοναχοῦ καὶ ἐγκλείστου ὁμιλία παραινετικὴ περὶ ὑπακοῆς πρὸς τοὺς ἑαυτοῦ φοιτητὰς ὁμιλία παραινετικὴ περὶ ὑπακοῆς πρὸς τοὺς ἑαυτοῦ φοιτητὰς Εὐλόγησον, πάτερ. Ὤφειλον, ἀδελφοί μου, συχνάκις ὑμῖν προσομιλεῖν καὶ ἀναμιμνήσκειν ὑμᾶς τὰ σωτηρίας ἐχόμενα Θεοῦ λόγια· ὅτι δὲ βραδυτέρως καὶ οὐ συχνάκις τοῦτο πράττεται παρ’ ἡμῶν, οὐκ ἀσκόπως οὐδ’ ἀλογίστως καὶ τοῦτο γίνεται, ἀλλὰ τὸ μὲν ὅτι χρηστὰς ἐλπίδας κέκτημαι περὶ ὑμῶν, ὅτι καὶ σιωπώντων ἡμῶν σπεύδει ἕκαστος ὑμῶν διὰ τῆς χάριτος τοῦ Χριστοῦ τὴν ἰδίαν σῶσαι ψυχήν, τὸ δὲ ὅτι, ἐπειδὴ καὶ πρακτικοῦ λόγου ἐνδεεῖς καθεστήκαμεν, καλὸν ἐλογισάμεθα τοῦ σιωπᾶν. Καὶ πάλιν οὐ καλὸν ἀντελογισάμεθα ἐς ἀεὶ σιωπᾶν καὶ μὴ τὰ δέοντα ὑμῖν διαλέγεσθαι. Διὸ καὶ βραχέα τινὰ περὶ ὑπακοῆς, τῆς καλλίστης ἐν ἀρεταῖς, ὑμῖν ὁμιλῆσαι ἠθέλησα. Καὶ εἰ μὲν ἀκούσητε καὶ προσέξητε καὶ φυλάξητε, πάντως ἑαυτοὺς ἂν ὑμᾶς τὰ μέγιστα ὠφελήσητε, ὥσπερ καὶ παρακούοντες οὐχ ἄλλῳ τινὶ ἀλλ’ ὑμᾶς ἑαυτοὺς ἔχοιτε ἂν καταβλάψαι. Καὶ ἰδοὺ ἐν παραδείγματι γράφω ὑμῖν τῆς ἀρετῆς ταύτης τὸν τρόπον σαφέστατα. Ὥσπερ γὰρ ὁ θέλων οἰκοδομῆσαι οἶκον οὐ δύναται τοῦτον οἰκοδομῆσαι, ἐὰν μὴ πρῶτον καλὸν καταβάλῃ θεμέλιον, οὕτω καὶ ὁ θέλων προκόψαι πρὸς ἀρετὴν προκόψαι οὐ δύναται, ἐὰν μὴ πρῶτον θέσῃ θεμέλιον ὑπακοὴν καὶ ἐγκράτειαν καὶ ὑπομονὴν καὶ ταπείνωσιν.

Ὅστις γὰρ τὰς τέσσαρας ταύτας σὺν Θεῷ δυνηθῇ κτήσασθαι ἀρετάς, πᾶσαν ἀρετὴν σὺν ταύταις κατώρθωσε. Καὶ ὅστις πάλιν ἐκ τῶν τεσσάρων τούτων ἐκπέπτωκε, πᾶσαν κακίαν ἐκτήσατο· πάσης γὰρ ἁμαρτίας πρωτεύει ἡ παρακοὴ καὶ ἡ τῆς γαστρὸς τυραννίς, καὶ διὰ ταύτας ἦλθεν ὁ θάνατος· παρακούσας γὰρ ὁ προπάτωρ τῆς ἐντολῆς τοῦ Θεοῦ ἔλαβεν ἀπὸ τοῦ ξύλου καὶ ἔφαγε, καὶ θνητὸς καὶ αὐτὸς καὶ ἡμεῖς σὺν αὐτῷ πάντες γεγόναμεν. Διὸ καὶ πάσης ἀρετῆς ἡ ἐγκράτεια πρωτεύει καὶ ἡ ὑπακοή· ὑπήκοος γὰρ ὁ Χριστὸς γενόμενος τῷ πατρὶ καὶ Θεῷ μέχρι σταυροῦ καὶ θανάτου ἔδειξε τοῖς βουλομένοις προκόπτειν ἐξ ὑπακοῆς ἄρχεσθαι τῆς κατὰ Θεὸν ζωῆς. Ἐπεὶ δὲ ἡ παρακοὴ τοῦ Ἀδὰμ θάνατον εἰς τὸν κόσμον εἰσήγαγε, τοῦ δὲ Χριστοῦ ἡ ὑπακοὴ ζωὴν ἀντεισήγαγε, διὰ τοῦτο τὴν μὲν παρακοὴν οἱ Πατέρες ἐκάλεσαν θάνατον, τὴν δὲ ὑπακοὴν ζωὴν ἐπωνόμασαν· ζωὴ γὰρ ὁ Χριστός ἐστι καὶ λέγεται («ἐγώ εἰμι», φησίν, «ἡ ζωή»), καὶ ὁ ἔχων ὑπακοὴν πρὸς τὸν προεστῶτα αὐτοῦ ὑπακούει τῷ Θεῷ καὶ ὁ μὴ ἔχων ὑπακοὴν παρακούει τῷ Θεῷ. Καὶ τοῦτο βεβαιῶν ἡμᾶς ὁ Κύριος ἡμῶν ἔλεγεν· «Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με». Ὁρᾷς ὅσον ἐστὶν ἡ παρακοὴ κακόν; ὅτι οὐ μόνον τοῦ προεστῶτος ἀλλὰ καὶ αὐτοῦ <τοῦ Χριστοῦ> ὁ παρακούσας παρακούει τῷ Θεῷ.

Τί οὖν, φησίν, ἐὰν οὐκ ἔστι κατὰ Θεὸν ὁ προεστὼς καὶ ἐπιτάσσει κακῶς πρὸς ἀπώλειαν αὐτοῦ τε καὶ ἐμοῦ, ἆρα ἐνδέχεταί με ὑπακούειν αὐτοῦ; Ἐὰν πρὸς ἀπώλειαν σήν τε καὶ αὐτοῦ ἐπιτάξῃ σε, μὴ μόνον παρακούσῃς αὐτοῦ, ἀλλὰ καὶ φύγε ἀπ’ αὐτοῦ ὅσον ἰσχύς· ἐὰν δὲ κατὰ Θεὸν ἔχεις προεστῶτα, μὴ διστάσῃς, κἂν κακόν σοι φανῇ τὸ ἐπίταγμα· οὐδὲν γὰρ ὁ κατὰ Θεὸν ἐπιτάσσει κακῶς.

Ἀλλὰ ὅρα μήπως πειράζει σε, ὥσπερ καὶ ὁ μέγας ἐκεῖνος προεστὼς ὁ ἐπιτάξας τῷ ἐργάτῃ ἐκείνῳ τῆς ὑπακοῆς καὶ εἰπὼν ὅτι· Εἰ ἀγαπᾷς τὸν υἱόν σου, βάλε αὐτὸν εἰς τὸν καιόμενον φοῦρνον· καὶ μὴ θέλων τοῦ προεστοῦ αὐτοῦ παρακοῦσαι, εὐθὺς ἐκπληροῖ τὸ ἐπιταττόμενον. Μὴ ἆρα κακῶς ὁ προστάξας προσέταξεν; ἢ μὴ κακῶς ὁ ὑπακούσας ἐπήκουσε;

Καὶ οὐχὶ μᾶλλον ἀμφότεροι θείας κατηξιώθησαν χάριτος; μᾶλλον δὲ μὴ καὶ ὁ Θεὸς παραλόγως προσέταξε πειράζων τὸν δίκαιον Ἀβραὰμ σφάξαι τὸν υἱὸν αὐτοῦ τὸν ἀγαπητόν; Καὶ σὺ τοίνυν, ὅτε προσταχθῇς, ἀδελφέ, καῦσαι τὸ στρῶμά σου εἴτε τὰ ἐνδύματά σου ἢ χαλάσαι τὸ κάλλιστον οἴκημα ἢ ἐκκόμψαι τὸ καλὸν δένδρον τὸ κάρπιμον ἢ ἄλλο τι ἁπλῶς προσταχθῇς ὅπερ σοι φαίνεται ἀλογώτατον ὅλως, μὴ ἀντίτεινε· κἄντε ἐκπειράζει σου τὴν ὑπακοὴν ὁ προεστώς σου, κἂν ἐν ἀληθείᾳ σε τοῦτο προσέταξε, μὴ εἴπῃς ὅτι· Παρετράπη ὁ ἐμὸς ἐπιστάτης καὶ ἐπιτάσσει τὰ ἔκφρονα, καὶ οὐ χρείαν ἔχω ἀκούειν τὰ τούτου παράφρονα, ἀλλὰ προθύμως ἐκτέλει τὸ προσταττόμενον, καθὼς καὶ εἰς τὰ αὐτοῦ Ἀσκητικὰ ὁ μέγας ἔφη Βασίλειος, ὅτι «πᾶσαν εὐπείθειαν οἱ κατ’ ἀλήθειαν ὑπήκοοι τοῖς προεστῶσιν εἰσοίσονται καὶ οὐχὶ τὸν λόγον τῶν ἐπιταγμάτων ἀπαιτήσουσιν, ἀλλὰ τὸ ἔργον τῶν ἐπιταχθέντων ἐπιτελέσουσιν». Ὁρᾷς πῶς καὶ ὁ μέγας οὗτος πατὴρ τὴν ἀπερίεργον ὑπακοὴν νομοθετεῖ; «οὐ τὸν λόγον», φησί, «τῶν ἐπιταγμάτων ἀπαιτήσουσι, ἀλλὰ τὸ ἔργον τῶν ἐπιταχθέντων ἐπιτελέσουσι προθυμότατα», τουτέστιν ὁ κατ’ ἀλήθειαν ὑπακούων οὐδὲν πολυπραγμονήσει καὶ ἀνακρίνει τὸ προσταττόμενον, ἀλλὰ τὸ ἔργον ἐπιτελέσει ταχέως τὸ προσταττόμενον.

Καὶ ταῦτα μὲν περὶ ὑπακοῆς τῆς μητρὸς πάντων τῶν καλῶν. Καλὴ δὲ καὶ ἡ σύμμετρος νηστεία καὶ ἐγκράτεια ὡς λιπαίνουσα τὴν ψυχὴν καὶ τὸ σῶμα μαραίνουσα καὶ τὰς ἀτάκτους πυρώσεις ψυχραίνουσα καὶ τὰ ἄνω ζητεῖν ἐκπαιδεύουσα.

Καλὴ δὲ καὶ πάνυ καλὴ καὶ ἡ κατὰ Θεὸν ὑπομονὴ ὡς ψυχῆς πεπτωκυίας ἀνάκτησις· διὰ ταύτης γὰρ χοροὶ μαρτύρων καὶ ὁσίων θεοστεφεῖς ἀνεφάνησαν· ἀκούσαντες <γὰρ> ὅτι «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθαι τὰς ψυχὰς ὑμῶν» αὐτὴν ἐκολπώσαντο. Καλὴ δὲ καὶ ἡ μακαρία ταπείνωσις, ὅτι «πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται» καὶ ὅτι Χριστοῦ μαθητὴς ὁ ταπεινὸς ἀναδείκνυται. «Μάθετε», φησίν, «ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσητε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Ἰδοὺ τὰς μητέρας πασῶν τῶν ἀρετῶν, ὑπακοήν φημι, ἐγκράτειαν καὶ ὑπομονὴν καὶ ταπείνωσιν κεφαλαιωδῶς διεγράψαμεν ὑμῖν, ἀδελφοί, εἰδότες ὅτι οὐ λόγοι πολλοὶ ἀλλὰ καὶ ὀλίγοι ὠφελοῦσι τοῖς ἐκζητοῦσιν ὠφέλειαν· ὁ ἐν ὀλίγοις γὰρ λόγοις μὴ ὠφελούμενος καὶ ἐν πολλοῖς οὐδὲν ὠφεληθήσεται πάντως. Καλὸν δὲ καὶ τὸ συχνῶς ἐνθυμεῖσθαι καὶ λέγειν πρὸς Θεόν· «Κύριε, σῶσόν με ἕνεκε τοῦ ἐλέους σου.» Ἐὰν γὰρ συχνῶς μνημονεύωμεν τοῦ Θεοῦ, συχνῶς καὶ αὐτὸς μνημονεύει ἡμῶν καὶ καθαρίζει τὸν νοῦν ἐξ ἀκαθάρτων ἐννοιῶν.

Γένοιτο δέ, ἀδελφοί μου, ὑμᾶς τε καὶ ἐμὲ ἀδιαλείπτως ἔργῳ καὶ λόγῳ ταῦτα ἐπιτελεῖν, ἵνα τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν κατὰ τὸν Κυριακὸν λόγον βαδίσαντες χωρήσωμεν εἰς τὸ πλάτος τῆς ἀθανάτου ζωῆς χάριτι καὶ συνεργίᾳ τοῦ Θεοῦ Λόγου· ἀμήν.